p. 181a 31 Ὅσοι δὲ παρὰ τὸ προστιθέναι τι συλλογίζονται. Παρὰ τὸ προστιθέναι τι συλλογίζεσθαι λέγει τοὺς τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέντας, ὃς ἦν ἕκτος τρόπος τῶν ἔξω τῆς λέξεως παραλογισμῶν. πῶς δὲ ἀφ’ αἱρουμένου τοῦ παρ’ ὃ λέγουσι γίνεσθαι τὸ ἀδύνατον πάλιν οὐδὲν ἧττον τὸ ἀδύνατον μένει, εἴρηται πρότερον, ὅτε τὴν λέξιν ἐξηγούμεθα ἣν αὐτὸς τέθεικεν ἐν τῷ τοιούτῳ τῶν παραλογισμῶν | εἴδει· f. 56v ἔστι δὲ ἡ λέξις αὕτη “oἷον ὅτι οὐκ ἔστι ζωὴ καὶ ψυχὴ ταὐτόν· εἰ γὰρ φθορᾷ γένεσις ἐναντίον” καὶ τὰ ἐξῆς τῆς λέξεως· καὶ οὐ δεόμεθα πάλιν δι’ ὑποδείγματος σαφηνίζειν. ὃ δὲ ἡμᾶς παραινεῖ, ἐστὶν ἀφαιρεῖν ἐκεῖνο παρ’ ὃ συμβαίνει τὸ ἀδύνατον καὶ ἐμφανίζειν ὅτι καὶ τούτου ἀναιρουμένου τὸ ἀδύνατον μένει, ὥστε οὐ παρὰ τοῦτο. καὶ ἐπίστησον ὅτι οὗτος ὁ τρόπος ὁ αὐτός ἐστι τῷ μὴ παρὰ τοῦτο. εἶπε δὲ περὶ τοῦ μὴ παρὰ τοῦτο ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν, ὥσπερ καὶ περὶ τοῦ <τὸ> ἀρχῇ αἰτεῖσθαι. εἰπὼν δὲ ὅτι ἐμφανιστέον ἐπήγαγε καὶ λεκτέον ὡς δέδωκα, οὐχ ὅτι μοι δοκεῖ, ἀλλὰ χάριν τοῦ λόγου, ἵνα μὴ δυσκολαίνειν ἢ ἐρίζειν δόξαιμι· εἰδὼς γὰρ αὐτὸ μηδαμῶς ὂν πρὸς τὸν λόγον μηδὲ αἴτιον αὐτοῦ δέδωκα, σὺ δὲ ἐχρήσω τούτῳ ὡς πρὸς τὸν λόγον ὄντι καὶ οἰκείῳ ὑπάρχοντι τῷ λόγῳ. τὸ δὲ πλῆρες τοὐ ὁ δὲ κέχρηται οὐδὲν πρὸς τὸν λόγον τοιοῦτόν ἐστι· σὺ δὲ κέχρησαι πρὸς τὸν λόγον καὶ ὡς οἰκείῳ ὄντι τοῦ προβλήματος οὐδὲν ὄντι πρὸς τὸν λόγον.