p. 181a 31 Ὅσοι δὲ παρὰ τὸ προστιθέναι τι συλλογίζονται. Παρὰ τὸ προστιθέναι τι συλλογίζεσθαι λέγει τοὺς τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέντας, ὃς ἦν ἕκτος τρόπος τῶν ἔξω τῆς λέξεως παραλογισμῶν. πῶς δὲ ἀφ’ αἱρουμένου τοῦ παρ’ ὃ λέγουσι γίνεσθαι τὸ ἀδύνατον πάλιν οὐδὲν ἧττον τὸ ἀδύνατον μένει, εἴρηται πρότερον, ὅτε τὴν λέξιν ἐξηγούμεθα ἣν αὐτὸς τέθεικεν ἐν τῷ τοιούτῳ τῶν παραλογισμῶν | εἴδει· f. 56v ἔστι δὲ ἡ λέξις αὕτη “oἷον ὅτι οὐκ ἔστι ζωὴ καὶ ψυχὴ ταὐτόν· εἰ γὰρ φθορᾷ γένεσις ἐναντίον” καὶ τὰ ἐξῆς τῆς λέξεως· καὶ οὐ δεόμεθα πάλιν δι’ ὑποδείγματος σαφηνίζειν. ὃ δὲ ἡμᾶς παραινεῖ, ἐστὶν ἀφαιρεῖν ἐκεῖνο παρ’ ὃ συμβαίνει τὸ ἀδύνατον καὶ ἐμφανίζειν ὅτι καὶ τούτου ἀναιρουμένου τὸ ἀδύνατον μένει, ὥστε οὐ παρὰ τοῦτο. καὶ ἐπίστησον ὅτι οὗτος ὁ τρόπος ὁ αὐτός ἐστι τῷ μὴ παρὰ τοῦτο. εἶπε δὲ περὶ τοῦ μὴ παρὰ τοῦτο ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν, ὥσπερ καὶ περὶ τοῦ <τὸ> ἀρχῇ αἰτεῖσθαι. εἰπὼν δὲ ὅτι ἐμφανιστέον ἐπήγαγε καὶ λεκτέον ὡς δέδωκα, οὐχ ὅτι μοι δοκεῖ, ἀλλὰ χάριν τοῦ λόγου, ἵνα μὴ δυσκολαίνειν ἢ ἐρίζειν δόξαιμι· εἰδὼς γὰρ αὐτὸ μηδαμῶς ὂν πρὸς τὸν λόγον μηδὲ αἴτιον αὐτοῦ δέδωκα, σὺ δὲ ἐχρήσω τούτῳ ὡς πρὸς τὸν λόγον ὄντι καὶ οἰκείῳ ὑπάρχοντι τῷ λόγῳ. τὸ δὲ πλῆρες τοὐ ὁ δὲ κέχρηται οὐδὲν πρὸς τὸν λόγον τοιοῦτόν ἐστι· σὺ δὲ κέχρησαι πρὸς τὸν λόγον καὶ ὡς οἰκείῳ ὄντι τοῦ προβλήματος οὐδὲν ὄντι πρὸς τὸν λόγον. p. 181a 36 Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας. Πρὸς τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας παραλογισμούς φησι δεῖν εὐθὺς ἐν ἀρχῇ διορίζειν καὶ ἀπαντᾶν λέγοντας ὅτι πλείω τὰ ἠρωτημένα, καὶ οὐ δεῖ ἢ διδόναι ἢ ἀπαρνεῖσθαι ἀλλ’ αὐτὸ τοῦτο 1 εἰ γὰρ, omisso οὐ, Α 3 μελίσου I 4 ἀγένητον Α Arist.: ἀγέννητον al (D, pr. C) 5 σὺν ἀντιθέσεις (sic) a 11 post τοὺς add. παρὰ I, περὶ a: om. Α μὴ αἴτιον al: ἀναίτιον Α 14 πρότερον] p. 51,4 sq. 16 οἷον ὅτι κτλ.] c. 6 p. 167b27 19 καὶ alt. om. Α 22 ἐν τῷ δεῦτ’. τῶν Προτ. ἀναλ.] c. 17 τὸ addidi 24 δέδωκεν Α 26 δέδωκε Α 27 ὁ δὲ Α Arist.: ὧ δὲ I (D, corr. c): ᾦ ὅδε a 28 καὶ om. Α 31 post πρὸς add. δὲ a 32. 33 ὡς πολλὰ τὰ ἡμαρτημένα Α 33 ἡ prius om. Α δῆλον ποιεῖν, ὅτι τὰ πολλὰ ἐρωτήματα ὡς ἓν προτείνουσιν, ὅπερ οὐκ ἔστι τεχνικόν· ἐρώτησις γὰρ ἐκείνη ἐστὶν ἀρίστη, ἥτις μία οὖσα καὶ μιᾶς ἀποκρίσεως ἐστιν αἴτησις. νῦν δὲ δι’ ὧν ἐπάγει τοῦτο λέγει, ὅτι πολλάκις δὲ μὴ ἁπλῆς οὔσης τῆς ἐρωτήσεως δόντα τινὰ ἁπλῆν τὴν ἀπόκρισιν οὐδὲν συμβαίνει αὐτὸν ἁμαρτάνειν· ὥσπερ γάρ, φησίν, ἑπὶ ὁμωνύμων ὁτὲ μὲν ἀμφοῖν ὁτὲ δὲ οὐδετέρῳ ὑπάρχει. τῶν γὰρ Αἰάντων ὁμωνύμων ὄντων ἀμφοῖν μὲν ὑπάρχει τὸ εἰς Ἴλιον ἀπελθεῖν, οὐδετέρῳ δὲ τὸ τῷ Θερσίτῃ μονομαχῆσαι· ὥστε ἐπὶ τούτων καίτοι ὁμωνύμων ὄντων δοτέον ἢ τὸ ναὶ ἢ τὸ οὔ. οἷον πότερον ὁ Αἴας εἰς Ἴλιον ἐστράτευσε; ναί· ἁρμόζει γὰρ καὶ τοῖς δυσί· πότερον Θερσίτῃ ἐμονομάχησεν; οὕ· οὐδεὶς γὰρ τούτων τῷ Θερσίτῃ συνημιλλήθη. ἀλλὰ πῶς οὐ μαχόμενα ταῦτα τοῖς πρότερον εἰρημένοις, ὅτε ἔλεγεν ὅτι κἄν ἀληθὴς ἡ ἐρώτησις ᾖ, ὑπάρχῃ δὲ τῶν πολλαχῶς λεγομένων, οὐ δοτέον τὸ ναὶ ἢ τὸ οὔ; ἢ οὐ μαχόμενα ταῦτα ἐκείνοις· ἔστι γὰρ ὃ νῦν λέγει, ὅτι κἄν δῶ κἀν μὴ δῶ ἐπὶ τῶν πολλαχῶς λεγομένων ἐρωτημάτων, οὐδὲν συμβαίνει ἐλέγχεσθαι. ἐπειδὴ γὰρ τὸ εἰς Ἴλιον ἀπελθεῖν ἐπ’ ἀμφοῖν τοῖν Αἰάντοιν ἀληθεύεται, εἴ τις ἡμᾶς ἔροιτο πότερον ὁ Αἴας εἰς Ἴλιον ἐστράτευσεν, εἰ φήσομεν ὅτι ναί, οὐδὲν ἄν ἐλεγχθείημεν’ ὁμοίως πότερον Θερσίτῃ ἐμονομάχησεν, εἴπερ εἴπωμεν οὐ δῆτα, οὐδὲν ἂν δεινὸν πεισόμεθα. καὶ ὅτι τοῦτό ἐστιν ὃ λέγει, δῆλον πεποίηκε διὰ τῶν ἐφεξῆς εἰπὼν ὅταν μὲν οὖν τὰ πλείω τῷ ἑνὶ ἢ τὸ ἓν τοῖς πολλοῖς ὑπάρχῃ. ἓν μὲν τοῖς πολλοῖς τὸ εἰς Ἴλιον ἀπελθεῖν ὑπάρχει τῷ Αἴαντι, μᾶλλον δὲ τοῖς Αἴασι· πλείω δὲ τῷ ἑνί, ὡς τῷ Κορίσκῳ τὸ λευκὸν καὶ τὸ μουσικόν. εἰ οὖν τις ἔροιτο πότερον ὁ Κορίσκος μουσικὸς καὶ λευκός ἐστιν, ὁ εἰπὼν ὅτι ναὶ οὐδαμῶς ἀν’ ἐλεγχθείη καίτοι ἡμαρτημένως τὸ ναὶ δούς· οὐ γὰρ δεῖ ἐπὶ τῶν πολλαχῶς ἁπλῶς φάσκειν ἢ ἀποφάσκειν. p. 181b 6 Ὅταν δὲ ᾖ τῷ μὲν τῷ δὲ μή. Ὅταν μέν, φησί, τὸ λευκὸν καὶ τὸ μουσικὸν ὑπάρχῃ τῷ Κορίσκῳ ἢ τὸ πλεῦσαι εἰς Ἴλιον τοῖς πολλοῖς, τότε ἢ καταφήσας ἢ ἀποφήσας τις οὐδαμῶς ἄν ἐλεγχθείη. ὅταν δέ, φησί, τῷ μὲν ἡ τῷ δὲ μή, ὡς τῷ Αἴαντι τὸ μονομαχῆσαι Ἕκτορι, ἢ πολλὰ κατὰ πλειόνων, ὡς τὸ ἀλλοιοῦσθαι κατὰ κυνός (πολλὰ γὰρ καὶ τὸ ἀλλοιοῦσθαι δηλοῖ καθάπερ καὶ τὸ ὁ κύων), ἐν τούτοις εὐλαβεῖσθαι χρὴ τὸ ναὶ ἢ τὸ οὔ. αὐτὸς δὲ πλείω κατὰ πλειόνων νῦν οὐ τοῦτο λέγει, ἀλλ’ ὃ λέγει ἔσται δῆλον 4 δόντα aA: δόντες I 5 γάρ ora. Α 6 γὰρ om. Α 12 πρότερον] c. 17 p. 176a3 —6 13 ὑπάρχῃ Α: ὑπάρχει al τὸ alt. om. Α 16 ἐπειδὴ al: οὐ Α 17 ἐρωτᾶ Α 18 ἄν ἐλεγχθησόμεθα A 19 εἴποιμεν I: εἴπωμεν Α: εἴπημεν a πεισόμεθα Α: πεισώμεθα al 21 ὑπάρχει a 22 an <ὡς> τὸ? sed cf. p. 180,1.2 23 καὶ aA: ἢ I 29 τις post καταφήσας collocat 30 δέ a Arist.: μέν I 32 δηλοῖ a: δοκεῖ I 33 καὶ a: om. Ι αὐτὸς scripsi: αὐτὰ a: compend. Ι ὧδε· τῇ μὲν ἀνδρείᾳ ὑπάρχει τὸ ἀγαθόν, τῇ δὲ δειλίᾳ τὸ κακόν, πλείω κατὰ πλειόνων, τὸ ἀγαθὸν καὶ κακὸν κατὰ ἀνδρείας καὶ δειλίας. ἐνταῦθα δὴ εἴ τις ἔροιτο ‘ἆρά γε | ἡ δειλία καὶ ἡ ἀνδρεία ἀγαθόν ἐστιν f. 57r ἢ οὔ;’, οὐ δοτέον ἢ τὸ ναὶ ἢ τὸ οὔ· ψεῦδος γὰρ καὶ τὸ ἀποφῆσαι καὶ τὸ καταφῆσαι· ἐφ’ ὧν γὰρ ἀληθὲς ὁμοῦ τὸ λέγειν καὶ ἀγαθὰ καὶ κακὰ καὶ οὔτε ἀγαθὰ οὔτε κακά, πῶς οἷόν τε ἐπὶ τούτων χωρὶς λέγειν τὸ ἢ ἀγαθὰ ἢ κακά; εἰ μὲν γὰρ ἦν, φησί, τὸ ἀγαθὸν κακὸν ἢ τὸ κακὸν ἀγαθόν, τουτέστιν εἰ μὲν ἦν ἡ ἀνδρεία δειλία ἢ ἡ δειλία ἀνδρεία, ἔδει ἐρωτωμένους, πότερον ἡ ἀνδρεία καὶ ἡ δειλία ἀγαθόν ἐστιν ἢ οὔ, διδόναι ἀπλῶς ἢ ἀπαρνεῖσθαι· ἐπεὶ δὲ ἕτερα, ἀδύνατον. ταῦτα εἰπὼν ὑπογράφει καὶ τὸ συμβαῖνον ἄτοπον τοῖς ἁπλῶς ἐπὶ τούτων λέγουσι τὸ ναὶ ἡ τὸ οὔ, μᾶλλον δὲ καὶ αὐτὸν τὸν παραλογισμὸν ὃν συνῆγον οἱ σοφισταὶ κατὰ τῶν ἀπερισκέπτως σκέπτως τὸ ναὶ ἢ τὸ μὴ λεγόντων. ὑπογράφει δὲ ταῦτα διὰ τοῦ ὥστε ταὐτὸν ἀγαθὸν καὶ κακὸν καὶ οὔτε ἀγαθὸν οὔτε κακόν, δυνάμει λέγων· εἴ τις ἐρωτηθείς, πότερον ἡ ἀνδρεία καὶ ἡ δειλία ἀγαθὸν ἢ κακόν, φήσει ὅτι ἀγαθόν, ἔσται ἡ δεία ἀγαθὸν καὶ κακόν, κακὸν μέν, ὅτι καὶ κακὸν ἔστιν, ἀγαθὸν δέ, καθὸ δέδωκεν αὐτὴν ἀγαθὸν εἶναι· εἰ δ’ ἀποφήσει, φήσει, πάλιν ἔσται ἡ ἀνδρεία ἀγαθὸν καὶ κακόν· καθὸ μὲν εἶπεν αὐτὴν μὴ εἶναι ἀγαθόν, ἔσται κακόν, ᾗ δὲ πάλιν ἀγαθόν ἐστιν, ἔσται ἀγαθόν· ὥστε ἔσται τὸ αὐτὸ καὶ ἕν, οἷον ἡ ἀνδρεία, ἀγαθὸν καὶ κακὸν καὶ οὔτε ἀγαθὸν οὔτε κακόν. ἀλλ’ εἰ τοῦτο, ἐπειδὴ ἕκαστον τῶν ὄντων αὐτὸ ἑαυτῷ ταὐτὸν μέν ἐστιν ἄλλου δὲ ἕτερον (ὁ γὰρ Σωκράτης αὐτὸς μὲν ἑαυτῷ ὁ αὐτός ἐστι, Πλάτωνος δὲ ἕτερος), ἐπεὶ οὖν ἕκαστον αὐτὸ ἑαυτῷ ταὐτόν ἐστι, κεῖται δὲ τὴν ἀνδρείαν ἀγαθὸν εἶναι καὶ κακόν; τὸ δὲ ἀγαθὸν καὶ κακὸν ἕτερα, καὶ ἡ ἀνδρεία ἔσται αὐτὴ ἑαυτῆς ἑτέρα καὶ ἡ αὐτή· ὁμοίως δὲ καὶ ἡ δειλία· ὥστε ἔσονται τὰ αὐτά, οἷον ἡ δειλία καὶ ἡ ἀνδρεία, τὰ αὐτὰ ἑαυτοῖς καὶ ἕτερα. ἡ δὲ λέξις ἡ ἐπεὶ δὲ οὐκ ἄλλοις τὰ αὐτὰ ἀλλ’ αὑτοῖς ἐλλιπέστερον ἀπήγγελται· εἴη δὲ ἂν τὸ πλῆρες ἐπεὶ δὲ οὐκ ἄλλοις μέν εἰσι τὰ αὐτὰ καὶ ἕτερα, ἀλλὰ ἑαυτοῖς εἰσι τὰ αὐτὰ καὶ ἕτερα ἑαυτῶν, συμβαίνει τὰ αὐτὰ καὶ ἕτερα εἶναι ἑαυτῶν καὶ τὰ αὐτὰ 1 ἀνδρία A itemque ί pro εἰ in sequentibus 3 δὴ Α: δὲ al ἀνδρία—δειλία Α 4 καὶ prius Α: om. al φῆσαι Α τὸ quart. om. I 5 ἀποφῆσαι Α 6 ἢ AI: om. a 10 καὶ om. Α 11 ἀπλῶς om. Α τούτων ex τοῦτο corr. I1 λέγουσι al: ἀπερισκέπτως ἀποκρινομένοις Α 12 αὐτὸν a: αὐτὸ (compend. I) καὶ AI 14 τὸ αὐτὸ Α post δυνάμει add. τοῦτο Α 15 τις al: ὁ Α καὶ ἡ δειλία om. Α 16 φησὶ a post ὅτι ἀγαθόν add. ἐστιν Α post ἔστι add. τὸ αὐτὸ ἤγουν Α 17 post ἐστιν add. φύσει Α αὐτὴν Α: αὐτὸ I: αὐτὸς a 17. 18 ἀποφάσει I 18 αὐτὴν ex αὐτὸν corr. I1: αὐτὸς a 22 μέν prius om. Α ἕτερον δὲ ἄλλου, οἶον ὁ σωκράτης Α 22. 23 ὁ αὐτός al: ταὐτός Α 23. 24 ἐπεὶ—ἐστι om. Α 23 οὖν I: γοῦν a ἑαυτῷ a: ἑαυτοῦ I 24 δὲ ὡς ἡ ἀνδρία ἀγαθόν ἐστι Α 25 τὸ κακὸν ἕτερα· ἔσται ἄρα ἡ ἀνδρία Α ἑτέρα ante αὐτὴ collocat Α ἑαυτῆς Α: ἑαυτῇ al post ἡ αὐτὴ add. ἑαυτῇ Α, sed cf. vs. 27 ὡσαύτως Α 26. 27 ἤγουν ἡ ἀνδρία καὶ ἡ δειλία. καὶ ταὐτὰ Α 27. 28 ἡ ἐπεὶ—αὐτοῖς om. Α 28 ἀπήγγελτο I 30 αὐτῶν (post εἶναι) Α ἑαυτοῖς. ἔτι, φησίν, ἐπειδὴ συμβαίνει ἐκ τῆς τοιαύτης ἀποκρίσεως τὴν ἀνδρείαν, ἥ ἐστιν ἀγαθόν, γίνεσθαι κακὸν καὶ τὴν δειλίαν, τὸ κακόν, γίνεσθαι πάλιν ἀγαθόν, δύο γένοιντ’ ἅν. ὥστε ἔσται ἡ δειλία δύο, ἀγαθὸν καὶ κακόν, καὶ ἕτερον ἑαυτῆς· τὸ γὰρ ἀγαθὸν καὶ ἕτερον τοῦ κακοῦ. ὁμοίως καὶ ἡ ἀνδρεία. p. 181b 16 Δυοῖν τε καὶ ἀνίσοιν ἑκάτερον αὐτὸ ἑαυτῷ ἴσον. Καὶ διὰ τούτου τὸ συμβαῖνον ἄτοπον λέγει τοῖς ἀπλῶς ἢ τὸ ναὶ ἢ τὸ οὒ λέγουσιν, ὅταν ἢ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς λέγηται. ἡ δὲ παραγωγὴ τοιαύτη. εἰ δύο εἴη τινὰ ἄνισα, δίπηχυ φέρε εἰπεῖν καὶ τρίπηχυ, ὅτι μὲν αὐτὸ ἑαυτῷ ἴσον ἐστί (τὸ γὰρ δίπηχυ αὐτὸ ἑαυτῷ ἴσον· ὁμοίως καὶ τὸ τρίπηχυ αὐτὸ ἑαυτῷ ἴσον), δῆλον. εἰ οὖν τις ἡμᾶς ἔροιτο, πότερον τὸ δίπηχυ καὶ τὸ τρίπηχυ ἴσα ἐστὶν ἢ οὔ, φήσομεν δὲ ἢ ναὶ ἢ οὔ, συμβήσεται ἴσα καὶ ἄνισα εἶναι αὐτὰ ἑαυτοῖς· εἰ γὰρ ἴσον τὸ δίπηχυ τῷ τριπήχει, ἔσται τὸ δίπηχυ τρίπηχυ, ὥστε καὶ ἄνισον αὐτὸ ἑαυτῷ καὶ μεῖζον καὶ ἔλαττον, εἴπερ τὸ τρίπηχυ μεῖζον τοῦ διπήχεος. ἔστι δὲ ἡ λύσις τοῦ σοφίσματος παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. λέγει δὲ ἐμπίπτειν τούτους καὶ εἰς ἄλλας λύσεις, οἷον εἰς τὴν ἀμφιβολίαν· τὸ γὰρ ἐρωτᾶν, πότερον ἄμφω ταῦτα ἢ πάντα ταῦτα ἴσα ἐστὶν ἢ ἄνισα, καὶ ἀμφίβολόν ἐστι. δύναται γάρ τις ἀκούειν τοῦ ἐρωτήματος ἢ ὡς λέγοντος ‘ἆρά γε ἴσα ἀλλήλοις ἐστίν;’ ἢ ὡς ‘ἴσα αὐτὰ ἑαυτοῖς;’· ὁμοίως δὲ καὶ ‘ἆρά γε ἄνισα ἑαυτοῖς εἰσιν;’ ἢ ‘ἄνισα πρὸς ἄλληλα;‘. οὔκουν, φησίν, ἐπὶ τῶν ἀμφιβόλων ἢ ἐπὶ τῶν πλείω ἐρωτώντων ταὐτόν, τουτέστι τὸ αὐτὸ πρᾶγμα φάσκει καὶ ἀποφάσκει, ἀλλὰ τὸ αὐτὸ ὄνομα κατ’ ἄλλου καὶ ἀπ’ ἄλλου τῶν ὑπὸ τὸ ὄνομα. τοῦτο δὲ οὐκ ἔλεγχος· ὁ γὰρ ἔλεγχος γίνεται, ὅταν συμβαίνῃ τὸ αὐτὸ | πρᾶγμα κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς f. 57v πράγματος ἅμα λέγεσθαι καὶ μὴ λέγεσθαι ἐκ τῆς τοῦ ἀποκρινομένου θέσεως. τὸ δὲ ἀλλὰ φανερὸν ὅτι μὴ μιᾶς ἐρωτήσεως καὶ τὰ ἑξῆς τοιοῦτόν ἐστιν, ὅτι οὐ μὴ συμβήσεται τὸ ἀδύνατον, ἤγουν ὁ ἔλεγχος, ἂν μὴ ποιήσῃ τις τὰ πολλὰ μίαν ἐρώτησιν ἀλλ’ ἓν καθ’ ἑνὸς εἴπῃ, ἤγουν <ἓν> κατηγορούμενον καθ’ ἑνὸς ὑποκειμένου· εἰ γὰρ ἓν καθ’ ἑνὸς εἴπῃ, οὐ μὴ δυνήσεται ἐλέγξαι τὸν ἀποκρινόμενον ὁ σοφιστής. ἢ καὶ οὕτως· φανερόν, φησίν, ὅτι μὴ μιᾶς ἐρωτήσεως γινομένης κατὰ τῶν πολλῶν ἀλλ’ ἑνὸς πράγματος καθ’ ἑνὸς ἐρωτηθέντος, οὐ γίνεται ἔλεγχος· ὅταν γάρ τις τὰ 2 ἡ I: ἥτις a 4 ἕτερον prius I: ἑτέρα a 7 τοῦτο a 8 πολλῶν I: πλειόνων a 10 post μὲν add. τὸ δίπηχυ Α post ἑαυτῷ alt. add. ἔστιν Α 11 ὡσαύτως Α αὐτὸ—ἴσον om. A ἔροιτο τίς, omisso ἡμᾶς, A 12 καὶ al: ἢ A εἰσὶν A 13 post συμβήσεται add. καὶ Α 13 14 τὸ δίπηχυ ἴσον ἐστὶ τῶ A 14 τὸ δίπηχυ ἔσται A καὶ ἴσον καὶ ἄνισον ἔσται αὐτὸ A 21 οὐκοῦν a 22 ταὐτό a 24 ἀπ’ scripsi: ἐπ’ aAl 29 ποιήση ΑI: ποιήσηται a καθ’ ἓν Α ἓν alt. addidi 30 εἴπη aA: εἴποι 1 32 ὅτι om. A πολλὰ ὡς ἓν ἐρωτηθῇ, ἢ τὸ ναὶ ἢ τὸ οὒ δοὺς οὐκ ἂν ἐλεγχθείη ἀληθῶς ἀλλὰ μόνον φαινομένως· ὅταν δὲ ἓν καθ’ ἑνὸς φήσῃ, εἰ μὲν φήσει, οὐκ ἔσται ἔλεγχος, εἰ δὲ ψευδῶς, ἔλεγχος, καὶ ἔλεγχος οὐ φαινό- μενος ἀλλ' ἀληθής. p. 181b 25 Περὶ δὲ τῶν ἀπαγόντων εἰς τὸ αὐτό. Πληρώσας τὰς λύσεις τῶν σοφισμάτων, νῦν λύει καὶ τοὺς εἰς τὸ λέγειν τὸ αὐτὸ πολλάκις ἀπάγοντας παραλογισμούς. καὶ φησὶν ὅτι περὶ τῶν ἀπαγόντων σοφισμάτων εἰς τὸ λέγειν πολλάκις τὸ αὐτὸ δεῖ μὴ διδόναι τὰς κατηγορίας, ἤγουν τὰ ὀνόματα τῶν πρός τι λεγομένων αὐτὰ καθ’ ἑαυτὰ καὶ χωρὶς λεγόμενα σημαίνειν τι, ἤγουν σύνθετον· οἷον εἰ διπλάσιον λέγεται αὐτὸ καθ’ αὑτό, οὐκ ἔστι σύνθετον οὐδὲ σημαίνει τι καὶ ἕτερον, οἷον τὸ ἡμίσεος, διότι ἐμφαίνεται ἐν αὐτῷ. περὶ τούτου οὖν διδάσκει ἡμᾶς καὶ παραινεῖ, εἰ ἐρωτώμεθα πότερον τὸ διπλάσιον καθ’ αὑτὸ λεγόμενον καὶ μετὰ τοῦ ἡμίσεος ταὐτόν ἐστι καὶ τὸ αὐτὸ σημαίνει ἢ οὔ, μὴ διδόναι ἀλλὰ φάσκειν ὅτι ἄλλο μέν ἐστι τὸ εἰπεῖν διπλάσιον καὶ ἄλλο τὸ διπλάσιον ἡμίσεος· εἰ γὰρ καὶ ἐμφαίνεται καὶ συνεπινοεῖται ἐν τῶ εἰπεῖν διπλάσιον τὸ ἡμίσεος, ἀλλ’ οὖν ἄλλο ἐστὶ τὸ εἰπεῖν καὶ τὸ ἡμίσεος καὶ ἄλλο τὸ μὴ εἰπεῖν. καὶ συνίστησι τοῦτο διὰ τῆς ἐπαγωγῆς λέγων καὶ γὰρ τὰ δέκα ἐν τοῖς ἑνὸς δέουσι δέκα, τουτέστι ‘καὶ γὰρ τὰ δέκα ἐμφαίνεται ἐν τοῖς παρὰ μονάδα δέκα’· παρὰ μονάδα δὲ δέκα ἐστὶ τὰ ἐννέα· τοῖς γὰρ ἐννέα προστεθείη μονάς, δέκα ἐστί. τὰ γοῦν ἐννέα λέγοντες οὐ δέκα, ἐν ὅσῳ ταῦτα οὐ δέκα φαμέν, συνεμφαίνομεν ἐν τούτοις καὶ δέκα· ὡς γὰρ ἐν τοῖς Μετὰ τὰ φυσικὰ δέδεικται, αἱ καταφάσεις ἐμφαίνονται ἐν ταῖς οἰκείαις ἀποφάσεσιν. ὁ γὰρ λέγων ὅτι τόδε οὐκ ἄνθρωπος τοῦτο αὐτό φησιν, ὅτι τοῦτο ἄνθρωπος οὐκ ἔστιν, ὥστε ἐν τῷ μὴ ἀνθρώπῳ συνθεωρεῖται καὶ συννοεῖται ὁ ἄνθρωπος. ὁμοίως καὶ ἐν τῷ λέγειν ὅτι οὐ ποιεῖ ἐμφαίνεται τὸ ποιεῖν· τὸ γὰρ μὴ ποιεῖν αὐτὸ τοῦτο τοῦ ποιεῖν ἐστι στέρησις. εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ὥσπερ ὁ λέγων οὐ λευκὸν οὐκ ἐξ ἀνάγκης λευκὸν λέγει, κἂν ἐν τῷ μὴ λευκῷ ἐμφαίνηται τὸ λευκόν, ὁμοίως καὶ ὁ λέγων οὐ δέκα οὐκ ἐξ ἀνάγκης καὶ δέκα λέγει καίτοι τῶν δέκα ἐμφαινομένων ἐν τοῖς οὐ δέκα, οὕτως καὶ ὁ λέγων οὐ διπλάσιον οὐκ ἐξ ἀνάγκης διπλάσιον λέγει, κἂν ἐν τῷ μὴ διπλασίῳ ἐμφαίνηται τὸ διπλάσιον. εἰ δὲ τοῦτο, καὶ 3 φήσει Α: φησιν I: φήσῃ a ἔλεγχος alt. om. Α 6 λύει a: λέγει I 7 ἐπάγοντας a 9 δεῖ I: χρὴ a 14 ἑαυτὸ a 15 ὅτι om. Α 20 τοῖς AI: τῷ a 21 post δέκα prius e vs. 19 inserit λέγων καὶ γὰρ a μόνα (ante δὲ) I post εἰ eras. 1 litt. Α 22 γοῦν AI: γὰρ a 24 ἐν τοῖς Μετὰ τὰ φυσικά] cf. Γ 2 p. 1004a10sq. ἐκφαίνονται a 26 τοῦτο om. Α 27 συννοεῖται] ο in ras., ut videtur, Α1 λέγειν]ν superscr. Ι1 28 εἰ δὲ Α 29 ὁ ex οὐ, ut videture, corr. I1 31 οὐκ in ras., ut videtur, Α1 λέγει καὶ δέκα Α 32 οὐ διπλάσιον iterat a 33 συμφαίνηται a εἰ δὲ al: ἢ Α ἀντιστρέψαντας ῥητέον· ὥσπερ ὁ λέγων λευκὸν οὐ λέγει καὶ μὴ λευκὸν καὶ ὁ δέκα οὐχὶ καὶ μὴ δέκα, οὕτως καὶ ὁ διπλάσιον λέγων οὐκ ἐξ ἀνάγκης καὶ οὐ διπλάσιον λέγει, ὅπερ ἐστὶν ἥμισυ· τὸ γὰρ ἥμισυ οὐ διπλάσιον. καὶ τὸ μὲν διπλάσιον, φησίν, οὐδὲ σημαίνει οὐδὲν ἴσως, τουτέστιν ἴσως οὐδὲ σημαίνει τὸ ἥμισυ· τὸ δὲ ἴσως πρόσκειται, ὅτι δυνάμει, ἐνεργείᾳ δὲ οὔ. εἰ δέ γε καὶ σημαίνει, ἀλλ’ οὐ ταὐτὸ διῃρημένως καὶ συνηνωμένως· τὸ δὲ διῃρημένως ἴσον ἐστὶ τῷ καθ’ αὑτό, τὸ δὲ συνημμένως τῷ μετὰ τοῦ ἡμίσεος. τὸ δὲ οὐδὲ ἡ ἐπιστήμη ἐν τῷ εἴδει ἴσον ἐστὶ τῷ ‘οὐδὲ σημαίνεται ἡ ἐπιστήμη διὰ τοῦ ειοους καίτοι ἐν τοῖς εἴδεσιν οὖσα. οἶον εἰ ἐστιν ἡ ἰατρικὴ ειοος τῆς ἐπιστήμης (τούτου γάρ ἐστι δηλωτικὸν τὸ οἷον εἰ ἔστιν ἡ ἰατρικὴ ἐπιστήμη, ὅ περ τὸ κοινόν), δῆλον ὅτι | ἔνεστιν ἐν τῇ ἰατρικῇ· πλὴν f. 58r εἰ καὶ ἐν αὐτῇ ἐστιν, οὐ σημαίνεται δι’ αὐτῆς· ὁ γὰρ εἰπὼν ἰατρικὴν οὐ λέγει ἐπιστήμην. καὶ τὴν αἰτίαν τούτου ταχέως ἐπήγαγε διὰ τοῦ ἐκεῖνο δὲ ἦν ἡ ἐπιστήμη ἐπιστητοῦ, δυνάμει λέγων ὅτι ἡ ἐπιστήμη λέγεται ἐπιστητοῦ, ἡ δὲ ἰατρικὴ οὐ λέγεταί τινος· οὕτε γὰρ ἡ γραμματική τινος λέγεται γραμματικὴ οὔτε ἄλλη τῶν κατὰ μέρος οὐδεμία, ὡς ἐν ταῖς Κατηγορίαις μεμαθήκαμεν. εἰ οὖν ὁ ἐπιστήμην εἰπὼν τινὸς εἶπεν ἐπιστήμην, ὁ δὲ ἰατρικὴν εἰπὼν οὐ τινὸς λέγει, δῆλον ὅτι οὐ συσσημαίνεται τῷ εἴδει τὸ γένος. ἢ μᾶλλον τὸ οὐδὲ ἡ ἑπιστήμη ἐν τῷ εἴδει ἴσον ἐστὶ τῷ ‘οὐδὲ ἐν τῇ ἐπιστήμῃ ἐμφαίνεται τὸ εἶδος᾿· καὶ σύνηθες αὐτῷ χρᾶσθαι ἑρμηνείαις. ὥσπερ οὖν ὁ ἐπιστήμην εἰπὼν οὐ λέγει ἰατρικὴν καίτοι οὖσαν ὑπὸ τὴν ἐπιστήμην, οὕτως καὶ ὁ διπλάσιον εἰπὼν οὐ λέγει ῆμισυ.