p. 181b 35 Ἐν δὲ τοῖς δι’ ὧν δηλοῦνται κατηγορουμένοις τοῦτο λεκτέον. Πρὸς τὴν ἀποδοθεῖσαν ἐξήγησιν τοῦ οὐδὲ ἡ ἐπίστη μὴ ἐν τῷ εἴδει ἐστίν” ὑπηγάγετο τὸ εὐθὺς ἐπαχθὲν τὸ ἐν δὲ τοῖς δι’ ὧν δηλοῦνται κατηγορουμένοις καὶ τὰ ἑξῆς, λέγων κατηγορούμενα τὰ κοινότερα καὶ περιληπτικώτερα τῶν ὑπ’ αὐτά. ἐστι δὲ ἡ λέξις ἐλλιπής· τὸ δὲ πλῆρες τοιοῦτον· ἐν δὲ τοῖς κατηγορουμένοις καὶ ὑποκειμένοις, δι’ ὧν ὑποκειμένων δηλοῦνται, ἤτοι ὁρίζονται (ἡ γὰρ σιμότης διὰ τῆς ῥινὸς ὁρίζεται, ὥστε τὰ κατηγορούμενα διὰ τῶν ὑποκειμένων δηλοῦνται), ἐν δὴ τούτοις, φησί, ῥητέον ὅτι οὐ τὸ αὐτὸ δηλοῖ χωρὶς καὶ καθ’ αὑτὸ λεγόμενον καὶ ἐν 6 ταὐτὸ aA: ταὐτόν I 7 συνημμένως fort. recte b: συνῃρημένως itemque vs. 8 A τοῦ (post ἐστὶ) I 8 ἡμίσεως a διὰ om. A 10. 11 εἶδος—ἰατρικὴ om. I 10 τῆς Α: τις a 13 ὁ a Α: τὸ I 11 ταχέως Al: συντόμως a 15 ἡ alt. aA: εἰ I 17 post τῶν add. τεχνῶν a 17. 18 ἐν ταῖς Κατηγορίαις] c.9 11a24sq. 19 σημαίνεται Α 22 χρῆσθαι Α 25 δηλοῦνται corr. ex δηλονότι I 28 ὑπηγάγετο a: ἐπάγεται I 20 κατηγορουμένους (aute καὶ) I pr. 30 ἐλλειπής a 33 δὴ ex δὲ, ut videtur, corr. I1 τῷ λόγῳ, τουτέστι ‘καὶ καὶ ὅταν μετά τινος ὑποκειμένου συνδυασθὲν λόγῳ λέγηται καὶ μὴ ὀνόματι’ καὶ τοῦτο λίαν ἐναργῶς παρέστησε διὰ τοῦ κοίλου· καὶ γὰρ τὸ κοῖλον καθ’ αὑτὸ μὲν λεγόμενον συγκεχυμένως ἀμφοτέρων ἐστὶ δηλωτικόν, τοῦ τε σιμοῦ καὶ τοῦ ῥαιβοῦ· ὅταν δὲ προστεθῇ τινι, οὐ τὸ αὐτό· ὁ γὰρ εἰπὼν σκέλος κοῖλον ὡρισμένως δι’ αὐτοῦ τὸ ῥαιβὸν δηλοῖ, ὥσπερ καὶ ὁ εἰπὼν κοίλην ῥῖνα τὸ σιμόν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐδὲν κωλύει, τοῦ ‘ὡρισμένον τι ἀλλὰ μὴ συγκεχυμένον’. ὡς γοῦν ἐνταῦθα οὐ ταὐτόν ἐστιν εἰπεῖν κοῖλον καὶ κοίλην ῥῖνα, οὕτως οὐδὲ τὸ λέγειν διπλάσιον ταὐτὸν ἔσται τῷ λέγειν διπλάσιον ἡμίσεος. εἰ δὴ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὔθ’ ὁ λέγων τὴν σιμότητα κοιλότητα ῥινὸς δὶς λέγει τὴν ῥῖνα, οὔθ’ ὁ λέγων τὸ διπλάσιον ἡμίσεος διπλάσιον δὶς λέγει τὸ ἥμισυ, ὥσπερ οἱ σοφισταὶ βούλονται. λαβόντες γὰρ παρὰ τῶν μὴ καλῶς ἀποκρινομένων, ὅτι τὸ διπλάσιον ταὐτόν ἐστι καὶ τὸ διπλάσιον ἡμίσεος, φασὶν ὅτι, ἐπεὶ ὁ διπλάσιον εἰπὼν ἥμισυ εἶπε, προσθεὶς [δὲ] πάλιν τὸ ἥμισυ δὶς εἶπε τὸ ἥμισυ, οἷον διπλάσιον ἡμίσεος ἡμίσεος. πάλιν σιμότητα εἰπὼν ῥῖνα εἶπεν, ὥστε, εἰ λέγοιμεν ὅτι σιμότης ἐστὶ κοίλη ῥίς, δὶς λέγομεν τὸ ῥίς· σιμότητα γὰρ εἰπόντες ῥῖνα εἴπομεν, προσθέντες δὲ καὶ τὴν ῥῖνα δὶς τὸ αὐτὸ εἰρήκαμεν, κοίλη ῥὶς ῥίς. λύονται δὲ ταῦτα, καθάπερ εἴπομεν, ὅτι οὐ ταὐτὸν σημαίνει χωρὶς καὶ συνημμένως λεγόμενον. ἔτι σαφέστερον εἰπεῖν τὸ ὥστ’ οὐδὲν ἄτοπον, εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός τοιοῦτόν ἐστιν, ὅτι οὐδὲν ἄτοπον, εἴ τις ἐρωτηθείς, τί ἐστι ῥὶς σιμή, εἴπῃ ὅτι ῥίς ἐστιν ἡ ἔχουσα κοιλότητα ῥινός· ὥσπερ γάρ, ὅταν ἐρωτηθέντες περὶ ἀνθρώπου, τί ἐστιν ἄνθρωπος, εἴπωμεν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικόν, οὐ συμπαραλαμβάνομεν τὸν ἄνθρωπον, οὕτω γίνεται καὶ ἐπὶ τούτου. καὶ μή τις ὑπολάβοι ἄτοπόν τι λέγειν τὸν Ἀριστοτέλην ἐκ τούτου τοῦ ῥητοῦ ὁρμηθείς (ἔοικε γὰρ οὗτος ἐν τούτῳ τῷ ῥητῷ παραλαμβάνειν δὶς τὴν ῥῖνα) λέγοντα ὥστε οὐδὲν ἄτοπον, εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός· οὐ γὰρ δὶς παραλαμβάνει τὸ ῥίς· ὑποστικτέον γὰρ εἰς τὸ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός· ὅταν γὰρ ἐρωτώμεθά τι, συμπαραλαμβάνομεν κἀκεῖνο, οὐχ ὡς μέρος ὂν τοῦ ὁρισμοῦ ἀλλ’ ὡς ἐρωτηθέν, οἷον ἐρω|τώμενοι, τί ἐστι f. 58v τόδε, λέγομεν ‘τόδε ἐστὶ τόδε καὶ τόδε’.