p. 182b 37 Ἔστι δὲ συλλογιστικὸς μὲν λόγος δριμύτατος. Ὅτι μάλιστα ἔνδοξον τὸ τὴν δικαιοσύνην ἀγαθὸν εἶναι, φαῦλον δὲ τὴν κακίαν, καὶ ἔτι τὸ κρείττονα εἶναι τὴν δικαιοσύνην τῆς ἀδικίας· ἂν οὖν τις ἐξ ὅ τι μάλιστα ἐνδόξων δυνήσηται τοῦτο ἀναιρῆσαι, ὡς Πῶλος καὶ Καλλικλῆς ἐπειρῶντο ποιεῖν, καὶ συνάξῃ ὅτι τὸ ἀδικεῖν κρεῖττόν ἐστι τοῦ δικαιοπραγεῖν, οὗτος ὁ λόγος εἷς ὤν, ὁ συναγαγὼν τὸ ἀδικεῖν βέλτιον εἶναι τοῦ δικαιοπραγεῖν, ἅπαντας ὁμοίως ἕξει τοὺς συλλογισμούς, τουτέστι πάντας τοὺς ἀναιροῦντας τὰ ἔνδοξα ἐπίσης αὐτῷ πιθανοὺς ποιήσει. πιθανὸς γὰρ ἔσται καὶ ὁ τὸν ἄδικον τοῦ δικαίου κρείττονα συλλογιζόμενος ἐκ τῶν ὁμοίων προτάσεων καὶ τὸ ἄδικον τοῦ δικαίου· ἀεὶ γὰρ ἐκ τῶν ὁμοίως ἐνδόξων προτάσεων ταῖς συναγούσαις τὸ ἀδικεῖν κρεῖττον τοῦ δικαιοπραγεῖν ὅμοιον ἔνδοξον ἀναιρεθήσεται· ὡς γὰρ ἔνδοξον ὅτι ἡ δικαιοσύνη 2 μὴν AI: om. a post μέλ. add, καὶ a 3 ἔσται Al: ἐστὶν a 4 ὁ Α: om. al 6 post καὶ alt. add. περὶ Α 11 τὸ prius om. Α 13 πολλάκις] p.154,37 162,23 cf. c. 24 p.17b18.23 15 προταχθέν a 16 ἔροιτο a: ἤρετο ΑI 19 τοσαῦτα a: ταῦτα ΑI post καὶ add. τὸ I 20 εἴπῃ Α: εἴποι al προταθέν Α: προταχθέν a: πρόσθεν I 23 πρότερον] c. 24 p.179b38sp. δυνήσεται Α 27. 28 Πῶλος καὶ Καλλ.] Gorg. c. 24sqq., c. 38sqq. 31 αὐτῷ] ὦ corr., ut videtur, 1 ἀγαθόν, οὕτω καὶ ὅτι τὸ δικαίως καὶ τὸ δίκαιον, ἅπερ ἀναιρεθήσεται διὰ τῶν ὁμοίως ἐνδόξων, ὡς εἴρηται πρότερον. τὸ δὲ μετατιθεμένης τῆς ἀντιφάσεως ἴσον ἐστὶ τῷ ‘μετατιθεμένης ἐξ ἀδόξου εἰς ἔνδοξον καὶ ἐξ ἐνδόξου εἰς ἄδοξον’, ὡς ἐπὶ τῶν προκειμένων· ἔνδοξον γὰρ ὂν τὸ τὴν δικαιοσύνην ἀγαθὸν εἶναι μετετέθη εἰς τὴν ἀντίφασιν τὴν ὅτι οὐκ ἀγαθόν· ὁμοίως καὶ τὸ ὅτι ἡ δικαιοσύνη κακὸν εἰς τὸ ὅτι οὐ κακόν.