p. 182b 13 Ὥσπερ οὖν ἐν τῷ παρὰ τὴν ὁμωνυμίαν. ‘Η ἀπόδοσις τοῦ μερισμοῦ τοὐ τὰ μὲν τοῖς τυχοῦσίν ἐστιν δῆλα κατωτέρω ἐστὶν ἐν οἷς λέγει, ἐν τῷ τὰ δὲ καὶ τοὺς ἐμπειροτέρους διαλανθάνει. τῶν δὲ παρὰ τὴν λέξιν σοφισμάτων ἓξ ὄντων, ὁμωνυμίας, ἀμφιβολίας, συνθέσεως, διαιρέσεως, προσῳδίας, σχήματος λέξεως, τὸ παρὸν σόφισμα τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον παρὰ τὸ σχῆμα τῆς λέξεως ἐστι· τὸ γὰρ ἄρρεν, τὸν ἄνδρα, οὐδετέρως ἑρμηνεύει· λέγει γὰρ τὸν ἄνδρα δίφρον ὑπάρχοντα φέρεσθαι κατὰ κλίμακος, τὸ ἀρρενικῶς λεγόμενον οὐδετέρως ἑρμηνεύων· οὐ γάρ ἐστιν ἡ ὀρθὴ πτῶσις τὸ δίφρον 1 ἐπίστασαι Α (ui) τούτου Α Arist.: τοῦτο al 2 ἐπίσταται Α 4 ὅτι Α post παραλογισμῶν add. ῥαδίως λύονται καὶ Α 5. 6 προσαγόμενοι Α 9 παρὰ prius om. I 16 φαίνοντι a 17. 18 πρὸ ὀλίγου] c. 24 p. 179b18sq. 20 τὸ] ὁ corr. non liquet unde I1 ὧ εἶ- in ras. A1 21 τούτῳ, quod coniecit Waitz Org. II p. X. Α: τοῦτο al 24 τοῖς Arist. 26 κατωτέρω I: κατώτερον a 30 οὐδετέρως Al: οὐδέτερον a γὰρ alt. om. Α 31 ὑπάρχοντα b: ὑπάρχοντας a: ὑπάρχειν Α: ὑπάρχ(??) I ἀρσενικῶς a οὐδετέρως, ἀλλ’ ὁ δίφρος. ἔστι γοῦν παρὰ τὸ σχῆμα τῆς λέξεως· τὸ γὰρ μὴ ταὐτὸ ὡσαύτως ἑρμηνεύει, οἷον τὸ ἄρρεν οὐδέτερον λέγει καὶ τὸ οὐδέτερον ἄρρεν. ἔστι δὲ καὶ παρὰ τὴν ἀμφιβολίαν. καὶ εἴη ἂν τὸ σόφισμα τοιοῦτον· τὸ ἅρμα δίφρον σημαίνει· ἀνὴρ δὲ ἐφέρετο κατὰ κλίμακος δίφρον· ὁ ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο ἅρμα· ὥστε ὁ ἀνὴρ ἅρμα ὢν κατὰ τῆς κλίμακος ἐφέρετο. καὶ ὅτι οὕτως ἐγένετο ἡ ἀγωγὴ τοῦ λόγου, δῆλον ἀπὸ τοῦ κατὰ προσῳδίαν τούτου τοῦ σοφίσματος· τὸ κῆρ ψυχὴν σημαίνει· Ἀγαμέμνονι δὲ τὸ πολεμεῖν “κὴρ εἴδετο εἶναι”· Ἀγαμέμνονι ἄρα τὸ πολεμεῖν ψυχὴ εἴδετο εἶναι. ἔστιν οὖν τῆς τῶν σοφισμάτων ἀγωγῆς ἡ ὁμοιότης | τοιαύτη· τὸ κῆρ ψυχὴν σημαίνει· Ἀγαμέμνονι f. 59v δὲ τὸ πολεμεῖν κὴρ εἴδετο εἶναι· Ἀγαμέμνονι ἄρα τὸ πολεμεῖν ψυχὴ εἵδετο εἶναι· τὸ ἅρμα δίφρον σημαίνει· ἀνὴρ δὲ ἐφέρετο κατὰ κλίμακος δίφρον· ἀνὴρ ἄρα ἐφέρετο κατὰ κλίμακος ἅρμα. δύναται τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον καὶ παρὰ τὴν ἀμφιβολίαν εἶναι· ἢ γὰρ ὅτι ἀνὴρ ἔφερεν ἐπὶ τοῦ ὤμου δίφρον κατὰ κλίμακος φερόμενος, ἢ ὅτι ὁ ἀνὴρ δίφρον ὢν καὶ ἅρμα κατὰ κλίμακος ἐφέρετο. ὅτι μὲν οὖν τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον παρὰ τὴν λέξιν ἐστί, δῆλον. ἔστι δὲ ἁπλούστερον οὕτω συνάγειν· οὐχὶ ὁ ἀνὴρ κατὰ κλίμακος ἐφέρετο; ναί· οὐχὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο; ναί· ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο δίφρον· ἀλλὰ μὴν οὐκ ἔφερε δίφρον, ἀλλ’ ἐφέρετο ὑπὸ τοῦ δίφρου. ἠρωτᾶτο δὲ τὸ σόφισμα ἐπί τινος ἐπὶ δίφρου κατὰ κλίμακος φερομένου. ἢ κἂν μὴ ἐπὶ δίφρου κατήρχετό τις κατὰ τῆς κλίμακος, ἀλλὰ πρῶτον μὲν ὁ ἀνὴρ αὐτὸς καθ’ αὑτόν, ὕστερον δὲ ὁ δίφρος, οὐδὲν ἧττον χώραν ἔχει τὸ σόφισμα. κἂν γὰρ ὁ ἀνὴρ ἐν τῇ πρώτῃ, εἰ τύχῃ, ὥρᾳ τῆς ἡμέρας, ὁ δὲ δίφρος ἐν τῇ τετάρτῃ κατὰ τῆς κλίμακος ἐφέρετο, οὐδὲν ἧττον τὸ σόφισμα δύναται οὕτως ἐρωτᾶσθαι. ἀρ’ οὐχὶ ὁ ἀνὴρ κατὰ κλίμακος ἐφέρετο; ναί· τί δέ, οὐχὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο; ναί· ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο δίφρον. παρὰ τὴν σύνθεσιν τὸ σόφισμα· ἔδει γὰρ οὕτως συμπεράνασθαι· ὁ ἀνὴρ ἄρα καὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο· τοῦτο δὲ ἀληθές. ὅτι δὲ τὸ παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν παρὰ τὴν λέξιν ἐστί, δῆλον. εὕρηται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἀνὴρ ἐφέρετο κατὰ κλίμακος διάφορον. καὶ εἴη ἂν τὸ λεγόμενον διὰ ταύτης τοιοῦτον· εἰπὼν καὶ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοί εἰσι πάντες παρὰ τὴν λέξιν ἐπάγει τούτων ὑπόδειγμα, δυνάμει λέγων· τὸ γὰρ ‘ἀνὴρ κατὰ κλίμακος ἐφέρετο’ οὐχ ἁπλοῦν ἐστιν ἀλλὰ διάφορον καὶ ἀμφίβολον· τοῦτο δὲ παρὰ τὴν λέξιν. ὅτι δὲ διάφορόν ἐστι καὶ ἀμφίβολον, δῆλον· ἢ γὰρ ὅτι 1 οὐδετέρως I: οὐδέτερον aA 2 post, ἄρρεν add. τὸ δίφρον δηλαδὴ Α 3 post ἄρρεν add. οἷον τὸ ἅρμα Α immo ὁμωνυμίαν cf. vs. 14 et Paraphr. p. 64,20 8 κὴρ κτλ.] Hom.A228 10 ἀπαγωγῆς Α 12. 13 τὸ ἅρμα—ἅρμα om. Α 15 ὅτι prius Α: τὸ al ὁ om. Α 18 ἀπλοῦν a 23 ἑαυτόν Α 24 τῶ πρώτω I pr. τύχοι Α 26 post κατὰ add. τῆς Α 27 post κατὰ prius add. τῆς Α 29 δέ Α: om. al 30 τὴν prius aA: om. I 31 εὕρηται Α: εὑρήσεται al 33 οἱ alt. Α Arist.: om. al 34 ὑπόδειγμα a: ὑποδείγματα ΑI ἀνὴρ κατὰ κλίμακος ἐφέρετο, ἢ ὅτι αὐτὸς ἔφερέ τι. καὶ μἡποτε άπλουστέρα αῦτη ἠ γραφή.