p. 180a 10 Εἰ δ’ ἄρα πολλαχῶς· καὶ γὰρ τὸν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι. Λείποι ἂν τῷ λόγῳ τὸ οὐ καλῶς λέγει’, καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον· εἰ δέ τις τὸ τοῦτο τούτων ἢ τὸ οὗτος τούτου πολλαχῶς λέγεσθαι φήσει, ὅτι καὶ ὁ λόγος ὁ λέγων τὸν ἄνθρωπον τῶν ζῴων πολλαχῶς λέγεται, εἰ οὖν τοῦτό τις εἴποι, οὐ καλῶς λέγει. καὶ τὴν αἰτίαν τοῦ μὴ καλῶς λέγειν τὸν εἰπόντα τοῦτο γοργῶς τέθεικε διὰ τοῦ ἀλλ’ οὔ τι κτῆμα, ὅπερ ἴσον ἐστὶ τῷ ἰού γὰρ λέγεται κτῆμα’. ἔστι δὲ ἡ σύμπασα τῶν λέξεων διάνοια τοιαύτη. εἰ μὲν γὰρ ὁ ἄνθρωπος καθ’ ἕνα μὲν τρόπον ἐλέγετο τῶν ζώων, διότι ζῷόν ἐστι (πᾶν γὰρ ζῷον οὐ τῶν μὴ ζῴων ἀλλὰ τῶν ζῴων), κατ’ ἄλλον δὲ πάλιν ἐλέγετο τῶν ὤων, ὥσπερ ὁ Πειραιεύς, μᾶλλον δὲ ἡ Τάναγρα τῶν Ἀθηναίων (λέγεται γὰρ ταῦτα τῶν Ἀθηναίων ὡς κτήματα), τότε δὴ τότε καὶ τὸ τόδε τοῦδε ἢ τὸ τοῦτο τούτων ἐλέγετο ἂν πολλαχῶς. ἐπεὶ δὲ ὁ ἄνθρωπος τῶν ζῴων’ οὐ λέγεται πολλαχῶς (οὐδεις γὰρ ἀκούσας αὐτὸν τῶν ζῴων ὡς κτῆμα εἶναι τῶν ζῴων ἀκούει, ἀλλ’ ὅτι ζῷόν ἐστιν· οὐ γὰρ λέγεται κυρίως ὁ ἄνθρωπος τῶν ζῴων ὡς κτῆμα τῶν ζῴων, οὐδ’ ὁ τοῦτο λέγων κυριολεκτεῖ), ἐπεὶ οὖν ‘ὁ ἄνθρωπος τῶν ζῴων οὐ λέγεται πολλαχῶς, οὐδὲ τὸ τούτου δηλωτικόν (ἔστι δὲ τὸ τοῦτο τούτων) διττόν ἐστιν. ὥστε οὐδὲ τὸ σημαντικὸν τοῦ δούλου καὶ δεσπότου (ἔστι δὲ καὶ αὐτὸ τὸ τοῦτο τούτου) διττόν· καὶ εἴρηται πρότερον διὰ τί. τὸ δὲ καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται ὡς τινός ταὐτόν ἐστι τῷ ‘καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται κατὰ γενικὴν πτῶσιν, καθάπερ ἡ φρόνησις λέγεται τῶν κακῶν, ῥηθήσεται μέν, ἀλλ’ οὐχ ὅτι κακή ἐστι, τῶν κακῶν, ἀλλ’ ὅτι ἐπιστήμη οὖσα τῶν κακῶν’῾ ὁ 2 ἔλεγεν AI: ἐλέγετο a 8 κακοῖς Α: κακὰ al 12 post τῷ add. τοιούτω Α 14 φήσει Α: φησὶν I: φησὶ a 16 τι om. a 17 post δὲ add. καὶ aA 18 τοιαύτη (ras. unius litt.) διάνοια Α 19 ζώων (post διότι) a ζῶον alt. superscr. A1 21 τάναγρα, quod couiecit coll. Paraphr. 57,15 Waitz Organ. ΙΙ p. X, Av: τύναιγρα al γὰρ γὰρ in ras. Α1 22 fort. δή ποτε 24 πολλαχῶς om. Α 25 λέγει Α 30 post πρότερον add. τὸ Α 30. 31 ὡς—λέγηται om. Α 33 κακόν (post ὅτι) Α οὖσα al: ἐστὶ Α γὰρ φρόνιμος ἐπίσταται τὰ κακά. ὥστε τὰ σοφίσματα ταῦτα, ἃ μικρῷ πρότερον εἰρήκειμεν, παρὰ τὸ συμβεβηκὸς γέγονεν ἀλλ’ οὐ τῷ διττῷ. πῇ δὲ καὶ ἁπλῶς αὐτὸς τὸ παρὰ τὸ συμβεβηκὸς ὠνόμασε· πῇ γὰρ ὢν ὅδε τοῦδε, οἷον δοῦλος δεσπότου, καὶ ἁπλῶς κατὰ πάντων, καθ’ ὅσων τὸ τόδε τοῦδε λέγεσθαι δύναται, ἐπιφέρειν ἀξιοῦσι. καίτοι ἐνδέχεται, φησίν, ἴσως ἀγαθὸν εἶναί τι τῶν κακῶν, ὡς ἡ ἀνδρεία ἁπλῶς οὖσα ἀγαθὸν δοκεῖ τισι διὰ τὰ ἐν πολέμοις τραύματα εἶναι κακόν· διὰ τοῦτο γὰρ καὶ αὐτὸς τὸ ἴσως προσέθηκεν. ὥστε ὁ λόγος ὁ λέγων ἡ ἀνδρεία τῶν κακῶν’ διττός· ἢ γὰρ ὅτι κακόν τί ἐστιν ἡ ἀνδρεία, ἢ ὅτι ἐπίσταται τὰ κακά. ἀλλ’ εἰ καὶ ἐνδέχεταί ποτέ τινα λόγον λέγοντά τι ἀγαθὸν τῶν κακῶν εἶναι τὸ διττὸν ἔχειν, ὡς ἐπὶ | τῆς ἀνδρείας καὶ τοῦ πλούτου καὶ ὑγιείας καὶ f. 53r ἄλλων τινῶν, ἀλλ’ οὔτι γε τὸν λέγοντα τὴν φρόνησιν τῶν κακῶν τὸ διττὸν ἔχειν φήσαιμεν. καὶ τοῦτο εἰπὼν τίθησι λόγον δοκοῦντα μὲν ἔχειν τὸ διττὸν μὴ ὄντα δὲ διττόν, ὡς μετ’ ὀλίγον ἐρεῖ. ἔστι δὲ ὃν ἐπάγει λόγον δοκοῦντα ἔχειν τὸ διττὸν οὗτος· ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν μοχθηροῦ. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν ὄνομα μοχθηροῦ. ὃ δὲ λέγει ἐστὶ τοιοῦτον· ἐάν τις δοῦλος ἀγαθὸς ὢν [ἢ εἰ γάρ τις δοῦλος ὄνομα ἔσχε κεκλῆσθαι ἀγαθός] τύχοι δουλεύειν μοχθηρῷ, λέγει δέ τις τὸ ἀγαθὸν μοχθηροῦ, δόξειεν ἄν διττὸς ὁ λόγος εἶναι· ἐπειδὴ γὰρ οἱ πλείους τῶν δούλων μοχθηροὶ λέγονται, φαντασίαν τινὰ ἀποτελεῖ τοῦ διττοῦ· ἢ γὰρ ὅτι ὁ ἀγαθὸς μοχθηρὸς ἢ ὅτι δοῦλος μοχθηροῦ. τοῦτο θεὶς ἐνίσταται, καθάπερ εἷπον, μὴ εἶναι διττὸν τὸν λόγον λέγων ἰού γάρ, εἰ ἀγαθὸν δοῦλον ὂν λέγεται καὶ μοχθηροῦ, καὶ ἀγαθὸν μοχθηροῦ ῥηθήσεται’. τὸ δὲ ἅμ πρόσκειται, ὡς εἰ ἔλεγεν ‘οὐ τὰ δύο ὁμοῦ, ἀγαθὸν πονηροῦ, ἀλλὰ τὰ τρία, ἀγαθὸν δοῦλον πονηροῦ· τοῦτο γὰρ τὰ ἠρωτημένα ἀναγκάζει συνεπινοεῖν. ταῦτα μὲν διὰ τῆς μιᾶς τῶν γραφῶν λέγοιτο ἄν. διὰ δὲ τῆς ἐχούσης καὶ τὸ ὄνομα προσκείμενον λέγοι ἂν ἰού γάρ, εἰ τῷ δούλῳ κεῖται ὄνομα τὸ Ἀγαθὸν ὡς μὴ καλεῖσθαι Νικοκλέα ἢ Πλάτωνα ἢ Ἱππόνικον ἢ ἄλλο τι τοιοῦτον ἀλλ’ Αγαθόν, ὥσπερ καὶ ὁ Ολυμπιονίκης ὠνομάζετο αὐτὸ τοῦτο Ἄνθρωπος, ἤδη καὶ τὸ ἀγαθὸν μοχθηροῦ διττόν, οἷον ὅτι τὸ Ἀγαθὸν ὄνομα τοῦ δούλου πονηρόν ἐστιν, ἢ ὅτι πονηροῦ δεσπότου, ἀλλ’ ἁπλοῦν’ ὥστε παρὰ τὸ συμβεβηκός· οὐ γάρ, εἰ συμβέβηκε τῷ αὐτῷ ἀγαθῷ τε λέγεσθαι καὶ πονηροῦ εἶναι. καὶ τὸ ἀγαθὸν πονηροῦ ἐστιν, ὥσπερ οὐδέ, εἰ ἡ φρόνησις ἐπιστήμη, τῇ δὲ ἐπιστήμῃ συμβέβηκε θεωρητικῇ τῶν κακῶν εἶναι, καὶ ἡ φρόνησις τῶν κακῶν ἐστιν· οὐ γὰρ ὅσα κατὰ τοῦ 1 τῶν κακῶν Α 2 εἰρήκειμεν AI: εἰρήκαμεν a 3 αὐτὸς Α: αὐτὸ al ὠνόμασε AI: ὠνόμασαν a 5 δύναται λέγεσθαι Α 6. 8. 9 ἀνδρία A 8 αὐτὸς A: αὐτὸ a: compend. I 10 ἀλλὰ καὶ εἰ A 11 ἀνδρίας ὑγείας a 14 εἰσὶ a 16 post ἄλλη add. ἡ a 17 ἐστὶ τοιοῦτον AI: inv. ord. a 18 ἢ—ἀγαθός delevi ἔχῃ b 10 λέγοι b 21 ἀποτελεῖ al: ὑποβάλλει A 24 πρόκειται a 27 λέγοιντ’ a 28 τὸ AI: om. a 30 καὶ ὁ I: ὁ A: om. a τούτου (sic) I 34 πονηρῶ—πονηρόν A om εἰ om. Α ἐπιστήμη (aute τῇ) Al: ἐπιστήμης κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου τῷ κατηγορουμένῳ ῥηθήσεται. ὥστε οὐκ εἰ συμβέβηκε τῷ δούλῳ ἀγαθῷ λέγεσθαι, τούτῳ δὲ πάλιν πονηροῦ, καὶ τὸ ἀγαθὸν πονηροῦ, ἀλλὰ τὸ ἀγαθὸν δοῦλον πονήρου δεσπότου. p. 180a 18 Οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι οὐ λέγεται πολλαχῶς. Θεὶς πάνυ ἀσαφῶς τὰς αἰτίας καθ’ ἄς οὐ καλῶς φαίνονται λέγοντες διττὸν τὸ τούτου τοῦτο, πάλιν τὸ αὐτὸ ἐκτίθεται, καὶ φησὶν οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων οὐ λέγεται πολλαχῶς, ὥσπερ οὐδὲ τὸ τὸν ἀγαθὸν δοῦλον πονηροῦ· οὐ γάρ, εἴ ποτέ τι, φησί, σημαίνομεν ἀφελόντες τούτου, ἐκεῖνο πολλαχῶς λέγεται. ἔστι δὲ ὃ λέγει· οὐ γὰρ πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν καὶ ὡρισμένον καὶ γνώριμον ὂν καὶ τούτου λεγόμενον πολλαχῶς λέγεται. οὐ γάρ, εἰ συμβέβηκε τούτῳ σῷ εἶναι καὶ τέκνῳ εἶναι, σόν ἐστι τέκνον· οὐ γὰρ τὰ τῷ αὐτῷ συμβεβηκότα καὶ ἀλλήλοις τὰ αὐτά· οὐ γάρ, εἰ ὁ Κορίσκος καὶ μουσικὸς καὶ λευκός, καὶ τὸ μουσικὸν καὶ τὸ λευκὸν ταὐτόν. εἰ μὲν γὰρ πάντα τὰ κατὰ συμβεβηκὸς κατηγορούμενα ’τον αὐτοῦ τινος καὶ ἀλλήλοις καὶ τῷ ὑποκειμένῳ ἦν ταὐτά, τότε ἄν καὶ τὸ ‘οὗτος σός’ ἦν διττὸν καὶ τὸ ‘οὗτος τούτου᾿· οὐδὲν γὰρ διέφερε τὸ σὸς ἐπὶ τέκνου ἢ δούλου εἰπεῖν, ἐπειδὴ τὸ τέκνον καὶ τὸ δοῦλον κατὰ τοῦ αὐτοῦ λεγόμενα τὰ αὐτά ἐστιν. ἐπεὶ δὲ οὐ ταὐτὰ ἀλλ’ ἕτερα, πῶς οἷόν τε λέγειν ὅτι πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν ὡς τούτου μόνου δηλωτικὸν διττόν; εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ τὸ μῆνιν ἄειδε θεά ἀφελόντες ὡρισμένως οἴδαμεν ὅτι ἥμισυ στίχου ἐστὶ καὶ οὐ τῆς Ἰλιάδος, ὁ λέγων ὅτι δός μοι τὸ μῆνιν ἄειδε θεά, τὸ ἥμισυ τοῦ ἔπους, διττὸς ἄν ἦν· ἀλλὰ μὴν οὐ διττός· καθ’ αὑτὸ γὰρ ληφθὲν τὸ μῆνιν ἀεὶ ’δε θεά δῆλον γέγονε τίνος ἐστὶν ἥμισυ. ὥστε καὶ ὁ τοῦτο σημαίνων λόγος οὐ διττός. εἰ δὲ τοῦτο, οὐδὲ ὁ λέγων ‘ἆρα ὅδε σός;’ διττός· δῆλον γάρ ἐστιν ὅπως οὗτος τούτου ἐστίν. ὥστε οὐ λέγεται πολλαχῶς τὸ τούτου τοῦτο, ὅταν ἀφελόντες τι γνώριμον ὂν τί ἐστι ταύτῃ τῇ προσηγορίᾳ ὀνομάζωμεν· λέγω δὲ προσ|ηγορίαν τὸ τούτου τοῦτο. ὁ f. 53v γὰρ τὸν Πλάτωνα καὶ Ἀρίστωνα καθ’ αὑτοὺς λαβὼν καὶ ἐρωτῶν ‘ἆρά γε οὗτος τούτου ἐστί;’ ταὐτὸν λέγει τῷ ‘ἆρα ὁ Πλάτων’ υἱός ἐστιν Ἀρίστωνος;’· καὶ οὐ διττὸν ἐνταῦθα τὸ ἐρώτημα διὰ τὸ τὰ ληφθέντα γνώριμα τυγχάνειν 5 ante οὐδὲ add. ἀλλ’ a (c u) 7 θεὶς πάνυ AI: inv. ord. a 8 τούτου τοῦτο a I1 corr.: τοῦτο τούτου Α, I pr. αὐτὸ Α: αἴτιον al 11 τοῦτο ἐκείνου I pr., corr. I1 12 post αὐτὸ add. τὸ a 14 εἶναι alt. om. Α 15 ταὐτά Α 16. 17 τὰ κατηγορούμενα τοῦ αὐτοῦ τινὸς κατὰ συμβεβηκὸς Α 18 τὰ αὐτὰ Α τὸ alt. om. Α 20 τὸ δοῦλος Α τὰ αὐτὰ (post οὐ) Α 21 τὸ iteratum I 23 ὅτε a οὐ τῆς aA: οὗτος Ι 25 γὰρ AI: om. a 28 ὅπως aA: ὅπερ I 30 προσηγορία aA: προτάσει I ὀνομάζομεν a δὲ Α: δὴ al ὁ AI: οὐ a πῶς ἀλλήλων εἰσίν. ἔτι τὸ οὐδὲ γάρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες λόντες τοιοῦτόν ἐστι· οὐ γὰρ τὸ τούτου τοῦτο λέγεται πολλαχῶς, εἴ ποτέ <τί> τινος ἀφελόντες σημαίνομεν τῇ προσηγορίᾳ τῇ τούτου τοῦτο. γὰρ εἰπόντες δός μοι τὸ ἥμισυ τοῦ ἔπους, τὸ μῆνιν ἄειδε θεά, δυνάμει τῇ προσηγορίᾳ σημαίνομεν τῇ τούτου τοῦτο· λέγομεν γὰρ ὅτι δός μοι τούτου τοῦτο, ἤγουν τοῦ στίχου τὸ ἥμισυ, καὶ οὐκ ἔστι διττὸν <τὸ> τούτου τοῦτο. εἰ γὰρ ἦν διττόν (τοῦτο γὰρ δεῖ εἰπόντες δός μοι τὸ ἥμισυ τοῦ ἔπους, οἷον τὸ μῆνιν ἄειδε θεά, σημαίνομεν τὴν Ἰλιάδα, ἤγουν σημαίνομεν ὅτι δός μοι τὸ ἥμισυ τῆς Ἰλιάδος· ἀλλ’ οὐ τοῦτο σημαίνομεν. ἐν δὲ τῇ λέξει τῇ καὶ γὰρ τὸ ἥμισυ εἰπόντες δός μοι ὑποστικτέον εἰς τὸ δός μοι, εἶτα ἐπακτέον τὸ Ἰλιάδα σημαίνομεν. ἔστι δὲ τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον· καὶ γὰρ τὸ ἥμισυ τοῦ ἔπους, οἷον τὸ μῆνιν ἄειδε θεά, εἰπόντες Ἰλιάδα σημαίνομεν. μὲν. λέγοι δ’ ἄν δι’ αὐτοῦ· εἰ πᾶν τὸ τούτου τοῦτο διττόν, καὶ τὸ δός μοι τὸ ἥμισυ τοῦ ἔπους διττὸν ἔσται, καὶ τοῦτο λέγοντες λέγοιμεν ἄν ‘δός μοι τὸ ἥμισυ τῆς Ἰλιάδος’. p. 180a 23 Τοὺς δὲ παρὰ τὸ κυρίως τόδε ἢ πῇ ἢ ποῦ. Τίνες εἰσὶν οἱ παρὰ τὸ κυρίως, ἐξηγήσατο διὰ τοῦ ἢ πῇ ἢ ποῦ ἢ πῶς· ὅσοι γὰρ παρὰ τὸ πῇ ἢ ποῦ ἢ πῶς ἀληθεῦον ἢ μὴ ἀληθεῦον καὶ ἀπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἀξιοῦντες παρὰ τὸ κυρίως λεγόμενον ἀξιοῦσιν. ἁπλῶς μὲν γὰρ τὸ αὐτὸ καὶ ἓν ἅμα λευκὸν εἶναι καὶ οὐ λευκὸν ἀδύνατον· πῇ δὲ οὐκ ἀδύνατον, ὥσπερ ὁ ὀφθαλμὸς πῇ μὲν λευκὸς πῇ δὲ οὐ λευκός. καὶ πρὸς μὲν τὸν τυμβωρύχον ἢ λῃστὴν ἀγαθὸν ἡ νόσος, ἁπλῶς δὲ οὐκ ἀγαθόν. καὶ πῶς μὲν τὸ μὴ ὂν ἔστιν· ἔστι γὰρ δοξαστόν· ἁπλῶς δὲ οὐκ ἔστι. τὸ δ’ ὥστ’ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῇ, οὔπω ἔλεγχος δύναται καὶ ἐπὶ τοῦ Αἰθίοπος ἀκούεσθαι· εἰ γὰρ ἀπλῶς μὲν κατὰ τὴν σαρκὸς ἐπιφάνειάν ἐστι μέλας, κατὰ δὲ τοὺς ὀδόντας ἐστὶ λευκός, ὁ συνάγων λευκὸν αὐτὸν καὶ οὐ λευκὸν οὐκ ἐλέγχει. δύναται δὲ καὶ ἐπὶ τοῦ ἀπλῶς μὴ ὄντος· εἰ γὰρ ἁπλῶς μέν ἐστι μὴ ὂν πῇ δὲ ὄν, ὡς δοξαστόν (ἔστι γὰρ αὐτοῦ δόξα οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν), ὁ συνάγων αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι οὐκ ἐλέγχει. 1 ἀπαλλήλων a σημαίνομεν Α Arist.: τινὸς (e vs. 3 illatum al 3 τί addidi 5 προσηγορία σημαινόμενον AI: inv. ord. a 5 —7 λέγομεν—τούτου τοῦτο AI: om. a 6 ἥμισυ] ex corr. A 7 τὸ addidi ἦν AI: οὖν a 8 post δός μοι add. τούτου τοῦτο, ἤγουν τοῦ στίχου a 11 ὑπακτέον a 13 εἰπόντες post ἔπους collocat a 15 ἔσται AI: ἐστιν a 18 οἱ postea add. I1 εἰ (ante πῇ) Α 19 ἀληθεῦον utrobique Al: ἀληθεύειν a 23 τυμβωρύχον a: τυνβορύχον I 25 δοξαστικόν a 26 δὲ om. a οὕτω a 29 δὲ Al: γὰρ a τοῦ Al: τῶν a 30 δοξαστικόν a 31 οὐκ alt. aA: ἀλλ’ I p. 180a 32 Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτ’ ἔχοντες. Τὰ σοφίσματα τοιαῦτα. ἆρ’ ἐνδέχεται τὸ μὴ ὂν εἶναι; οὔ· γε τὸ μὴ ὂν δοξαστόν ἐστι; ναί· τὸ μὴ ὂν ἄρα ἔστι· τὸ γὰρ ἀλλὰ μήν ἐστι γέ τι μὴ ὂν ὡς ἴσον ἐστὶ τῷ ‘ἀλλὰ μὴν τὸ μὴ ὂν ἐστί τι, οἷον δοξαστόν’. πάλιν τὸ ὂν συνάγουσι μὴ εἶναι οὕτως· εἰ ἔστι τὸ ὄν, ἢ ἄνθρωπος ἔσται ἢ ἵππος ἢ βοῦς ἤ τι τῶν τοιούτων· οὐδὲν δὲ τούτων ἐστίν, ὥστε οὐδὲ ἔστιν· οὐκ ἄρα ἔστι τὸ ὄν. πάλιν ἆρα ἐνδέχεται τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν; ὁ δὲ ὀμόσας ἐπιορκήσειν ἐπιώρκησεν, ὥστε εὐώρκησεν· ἠλήθευσε γὰρ πεποιηκὼς ὃ ποιεῖν ὤμοσεν· ὀμόσας γὰρ ἐπιορκήσειν ἐπιώρκησεν· ὁ αὐτὸς ἄρα ἅμα ἐπιορκεῖ εὐορκεῖ. πάλιν ἆρα τὸν αὐτὸν ἐγχωρεῖ ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν; οὔ· ἀλλὰ μὴν ὅδε πείθεται μὲν τῷ γεωμέτρῃ ἀσύμμετρον εἶναι τὴν πλευράν, ἀπειθεῖ δὲ σύμμετρον εἶναι, καὶ πείθεται μὲν μείζονα εἶναι τὸν ἥλιον τῆς γῆς, ἀπειθεῖ δὲ τῷ αὐτῷ ἐλάττονα εἶναι· ὁ αὐτὸς ἄρα τῷ αὐτῷ πείθεται καὶ ἀπειθεῖ. θεὶς δὲ τὰ σοφίσματα συντόμως λύει αὐτὰ λέγων ἢ οὔτε τὸ εἶναί τι ταὐτόν, τουτέστιν οὐ ταὐτόν ἐστι τὸ λέγειν τὸ μὴ ὂν ὅτι ἐστί τι, οἷον δοξαστόν, καὶ ἀπλῶς ὅτι ἔστιν· εἰ μὲν γὰρ τὸ τὶ ὂν ταὐτὸν ἦν τῷ ἁπλῶς ὄντι, ἦν ἂν τὸ μὴ ὂν ὄν· ἐπεὶ δὲ ἕτερον, οὐκ ἔσται τὸ μὴ ὂν ὄν. λύει δὲ σαφῶς καὶ τὸ τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν λέγων πλὴν τοῦτο μόνον, εὐορκεῖ δὲ οὔ, ὃ ἴσον ἐστὶ τῷ ‘ἁπλῶς μὲν οὐκ εὐορκεῖ, ἀλλὰ τοῦτο μόνον, ὅτι ὀμόσας ἐπιορκήσειν ἐπιώρκησεν’· ὥστε κατὰ τοῦτο μόνον, ἁπλῶς δὲ οὐκ εὐορκεῖ, | ὥστε οὐχ ἁπλῶς ὁ ἐπιορκῶν εὐορκεῖ ἀλλὰ πῇ. οὐδ’ ὁ f. 54r ἀπειθῶν ἀπλῶς πείθεται, ἀλλὰ τὶ πείθεται· ἁπλῶς γὰρ πειθόμενος τῷ ἀληθεῖ, ἐφ’ οὗ καὶ τὸ ‘πείθεται’ ἀληθῶς λέγεται (ὁ γὰρ τοῖς ἀληθέσι πιστεύων καὶ τούτοις πειθόμενος κυρίως πείθεται), ἀπειθεῖ [δὲ] τῷ ψεύδει· καὶ ἔστιν ἄλλο μὲν ᾧ πείθεται, ἄλλο δ’ ᾧ ἀπειθεῖ. p. 180b 2 Ὅμοιος δὲ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτόν. Τὸ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν σόφισμα καὶ ἠρωτᾶτο καὶ συνεπεραίνετο ἐπ’ ἐκείνων οἷς ὁμοίως ὑπῆρχε τὰ ἀντικείμενα· κείμενα· ταῦτα δέ ἐστιν ὧν ἐστι τὸ μὲν ἥμισυ λευκὸν τὸ δὲ ἥμισυ μέλαν, ὥσπερ ἐπὶ τοῦ ὀφθαλμοῦ ἔχειν θεωροῦμεν. ἡ δὲ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρά γε ἐνδέχεται τὸν αὐτὸν ἅμα ψεύδεσθαι καὶ ἀληθεύειν; οὔ· 2 ἆρ’ a Arist.: ἆρά γε I 6 ἔσται I: ἐστιν a 8 ὀμώσας, ut videtur, I pr., corr. I1 9 εὐόρκησεν a 10 ἐπιόρκησεν a ἄρα a: om. I 13 μὲν I: om. a 14 αὐτῷ a: om. Ι 16 εἶναι τι καὶ εἶναι Arist. (τι καὶ εἶναι om. Af) 20 πλὴν om. Arist. (sed habet D) 21 —23 ἀλλὰ—οὐκ εὐορκεῖ iterant al: non iterat A 23 τῆ al: πῶς Α 25 πείθεσθαι conicio 26 δὲ aAI: delevi ψευδεῖ a 28 ὁ om. a post ψεύδεσθαι add. τι a 30 καὶ prius om. Α εἶτα ἐπῆγον· ἀλλὰ μὴν ὁ εἰπὼν τὸν ὀφθαλμὸν λευκὸν ψεύδεται· ἀλλὰ καὶ ἀληθεύει· ἅμα γάρ ἐστι λευκὸς καὶ οὐ λευκός. λέγει δὲ καὶ τούτου τὴν αὐτὴν εἶναι λύσιν, ἀλλὰ διὰ τὸ μὴ εἶναι εὐθεώρητον, καὶ μάλιστα ἐν οἷς τὰ ἀντικείμενα ὁμοίως ὑπάρχει, πότερον δεῖ φάσκειν, ἆρα τὸ ἀληθεύειν ἢ τὸ ψεύδεσθαι, τὴν δυσκολίαν παρέχεται. οὐδὲν δὲ κωλύει τὸν αὐτὸν ἁπλῶς μὲν εἶναι ἀληθῆ πῇ δὲ ψευδῆ, ὡς ἐπὶ τοῦ Αἰθίοπος καὶ τοῦ μὴ ὄντος· ὁ γὰρ τὸν Αἰθίοπα μέλανα λέγων ἁπλῶς μέν ἐστιν ἀληθής, πῇ δὲ ψευδής· ὁ δὲ λέγων αὐτὸν λευκὸν ἀπλῶς μὲν ψευδής, πῇ δὲ ἀληθής. τὸ δὲ ἢ τινὸς λέγοι ἄν ἐφ’ οὗ τὸ ἥμισυ λευκόν, τὸ δὲ ἥμισυ οὐ λευκόν· οὗτος γὰρ οὕτε ἀπλῶς ἐστιν ἀληθὴς πῇ δὲ ψευδής, οὔτε ἔμπαλιν ἁπλῶς μὲν ψευδὴς πῇ δὲ ἀληθής, ἀλλὰ τινός, ἤτοι ἐπίσης καὶ ψευδὴς καὶ ἀληθής. δύναται καὶ ἐκ παραλλήλου τὸ τινὸς κεῖσθαι· ὁ γὰρ πῇ ψευδόμενος ἢ ἀληθεύων κατά τι ψεύδεται ἢ ἀληθεύει καὶ οὐχ ἁπλῶς. τὸ δὲ καὶ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ μή ἴσον ἐστὶ τῷ ‘εἶναι κατά τι μὲν ἀληθῆ, ἀπλῶς δὲ μὴ ἀληθῆ’· ὁ γὰρ κατά τι ἀληθεύων ἐπί τι ἀληθὴς καὶ οὐχ ἀπλῶς ἀληθής ἐστι. δύναται δέ τις καὶ ὡς οὕτως ἐρωτωμένου τοῦ σοφίσματος ἀκούειν· ἆρά γε ἐνδέχεται τὸν αὐτὸν ἅμα καὶ ψεύδεσθαι καὶ ἀληθεύειν; οὔ· ἀλλὰ μὴν ὁ λέγων ‘ἐγὼ ψεύδομαι’ ἅμα καὶ ψεύδεται καὶ ἀληθεύει· ψεῦδος ἄρα τὸ ‘οὐκ ἐνδέχεται τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν καὶ ψεύδεσθαι’. τὰ δὲ ἐφεξῆς κείμενα σοφίσματα σαφῆ εἰσι, καὶ πλεῖστα τούτων τὰ παραδείγματα καὶ ἐν τοῖς τοπικοῖς.