p. 182b 33 Ἀπορία δέ ἐστι διττή, ἡ μὲν ἐν τοῖς συλλελογισμενοις. Ἀπορία, φησίν, ἐστὶν ἐν τοῖς συλλελογισμένοις λόγοις, τί ἀνελόντων ἐλεγχθήσεται τὸ ψεῦδος, ὡς ἐπὶ τοῦδε· εἰ οὐδεὶς τοῖχος ἀναπνεῖ διὰ τὸ 1 legas ‘σός ἐστι 3 ἀπολλωνίδης] νί superscr., η corr. non liquet unde I 8 τύχοι a 11 ἀμφότερον a 12 γὰρ ex Α οὗτος γὰρ ὁ ἀριστοτέλης) addidi: om. al 13 ἐν τοῖς Φυσικοῖς] I 2. 3 14 ἐν τοῖς Μετὰ τὰ φυσικά] Β 4 p. 1001asq. cf. 1 p. 996a6, I2 p. 1053b13 τινων τῶν scripsi: τινων a: τῶν I 15 εἰρημένων I pr. 18 εἰσιν ex ἐστιν corr. I δυσφώρατοι scripsi cf. p. 192,10 et Top. 243,15 n.: δισφορώτατοι (sic) al 22. 23 ἐν τῷ πέμπτῳ τμήματι τοῦ Περὶ ἑρμ’.] c. 14 p.23a27sq. 23 μᾶλλον delevi 26 ἔτι ex ἔστι, ut videtur, corr. I τὰ δεικνύντα κτλ.] cf. Phys. IV 10 27 ἐνεστὸς a μὴ ζῷον εἶναι, εἰ ζῷα ἦσαν, ἀνέπνεον ἂν οἱ τοῖχοι, ὥστε εἴ τι ζῷον, ἀναπνεῖ· ἀλλὰ μὴν μύρμηκες, μέλιτται, ὅλα τὰ ἔντομα ζῷα ὄντα οὐκ ἀναπνεῖ· οὐκ ἄρα ὁ τοῖχος, διότι οὐκ ἔστι ζῶον, οὐκ ἀναπνεῖ· ὥστε ἔσται ὁ τοῖχος ζῷον, κἄν μὴ ἀναπνῇ. αἴτιον δὲ προσεχὲς τοῦ μὴ ἀναπνεῖν τὸν τοῖχον οὐ τὸ μὴ ζῷον εἶναι (πόρρω γὰρ τοῦτο) ἀλλὰ τὸ μὴ ἔχειν πνεύμονα. τὰ δὲ λεγόμενα κοινῶς καὶ περὶ τῶν διαλεγομένων καὶ τῶν σοφιζομένων λέγεται. ἐπεὶ δὲ οἱ διαλεγόμενοι ἐξ ἐνδόξων συλλογίζονται (τούτων γὰρ τοὺς λόγους εἶπε συλλελογισμένους), οὐ πάντως δὲ τὰ ἔνδοξα καὶ κυρίως ἀληθῆ ἐστιν, ἄν ἀμφότερα μὲν τὰ ληφθέντα ἔνδοξα ᾖ, δριμὺς οὗτος ὁ λόγος ἐστίν· ἀπορίαν γὰρ ἐμποιεῖ, ποίαν τῶν προτάσεων ἀνελόντες (τὸ ὅ τι γὰρ ἀντὶ τοῦ τί) καὶ τὸ συναχθὲν ἀναιρήσομεν· οὐ γὰρ ἡ τυχούσης τῶν προτάσεων ἀναίρεσις συναναιρεῖ καὶ τὸ συναχθέν, καθάπερ πολλάκις εἴρηται πρότερον, ἀλλ’ ἐκείνης παρ’ ἣν γέγονεν ἡ παραγωγή. καὶ ἔστι πρώτη μὲν ἀπορία αὕτη ἐν τοῖς διαλεκτικοῖς λόγοις. ἐν δὲ τοῖς | ἐριστικοῖς πρώτη ἐστί, πῶς εἴπῃ τις τὸ προταθέν, τουτέστι πῶς f. 60v ἀποκριθείς τις οὐκ ἐλεγχθήσεται. εἰ γὰρ ἔροιτό τις ‘ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρα ἀποβέβληκε τοσαῦτα;’, πῶς ἄν τις ἀποκριθεὶς ἐνταῦθα μὴ ἐλεγχθῇ· εἰ μὲν γὰρ φήσει, ἐλεγχθήσεται· εἰ δ’ εἴποι ’τοσαῦτα μὲν οὐ δῆτα, τούτων δὲ τὶ ἢ τινά’, οὐκ ἂν ἐλεγχθῇ. ἢ καὶ οὕτως νοήσεις τὸ πῶς τις εἴπῃ τὸ προταθέν, πότερον παρὰ τὴν ἀμφιβολίαν ἐστὶν ἢ παρὰ τὸ συμβεβηκὸς ἢ παρά τινα τῶν εἰρημένων τρόπων· τινὰ γὰρ τῶν σοφισμάτων φαίνονται καὶ παρὰ τοῦτον καὶ παρ’ ἐκεῖνον, ὥσπερ εἴρηται καὶ πρότερον.