p. 183a 7 Τῶν δὲ ἐριστικῶν δριμύτατος μὲν ὁ πρῶτον εὐθὺς ἄδηλος. Εἰπὼν τίνες τῶν διαλεκτικῶν λόγων εἰσὶ δριμεῖ, νῦν λέγει καὶ τίνες τῶν σοφιστικῶν. καὶ φησὶ πρῶτον αὐτῶν εἶναι τὸν πρῶτον εὐθὺς ἄδηλον ὄντα εἰ συλλελόγισται ἢ οὔ· οἷος ὁ Παρμενίδου λόγος ὁ λέγων ἓν εἶναι τὸ ὄν· ἔστι δὲ τοιοῦτος· τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν· οὗτος γάρ, εἰ καὶ ἀσυλλόγιστός ἐστιν, ἀλλ’ οὐ πάντῃ δῆλος. ἔστι δὲ ἀσυλλόγιστος, διότι οὐ συνάγεται ἐκ τῶν κειμένων ‘ἓν ἄρα τὸ ὄν’, ἀλλ’ ὅτι τὸ ἓν ὄν ἐστιν. ὅτι δὲ σοφιστικὸς καὶ ἀσυλλόγιστος, εἴρηκεν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως· “ἀμφότεροι γάρ’’, φησὶν ἐκεῖσε, “ἐριστικοί, καὶ ὁ Μελίσσου καὶ ὁ Παρμενίδου· μᾶλλον δὲ ὁ Μελίσσου φορτικὸς καὶ οὐδεμίαν ἔχων ἀπορίαν”, ὡς δηλονότι τοῦ Παρμενίδου λόγου ἀπορίαν ἔχοντος. πρῶτος μὲν οὖν ἐν τοῖς ἐριστικοῖς δριμύς ἐστι λόγος οὗτος, ὁ ἔχων ἄδηλον τὸ τίνος ἀναιρεθέντος ἀναιρεθήσεται καὶ τὸ συναχθὲν ἄτοπον, πότερον τοῦ συμπεράσματος ἤ τινος τῶν προτάσεων. τὸ γὰρ καὶ πότερον παρὰ ψεῦδος ἡ λύσις ἢ παρὰ διαίρεσιν ἴσον ἐστὶ τῷ ‘πότερον ἡ λύσις παρὰ τὸ συμπέρασμα τὸ συνάξαν τὸ φεῦδος‘, ὅπερ εἶπεν αὐτὸς παρὰ ψεῦδος, ‘ἢ παρὰ ἀναίρεσίν ἐστί τινος τῶν προτάσεων’, ὅπερ εἶπεν αὐτὸς διαίρεσιν. δεύτερος δὲ ὁ δῆλον μὲν ἔχων τὸ παρὰ ἀναίρεσιν εἶναι τὴν λύσιν, μὴ φανερὸν δὲ ἔχων διὰ τίνος ἀναίρεσιν τῶν ἠρωτημένων, τουτέστι ποῖον τῶν ἠρωτημένων ἀναιρήσαντες τὸν λόγον λύσομεν, ἀλλὰ ἀμφίβολον τὸ πότερον αὕτη, τουτέστιν ἡ ἀπάτη, παρὰ τὸ συμπέρασμά ἐστιν ἢ παρά τι τῶν ἠρωτημένων. τὸ δὲ ὁ δῆλος μὲν ὅτι παρὰ τὴν διαίρεσιν ἢ ἀναίρεσίν ἐστιν ἴσον ἐστὶ τῷ ‘ὁ δῆλος μὲν ὅτι παρὰ ἀναίρεσίν ἐστι’· τοῦ γὰρ παρὰ διαίρεσιν τὸ ἀναίρεσίν ἐστιν ἐφερμηνευτικόν. διαφέρει δὲ ὁ δεύτερος τρόπος τοῦ προτέρου, ὅτι ὁ μὲν δεύτερος φανερὸν ἔχων ἐστὶ τὸ συναχθέν, εἰ καὶ μὴ καὶ τοῦτο φανερὸν ἔχει, τὸ τίνος ἀναιρεθέντος ἀναιρεθήσεται καὶ τὸ συναχθέν, πότερον τοῦ συμπεράσματος ἤ τινος τῶν προτάσεων, ὁ δὲ πρῶτος ἄδηλον εὐθὺς ἦν ἔχων τὸ εἴτε συλλογισμός ἐστιν ἢ οὔ. καὶ τοῦ μὲν ἀπάτας γίνεσθαι παρὰ τὰ ἠρωτημένα πλῆρες τὸ παρὸν βιβλίον. παρὰ δὲ τὸ συμπέρασμα γίνεται ἀπάτη, ὅταν μὴ ὅπερ ἐκ τῶν ἠρωτημένων συμβαίνει ἐπάξωμεν, ἀλλὰ τοῦτο μὲν ἐῶμεν, ἄλλο δέ τι ὃ βουλόμεθα ἐπιφέρωμεν, ὥσπερ ἔχει καὶ ὁ 1 et 4 ᾱ a 4 αὐτῶν I: μέν a 6 δὲ corr. non liquet unde I1 9. 10 τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως] c. 2 p. 185a8 —11 10 ἐκεῖσε Ι: ἐκεῖ a 14 καὶ om. Α 16 ante ψεῦδος add. τὸ a post ψεῦδος add. ἐστὶν Α: post διαίρεσιν Arist. (om. D) 18 ante ψεῦδος add. τὸ a 20 μήτε a 21 ἀναιρήσαιες (sic) I 23 τινος Α δῆλος AI (ῆ ex ει corr. I1): δῆλον a 24 τὴν om. Α Arist. (habet D) ἐστὶ aA: om. Ι 25 ante ἀναίρεσίν add. τὴν a 26 προτέρου Al: ᾱ a 27 καὶ om. Α 29 ἄδηλον a: ἄδηλος AI 30 ἀπάτας al ἁ ex ἁ corr. I1): ἅπαντας Α 31 post πλῆρες add. ἣν a 32 ante ἀπάτη add. ἡ a ὃ μὴ ὅταν ἐκ Α Παρμενίδου λόγος καὶ ἐκεῖνος, οὗ πρότερον ὁ Ἀριστοτέλης ἐμνημόνευσεν, ὁ λέγων “ὧν αἱ ἐπίστη ’μαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα, τοῦ δὲ κακοῦ σπουδαῖον τὸ μάθημα, σπουδαῖον ἄρα μάθημα τὸ κακόν”· οὐ γὰρ τοῦτο συμβαίνει ἐκ τῶν κειμένων, ἀλλ’ ὅτι τοῦ κακοῦ σπουδαία ἡ ἐπιστήμη. Λέγει δὲ καὶ εὐήθη συλλογισμὸν εἶναι, ὅταν τις μὴ προσλάβοι τὸ ἐλλεῖπον καὶ δι’ οὗ τὸ προκείμενον μέλλει συνάγειν, ἀλλὰ τοῦτο μὲν μεθῇ, χωρὶς δὲ αὐτοῦ συμπεραίνηται, ὥσπερ ἔχει ὁ Μελίσσου ὁ δεικνὺς ἓν τὸ ὂν καὶ ἄπειρον καὶ ἄλλοι πολλοί, καθάπερ καὶ ὁ λέγων “μὴ οὐσίας ἀναιρουμένης μὴ ἀναιρεῖσθαι οὐσίαν, ἐξ ὧν δέ ἐστιν ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεσθαι”· ἐλλείπουσι γὰρ ἐνταῦθα προτάσεις, ὡς ἐν τῷ Περὶ ἀναλύσεως συλλογισμῶν μεμαθήκαμεν. ἔξωθεν δὲ ἐλλείπειν λέγει προτάσεις. τὰς δεικτικάς τινος τῶν πρὸς κατασκευὴν τοῦ προκειμένου εἰλημμένων· ταύτας γὰρ εἰ μὴ παραμυθίας τις ἀξιώσας δεομένας συστάσεως λαβὼν συμπεραίνεται, ἐλλείπειν ἄν τι τῶν ἔξωθεν ἐν τῷ συλλογισμῷ λέγοιτο. καὶ μὴ εἴπῃς ὡς οὐ δεῖ τοὺς σοφιστὰς τὰς προτάσεις δεικνύναι· κοινὰ γὰρ ταῦτα, καθάπερ εἴρηται, λέγεται καὶ πρὸς τοὺς διαλεγομένους. ἢ δεῖ καὶ τοὺς σοφιστικῶς ἐρωτῶντας τὰ ὑπ’ αὐτῶν ἐρωτώμενα δεικνύναι, εἴπερ ἀληθῶς ἐλέγχειν μέλλοιεν, ὥσπερ καὶ φασίν· οὐ γὰρ φαι|νομένως φασὶν ἐλέγχειν ἀλλ’ ἀληθῶς. ἔτι σαφέστερον εἰπεῖν τὸ διὰ τοῦ f. 61v ἐνίοτε μὲν ὁ μὴ συλλογισθεὶς λόγος δηλούμενον τοιοῦτόν ἐστιν· ἐνίοτε μὲν τὸν μὴ συλλελογισμένον λόγον ἔστι καλεῖν εὐήθη καὶ ἄξιον ἡγεῖσθαι καταφρονήσεως, ἐνίοτε δὲ οὐκ ἔστι ποιεῖν τοῦτο· οὔτε γὰρ εὐήθη ἔστι τοῦτον λέγειν, οὔτε μὴν ἄξιον καταφρονήσεως. εἰ μὲν γάρ ἐστιν ὁ τοιοῦτος λόγος ἐξ ἀδόξων ἢ ψευδῶν λημμάτων συγκείμενος, εὐήθης ἐστὶ καὶ καταφρονήσεως ἄξιος, ἢ ὅταν ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων, τῶν τῷ πράγματι οἰκείων περὶ οὗ ὁ λόγος καὶ δι’ οὗ συνάγεται, τοῦ λόγου μὴ προσλαβόντος τοῦτο μηδὲ συλλογισαμένου. ὅταν δέ τι ἐλλείπῃ τῶν ἔξωθεν ὄντων, ἤγουν τῶν πρὸς κατασκευὴν ὄντων τῶν δύο προτάσεων τῶν παραληφθεισῶν ἐν τῷ λόγῳ, οὐκ ἔστιν εὐκαταφρόνητος, ἀλλ’ ὁ μὲν λόγος ἐστὶ καλός, ὁ δὲ ἐρωτῶν ἠρώτηκεν οὐ καλῶς. οὔτε δὲ πρὸς τὴν θέσιν οὔτε πρὸς τὸν ἀποκρινόμενον ἀλλὰ πρὸς τὸν χρόνον ἐρωτῶσιν, ὅσοι τοιαῦτα προτείνουσιν, ἃ πλείονος δεῖται καὶ μακροῦ χρόνου εἰς τὸ φανῆναι εἰ οὕτως ἔχει ὥσπερ προτείνεται. διὸ δεῖ καὶ τὸν ἀποκρινόμενον πρὸς τοῖν χρόνον λύειν. λύσει δὲ 1 παρμενίδου λόγος] οὐ λόγο corr. non liquet unde I οὐ I πρότερον] c. 20 p. 177b16 5 εὐήθη δέ συλλογισμὸν λέγει Α προσλάβοι I: προλάβοι a: προσλάβη Α 7 post ἔχει add. καὶ a 8 ὁ λέγω (sic) I 10 ὡς AI: ὥσπερ a 10. 11 ἐν τῷ Περὶ ἀναλ. συλλ.] Anal. Pr. I 32 p. 47a24 —26 11 ἀναλύσεων a συλλογισμῶ I 15 καὶ Α: κἄν al εἴποις a τὰς σοφιστικὰς a δεικνύεινΑ 16 εἴρηται] p.191,6 προσδιαλεγομένους Α 17 τοὺς AI: πρὸς a 19 ἔτι al: ἔστι δὲ Α 21 μὲν ex δὲ corr. Ι1 μὴ Α· om. al 23 μὴν om. Α 24 ἀδόξων Α: ἐνδόξων al 25 ἄξιος καταφρονήσεως Α ἐλλίπῃ Α(Α) 26 τῷ om. Α 27 προλαβόντος a 28 ἐλλίπῃ Α 29 περιλειφθεισῶν Α 30 ἐστὶ Α: ἐστὶν οὐ al ἠρώτηκεν aI(Ccu): ἠρώτησεν Α Arist. 32 ὅσοι AI: ὅσα a πρὸς τὸν χρόνον, ἢ ἄν ἐνστάσεις κομίζῃ χρόνου πολλοῦ δεομένας ὀφθῆναι ἄν ἀληθεῖς ὦσι (καὶ γὰρ τῶν ἐνστάσεων αἱ μὲν εἰσίν, αἱ δὲ δοκοῦσι μέν, οὐκ εἰσὶ δέ, ὡς ἐν τῷ ὀγδόῳ εἴρηται τῶν τοπικῶν), ἢ λύσει πρὸς τὸν χρόνον καὶ ἐὰν οὕτω πὼς εἴποι· οὐ δίδωμι ταύτην οὐδὲ συγχωρῶ διὰ τὸ μὴ δοκεῖν καὶ πλείονος χρόνου δεῖσθαι πρὸς κατανόησιν εἰ ἀληθής ἐστι. τὰ δὲ ἑξῆς σαφῶς καταλέγει.