p. 177b 22 Ἄρα ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ταῦτα ποιή- σαις ἀν’; Καὶ τοῦτο παράδειγμά ἐστι τοῦ παρὰ σύνθεσιν παραλογισμοῦ. ἠρωτᾶτο δὲ οὕτως παρὰ τῶν σοφιστῶν· ἆρα ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ταῦτα ποιήσαις ἄν; ναί· οὐ κιθαρίζων δὲ ἔχεις δύναμιν τοῦ κιθαρίζειν; ναί· κιθαρίσαις ἄν ἄρα οὐ κιθαρίζων. θεὶς δὲ αὐτὸς τὸ σόφισμα καὶ τὴν ἀληθῆ προσθεὶς τοὐ σοφίσματος λύσιν, ὅτι οὐ δύναμιν ἔχει τοῦ ἅμα μὴ κιθαρίζειν καὶ κιθαρίζειν, ἀλλ’ ὅτι τοῦ μετὰ ταῦτα κιθαρίσαι, καὶ ὅτι παρὰ τὴν σύνθεσίν ἐστιν ἡ παραγωγὴ καὶ τὸ σόφισμα, ἐπιμέμφεται τοὺς οὐχ οὕτω λύοντας μηδὲ λέγοντας ὅτι παρὰ τὴν σύνθεσιν ὁ παραλογισμός, ἀλλ’ ἐπ’ ἄλλα φερομένους καὶ λέγοντας <ὡς> μὴ δύναται ποιεῖν, πάντως, τουτέστι καὶ ἐξ ἀνάγκης δύναται. εἰ γὰρ ταὐτὸν ἦν, φασί, τὸ δυνατὸν τῷ ἀναγκαίῳ, τότε ἔδει λέγειν ‘μὴ κιθαρίζων κιθαρίσαις 4 σπουδαῖον om. Arist. cf. vs. 7 10 post δύναται add. δὲ a 18 ἐστιν om. Α 19 ναί AI: om. a Arist. 21 νῦν AI: om. a 26 —28 ἆρακιθαρίζων om. Α 32 τὴν AI: om. a 33 ἄλλα Α: ἄλλου al ὡς addidi 35 κιθαρίζαις (sic) a ἄν, ἐπειδὴ δύνασαι κιθαρίζειν, τὸ δὲ δυνατὸν ἀναγκαῖον, πᾶν δὲ ἀναγκαῖον ὄν’· πάν γὰρ ἀναγκαῖον ὄν, ὥσπερ καὶ πᾶν ἀδύνατον μὴ ὄν. εἰ οὖν ταὐτὸν ἦν, φασί, | τὸ δυνατὸν τῷ ἀναγκαίῳ, τὸ δὲ ἀναγκαῖον ὄν, ἐπειδὴ δέδωκε f. 47r κιθαρίζειν δύνασθαι, δέδωκε καὶ ὅτι κιθαρίζει μὴ κιθαρίζων. ἐπειδὴ δὲ οὐκ ἔστι ταὐτόν, οὐδὲ τὸ κιθαρίζειν δέδωκεν· οὐ γάρ, φασί, δέδωκε καὶ ἐξ ἀνάγκης ποιεῖν, ἤιοι κιθαρίζειν, εἰπὼν ὅτι δύναται ποιεῖν καὶ κιθαρίζειν· οὐ γὰρ ταὐτόν ἐστι τὸ δυνατὸν καὶ τὸ ἀναγκαῖον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐ ταὐτὸ δ’ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύναται ποιεῖν. ἀλλὰ φανερόν, φησίν, ὅτι οὐ καλῶς λύουσιν· εἰ γὰρ ὁ παραλογισμὸς ἦν ἐκ τοῦ τὸ δυνατὸν λαβεῖν ὡς ταὐτὸν ὂν τῷ ἀναγκαίῳ, ἔδει τῶν παρὰ ταὐτὸν λόγων τὴν αὐτὴν εἶναι λύσιν, τουτέστιν πάντων τῶν ὁμοίων τῷ λόγῳ τούτῳ λόγων, ἤτοι τῶν παρὰ τὴν σύνθεσιν, ὡς ἡμεῖς λέγομεν, ἀπατώντων ἀλλὰ μὴ παρὰ τὸ δυνατὸν καὶ ἀναγκαῖον, ὡς ἐκεῖνοι λέγουσιν, ἔδει οὖν πάντων τούτων τὴν αὐτὴν εἶναι λύσιν. οὔτε δὲ ἐπ’ ἐκείνων ἁρμόσοι ἄν ἡ λύσις αὕτη οὔτε ἐπὶ τούτου, εἰ οὕτω πὼς ἐρωτηθείη· ἆρ’ ὡς συγχωρεῖς καὶ τίθεσαι, καὶ ἃ συγχωρεῖς καὶ τίθεσαι, οὕτω καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δὲ συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν; ναί· οὐ κιθαρίζων ἄρα κιθαρίζεις. ἐνταῦθα αἱ μὲν Ἀριστοτέλους λύσεις ἁρμόσουσιν, ἡ δὲ ἐκείνων οὐδαμῶς. οὐδὲν δὲ κωλύει τῆς λέξεως πάλιν μνησθέντας λέγειν. οὐ γὰρ πάντως, φασὶ μὴ καλῶς λύοντες, ὡς δύναται ποιεῖν, δεδόσθαι ποιήσειν, τουτέστιν οὐ κατὰ πᾶν σημαινόμενον τοὐ δυνατοῦ δέδωκε τῷ δύνασθαι κιθαρίζειν ἤδη καὶ τὸ μὴ κιθαρίζειν, δύνασθαι δὲ κιθαρίζειν· ἀλλὰ τὸ μὲν ‘ὡς δύναται κιθαρίζειν, κιθαρίσει’ δηλοῖ ὅτι δύναμιν ἔχει μὴ κιθαρίζων νῦν μετὰ ταῦτα κιθαρίσαι· τὸ δὲ ‘πάντως δύναται κιθαρίζειν’ δηλοῖ καὶ τὸ ὅτε οὐ κιθαρίζει, ὅτι ἤδη κιθαρίζει, ὅπερ ψεῦδος, τὸ λέγειν ὅτι δύναμιν ἔχει, ὅτε οὐ κιθαρίζει, τότε κιθαρίζειν ὡς ἅμα εἶναι κιθαρίζοντα καὶ μὴ κιθαρίζοντα. λέγει οὖν ὁ Ἀριστοτέλης μὴ καλῶς αὐτοὺς λύειν· εἰ γὰρ οὕτως τις ἐρωτήσει τὸν λόγον ‘ἆρ’ ὡς συγχωρεῖς καὶ τίθεσαι, καὶ ἃ συγχωρεῖς καὶ τίθεσαι, οὕτως καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δὲ συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν; ναί· οὐ κιθαρίζων ἄρα κιθαρίζεις’, εἰ οὖν οὕτως ἔροιτό τις τὸν λόγον, ἡ μὲν τοῦ Ἀριστοτέλους λύσις ἁρμόσει, ἡ λέγουσα παρὰ τὴν σύνθεσιν εἶναι τὸ σόφισμα, ἡ δὲ τῶν ἄλλων λόγων οὐδαμῶς. ὅτι δὲ παρὰ τὴν σύνθεσιν τὸ σόφισμα, δῆλον· οὐκ ἔδει γὰρ συμπεράνασθαι ὅτι οὐ κιθαρίζων ἄρα κιθαρίζεις, ἀλλ’ ὅτι οὐ κιθαρίζων ἄρα συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν· τοῦτο δὲ οὐκ ἀδύνατον. 8 ταὐτὸν (DT) a 9 φησιν I: ἐστι a 10 τοῦ I: τούτου a ἀν(??) I 12 ἤγουν a 16 συγχωρεῖ (post ὡς) I 20 μνησθέντας I: μνησθέντα a 22 τῷ scripsi: τὸ al 23 κιθαρίζειν tertium a: κιθαρίσειν I 24 ἔχει v: ἔχω al 25 ὅτι ante ὅτε trausposuerim 29 ἆρ’ v cf. vs. 16: ἀλλ’ al 31 οὖν I: om. a p. 177b 36 Παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν. Ὅπερ καὶ κατ’ ἀρχὰς εἶπε, τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι παρὰ τὴν προσῳδίαν οὐ πάνυ ῥᾳδίως παραλογισμοὶ γίνοιντ’ ἄν οὕτε ἐν τοῖς γεγραμμένοις μένοις λόγοις οὔτε ἐν τοῖς λεγομένοις. πλὴν ἐκεῖ ἔλεγεν ὡς “μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον”, ἐν δὲ τοῖς ἐγγράφοις * * * * οὐδαμῶς, πλὴν εἰ καὶ δοίημέν τινας γίνεσθαι, ὀλίγοι τινὲς εὑρεθήσονται. οἷός ἐστιν ὁ λέγων· ἆρ’ ἔστι τὸ οὗ καταλύεις οἰκία; ναί· οὐκοῦν τὸ οὐ καταλύεις τοῦ καταλύεις ἀπόφασις; ναί· ἡ οἰκία ἄρα αποφασις. παρὰ τὴν προσῳδίαν τὸ σόφισμα, ἐν μὲν τῇ πρώτῃ προτάσει τὸ οὗ καταλύεις περισπωμένως δοθέντος, ἐν δὲ τῇ δευτέρᾳ οὐχ οὕτως ληφθέντος. p. 178a 4 Δῆλον δὲ καὶ ἐν τοῖς παρὰ τὸ ὡσαύτως λέγεσθαι τὰ μὴ ταύτα. Ένταῦθα καὶ περὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως γινομένων ἐλέγχων φησί. δῆλον οὖν, φησί, πῶς ἀπαντητέον πρὸς τούτους, εἴπερ ὥρισται ἡμῖν ὅτι δέκα τὰ ἀνωτάτω γένη. ὁ μὲν οὖν ἀποκρινόμενος ἐρωτηθεὶς εἰ ὁ Σωκράτης, ὅς ἐστιν οὐσία, πρὸς τί ἐστιν, ἀνανεύει (τοῦτο γὰρ δηλοῖ τὸ μὴ ὑπάρχειν τι τούτων, τουτέστι τῶν ἐννέα γενῶν, ὅσα τί ἐστι καὶ οὐσίαν σημαίνει)· ὁ δὲ ἐρωτῶν δείκνυσι τὴν οὐσίαν ἢ ποσὸν ἢ πρός τι ἢ ἄλλο τι νομιζόμενον οὐσίᾳ εἶναι. οἷον ἐρωτᾷ εἰ ὁ Σωκράτης πατήρ· ὁ δὲ ἐρωτώμενος ὁμολογεῖ τοῦτο οὐχὶ πρός τι καὶ συμβεβηκὸς τὸν Σωκράτην νομίζων ἀλλ’ ὡς υἱὸν ἔχον|τα· ὁ δὲ συνάγει εὐθὺς τῷ τὸν Σωκράτην f. 47 πατέρα εἶναι, τοῦτον δὲ πρός τι, τὸ δὲ <πρός τι> συμβεβηκὸς καὶ αὐτὸν εἶναι συμβεβηκός. ἔστι δὲ ἡ παραγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρά γε ὁ Σωκράτης πατήρ; ναί· ἆρά γε ὁ πατὴρ τῶν πρός τι; ναί· ὁ Σωκράτης ἄρ τῶν πρός τι· ὁ Σωκράτης ἄρα συμβεβηκός. ἃ δὲ ἐφεξῆς τίθησι παραδείγματα οὐκ εἰσὶ τοῦ συνάγοντος ἐλέγχου καὶ δεικνύντος οὐσίαν συμβεβηκὸς ἢ τὸ ἀνάπαλιν, ἀλλὰ τοῦ τὸ πάθος ὑπὸ τὸ ποιεῖν ἀνάγοντος. ἠρώτων γὰρ οἱ σοφισταὶ εἰ τὸ αὐτό ἐστι ποιεῖν τε καὶ πεποιηκέναι· τοῦ δὲ ἀποκρινομένου ἀρνουμένου (οὐδὲ γάρ ἐστιν ἀληθῶς ταὐτὸ τὸ ποιεῖν τῷ πεποιηκέναι· τὸ μὲν γὰρ πεποιηκέναι ἐπὶ τῶν ἤδη γεγονότων λέγεται, τὸ δὲ ἐπὶ τοῦ νῦν ἐνεργοῦντος) προσηρώτων καὶ αὖθις εἰ τὸ αὐτὸ ἐνδέχεται ὁρᾶν καὶ ἑωρακέναι, ὃ καὶ ἀληθὲς καταφαίνεται· ὃ γὰρ εἶδον πρότερον, 2 καὶ a: om. I κατ’ ἀρχὰς] c. 4 p. 166b1 sq. 5 ἐγγράφοις Α: ἀγράφοις al 6 supple velut μᾶλλον, ἐνταῦθα δὲ ὡς οὔτε ἐν τοῖς ἀγράφοις οὔτε ἐν τοῖς ἐγγράφοις 7 οἷος I: οἷόν a 10 δὲ I: om. a 16 ὅτι postea add. I1 ἀνώτατα a 20 ἐρωτᾶ AI: ἐρωτῶν a 23 δὲ prius al: εἶναι A τὸν (post τι) Α πρός τι addidi 24 ἔστι—τοιαύτη al: ἠρωτᾶτο δὲ τό σόφισμα οὕτως Α 25 ναί. ἀρά γε al: τί δὲ Α 26 τῶν om. Α 30 ταὐτὸ a: ταὐτὸν Α: compend. I καὶ νῦν τὸ αὐτὸ ὁρᾶν οὐδὲν ἀπεικός. ἀλλὰ μὴν τῇ προφορᾷ τῆς λέξεως ταὐτὸ δοκοῦσιν εἶναι τὸ ποιεῖν τῷ ὁρᾶν καὶ τὸ πεποιηκέναι τῷ ἑωρακέναι, καὶ ἢ οὐκ ἐνδέχεται τὸ αὐτὸ ὁρᾶν ἰαὶ ἑωρακέναι, ἢ εἰ ἐνδέχεται ταῦτα, ἐνδέχοιτο ἂν καὶ τὰ ἄλλα. καὶ πάλιν ἐρωτῶσιν εἰ τὸ πάσχειν ποιεῖν ἐστιν· ὃ μὴ ὁμολογήσαντος τοῦ ἀποκρινομένου φασὶν ὅτι, ἐπειδὴ ὁμοίως λέγεται τὸ τέμνεσθαι καὶ καίεσθαι καὶ αἰσθάνεσθαι, ἀνάγοιντο ἂν ὑπὸ τὸ πάσχειν· ἀλλὰ καὶ τὸ τέμνειν καὶ λέγειν καὶ τρέχειν ὁμοίως ἐκφερόμενά εἰσι· καὶ λοιπὸν ἀναχθείησαν ὑπὸ τὸ ποιεῖν· ἀλλὰ τὸ ὁρᾶν πάθος ἐστὶ καὶ ὑπὸ τὸ πάσχειν ἀνάγεται. φησὶν οὖν ὁ Ἀριστοτέλης, ὡς εἴ τις μὴ συγχωρήσοι μὲν τὸ ἅμα ποιεῖν καὶ πεποιηκέναι, φαίη δὲ ἐγχωρεῖν ὁρᾶν καὶ ἑωρακέναι τὸ αὐτό, καὶ ἀπλῶς εἰπεῖν ταῦτα πάντα ὁμολογήσας οὐκ ἐλήλεγκται ὅσον ἐπὶ τούτῳ, εἰ μὴ ἐνεργείᾳ ἐρωτηθείη, τί οἴεται περὶ τοῦ ὁρᾶν, εἰ ὑπὸ τὸ πάσχειν ἀνάγεται. καίτοι ὁ ἀκροατὴς ἀμαθὴς ὢν οἴεται δοῦναι τὸν ἀποκρινόμενον τοῦτο, ὅτε δηλαδὴ ὡμολόγησε ταὐτὸ εἶναι τὸ λέγειν, τρέχειν, ὁρᾶν καὶ τέμνειν, ὡμολόγησε δὲ καὶ ὅτι τὸ τέμνειν ποιεῖν ἐστι. πλὴν ἐρεῖ ὁ ἀποκρινόμενος κατὰ τὴν λέξιν ταὐτὰ ὁμολογῆσαι ταῦτα. οὐκ ἐλήλεγκται οὖν, φησίν, ὁ οὕτως ἀποκρινόμενος. εἰ δ’ οἴεται τὸ ὁρᾶν ποιεῖν εἶναι, ἐλήλεγκται· ἔτι γὰρ προσδεῖται ὁ ἀποκρινόμενος ἐρωτηθῆναι εἰ τὸ ὁρᾶν ὑπολαμβάνει ποιεῖν, εἰ καὶ παρ’ ἁ τῶν ἀκουόντων ὑπολαμβάνεται συγχωρῆσαι τοῦτο, ὅτε ἠρωτᾶτο εἰ τὸ τέμνειν ποιεῖν ἔδωκε καὶ τὸ τετμηκέναι πεπο¦ιηκέναι καί τινα ὅμοια· ὁ γὰρ ἀκούων αὐτίκα προστίθησι ταὐτὸν εἶναι τὸ ὁρᾶν τῷ ποιεῖν. τὸ δὲ οὐκ ἔστιν ὁμοίως λεγόμενον τῷ ποιεῖν· φαίνεται δὲ διὰ τὴν προφοράν. φησὶ δὲ καὶ ὅτι ὃ συμβαίνει ἐν ταῖς ὁμωνυμίαις, τὸ αὐτὸ καὶ ἐπὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως· ὡς γὰρ ἐπ’ ἐκείνων οὐχ ὃ κατέφησεν ὁ ἀποκρινόμενος πρᾶγμα, ἀποφάσκει ὁ σοφιστής, ἀλλὰ ὄνομα μὲν ταὐτόν, πρᾶγμα δὲ οὔ, οὕτω καὶ ἐνταῦθα ὁ σοφιστὴς τὸ ὁρᾶν καὶ τὸ τέμνειν καὶ τὸ τρέχειν ὡς ὅμοια τῇ προφορᾷ λαμβάνων ἀπατᾷ λέγων καὶ τὸ ὁρᾶν ποιεῖν, ὅπερ οὐκ ἔστιν ἔλεγχος ἀληθής. ἀλλὰ δεῖ τὸν ἐλέγξαι ἀληθῶς μέλλοντα ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων οὕτως καὶ ἐπὶ τούτων ποιῆσαι καὶ ἐρωτῆσαι εἰ τὸ ὁρᾶν ποιεῖν ἐστιν. ἀναληπτέον δὲ αὖθις τὸ ‘ἆρα ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι;’. τὸ σόφισμα τοιοῦτον· ἆρ’ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι; οὔ· ἀλλὰ μὴν ἐνδέχεται ἅμα ὁρᾶν καὶ ἑωρακέναι· ὥστε καὶ ποιεῖν καὶ πεποιηκέναι. παρὰ τὸ σχῆμα τῆς λέξεως τὸ σόφισμα· τὸ γὰρ ὁρᾶν πάσχειν ἐστί, τὸ δὲ ποιεῖν ἐνεργεῖν· οὐκ ἀνάγκη δὲ τὰ τῷ διαφόρῳ συμ- 2 ταὐτὸν Α 3 ταῦτα AI: ταὐτὸ a 6 καὶ prius a: om. I 7 ante λέγειν sive ante τρέχειν adde ὁρᾶν καὶ 8 fort, ἀναχθείησαν <ἂν> cf. vs. 6 10 I: συγχωρήσει Α: συγχωροίη a τὸ <αὐτὸ> ex Arist. v 13 ἀνάγοιτο 14 τὸ a 16 ταὐτὰ a: ταὐτὸν I 17 οὗτος a 18 εἶναι aA: ἐστιν I 19 ὑπολαμβάνει a: ὑπολαμβάνοι AI post εἰ alt. add. δὲ a 24 φησὶν ὅτι ὅπερ καὶ ἐν ταῖς ὁμωνυμίαις συμβαίνει Α 27 οὐ AI: οὐχί a 29. 30 ἀληθῶς μέλλοντα AI: inv. ord. a 30 καὶ prius om. Α 34 ante ὁρᾶν add. καὶ Α post ὁρᾶν expunxit τὲ I καὶ (post ὥστε) aA: om. I βαίνοντα καὶ τῷ λοιπῷ συμβαίνειν. τοιοῦτον καὶ τὸ τοιόνδε σόφισμα· ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δέ εἰμι ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ. κἀνταῦθα τὸ μὲν ἐγὼ καὶ σὺ ἐπὶ τῶν ἀτόμων λέγεται, ὁ δὲ ἄνθρωπος ἐπ’ οὐδενὶ τῶν ἐν μέρει. γέγονεν οὖν ὁ παραλογισμὸς διὰ τὸ οὐ τινὶ ὡς τινὶ χρήσασθαι· τὸ γὰρ τόδε | τι ἐπὶ τῆς ἀτόμου οὐσίας λέγεται, ὡς f. 48r ἐν Κατηγορίαις εἴρηται· ‘‘δοκεῖ γάρ, φησὶν ἐκεῖ, πᾶσα οὐσία τόδε τι σημαίνειν”· ἐπὶ δὲ τῆς καθόλου οὐδαμῶς τὸ τόδε τι ἁρμόζει, εἰ καὶ δοκεῖ ὁμοίως τὸ σχῆμα τῆς προσηγορίας. ἐκ τούτων λύεται καὶ τὸ σόφισμα τὸ λέγον μὴ εἶναι τὴν κίνησιν ἐν τῷ κινουμένῳ· εἰ γάρ ἐστιν “ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ, ᾗ κινητόν” ὡς ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως σεως δέδεικται, δῆλον ὅτι ἐν τῷ κινουμένῳ ἐστί. πρὸς τοῦτο δὲ ἐνίσταντο οἱ σοφισταὶ λέγοντες ‘οὐ λέγομεν ὁρᾷ, ὁρᾶται, ὅρασις καὶ ἀκούει, ἀκούεται, ἄκουσις; ἀλλὰ μὴν ὅρασις ἐν τῷ ὁρῶντι καὶ ἄκουσις ἐν τῷ ἀκούοντι· καὶ ἡ κίνησις ἄρα ἐν τῷ κινοῦντι’. παρὰ τὸ σχῆμα τῆς λέξεως ὁ παραλογισμός· τὸ γὰρ ὁρᾶν καὶ ὅλως τὸ αἰσθάνεσθαι πάσχειν ἐστὶν ἀλλ’ οὐ ποιεῖν. p. 178a 29 Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι αὐτοῖς, εἰ ὅ τις ἔχων ὕστερον μὴ ἔχει. Ἡ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρ’ ὅ τις ἔχων μὴ ἔχει, ἀπέβαλε; ναί· ἀλλὰ μὴν ὁ δέκα ἔχων ἀστραγάλους καὶ ἀποβαλὼν τὴν ἕνα οὐκέτι ἔχει δέκα· εἰ δὲ οὐκ ἔχει δέκα, εἶχε δὲ τοὺς δέκα, ἀπέβαλεν ἄρα τοὺς δέκα, ὅπερ ἄτοπον· ἄτοπον γὰρ τὸν ἀποβαλόντα ἕνα ἀστράγαλον φάσκειν δέκα ἀποβεβληκέναι. τὸ μὲν σόφισμα τοιοῦτον. τινὲς δὲ λύειν πειρώμενοί φασι μὴ ἄτοπον εἶναι τὸ φάσκειν ὅτι τοὺς δέκα ἀπέβαλεν· οὐ γὰρ ἔτι ἔχει δέκα τὸν ἕνα ἀποβαλὼν μεθ’ οὗ καὶ ἦσαν οἱ ἐννέα ἀστράγαλοι δέκα. οὕτω μέν τινες λύειν δοκοῦσιν. ἀλλὰ δῆλον ὅτι οὐ καλῶς· ἡ γὰρ τοιαύτη λύσις πρὸς μὲν τὸν ἄνθρωπόν ἐστι, πρὸς δὲ τὸ πρᾶγμα οὐκ ἔστι. τὴν δ’ ἀληθῆ λύσιν τὴν πρὸς τὸ πρᾶγμα σαφῶς ἡμῖν ἐφεξῆς τοῦ σοφίσματος ὁ Ἀριστοτέλης παρατέθεικεν ἐν τῷ λέγειν ἢ ὃ μὲν μὴ ἔχει πρότερον καὶ ἑξῆς, δυνάμει λέγων ὅτι ὃ μέν τις πρότερον ἔχων ὕστερον οὐκ ἔχει, ἐξ ἀνάγκης ἀποβέβληκεν, οὐ μὴν δ’ ὅσον οὐκ ἔχει ἢ ὅσα οὐκ ἔχει, ἀνάγκη τοσαῦτα ἀποβαλεῖν· οὐ γάρ, εἰ μὴ ἔχει δέκα ἔχων πρότερον, ἀνάγκη δέκα ἀποβαλεῖν, ἀλλ’ ἀποβαλεῖν μέν τινα, οἷον τρία ἢ πέντε ἡ τι ἄλλο τῶν τοῦ δέκα μερῶν, δέκα δὲ οὐχί. ὅτι δὲ καὶ τοῦτο 3 καὶ superscr. A1 4 οὐδενὸς v 5 post γὰρ add. τὸ a 6 ἐν Κατηγορίαις] c. 5 p. 3b10 post οὐσία add. τὸ a 8 <κατὰ> τὸ σχ. v 10 ἡ Α: ἡ ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως] c. 2 p. 202a7 11 δὲ Al: om. a 12 καὶ cm. Α 13 ante ἄκουσις alt. add. ἡ a, superscr. I1: om. Α 14 ἄρα a: om. Al 17 συλλογισμοὶ a 18 ἔχοι I 19 μὴ ἔχη I 20 ἀπέβαλε] β postea, ut videtur, corr. I 22 ἔνα ἀστράγαλον ἀποβαλόντα a 26 λύουσιν omisso δοκοῦσιν Α 2S. 29 τοῦ σοφίσματος om. Α 32 post ἔχων add. δέκα a τὸ σόφισμα παρὰ τὸ σχῆμα τῆς λέξεως ἐστι, δῆλον ἐντεῦθεν, ὅτι ὁ μὲν ἀριθμὸς ποσόν ἡ δὲ δεκὰς ποιόν, ὥστε καὶ τὰ τρία μόνον καὶ ἀπλῶς τὰ εἴδη. εἰ δὴ ἐρωτήσας ἐπὶ τοῦ ποιοῦ συνάγει ποσόν (ἔχων γὰρ πρότερον δεκάδα οὐκ ἔχει δεκάδα· ἔχει γὰρ τὸν ἐννέα· οὐ γάρ, εἰ μὴ ἔχει τὸν δέκα, ἀνάγκη δέκα μονάδας ἀποβαλεῖν), ἐρωτήσας οὖν ποιὸν συνάγει ποσόν· παρὰ τὸ σχῆμα ἄρα τῆς λέξεως καὶ τοῦτο τὸ σόφισμα. δῆλον δὲ τοῦτο καὶ ἐντεῦθεν· ἐρωτήσας γὰρ ἐπὶ τῆς δεκάδος, ἥτις ἐστὶ ποιόν (τὰ γὰρ εἴδη οὐσιώδεις ποιότητες) συνάγει τὸ ὅσα, ἤγουν ἐρωτήσας ποιὸν συνάγει ποσόν. εἰ γάρ, φησί, μὴ οὕτως ὡς προηνέχθη τὸ σόφισμα ἠρώτα ὁ σοφιστὴς ἀλλὰ οὕτως ‘ἆρά γε, εἴ τις μὴ ἔχοι ὕστερον ὅσα εἶχε πρότερον, ἀποβέβληκε τοσαῦτα; οἷον εἴ τις μὴ ἔχοι δέκα ἔχων πρότερον δέκα, ἀποβέβληκε δέκα;’, οὐδεὶς ἂν ἔδωκεν, ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι, τουτέστιν ἀλλ’ εἶπεν ἄν ὅτι δέκα μὲν οὐκ ἀποβέβληκε, τοσαῦτα δέ, οἷον εἰ τύχοι τρία ἤ τι τῶν τοῦ δέκα μερῶν. p. 178a 37 Καὶ ὅτι δοίη τις ἂν ὃ μὴ ἔχει· οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγαλον. Τὸ σόφισμα τοιοῦτον· ἆρα δοίη ἄν τις ὃ μὴ ἔχει; οὔ· ὅδε δὲ οὐκ εἶχεν ἕνα μόνον ἀστράγαλον, δέδωκε δὲ ἕνα· δέδωκεν ἄρα ὃ οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα δέδωκεν ἕνα· δοίη ἄν τις ὃ μὴ ἔχει. ἡ λύσις ὅτι οὐ δέδωκεν ὃ οὐκ εἶχε· πολλὰ γὰρ ἔχων εἶχε καὶ ἕνα. ὥστε οὐ δέδωκεν ὃ οὐκ εἶχεν (εἶχε γὰρ τὸν ἕνα), ἀλλ’ ὡς οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα μόνον δέδωκεν ἕνα μόνον. ὡς γὰρ τὸ μόνον οὔτε τό ’δε τι σημαίνει, οἷον οὐσίαν, οὔτε ποιόν (οὐδενὸς γὰρ τούτων ἐστὶ σημαντικόν), ἀλλ’ ὡς ἂν εἶπέ τις ἄσχετον σχέσιν, οἷον ὅτι καθ’ αὑτό ἐστιν ἀλλ’ οὐ μετά τινος ἄλλου, οὕτως καὶ τὸ μὴ μόνον τὸ μετ’ ἄλλου ὂν δηλοῖ. σαφηνίζων δὲ τὸ παραληφθὲν σόφισμα καὶ ἕτερον προσλαμβάνει παράδειγμα τόδε· ἆρ’ ὃ μή τις ἔχει δοίη ἄν; οὔ· ἆρά γε δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως; ναί· δοίη ἄν τις λοιπὸν ὃ μὴ ἔχει. λύων οὖν καὶ τοῦτο τὸ σόφισμα λέγει τὸ | γὰρ ταχέως οὐ f. 48v τόδε διδόναι ἀλλ’ ὧδε διδόναι ἐστίν, ὅπερ ἴσον ἐστὶ τῷ ‘τὸ γὰρ ταχέως τὸν τρόπον τῆς δόσεως δηλοῖ πῶς δίδωσι, οὐ μὴν ὃ οὐκ ἔχει ἢ ο ἔχει. 2 ποιόν corr. Ι1, ποσόν I pr. fort. ὥσπερ καὶ ἡ τριὰς ποιὸν 3 ἐρωτήσας a: ἐρώτησις 1 8 ἤδη a 10 et 11 μὴ ἔχει Α 11 δέκα, δέκα ἔχων πρ. Α 12 post ἔδωκε add. δέκα ἀποβαλεῖν ἀστραγάλους Α 14 τύχη a 18 ἕνα μόνον I Arist., inv. ord. a (T) 19 fort. <ἄρ᾿> ἄν: <ἄρα> ἄν v 20 οὐκ ἔδωκεν Α ἔχων γὰρ ἀστραγάλους δέκα εἶχε Α 21 post γὰρ add. καὶ Α 22 ἔχων γὰρ I: inv. ord. Α: ἔχων a 24 post ἀλλ’ ὡς add. ἔχει πρός τι· ἤγουν ἀλλὰ τὸ μόνον δηλοῖ, ὡς Α αὐτό Av: αὐτόν Ι: ἑαυτόν a 25 καὶ οὐ Α μετά AI: κατά a ἄλλου τινός Α 28 τι aA Arist.: om. I (A) 31. 32 ὃ ἔχει, ἡ ὃ οὐκ ἔχει I