p. 183a 37 Προειλόμεθα μὲν οὖν εὑρεῖν τινα δύναμιν συλλο- γιστικήν. Δύναμιν συλλογιστικὴν τὴν τῶν τόπων λέγει πραγματείαν, καὶ εἴρηται ἐν ἐκείνοις, διὰ τί λέγεται δύναμις. εἰπὼν δὲ ἐν τοῖς τόποις “ἡ μὲν πρόθεσις τῆς πραγματείας μέθοδον εὑρεῖν, δι’ ἧς δυνησόμεθα συλλογίζεσθαι περὶ παντὸς τοῦ προτεθέντος’’, τοῦτο εἰπὼν καὶ ἐπενεγκὼν τὸ “καὶ αὐτοὶ λόγον ὑπέχοντες”, νῦν τὴν αἰτίαν τοῦ διὰ τί ἔργον ἐστὶ τῆς διαλεκτικῆς μὴ μόνον τὸ δύνασθαι λόγον λαβεῖν καὶ ἐρωτᾶν ἀλλὰ καὶ λόγον ὑπέχειν καὶ διδόναι εἶπε διὰ τοῦ ἐπεὶ δὲ προσκατασκευάζεται πρὸς αὐτὴν διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν. δεῖ δὲ πρότερον ἀναμνῆσαι τῶν πρότερον εἰρημένων καὶ οὕτω τὴν λέξιν ἐπελθεῖν. εἴρηται δὲ ὅτι, ὡς ἔχει ἡ ψευδογραφικὴ πρὸς τὴν γεωμετρίαν, οὕτως ἡ σοφιστικὴ πρὸς τὴν διαλεκτικήν· ὥσπερ γὰρ ἐκείνη ἐκ τῶν ἀρχῶν μὲν τῶν γεωμετρικῶν ὥρμηται, τὰς δὲ καταγραφὰς ψευδεῖς ποιεῖται καὶ μὴ δεούσας, οὕτως καὶ αὕτη ἡ σοφιστικὴ ἐκ τῶν δοκούντων μὲν ἐνδόξων, ἅπερ ἔνδοξα ἀρχαὶ τῆς διαλεκτικῆς εἰσιν, ὥρμηται, τούτων δὲ οἷς χρῆται ἢ μὴ ὄντων ἐνδόξων ἀλλὰ φαινομένων μόνον, ἢ ὄντων μὲν ἐνδόξων τὸ σχῆμα δὲ ἡμαρτημένων, ὅταν ἢ ἐκ δύο μερικῶν ἢ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συμπεραίνηται. εἰ οὖν ταῦτα ἀληθῆ, καλῶς τὴν σοφιστικὴν εἴρηκε τῇ διαλεκτικῇ γειτνιάζειν· ἀμφότεραι γὰρ περὶ παντὸς ἐπιχειροῦσιν, εἰ καὶ διαφέρουσι, καθάπερ εἴρηται. τούτων οὕτως ἐχόντων τὸ λεγόμενόν ἐστιν· ἐπειδὴ γειτνιάζει ἡ σοφιστικὴ τῇ διαλεκτικῇ, ἡ δὲ σοφιστικὴ ἐπαγγέλλεται μὴ μόνον δύνασθαι λόγον λαβεῖν ἀλλὰ καὶ ὡς εἰδυῖα (ὁ γὰρ δία λεκτικὸς ὥσπερ μὴ εἰδὼς ἐρωτᾷ ἅπερ ἄν ἐρωτᾷ· ὁ δὲ σοφιστὴς πάντα εἰ I κολάζη Α 3 ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. 10 p. 161a1sq. 4 ἄν Α εἴποι AI: εἴπῃ a 7 μὲν om. I 9 λέγει AI: λέγων a 9. 10 εἴρηται δὲ ἐκεῖ διὰ τί Α 10 δύναμιν a ἐν τοῖς τόποις] I1 —20 11 δι’ ἣν a: ἀφ’ ἧς Arist. 12 περὶ τοῦ προτεθέντος ἐξ ἐνδόξων Α 13 ὑπέχοντες οὐδὲν ἐροῦμεν ὑπεναντίον, ταῦτα οὑν εἰπὼν, νῦν λέγει τὴν αἰτίαν ἐνταῦθα. διά τί Α 14 τὸ AI: om. a καὶ (ante ἐρωτᾶν) al: ἤγουν Α 14. 15 ὑπέχειν, τουτέστιν ἀποκρίνεσθαι διὰ τοῦ Α 15 προκατασκευάζεται a(u) αὐτὸ I 17 πρότερον AI: τρόπων a εἴρηται] c. 1 1 p. 171b35sq. δὴ A 18 ἡ prius AI: om. a 20 οὔσας Α 23 μέν Α: om. al 25. 26 γειτνιάζειν τῆ διαλεκτικὴ Α 26 πάντα a 26. 27 διαφέρουσι aA: διαφόροις I 30 σοφιστικὸς Α δέναι ἐπαγγέλλεται καὶ οὐδὲν εἶναι ὃ μὴ οἶδεν· εἰ δὲ πάντα οἶδεν, ἐκ δὲ τῶν πάντων καὶ ἅπερ ἐρωτᾷ ἐστι, δῆλον ἄρα ὡς οἶδε καὶ ὅσα ἄν καὶ οἷα ἐρωτᾷ· τοῦτο γὰρ καὶ ὁ ἐν τῷ Πλάτωνι Γοργίας ἐδήλωσεν εἰπὼν “οὐδεὶς οὐδέπω πολλῶν ἐτῶν καινόν τί με ἠρώτησε”, μόνον οὐχὶ λέγων ὅσα ἄν μέ τις ἐρωτᾷ, οἶδα, καὶ οὐδέν ἐστιν ὅ με διέλαθεν’), ἐπειδὴ τοίνυν ἡ σοφιστικὴ πάντα εἰδέναι ἐπαγγέλλεται, τὸν δὲ λέγοντα πάντα γινώσκειν μᾶλλον προσήκει ἐρωτᾶσθαι καὶ φανερὰ ποιεῖν ἅπερ ἐπίσταται ἤπερ ἐρωτᾶν, φαίνεται ὅτι καὶ τῆς διαλεκτικῆς ἔργον ἐστὶν οὐ μόνον τὸ ἐ|ρωτᾶν f. 62r ἀλλὰ καὶ τὸ ἐρωτᾶσθαι καὶ λόγον ὑπέχειν, καὶ μᾶλλον τοῦτο· εἰ γὰρ τῆς σοφιστικῆς μᾶλλόν ἐστι τὸ λόγον διδόναι ὡς λεγούσης πάντα εἰδέναι, γειτνιάζει δὲ καὶ ἡ σοφιστικὴ τῇ διαλεκτικῇ, εἴη ἂν καὶ τῆς διαλεκτικῆς ἔργον τὸ ὑπέχειν λόγον. διὰ ταύτην οὖν, φησί, τὴν αἰτίαν εἶπον ἐκεῖ ἔργον εἶναι τῆς διαλεκτικῆς μὴ μόνον λαμβάνειν δύνασθαι λόγον ἀλλὰ καὶ διδόναι. ἐν δὲ τῇ λέξει τῇ τὴν δὲ αἰτίαν εἰρήκαμεν τούτου ἐλλείπει τὸ νῦν· εἴρηκε γὰρ οὐκ ἐκεῖ ἀλλὰ νῦν δι’ ὅ τι ἔργον ἐστὶ τῆς διαλεκτικῆς καὶ τὸ λόγον ὑπέχειν. ὅτι δ’ οὐκ αὐτόθεν οὐδὲ προηγουμένως τῆς διαλεκτικῆς ἐστι καὶ τὸ λόγον ὑπέχειν ἀλλὰ διὰ τὴν τῆς σοφιστικῆς πρὸς αὐτὴν γειτνίασιν, παρέθετο τὸν Σωκράτην λέγοντα μηδὲν εἰδέναι, ὡς τοῦ διαλεκτικοῦ δῆθεν ἀγνοοῦντος ἅπερ ἂν ἐρωτᾷ· τὸν δὲ ὡς ἀγνοοῦντα ἐρωτῶντα οὐκ ἀνάγκη λόγον ὑπέχειν ἀλλὰ μᾶλλον λαμβάνειν. λέγει δὲ δεδηλῶσθαι αὐτῷ ἐν τοῖς τοπικοῖς (ταῦτα γὰρ εἶπε πρόσθεν) καὶ ἐκ τίνων καὶ πρὸς πόσα ἐστὶ τό τε ἐρωτᾶν καὶ λόγον ὑπέχειν. ἡ λέγοι ἂν πρόσθεν καὶ τὰ ἐνταῦθα εἰρημένα· εἴρηκε γὰρ ἐκ τίνων οἱ παραλογισμοὶ γίνονται καὶ πρὸς πόσα δεῖ βλέποντα τόν τε ἐρωτῶντα ἐρωτᾶν καὶ τὸν ἀποκρινόμενον ὑπέχειν λόγον. δῆλα δὲ καὶ τὰ ἑξῆς. ἐν δὲ τῇ λέξει τῇ τὰ μὲν παρ’ ἑτέρων ληφθέντα πρότερον πεπονημένα ὑποστικτέον εἰς τὸ πρότερον, εἶτα ἐπακτέον τὸ πεπονημένα καὶ τὰ συνεχῆ τούτων. ὃ δὲ λέγει ἐστὶν ὅτι τὰ μὲν ὑπό τινων εὑρεθέντα πρότερον παραλαβόντες οἱ ἀπ’ ἐκείνων ἐφεξῆς ἅπαντες κατὰ βραχὺ ταῖς καθ’ ἕκαστον προσθήκαις ἐπὶ μέγα ἤυξησαν· τοῦτο δὲ εἶπε καὶ ἐν τῷ ἐλάττονι ἄλφα τῶν Μετὰ τὰ φυσικά. τὸ δὲ χρησιμωτέραν μέντοι πολλῷ τῆς ὕστερον ἐκ τούτων αὐξήσεως ταὐτόν ἐστι τῷ ‘ἡ ἐξ ἀρχῆς τινος εὕρεσις, κἄν ἀτελές ἐστι τὸ εὑρε- 1 post μὴ add. εἶναι al; om. Α 3 πλάτωνος γοργίᾳ a εἰπὼν] Gorg. c. 2 p. 448 Α memoriter citat cf. p. 15,14 —16 4 post πολλῶν add. καὶ al: om. Α 5 τις ἐρωτᾷ aA: ἐρωτῶσιν I 7 ἧπερ Α 8 ἐστὶν ἔργον a 10 ἐστι μᾶλλον Α 10. 11 γειτνιάσει a 12 ἐκεῖ aA: ἐκείνην Ι 14 τῆς pro altero τῆ Α εἰρήκειγεν I λείπει Α τὸν νῦν a 15 διατί Α 17 καὶ om. Α 19 post ἀγνοοῦντα add. τὰ ἐρωτώμενα Α 20. 21 δηλῶσαι αὐτὸ Α 21 ἐν τοῖς Τοπ.] VIII 24 δεῖ Α: δὴ al 25 λόγον Α: λόγους al 27 ἐπανακτέον a 28 πρότερον εὑρεθέντα a παραλαβόντες aA: λαβόντες I 28.29 ἀπ’ ἐκείνους (sic) Α 29 post βραχὺ add. μετὰ πόνων καὶ φροντίδων a καθέκαστον Ι: καθ’ ἑκάστην a Α 30 καὶ om. a ἐν τῷ ἐλάττονι ἄλφα (ᾱ a) τῶν Μετὰ τὰ φῦσ’.] c. 1 p. 993b18 31 χρησιμωτέραν Arist.: χρησιμώτερον AI(u) post πολλῷ add. καὶ Α 32 ἡ om. a τινὸς corr. ex τινῶν I1 θέν, ὅμως ἡ τούτου εὕρεσις χρησιμωτέρα ἐστὶ πολλῷ τῆς ὕστερον τοῦ εὑρεθέντος ἐπιδόσεως τε καὶ τελειώσεως’· εἰ γὰρ μὴ ὅλως εὑρέθη, οὐδ’ ἄν ἐπίδοσιν ἔσχε. “παντὸς γάρ”, φησὶν ἐν τοῖς Μετὰ τὰ φυσικά, “τὸ ἐλλεῖπον προσθεῖναι” τοῦ εὑρεθέντος· τὸ δὲ τὴν ἀρχὴν εὑρεῖν οὐ παντός· πᾶσα γὰρ ἀρχὴ ὅσῳ κράτιστόν ἐστι τῇ δυνάμει, τοσούτῳ σμικρότατον τῷ μεγέθει. καὶ πολλὰ ἡμῖν ἐστι δῆλα οὕτως ἔχοντα· καὶ γὰρ ἡ κεγχραμὶς καίτοι σμικρότατον ὂν τῷ μεγέθει μέγα τῇ δυνάμει τυγχάνει, εἴ γε ἐξ αὐτῆς ἡ συκῆ τοσοῦτον τῷ μεγέθει δένδρον. ταύτην οὖν εἴ τις εἶδεν ἐξ ἀρχῆς, οὐδ’ ὄναρ ἄν ἤλπισεν ὅτι τηλικοῦτον ἐξ αὐτῆς γενήσεται δένδρον· ὅμως ταύτης εὑρεθείσης ὡς ἀρχῆς πολλὰ ἡμῖν ἐκ τούτου γέγονε δῆλα κατὰ βραχὺ πονήσασιν, οἷον ὅτι ἐν αὐτῇ δυνάμει ἦσαν στέλεχός τε καὶ κλάδοι καὶ φύλλα καὶ ὄζοι, καὶ ὅτι οἱ φυσικοὶ καὶ σπερματικοὶ ἐν αὐτῇ λόγοι ἀσώματοί εἰσιν· οὐ γὰρ ἄν τοσοῦτοι ὄντες τῷ πλήθει ἐχώρησαν ἐν αὐτῇ οὕτως οὔσῃ σμικροτάτῃ τὸ μέγεθος.