p. 183a 3 Μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύς. Ἐκεῖνον μάλιστά φησιν εἶναι δριμὺν λόγον τὸν ὁμοίως τῷ συμπεράσματι ἐνδόξῳ ὄντι καὶ τὰς προτάσεις ἔχοντα ἐνδόξους καὶ ὁμοίας τῷ συμπεράσματι· δυσφώρατος γὰρ οὗτος, παρὰ ποίαν συνῆκται τὸ συμπέρασμα. καθάπερ ὁ τὴν ψυχὴν κατασκευάζων ἀθάνατον ἔνδοξος ὢν δι’ ὁμοίων ἐνδόξων ὄντων· εἰ γὰρ τὰ ἐναντία γίνεται ἐκ τῶν ἐναντίων (λευκὸν γὰρ ἐκ μέλανος καὶ ἐκ λευκοῦ μέλαν, καὶ ψυχρὸν ἐκ θερμοῦ καὶ θερμὸν ἐκ ψυχροῦ, καὶ τὰ ἄλλα ὁμοίως), γίνονται δὲ ἐκ τῶν ζώντων οἱ τεθνεῶτες, ἀνταποδώσει καὶ ἐνταῦθα, καὶ ἔσονται ἐκ τῶν τεθνεώτων οἱ ζῶντες· ἐναντία γὰρ ζωὴ καὶ θάνατος· ἐνταῦθα γὰρ οὐ πάνυ δῆλόν ἐστι παρ’ ὁποίαν συνῆκται τὸ συμπέρασμα, πότερον παρὰ τὴν λέγουσαν ὅτι τὰ ἐναντία ἐξ ἐναντίων γίνεται, ἢ τὴν ὅτι ἡ ζωὴ καὶ ὁ θάνατος ἐναντία. δεύτερον δὲ εἶναι λέγει δριμὺν τὸν ἐξ ἀπάντων ὁμοίων, τουτέστι τὸν τὰς προτάσεις μὲν ὁμοίας ἔχοντα ἑαυταῖς ἀνομοίας δὲ τῷ συμπεράσματι ὥστε εἶναι ἐνδοξότερον τὸ συμπέ- ρασμα τῶν προτάσεων. ἔπι μὲν οὖν του πρώτου ὁμοίως οὔσων τῶν προτάσεων ἐνδόξων τῷ συμπεράσματι οὐκ ἔστι δῆλον εἰ γέγονε παραγωγή. ἐπὶ δὲ τοῦ δευτέρου, ἐπειδὴ δῆλόν ἐστιν ὅτι τὸ συμπέρασμα ἐνδοξότερον τῶν προτάσεων ἐστι, προφανές ἐστιν ὅτι παραγωγὴ γέγονεν· οὐ γὰρ δεῖ τὸ συμπέρασμα ἐνδοξότερον εἶναι τῶν προτάσεων ἀλλὰ τὰς προτάσεις τοῦ συμπεράσματος, εἴπερ ἐκ πιστοτέρων καὶ γνωριμωτέρων δεῖ τοὺς συλλογισμοὺς γίνεσθαι. ὥστε ἐπεὶ ἧττόν εἰσι τοῦ μὲν συμπεράσματος ἔνδοξοι ἑαυταῖς δὲ ὅμοιαι, ὅτι μὲν παραγωγὴ γέγονε, δῆλον· παρ’ ὁποίαν δέ, οὐ δῆλον ὁμοίων οὐσῶν ἀλλήλαις. ἐπὶ δὲ τοῦ προτέρου ὅλως ἄδηλον εἰ γέγονε παραγωγή, ὁμοίου ὄντος τοῦ συμπεράσματος ταῖς προτάσεσι. λέγει δὴ δῆλον εἶναι ἐπὶ τοῦ δευτέρου τὸ δεῖν ἀναιρεῖν τι τῶν προ|τάσεων, ποίαν f. 61r δὲ ἄδηλον διὰ τὸ ὁμοίας ἀλλήλαις εἶναι. πλῆρες δὲ τοιούτων συλλογισμῶν, τῶν ὁμοίας μὲν ἀλλήλαις τὰς προτάσεις ἐχόντων ἀνομοίας δὲ τῷ συμπεράσματι, τὸ βῆτα τῶν Μετὰ τὰ φυσικὰ Ἀριστοτέλους βιβλίων. 2 πρότερον] cf. Top. II 9 p.114a26sq. 5 μετέω a 6 τὸ alt. AI: τὴν a 9 ὁμοίας a cf. vs. 30: ὁμοίως Ι 10 δυσφώρατος I: δυσφορώτατος Α: δισφορώτατος a cf. p. 190, 18 post οὗτος add. ὁ λόγος Α 11 ὁ τὴν ψυχὴν κτλ.] cf. Phaedon. c. 15. 16 ὄντων scripsi: τῶν aAI 13 ἐκ ψυχροῦ θερμὸν Α 15 ἐναντία Α: ἐναντίον al 17 ὅτι a: ἄν I: om. Α 18 ἡ om. a 19 ὁμοίας ex ὁμοίως corr. I 27 ἐπειδὴ A 29 τοῦ ΑI: om. a προτέρου aA: πρώτου I 30 δὴ Α: γὰρ al 32 δὲ prius al: ἢ Α ὁμοίας A: ὁμοίως al 33. 34 τῶν—συμπεράσματι om. Α 34 β