p. 181b 6 Ὅταν δὲ ᾖ τῷ μὲν τῷ δὲ μή. Ὅταν μέν, φησί, τὸ λευκὸν καὶ τὸ μουσικὸν ὑπάρχῃ τῷ Κορίσκῳ ἢ τὸ πλεῦσαι εἰς Ἴλιον τοῖς πολλοῖς, τότε ἢ καταφήσας ἢ ἀποφήσας τις οὐδαμῶς ἄν ἐλεγχθείη. ὅταν δέ, φησί, τῷ μὲν ἡ τῷ δὲ μή, ὡς τῷ Αἴαντι τὸ μονομαχῆσαι Ἕκτορι, ἢ πολλὰ κατὰ πλειόνων, ὡς τὸ ἀλλοιοῦσθαι κατὰ κυνός (πολλὰ γὰρ καὶ τὸ ἀλλοιοῦσθαι δηλοῖ καθάπερ καὶ τὸ ὁ κύων), ἐν τούτοις εὐλαβεῖσθαι χρὴ τὸ ναὶ ἢ τὸ οὔ. αὐτὸς δὲ πλείω κατὰ πλειόνων νῦν οὐ τοῦτο λέγει, ἀλλ’ ὃ λέγει ἔσται δῆλον 4 δόντα aA: δόντες I 5 γάρ ora. Α 6 γὰρ om. Α 12 πρότερον] c. 17 p. 176a3 —6 13 ὑπάρχῃ Α: ὑπάρχει al τὸ alt. om. Α 16 ἐπειδὴ al: οὐ Α 17 ἐρωτᾶ Α 18 ἄν ἐλεγχθησόμεθα A 19 εἴποιμεν I: εἴπωμεν Α: εἴπημεν a πεισόμεθα Α: πεισώμεθα al 21 ὑπάρχει a 22 an <ὡς> τὸ? sed cf. p. 180,1.2 23 καὶ aA: ἢ I 29 τις post καταφήσας collocat 30 δέ a Arist.: μέν I 32 δηλοῖ a: δοκεῖ I 33 καὶ a: om. Ι αὐτὸς scripsi: αὐτὰ a: compend. Ι ὧδε· τῇ μὲν ἀνδρείᾳ ὑπάρχει τὸ ἀγαθόν, τῇ δὲ δειλίᾳ τὸ κακόν, πλείω κατὰ πλειόνων, τὸ ἀγαθὸν καὶ κακὸν κατὰ ἀνδρείας καὶ δειλίας. ἐνταῦθα δὴ εἴ τις ἔροιτο ‘ἆρά γε | ἡ δειλία καὶ ἡ ἀνδρεία ἀγαθόν ἐστιν f. 57r ἢ οὔ;’, οὐ δοτέον ἢ τὸ ναὶ ἢ τὸ οὔ· ψεῦδος γὰρ καὶ τὸ ἀποφῆσαι καὶ τὸ καταφῆσαι· ἐφ’ ὧν γὰρ ἀληθὲς ὁμοῦ τὸ λέγειν καὶ ἀγαθὰ καὶ κακὰ καὶ οὔτε ἀγαθὰ οὔτε κακά, πῶς οἷόν τε ἐπὶ τούτων χωρὶς λέγειν τὸ ἢ ἀγαθὰ ἢ κακά; εἰ μὲν γὰρ ἦν, φησί, τὸ ἀγαθὸν κακὸν ἢ τὸ κακὸν ἀγαθόν, τουτέστιν εἰ μὲν ἦν ἡ ἀνδρεία δειλία ἢ ἡ δειλία ἀνδρεία, ἔδει ἐρωτωμένους, πότερον ἡ ἀνδρεία καὶ ἡ δειλία ἀγαθόν ἐστιν ἢ οὔ, διδόναι ἀπλῶς ἢ ἀπαρνεῖσθαι· ἐπεὶ δὲ ἕτερα, ἀδύνατον. ταῦτα εἰπὼν ὑπογράφει καὶ τὸ συμβαῖνον ἄτοπον τοῖς ἁπλῶς ἐπὶ τούτων λέγουσι τὸ ναὶ ἡ τὸ οὔ, μᾶλλον δὲ καὶ αὐτὸν τὸν παραλογισμὸν ὃν συνῆγον οἱ σοφισταὶ κατὰ τῶν ἀπερισκέπτως σκέπτως τὸ ναὶ ἢ τὸ μὴ λεγόντων. ὑπογράφει δὲ ταῦτα διὰ τοῦ ὥστε ταὐτὸν ἀγαθὸν καὶ κακὸν καὶ οὔτε ἀγαθὸν οὔτε κακόν, δυνάμει λέγων· εἴ τις ἐρωτηθείς, πότερον ἡ ἀνδρεία καὶ ἡ δειλία ἀγαθὸν ἢ κακόν, φήσει ὅτι ἀγαθόν, ἔσται ἡ δεία ἀγαθὸν καὶ κακόν, κακὸν μέν, ὅτι καὶ κακὸν ἔστιν, ἀγαθὸν δέ, καθὸ δέδωκεν αὐτὴν ἀγαθὸν εἶναι· εἰ δ’ ἀποφήσει, φήσει, πάλιν ἔσται ἡ ἀνδρεία ἀγαθὸν καὶ κακόν· καθὸ μὲν εἶπεν αὐτὴν μὴ εἶναι ἀγαθόν, ἔσται κακόν, ᾗ δὲ πάλιν ἀγαθόν ἐστιν, ἔσται ἀγαθόν· ὥστε ἔσται τὸ αὐτὸ καὶ ἕν, οἷον ἡ ἀνδρεία, ἀγαθὸν καὶ κακὸν καὶ οὔτε ἀγαθὸν οὔτε κακόν. ἀλλ’ εἰ τοῦτο, ἐπειδὴ ἕκαστον τῶν ὄντων αὐτὸ ἑαυτῷ ταὐτὸν μέν ἐστιν ἄλλου δὲ ἕτερον (ὁ γὰρ Σωκράτης αὐτὸς μὲν ἑαυτῷ ὁ αὐτός ἐστι, Πλάτωνος δὲ ἕτερος), ἐπεὶ οὖν ἕκαστον αὐτὸ ἑαυτῷ ταὐτόν ἐστι, κεῖται δὲ τὴν ἀνδρείαν ἀγαθὸν εἶναι καὶ κακόν; τὸ δὲ ἀγαθὸν καὶ κακὸν ἕτερα, καὶ ἡ ἀνδρεία ἔσται αὐτὴ ἑαυτῆς ἑτέρα καὶ ἡ αὐτή· ὁμοίως δὲ καὶ ἡ δειλία· ὥστε ἔσονται τὰ αὐτά, οἷον ἡ δειλία καὶ ἡ ἀνδρεία, τὰ αὐτὰ ἑαυτοῖς καὶ ἕτερα. ἡ δὲ λέξις ἡ ἐπεὶ δὲ οὐκ ἄλλοις τὰ αὐτὰ ἀλλ’ αὑτοῖς ἐλλιπέστερον ἀπήγγελται· εἴη δὲ ἂν τὸ πλῆρες ἐπεὶ δὲ οὐκ ἄλλοις μέν εἰσι τὰ αὐτὰ καὶ ἕτερα, ἀλλὰ ἑαυτοῖς εἰσι τὰ αὐτὰ καὶ ἕτερα ἑαυτῶν, συμβαίνει τὰ αὐτὰ καὶ ἕτερα εἶναι ἑαυτῶν καὶ τὰ αὐτὰ 1 ἀνδρία A itemque ί pro εἰ in sequentibus 3 δὴ Α: δὲ al ἀνδρία—δειλία Α 4 καὶ prius Α: om. al φῆσαι Α τὸ quart. om. I 5 ἀποφῆσαι Α 6 ἢ AI: om. a 10 καὶ om. Α 11 ἀπλῶς om. Α τούτων ex τοῦτο corr. I1 λέγουσι al: ἀπερισκέπτως ἀποκρινομένοις Α 12 αὐτὸν a: αὐτὸ (compend. I) καὶ AI 14 τὸ αὐτὸ Α post δυνάμει add. τοῦτο Α 15 τις al: ὁ Α καὶ ἡ δειλία om. Α 16 φησὶ a post ὅτι ἀγαθόν add. ἐστιν Α post ἔστι add. τὸ αὐτὸ ἤγουν Α 17 post ἐστιν add. φύσει Α αὐτὴν Α: αὐτὸ I: αὐτὸς a 17. 18 ἀποφάσει I 18 αὐτὴν ex αὐτὸν corr. I1: αὐτὸς a 22 μέν prius om. Α ἕτερον δὲ ἄλλου, οἶον ὁ σωκράτης Α 22. 23 ὁ αὐτός al: ταὐτός Α 23. 24 ἐπεὶ—ἐστι om. Α 23 οὖν I: γοῦν a ἑαυτῷ a: ἑαυτοῦ I 24 δὲ ὡς ἡ ἀνδρία ἀγαθόν ἐστι Α 25 τὸ κακὸν ἕτερα· ἔσται ἄρα ἡ ἀνδρία Α ἑτέρα ante αὐτὴ collocat Α ἑαυτῆς Α: ἑαυτῇ al post ἡ αὐτὴ add. ἑαυτῇ Α, sed cf. vs. 27 ὡσαύτως Α 26. 27 ἤγουν ἡ ἀνδρία καὶ ἡ δειλία. καὶ ταὐτὰ Α 27. 28 ἡ ἐπεὶ—αὐτοῖς om. Α 28 ἀπήγγελτο I 30 αὐτῶν (post εἶναι) Α ἑαυτοῖς. ἔτι, φησίν, ἐπειδὴ συμβαίνει ἐκ τῆς τοιαύτης ἀποκρίσεως τὴν ἀνδρείαν, ἥ ἐστιν ἀγαθόν, γίνεσθαι κακὸν καὶ τὴν δειλίαν, τὸ κακόν, γίνεσθαι πάλιν ἀγαθόν, δύο γένοιντ’ ἅν. ὥστε ἔσται ἡ δειλία δύο, ἀγαθὸν καὶ κακόν, καὶ ἕτερον ἑαυτῆς· τὸ γὰρ ἀγαθὸν καὶ ἕτερον τοῦ κακοῦ. ὁμοίως καὶ ἡ ἀνδρεία.