p. 182b 17 Καὶ ὅπου στέλλεσθε; πρὸς τὴν κεραίαν. Ἡ τοῦ ποῖ στέλλεσθε; πρὸς τὴν κεραίαν ἀγωγὴ σοφίσματος τοιαύτη τις ἄν εἴη· ποῖ στέλλεσθε; πρὸς τὴν κεραίαν· τὸ δὲ στέλλεσθαι πέμπεσθαί ἐστι· πέμπεσθε ἄρα πρὸς τὴν κεραίαν. διττὸν τὸ στέλλεσθαι, τό τε ἐξ αὑτῶν καὶ ἀπὸ ἰδίας προαιρέσεως καὶ ὅλως τὸ πορεύεσθαι, ὡς τὸ ‘ἐστειλάμην ταύτην τὴν ὀδόν’ ἀντὶ τοῦ ‘ἐπορεύθην’, καὶ τὸ παρ’ ἄλλων ἢ ἄλλου ἀποστέλλεσθαι, ὡς τὸ ‘ἔπεμψεν ἡμᾶς ὁ βασιλεύς, ἄνδρες ἐν τῷ οὖν ποῖ στέλλεσθε ἐκεῖνοι μὲν τὸ στέλλεσθαι ὡς τὸ πορεύεσθαι δεδώκασιν· ὁ δὲ σοφιστὴς ἐπὶ τοῦ πέμπεσθαι ἔλαβε. τοῦτο δὲ τὸ σόφισμα δύναται καὶ παρὰ τὴν ὁμωνυμίαν εἶναι. μάλιστα δ’ ἂν εἴη παρὰ τὴν ἀμφιβολίαν· ἢ γὰρ ὅτι ποῖ πορεύεσθε; ἢ ὅτι ποῖ παρὰ ἄλλου πέμπεσθε; μήποτε δὲ καὶ παρὰ τὸ σχῆ μὰ τῆς λέξεως ἄν εἴη, τὸ στέλλεσθε ἀντὶ τοῦ ‘πέμπετε’ τῶν σοφιστῶν λαμβανόντων, τὸ παθητικὸν ἀντὶ τοὐ ἐνεργητικοῦ. καὶ τὸ ἔμπροσθεν δὲ δηλοῖ μὲν καὶ τὸ πρότερον χρονικὸν ἐπίρρημα, δηλοῖ δὲ καὶ τὸ ἔμπροσθεν τοῦ ζῴου μέρος. ἀλλὰ καὶ τὸ καθαρὸς σημαίνει μὲν καὶ τὸ ὑγιεινός· καθαρὸς γὰρ βορρᾶς ὁ ὑγιεινὸς λέγεται· σημαίνει δὲ καὶ τὸ ἀμόλυντον καὶ ἄχραντον· ὥστε εἰ ὁ μὲν ἐπὶ τοῦ ὑγιεινοῦ δοίη, ὁ δὲ ἐπὶ τοῦ ἀχράντου συμπερανεῖται, οὐ συλλελόγισται. τὸ δὲ ἄρ Εὔαρχος; οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης παρὰ τὴν σύνθεσιν οὕτως· ἆρά γε Εὔαρχος; οὐ δῆτα ἀλλ’ Ἀπολλωνίδης; ναί· Εὔαρχος ἄρα, ἀλλ’ οὐ δῆτα Ἀπολλωνίδης· παρὰ τὴν σύνθεσιν γὰρ τοῦ ἀλλὰ συνδέσμου τὸ σόφισμά ἐστιν. ἢ καὶ οὕτως· ἆρ’ Εὔαρχος; οὐ δῆτα· ἀλλ’ Ἀπολλωνίδης; ναί· ὁ Εὔαρχος ἄρα Ἀπολλωνίδης ἐστί. τὸ δὲ παρὸν σόφισμα ἠρωτᾶτο πρὸς τὸν ἀδελφὸν τοῦ Εὐάρχου· ἦσαν δὲ ὅ τε | Εὔαρχος καὶ ὁ ἀδελφὸς αὐτοῦ υἱοὶ τοῦ Ἀπολλωνίδου· ἦν δὲ ὁ Εὔαρχος καὶ πατήρ. ἠρώτων οὖν τὸν ἀδελφὸν Εὐάρχου οὕτως· ἆρά γε Εὔαρχος σός ἐστι; ναί· τί δέ, οὐχὶ ὁ Εὔαρχος πατήρ ἐστι; ναί· σὸς ἄρα ὁ Εὔαρχος πατήρ ἐστιν· ἀλλὰ μὴν καὶ οὐ πατήρ· ἀδελφὸς γὰρ σοῦ ἐστιν. ἡ μὲν οὖν ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη. ὁ δὲ Ἀριστοτέλης διά τινα βραχυλογίαν καὶ τὸ φθάσαι τὰ ἀπὸ τοῦ συμβεβηκότος σοφίσματα, ὧν καὶ τοῦτό ἐστι, καὶ δι’ ἄλλων ὀνομάτων ἐκθέσθαι τὴν μίαν πρότασιν θεὶς καὶ ταύτην ἐλλιπῆ τἆλλα παρῆκεν. ἦν γὰρ ἄν πλῆρες, εἰ οὕτως εἶχεν· ἀρά γε Εὔαρχος σός ἐστι; τέθεικε δὲ αὐτὸς ἐλλιπῆ διὰ τὸ δύνασθαι τὰ ‘ἆρά γε Εὔαρχος;’ ποτὲ μὲν 1 ante ἀνὴρ add. ὁ A 1. 2 ἁπλούστερον a 3 et 4 στέλλεσθαι(??) I 5 κερέαν a 7 αὐτῶν al 11 post σόφισμα add. ὡς εἴρηται Α 13 τῆ untrobique Α 15 πέμπετε in ras., ut vitletur, A1 τοῦ alt. 0111. A 20 συλλελόγισθαι (sic) a 22 οὕτως b: οὗτος al 24 δῆτα a: δεῖται I 28 Εὐάρχου scripsi: εὔαρχον al 31 τινα I: τὴν a 35 ante εὔαρχος add. ὁ a συμπλέκεσθαι τῷ † σοφίσματί ἐστι, ποτὲ δὲ τῷ ‘πατήρ ἐστι’. τὸ δὲ οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης ἡ λύσις ἐστὶ τοῦ σοφίσματος, δυνάμει λέγων ‘οὐκ ἔστι μοι ὁ Εὔαρχος πατὴρ ἀλλὰ ὁ Ἀπολλωνίδης’. δύναται τὸ Εὔαρχος καὶ ὡς παράδειγμα τῶν ὁμωνύμων νοεῖσθαι· τὸ γὰρ Εὔαρχος διττόν· ἢ ὁ εὖ τὴν ἀρχὴν διέπων ἡ ὁ καλὴν ἀρχὴν ἔχων. καὶ ἴσως ἂν ἠρωτᾶτο ὁ λόγος ἐπὶ τοῦ Ἀπολλωνίδου καλὴν μὲν ἔχοντος ἀρχὴν οὐ καλῶς δὲ αὐτὴν κυβερνῶντος. ἴσως ἄν καὶ οὕτως ἠρωτᾶτο· ἆρ’ Εὔαρχος ὅδε; ναί· τί δέ, ὅδε ὁ τοῦ Πλάτωνος, εἰ τύχῃ, διάλογός ἐστιν; ὅτι δὲ καὶ τὸ ὂν καὶ τὸ ἓν οἱ μὲν ὁμώνυμα καὶ πολλαχῶς λέγεσθαί φασιν, οὐκ ἄδηλον· Παρμενίδης γὰρ ἓν τὸ ὄν φησι, Πλάτων δὲ τὸ ἓν μοναχῶς λέγεσθαι, ὁ δὲ Ἀριστοτέλης ἀμφότερα πολλαχῶς. τὸν Ζ|ήνωνος δὲ λόγον καὶ Παρμενίδου λύειν λέγει οὐκ ἄλλον τινὰ ἀλλ’ ἢ ἑαυτόν· οὗτος γὰρ κυρίως λέλυκε τοὺς Παρμενίδου καὶ Μελίσσου λόγους ἐν τοῖς Φυσικοῖς, τοὺς δὲ Πλάτωνος ἐν τοῖς Μετὰ τὰ φυσικά. ὥσπερ δέ, φησίν, ἐπί τινων τῶν προειρημένων λόγων δυσχερῶς ἔστι κατιδεῖν πῶς λύονται (οἱ μὲν γὰρ ῥᾷον ἐπιγινώσκονται, οἱ δὲ χαλεπώτερον), ὁμοίως ἔχει καὶ ἐπὶ τῶν παρὰ τὸ συμβεβηκὸς ἐλέγχων· τούτων γὰρ οἱ μὲν ῥᾴους εἰσὶν ὀφθῆναι, ὅτε παρὰ τὸ συμβεβηκός εἰσιν, οἱ δὲ δυσφώρατοι τυγχάνουσιν, εἰ παρὰ τοῦτο γεγονασιν.