p. 180b 17 ‘Oμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος. Δεῖ πρότερον τὴν ἀγωγὴν τοῦ σοφίσματος ἐκθέσθαι· οὕτω γὰρ καὶ ἡ λύσις, ἣν αὐτὸς ἐπήγαγε καὶ ὑπέγραψε, δήλη ἔσται. ἔστι δὲ ἡ ἀγωγὴ τοῦ παραλογισμοῦ αὕτη· ἆρά γε βούλεταί τις τὸ ἑαυτοῦ κακόν; οὔ· τί δέ, τὸ κλέπτειν κακόν; ναί· βούλεται δὲ ὁ κλέπτης κλέπτειν; ναί· τὸ ἑαυτοῦ ἄρα βούλεται κακόν. λαβεῖν δὲ ἀντὶ τοῦ κλέπτειν ἐνταῦθα εἴληπται ἐν οἷς λέγει οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν. τὸ δὲ ὅτι κακὸν τὸ κλέπτειν κατεσκεύαζον οἱ σοφισταὶ δεικνύντες κακὸν τὸν κλέπτην. ἐδείκνυον δὲ αὐτὸν κακὸν ἐκ τοῦ ὁρισμοῦ τοῦ κλέπτου, ὃν αὐτὸς κλέπτου λόγον εἶπεν· εἰ γὰρ κλέπτης ἐστί, φασίν, ὁ βουλόμενος τὰ ἀλλότρια λάθρᾳ λαμβάνειν, τοῦτο δὲ κακόν, καὶ ὁ κλέπτης ἄρα κακόν· ὥστε καὶ τὸ κλέπτειν κακόν· ὥστε βούλεται ὁ κλέπτης τὸ ἑαυτοῦ κακόν. τοῦτο λύων Ἀριστοτέλης ἐπήγαγε τὸ οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν, δυνάμει λέγων ἰού γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ κλέπτειν ὡς κακὸν βού- λεται, ἀλλ’ ὡς ἀγαθόν’· παντὸς γάρ, οὗ τις ἐφίεται, ὡς ἀγαθοῦ 11 ἤτοι I: ἤγουν a 16 ὡς I: om. a 24 ὑπέγραφε a 25 αὕτη τοιαύτη a 29 an τὸ γὰρ? 33 ὥστε prius] ὥς ex ὢν (spiritus non liquet) corr. I 34. 35 οὐχὶ, omisso γὰρ, A 36 οὐ γὰρ al: ὡς οὐχὶ Α 37 οὗ τινος I pr. κἂν κακόν ἐστιν· ὥστε καὶ ὁ κλέπτης οὐχ ὡς κακὸν ἀλλ’ ὡς ἀγαθὸν βούλεται τὸ κλέπτειν· οὐκ ἄρα τὸ ἑαυτοῦ βούλεται κακόν. ὅτι δὲ τὸ τὰ ἀλλότρια λαμβάνειν ἀγαθὰ οὐκ ἔστι κακὸν τῷ λαμβάνοντι οὐδ’ ὡς κακὰ σπουδάζει λαβεῖν ἀλλ’ ὡς ἑαυτοῦ ἀγαθά, κατεσκεύασε διὰ τῆς τῶν κακῶν ἀποβολῆς, δυνάμει λέγων ‘ὥσπερ τὸ ἀποβαλεῖν τὴν νόσον καίτοι κακὸν οὖσαν οὐκ ἔστι κακόν, οὕτως οὐδὲ τὸ λαμβάνειν ἀγαθὰ χρήματα τὰ | ἀλλότρια κακόν ἐστι τῷ λαμβάνοντι’, ὧν γὰρ ἡ ἀποβολή, ὡς ἐν τοῖς f. 54v τοπικοῖς εἴρηται, κακόν, τούτων ἡ λῆψις ἀγαθόν· ἀλλὰ μὴν ἡ ἀποβολὴ τοῦ χρήματος κακόν· ἡ λῆψις ἄρα ἀγαθόν· τὸ κλέπτειν ἄρα ἀγαθόν. ῥητέον δὲ πρὸς τοῦτο ‘ἄρα οὐχὶ πᾶσα λῆψις ἀγαθὸν ἀλλὰ τοιάδε’. τὸ δὲ ἐφεξῆς σόφισμα τοιοῦτόν ἐστιν. εἰ τὸ ἀποθανεῖν ἀδίκως αἱρετώτερον τοῦ δικαίως ἀποθανεῖν (ὥσπερ καὶ ὁ Σωκράτης πρὸς τὸν εἰπόντα ‘ὦ Σώκρατες, ἀδίκως ἀποθνήσκεις’ εἴρηκε ‘σὺ δὲ ἄρα ἠβούλου με δικαίως ἀποθανεῖν’῾ ὁ γὰρ δικαίως ἀποθνήσκων ὡς φονεὺς ἢ ὡς κακοῦργος τοῦτο πάσχει· ὁ δὲ ἀδίκως πάσχων δίκαιος, καθάπερ καὶ ὁ Σωκράτης), εἰ οὖν τὸ ἀδίκως, φασὶν οἱ σοφισταί, ἀποθνήσκειν τοῦ δικαίως αἱρετώτερον, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον. τὴν δὲ τοῦ σοφίσματος τούτου λύσιν παρακατιὼν ἐρεῖ. τοῦ δὲ συμπεραινομένου σοφίσματος τὸ αὐτὸ εἶναι δίκαιον καὶ οὐ δίκαιον μετ’ ὀλίγον τὴν ἀγωγὴν φανερῶς ἐκθήσομεν. χρεὼν δέ ἐστι πρότερον πρὸς σαφήνειαν τοῦ λεγομένου τοῦ ἐν τῷ πέμπτῳ τῶν Ἠθικῶν εἰρημένου ἀναμνησθῆναι, ὅπερ ἐστὶ τὸ ἄλλο μὲν εἶναι τὸ φύσει δίκαιον, ἄλλο δὲ τὸ κατὰ δόξαν τοῦ κρίναντος, ἄλλο δὲ τὸ κατὰ τὴν διάταξιν τοῦ νόμου περατωθέν. ὥστε ἐνδέχεται τὸ αὐτὸ καὶ δίκαιον εἶναι καὶ ἄδικον· τὸ γὰρ κατὰ νόμον δίκαιον οὐκ ἀνάγκη καὶ φύσει ἢ τῇ δόξῃ τοῦ κρίναντος δίκαιον εἶναι, ἀλλ’ ἐνδέχεται μὲν ὡς πρὸς τὴν φύσιν εἶναι ἄδικον, καθὸ δὲ γέγονεν ὡς οἱ νόμοι διατάττονται, εἶναι δίκαιον. ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ πρὸς τὸν Σωκράτην λέγει ὅτι, ἄν τις τὸ κατὰ νόμους εἴπῃ, σὺ μεταλαμβάνων τὸ κατὰ φύσιν, εἰ δέ τις τὸ κατὰ φύσιν, σὺ τὸ κατὰ νόμους ἐπιφέρων κυκᾷς καὶ συγχεῖς τὰς διαλέξεις. οὕτως οὖν τοῦ δικαίου τριχῇ διαιρουμένου ἀφορμαὶ πολλαὶ παραλογισμῶν ἐντεῦθεν τοῖς σοφιστεύουσι δέδονται, ὡς καὶ ἐπὶ τοὐ παρόντος· ἔλεγον γάρ· ἆρα δίκαιόν ἐστι τὸ ἕκαστον ἔχειν τὰ ἑαυτοῦ, ἄδικον δὲ τὸ τὰ ἀλλότρια; ἢ οὕτως· πότερόν ποτέ φαμεν εἶναι δίκαιον καὶ κρίσιν δικαίαν (τὸ γὰρ δίκαιον ἀντὶ τοῦ * * δικαίου εἴληπται ὡς μηδὲν διαφέρον) οὐχὶ τὸ ἕκαστον τῶν κρινομένων ἔχειν τὰ ἑαυτοῦ καὶ ἃ δεῖ ἔχειν αὐτόν; ναί· ἄδικον δὲ καὶ κρίσιν ἄδικον οὐχὶ τὴν κυρώσασαν τὰ 2 βούλεται κακόν Ι: inv. ord. a 7 ὦν γὰρ Α: εἰ γὰρ ὧν al 7. 8 ἐν τοῖς τοπικοῖς] III 2 p.117b3sq. 10 ἆρα a: fort. ἀλλὰ cf. p. 148,29 n. 14 δὲ I: om. a 20 πρὸς σαφήνειαν πρότερον a 20. 21 ἐν τῷ πέμπτῳ τῶν Ἠθικῶν] c. 10 p. 1134b18sp. 21 μὲν om. Α τὸ alt. postea add. I1 22 δὲ prius om. Α κρίνοντος Α 23 περατωθέν scripsi cf. p. 174,25: περαιωθέν aAI καὶ om. Α 24 καί φησι a 27 ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ] c. 38 p. 483 Α memoriter citat 29 συγχωρεῖς I pr. 30 τριχῆ AI; τριχῶς a 31 δέδονται] ν superscr. I1 32 τὸ καθέκαστον ἔχειν τὰ καθ’ ἑαυτοῦ Α 34 adde κατὰ δόξαν τοῦ κριτοῦ (sive δικαστοῦ) 36 καθριώσασαν ἀλλότρια ἔχειν τὸν μὴ κύριον; ναί. εἶτα ἐπῆγον· ἀλλὰ μὴν ὅδε ἔχει τὰ χρήματα τούτου λαβών· καὶ ᾗ μὲν ἐκ τοῦ νόμου ἢ καὶ τῆς δόξης τοῦ κριτοῦ ἔλαβε (τοῦτο γὰρ λείπει), ᾗ μὲν οὖν ἐκ τούτων ἔλαβε, τὰ ἑαυτοῦ ἔχει· τὸ δὲ τὰ ἑαυτοῦ ἔχειν κεῖται δίκαιον εἶναι· εἰ δὲ δικαίως ἔχει, δικαία ἡ κρίσις· κατὰ νόμους γὰρ ἔχει· ᾗ δὲ πάλιν τοῦ ἀποστερηθέντος ἦσαν, ἄδικος ἡ κρίσις· ἡ αὐτὴ ἄρα δικαία καὶ ἄδικος. οἷον εἴ τις συκφάντης ἔλεγε τὴν οἰκίαν ἢ τὸν ἀγρὸν τοῦ Πλάτωνος, ἃ κατεῖχε μίσθωμα καὶ φόρους τελῶν τῷ Πλάτωνι, μὴ τοῦ Πλάτωνος εἶναι ἀλλ’ οἰκεῖα, ἔκρινε δὲ ὁ δικαστὴς ὀμωμοκέναι τὸν Πλάτωνα καὶ γενέσθαι κύριον τοῦ ἀγροῦ ἢ τῆς οἰκίας, ὁ δὲ Πλάτων’ διὰ τὴν περὶ τὸν ὅρκον εὐλάβειαν τὸν συκοφάντην εἴασεν ἔχειν τὰ ἑαυτοῦ, οὕτως ὁ συκοφάντης τὰ μὲν ἑαυτοῦ ἔχει· ἁ γὰρ ἀπὸ νόμου τις ἔσχεν, ὡς ἴδια ἔλαβε· τὸ δὲ τὰ ἴδια ἔχειν κεῖται δίκαιον εἶναι· ὥστε δικαία ἡ κρίσις. ἄδικος δὲ τῇ φύσει· τῇ γὰρ φύσει δίκαιον εἶναι] μὴ πρὸς ὅρκους ἀφιέναι τὸν Πλάτωνα, ἀλλ’ ἐκεῖνον μὲν ἀπορρῖψαι ὡς βδελυρὸν καὶ συκοφάντην, ἀποδοῦναι δὲ τῷ Πλάτωνι τὰ ἑαυτοῦ. ἡ αὐτὴ ἄρα κρίσις δικαία καὶ ἄδικος, καὶ τὸ αὐτὸ δίκαιόν ἐστι καὶ ἄδικον. ἡ μὲν παραγωγὴ τοῦ σοφίσματος αὕτη. κατὰ δὲ τὴν λέξιν τὴν κυρία ἐστὶν ἐκ τοῦ νόμου <τὸ ἐκ τοῦ νόμου> πρόσκειται, ὅτι τὴν τῶν δικαστῶν κρίσιν εἶναι κυρίαν. ἃ δ’ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἀν ᾖ ψευδής, κυρία ἐστὶν ἐκ τοῦ νόμου· κἂν γὰρ ἄδικός ἐστιν ἡ κρίσις, κατὰ μέντοι γε τὸ δόξαν αὐτῷ δίκαιον ἔκρινε, κυρίαν εἶναι τήνδε τὴν κρίσιν λέγει ὁ νόμος. τὴν μὲν οὖν τοῦ σοφίσματος παραγωγὴν καὶ λύσιν εἴπομεν. ἃ δὲ λέγει διὰ τῆς λέξεως ἐστιν· ὅσα ἄν τις κρίνῃ κατὰ δόξαν τὴν | αὑτοῦ, κἄν ψευδὴς κἄν ἄδικος ἡ κρίσις f. 55r ἐστί, κυρία ἐστὶν ἐκ τοῦ νόμου· νόμος γὰρ ἦν Ἀθηναίοις τὰς δικασθείσας δίκας κυρίας εἶναι. καὶ τοῦτο δῆλον πεποίηκεν καὶ ἐν τῷ Κρίτωνι τοὐ Πλάτωνος Σωκράτης· λέγει γὰρ ἐν ἐκείνοις ὁ Σωκράτης “τί ἐροῦμεν πρὸς ταῦτα, ὦ Κρίτων, καὶ ἄλλα τοιαῦτα; πολλὰ γὰρ ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν ὑπὲρ τούτου τοῦ νόμου ἀπολλυμένου, ὃς τὰς δίκας τὰς δικασθείσας προστάττει κυρίας εἶναι’’. ἐν δὲ τῷ ‘πότερον δεῖ κρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ ἄδικα;’ τὸ κρίνειν ἴσον ἐστὶ τῷ κατακρίνειν καὶ καταδίκῃ ὑποβάλλειν. τίνα γάρ φασί, δεῖ καταδίκης ἀξιοῦν, τὸν τὰ δίκαια λέγοντα ἢ τὰ ἄδικα; εἰπόντος δὲ τοῦ ἀποκρινομένου ὅτι τὸν τὰ ἄδικα λέγοντα καταδικάζειν δεῖ, ἐπῆγον περὶ τοῦ ἀδικηθέντος 2 καὶ alt. om. Α 5 ἡ superscr. Α1 8 τῶ πλάτωνι Α: πλάτωνος al 9 ὀμωμοκέναι I 10 ἢ Α: καὶ al 12 τις postea add. I1 13 ἄδικος δὲ al: spatium 6 litt. Α τῆ alt. scripsi: τὸ aAI γὰρ φύσει al: spatium 6 litt. Α 14 εἶναι ut e vs. 13 illatum delevi 15 βδελλυρὸν a 18 τὸ—νόμου addidi 19 κρίσιν εἶναι aA: inv. ord. I ἁ ex ἆ corr. Ι1 21 τὸ AI: τὴν a αὐτῶ A: αὐτοῦ a: compend. I post ἔκρινε add. δὲ τὴν a 24 καὶ ἅδ’. conicio 24. 25 ἐστὶν ἡ κρίσις A 26 ἐν τῷ Κρίτωνι] c. 11 Β 28 ἔχοι Α: ἔχη I: ἔχει a 29 ῥήτωρ Plato: ῥήτορα a: ῥήτορας Α: compend. I 30 πότερα Α Arist. 31 ἄδικα—δίκαια a 32 καὶ— ὑποβάλλεινoia. om. A δεῖ b: δεῖν aAI 33 δὲ AI: γὰρ a λέγοντες· ὅδε δὲ ἄδικα λέγει· ἃ γὰρ ἔπαθεν, ἐκεῖνα καὶ διηγεῖται καὶ λέγει· ἔπαθε δὲ ἄδικα· ἄδικα ἄρα λέγει· ὥστε εἰ τὸν τὰ ἄδικα λέγοντα κρίνειν δεῖ καὶ καταδικάζειν, οὗτος δὲ ἄδικα λέγει, τοῦτον ἄρα δεῖ καταδικάζειν· οὗτος δέ ἐστιν ὁ ἀδικηθείς· δεῖ ἄρα τὸν ἀδικηθέντα καταδικάζειν, δικαιοῦν δὲ τὸν ἄδικον. τὸ δὲ ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν ὡς αἰτία ἐπῆκται τοῦ ἄδικα λέγειν τὸν ἀδικηθέντα· δίκαιον γάρ, φασὶν οἱ σοφισταί, λέγειν τὸν ἀδικηθέντα ἃ πέπονθε· πέπονθε δὲ ἄδικα· ἄδικα ἄρα λέγει. μέχρι μὲν τούτου ἐτίθει μόνα αὐτὰ τὰ σοφίσματα· τὸ δὲ ἐντεῦθεν τὰς λύσεις αὐτῶν ἐπάγει. ἔστι δὲ ἣν νῦν λέγει ἐν τῷ οὐ γάρ, εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως λύσις τοῦ λέγοντος σοφίσματος ‘εἰ τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερόν ἐστι τοῦ δικαίως, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον’. ἔστι δὲ ὃ λέγει· οὐ γάρ, εἰ τὸ ἀποθανεῖν ἀδίκως ἢ ὅλως παθεῖν τι ἀδίκως αἱρετόν, καὶ ἀπλῶς τὸ ἀδίκως τοῦ δικαίως αἱρετώτερον, ἀλλ’ ἀπλῶς μὲν αἱρετώτερόν ἐστι τὸ δικαίως καὶ τὸ δίκαιον, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως, τουτέστιν ἐνταῦθα μέντοι οὐδὲν κωλύει τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερον εἶναι τοῦ δικαίως· οὐ γάρ, εἰ τί ποτέ ἐστιν αἱρετώτερον ἢ πρός τι, καὶ ἁπλῶς τὸ οὕτως λεγόμενον αἱρετώτερόν ἐστι. τὸ δὲ καὶ τὸ ἔχειν τὰ ἑαυτοῦ δίκαιον, τὰ δὲ ἀλλότρια οὐ δίκαιον λύσις ἐστὶ τοῦ σοφίσματος τοῦ τὰ ἑαυτοῦ ἔχειν ἕκαστον δίκαιον εἶναι ἀξιοῦντος. λέγει δὲ ἀληθὲς μὲν εἶναι τὸ δίκαιον λέγειν τὰ ἑαυτοῦ ἔχειν, ἄδικον δὲ τὸ τὰ ἀλλότρια· κρίσιν μέντοι τοιαύτην, εἰ καὶ ψευδής ἐστι, τουτέστιν εἰ καὶ ἡμαρτημένη ἐστὶ πρὸς τὸ φύσει δίκαιον βλέποντι, ὅμως οὐδὲν κωλύει λέγειν δικαίαν εἶναι, ἐπειδὴ κατὰ τὴν τῶν νόμων πρόσταξιν πεπέρασται, καὶ πολλὰ μέν εἰσιν ἃ φαίνεται ἄδικα μὲν διὰ τὸ μὴ κατὰ νόμους προβῆναι, δίκαια δὲ ὅμως ὄνια φύσει, καὶ πολλὰ ἔμπαλιν δίκαια διὰ τὸ νομίμως πεπεράνθαι, ἄδικα δὲ φύσει. οὐ γάρ, εἰ δίκαιον, φησί, τὸ τοδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον, τουτέστιν οὐ γάρ, εἰ ὁ νόμος δίκαιον μὲν λέγει τοδί, τοὐναντίον δὲ ἔκρινεν ὁ δικαστὴς πρὸς τὸ φύσει δίκαιον ἀποβλέψας, καὶ ἀπλῶς τὸ μὲν παρὰ τοῦ νόμου λεγόμενον δίκαιόν ἐστι, τὸ δὲ κατὰ τὴν δόξαν τοῦ κριτοῦ ἄδικον, ἀλλ’ ἐνδέχεται καὶ ἔμπαλιν. p. 180b 34 ‘Oμοίως δὲ καὶ ἄδικα ὄντα οὐδὲν κωλύει λέγειν. Τοῦτο λύσις ἐστὶ τοῦ τελευταίου σοφίσματος τοῦ λέγοντος “πότερον δεῖ κατακρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα;’’. ἔστι δὲ τοιαύτη· 5 καὶ om. Α 6 αἴτιον Α 8 ἐτίθη a 9 τὸ σοφίσματα (sic) Ι 10 τί AI: τὸν a 15 αἱρετώτερον prius] αἱ postea, ut videtur, add. Ι1 19. 20 δίκαιον Α, corr. Ι1: δίκαια a, I pr. 20 δίκαον I τὰ alt. Arist.: τὸ al: τὸ τὰ Α 21 ἀξιοῦντα Α 23 ταύτην Α εἰ καὶ alt. om. Α 25 πεπεράσθαι a 27 ὄντα φύσει Α: ὄντα τῇ φύσει a: φύσει ὄντα I 28 τοδὶ a Arist.: ὡδὶ AI 29 δὲ I: om. aA 30 δικαστὴς Α: σοφιστὴς al 31 παρὰ τῷ νόμῳ a 33 ἄδικον I 35 ἄδικα—δίκαια a οὐδέν, φησί, κωλύει ἄδικα ὄντα τὰ λεγόμενα δίκαι ὂν εἶναι λέγειν αὐτά. τὸ δὲ οὐ γάρ, εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι ἐναντίως ἔχειν μοι δοκεῖ τοῖς εἰρημένοις· ἔδει γάρ, ὡς οἶμαι, οὕτως εἰπεῖν· οὐ γὰρ ἀνάγκη ἄδικα εἶναι, ἐπειδὴ δίκαιόν ἐστι λέγειν αὐτά· ἃ γὰρ πέπονθέ τις ἀδίκως, λέγει, καὶ οὐκ ἀνάγκη ἄδικα λέγειν. ἢ εἴη ἂν λέγων ὅτι οὐκ ἀνάγκη τὸν τὰ ἄδικα λέγοντα κατακρίνειν· οὐ γάρ, εἰ δίκαιόν ἐστι τὸ λέγειν ἅ τις πέπονθεν, ἀνάγκη καὶ τὰ λεγόμενα δίκαια εἶναι· πῶς ἐπειδὴ ἀδίκων εἰσὶ μηνυτικά; ἔστι γοῦν, ἵνα σαφέστερον εἴπωμεν, ὃ λέγει τοιοῦτον, ὅτι οὐκ ἀ|νάγκη δίκαια εἶναι, ἐπειδὴ δίκαιόν ἐστι λέγειν αὐτά· f. 55v ἃ γὰρ πέπονθεν ἄδικα, ἐκεῖνα λέγει, καὶ δίκαιά ἐστι λέγεσθαι ταῦτα· ὥστε οὐ δεῖ τὸν ἀδικηθέντα κατακρίνειν, ἐπειδὴ λέγει ἅ ἐστι δίκαια λέγεσθαι, ἄδικα δὲ καθὸ πέπονθε ταῦτα. ὥσπερ οὐδ’ εἰ ὠφέλιμά εἰσι λέγεσθαι τὰ θανάσιμα ἢ βλαβερὰ διὰ τὸ τὸν ἄνθρωπον ταῦτα φεύγειν, ἔσονται καὶ ὠφέλιμα τὰ τοιαῦτα· ταῦτα μὲν γὰρ φύσει βλαβερὰ καὶ θανάσιμα καὶ ἀνωφελῆ, ὠφέλιμα δ’ εἰσὶ λέγεσθαι. ὥσπερ καὶ ἐπὶ τῶν δικαίων· οὐ γάρ, εἰ τόδε ἐστὶ δίκαιον λέγεσθαι, ἀνάγκη καὶ δίκαιον εἶναι. ὥστε εἰ ἃ λέγει ὁ ἀδικηθείς, δίκαιά ἐστι λέγεσθαι καίπερ ἄδικα ὄντα, τὴν νικῶσαν λήψεται. ἐκ τούτου δὲ φανερόν ἐστι καὶ τὸ μὴ πάντα τὸν λέγοντα τὰ ἆ δίκα νικᾶν, ἀλλὰ τὸν λέγοντα ἃ πέπονθεν ἄδικα δίκαια ὄντα λέγεσθαι. τοῦτο γὰρ συνῆγον οἱ σοφισταὶ ἐρωτῶντες οὕτως· ἆρα τὸν τὰ ἄδικα λέγοντα δεῖ κατακρίνειν ἢ τὸν τὰ δίκαια; καὶ λαμβάνοντες ἐκ τοῦ ἀποκρινομένου τὸν τὰ ἄδικα, εἰσάγοντες δὲ καί τινα ἀδικηθέντα καὶ λέγοντες ‘ἀλλὰ μὴν καὶ οὗτος ἄδικα λέγει· ἃ γὰρ πέπονθε, λέγει’ συνῆγον καὶ λοιπὸν ἔστι τὸν ἀδικηθέντα κατακρίνειν’· ἃ γὰρ ἄδικα πέπονθε, λέγει. ἀλλὰ μὴν καὶ δίκαια λέγειν· δίκαια γάρ ἐστι λέγεσθαι· ἔστιν ἄρα τὸν τὰ ἄδικα λέγοντα νικᾶν. πρὸς ὃ ἀπαντῶν ὁ Ἀριστοτέλης φησὶν ὥστε οὐκ εἰ τὰ λεγόμενα ἄδικά ἐστι, καὶ πᾶς ὁ λέγων τὰ ἄδικα νικᾶν λέγεται, ἀλλ’ ὁ λέγων ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα· λοιπὸν καὶ τόνδε ἄδικα λέγοντα δίκαια λέγεσθαι ὄντα οὐκ ἔστι κατακρίνειν· λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, παθεῖν δὲ ἄδικα. ἴσον οὖν ἐστι τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων τῷ ‘ὁμοίως δὲ οὐδέ, εἰ λέγει τις δίκαια, ἀνάγκη δίκαια λέγειν’· οὐ γάρ, εἰ ὁ ὑβρισθεὶς λέγων ὅτι ὑβρίσθη ἄδικα λέγει (ἃ πέπονθεν ἄδικα ὄντα, λέγει), ὁ ὑβρίσας, δηλονότι λέγων μὴ ὑβρικέναι, τὰ δίκαια λέγει. τὸ γὰρ μὴ ὑβρίζειν δίκαιον· τοῦτο δὲ λέγει· τὸ δίκαιον ἄρα λέγει· ἀλλ’ οὐχί, εἰ τὰ δίκαια λέγει, καὶ ἁπλῶς δίκαιά ἐστιν ἃ λέγει· ψευδῆ γάρ ἐστιν. ὥστε εἰ ἃ λέγει ὁ ἀδικηθεὶς δίκαιά ἐστι λέγεσθαι 1 δίκαιον ex Arist. srripsi: δίκαια aI 4 γὰρ alt. I: καὶ a 8 post εἰσὶ add. σημαντικὰ ἡ a 9 δίκαια scripsi: ἄδικον al 12 ὥσπερ] ὥ ex ὧ, ut videtur, corr. I1 εἰσι I: ἐστι a 21 λαμβάνοντες a: λαβόντες I, in quo inter α et β foramen est 23. 24 συνῆγον—λέγει bis I (sed in iteratis λέγειν) 25 λέγειν Ι: λέγει a 29 λέγοντα a: λέγεται I 30 post δίκαια e vs. 28 illata ἀπλῶς δὲ καὶ expunxit I δέ prius superscr. I 32 ὑβρίσθη a: ὑβρίσθην I 33 λέγει a: λέγειν I ὑβρικέναι] κ corr. nescio unde I 34 γὰρ I: δέ a καίπερ ἄδικα ὄντα, τὴν νικῶσαν λήψεται· δίκαιον γάρ ἐστι λέγειν ἁ λέγει. καὶ ᾗ μὲν δίκαιά ἐστι λέγεσθαι, δίκαιά ἐστιν, ἄλλως δὲ ἄδικα· μηνυτικὰ γὰρ ἀδίκων. p. 181a 1 Τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γενομένοις τοὐ ἐλέγχου. Τίς μέν ἐστιν ὁ ὁρισμὸς τοῦ ἐλέγχου, καὶ τί ἐστιν ἕκαστον τῶν ἐν αὐτῷ κειμένων, καὶ τίνες οἱ παρὰ τὸν τοῦ ἐλέγχου ὁρισμὸν γινόμενοι παραλογισμοί, ἔφθη τε καὶ αὐτὸς ὁ Ἀριστοτέλης καλλίστως ἐν τῇ ἀρχῇ τοῦ προκειμένου συντάγματος παραδούς, καὶ ἡμεῖς ἀρκούντως εἰρήκαμεν ἓν ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ αὐτοῦ ἐμφερομένων διευκρινοῦντες καὶ σαφηνίζοντες, καὶ περιττὸν πάλιν περὶ τὰ αὐτὰ ἀνακυκλοῦντας τὰ αὐτὰ λέγειν. λοιπὸν οὖν ἐκεῖνο τὸ μέρος ἐνταυθοῖ καταθρήσωμεν, ὃ ἡμῖν μὴ ἐξήτασται· ἔστι δὲ τὸ ἐὰν δὲ ἐν ἀρχῇ προσέρηται. ἔστιν οὖν τὸ ῥητὸν ὑπερβατὸν καὶ μὴ κατ’ εὐθεῖαν κείμενον. εἰ γοῦν οὕτως εἴληπτο, ἦν ἄν σαφὲς τὸ λεγόμενον· καὶ ἐὰν ἐν ἀρχῇ τις προσέρηται, ὡς ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ προσέρηται, οὐχ ὁμολογητέον. ἔστι δὲ τοιοῦτον· ἐάν, φησίν, ἔρηταί τις ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον;’, μὴ ὁμολογητέον ὡς ἀδύνατον, ἀλλὰ φατέον τὸ ναί, μὴ μέντοι ὡδί, τουτέστι πρὸς τὸ αὐτό (τοῦτο γάρ ἐστιν ὁ κυρίως ἔλεγχος), ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο· τὰ γὰρ τέσσαρα καὶ διπλάσιά εἰσι πρὸς τὰ δύο καὶ οὐ διπλάσια πρὸς τὰ τρία. τὰ δὲ κείμενα σοφίσματα σαφῆ εἰσι καὶ οὐδεμιᾶς θεωρίας δέονται. p. 181a 15 Τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ. Τοὺς παρὰ τὸ ἐν ἀρχῇ, φησίν, αἰτεῖσθαι καὶ λαμβάνειν, ἄν ᾖ δῆλον ὅτι τὸ ἐν ἀρχὴ λαμβάνει (οὐ γὰρ ἀεὶ δῆλον, ὅταν μὴ αὐτόθεν αὐτὸ λαμβάνῃ· καὶ εἴρηται πότε ἐστὶ δῆλον καὶ πότε ἄδηλον ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν καὶ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν), ἄν δή, φησί, δῆλον ᾖ, οὐ δοτέον, ῥητέον δὲ ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖς. οὔτε | οὖν οὕτω διδόναι δεῖ, οὔθ’ ὅταν ἔνδοξον ᾖ, λέγοντα τἀληθές. εἴη f. 56r δ’ ἄν λέγων· ὅταν σὺ ὁ ἀποκρινόμενος τἀληθὲς δῷς, ὁ δὲ ἐρωτῶν ἔνδοξον ἐρωτᾷ συντελοῦν αὐτῷ πρὸς τὸ δεῖξαι τὸ ἐναντίον τῆς σῆς ἀληθοῦς θέσεως (οὐδὲν γὰρ κωλύει διά τινων ἐνδόξων δεῖξαι τὸ μὴ ζῷον, οἷον τὸ βιβλίον, ἢ ἄλλο τι τοιοῦτον ζῷον), τὸ δὴ τοιοῦτον, εἰ καὶ ἔνδοξον, φησίν, ἐστίν, 2 δίκαιά prius a: δίκαιόν I 6 ὁρισμὸν a: ὁρισμοὶ I 7 ἐν τῇ ἀρχῇ] c. 5 p. 167a23 —27 8 εἰρήκαμεν a (sc. p. 44,3sq.): εἰρήκειμεν I 12 et 14 προσείρηται a 16 εἴρηταί a 17 μὴ alt. al: οὐχ Α 18 ὡς Α: om. al 20 διπλάσιον untrobique Α 25 ᾖ Arist.: εἴη al λαμβάνειν a αὐτόθεν Al: αὐτόθι a 26 post πότε alt. add. ἐστὶν Α 26. 27 ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτ.] c. 16 27 ἐν τῷ ὀγδόω τῶν τοπικῶν] c.13 δὲ Α 28 τὸ I: om. a 31 θέσεως] θέ in ras. ὅμως οὐ δοτέον. ἢ εἴη ἄν λέγων διὰ τοῦ οὔθ' ὅταν ἔνδοξον ᾖ, λέγοντα τἀληθές, ὅτι κἄν δοκῇ μὲν μὴ λαμβάνειν τὸ ἐν ἀρχῇ, τῇ δὲ ἀληθείᾳ τὸ ἐν ἀρχῇ αἰτῆται, οὐ δοτέον λέγοντα τἀληθές, τουτέστιν ἀλλὰ ῥητέον πρὸς αὐτὸν τἀληθές. ἔστι δὲ τὸ ἀληθὲς ὃ δεῖ πρὸς τὸν ἐρωτῶντα λέγειν, ὅτι φαίνῃ μὲν μὴ τὸ ἐν ἀρχῇ λαμβάνων, τῇ δὲ ἀληθείᾳ ὃ ἔδει συμπεράνασθαι αἰτεῖς. ὅτι δὲ δύναταί τις τὸ ἐν ἀρχῇ λαμβάνειν, μὴ δοκεῖν δὲ λαμβάνειν, ὅταν ἀντ’ ὀνόματος ὄνομα ἢ λόγον καὶ ἀντὶ λόγου ὄνομα λάβῃ, εἴρηται, καθάπερ εἶπον, ἐν τοῖς Ἀναλυτικοῖς καὶ ἐν τοῖς τοπικοῖς. εἰ μὲν οὖν ᾖ δῆλον ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖται, οὕτως ἀποκρίνεσθαι χρή. εἰ δὲ λανθάνει διὰ τὸ μοχθηρῶς ἐρωτᾶσθαι τοὺς τοιούτους λόγους, μετατρεπτέον τὴν ἁμαρτίαν εἰς τὸν ἐρωτῶντα λέγοντας αὐτὸν μὴ διειλέχθαι, μὴ διαλεχθεὶς δὲ δῆλον ὡς οὐδὲ ἤλεγξεν· γάρ ἐστιν, ὅταν συλλογισάμενος τὸ ἀντικείμενον δείξῃ μήτε τὸ ἐν ἀρχῇ αἰτήσας μήτε πρός τι μήτε πρὸς ἄλλο καὶ ὅσα ἄλλα περὶ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. εἶτα, φησί, ῥητέον δεδόσθαι οὐχ ὡς χρησομένῳ τῷ δοθέντι σοι ὡς προτάσει, ἀλλὰ δέδοται ὡς πρόβλημα, ἵνα πρὸς τοῦτο συλλογιῇ, τουτέστιν ἵνα λαβὼν πρότασιν συλλογισάμενος δείξῃς τὸ ἐναντίον· σὺ δὲ ὡς προτάσει χρησάμενος συνελογίσω τὸ συμπερανθέν. εἰ γὰρ ἐδόθη αὐτῷ ὅτι ἡ ἡδονὴ κατὰ φύσιν, αὐτὸς δὲ διὰ τούτου συνελογίσατο τὴν τῶν κιναίδων ἡδονὴν ἀγαθόν, χρὴ λέγειν ἡμᾶς μὴ ὡς πρότασιν δοῦναι τὸ τὴν ἡδονὴν κατὰ φύσιν εἶναι ἀλλ’ ὡς πρόβλημα. καὶ ὅλως, φησί, δεῖ τοὺς ἀποκρινομένους τὸ ἐναντίον ποιεῖν τῶν παρεξελέγχων· ἐκεῖ γὰρ τεθέντων τινῶν τινῶν καὶ ἐπαχθέντος τοῦ συμπεράσματος συγχωρεῖν μέν φασιν οὕτως ἔχειν, οὐ μὴν τοῦτο ἐβουλόμεθα δειχθῆναι ἀλλὰ δι’ αὐτοῦ ὡς διὰ προτάσεως ἄλλο τι· τοῦτο οὖν λαβὼν δεῖξον δι’ αὐτοῦ ἄλλο τι. p. 181a 22 Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ’ αὐτοῦ τοῦ λόγου δεικτέον. ἔστι δὲ διττὴ ἡ τῶν ἑπομένων ἀκολούθησις. Τοὺς διὰ τοῦ παρεπομένου συλλογισμοὺς τοὺς παρὰ τὸ λέγει συμβαίνοντας. φησὶν οὖν ὡς ἐπ’ αὐτοῦ τοῦ λόγου, τουτέστι τοῦ συλλογισμοῦ, δεικτέον ὅτι τὸ σόφισμα παρὰ τὸ ἑπόμενον συμβέβηκεν, ἤτοι παρὰ τὸ μὴ ἀντιστρέφειν. οὐ γάρ, εἰ τόδε τῷδε ἕπεται, καὶ τῷδε τόδε ἀνάγκη ἕπεσθαι· οὐ γάρ, εἰ τὸ μέλι ξανθόν, καὶ τὸ ξανθὸν μέλι· καθόλου γὰρ εἶπε τὸ ἑπόμενον, οἷον τὸ ξανθόν, ἐν μέρει δὲ ᾧ ἕπεται ἑπόμενον, οἷον τῷ μέλιτι. γίνεται δὲ τὸ παρὰ τὸ ἑπόμενον σόφισμα καὶ 1 οὐδ’ Arist. cf. p. 176,29 2 δοκεῖ a 3 αἰτῆται Α1 corr.: αἰτεῖται al, Α pr. λέγοντα aA: λέγοντες I 4 ἐστι—ἀληθὲς mrg. Α1 7 δοκῆ Α 11 λέγοντας I: λέγοντες a 13 post ἐστιν add. ἀληθὴς 14 καὶ ὅσα ἄλλα κτλ.] cf. c. 5 p. 167a23 —27 τοῦ om. Α 15 χρησομένῳ scripsi: χρησομένου Α: χρησαμένῳ al 16 τοῦτον a 17 προτάσεις Α 19 τοῦτο a 21 εἶναι om. A 31 ἤτοι AI: ἤγουν a 35 τῶ AI: τὸ a ἐν τοῖς κατὰ ἀντίθεσιν λαμβανομένοις· οὐ γάρ, εἰ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον, καὶ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον. παρ’ ὃ γέγονε καὶ τὸ τοῦ Μελίσσου σόφισμα, ὅτι εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, καὶ τὸ μὴ γεγονός, ὅπερ ἀγένητον εἶπεν, ἀρχὴν οὐκ ἔχει. ἐγένετο οὖν τὸ σόφισμα, ὅτι οὐκ ἀκριβής ἐστιν ἡ σὺν ἀντιθέσει ἀντιστροφή· ἔδει γὰρ οὕτως εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονε. περὶ τῆς ἀντιστροφῆς ταυτησὶ πολλὰ μὲν καὶ ἐν τοῖς εἰς τὰ Φυσικὰ ἡμετέροις εἰρήκαμεν θεωρήμασιν, ἀλλὰ καὶ τὸν τρόπον τοῦτον κατ’ ἀρχὰς ἐξετάζοντες οὐκ ὀλίγα, καὶ περιττὸν αὖθις ταυτολογεῖν.