p. 177a 18 Ὅσοις δ’ ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη. ’Ev ὅσοις δέ, φησίν, ἐν τοῖς ἐρωτήμασίν ἐστι τὸ διττόν, οὐκ ἀνάγκη προαποφάσκειν, τουτέστιν οὐ δεῖ ἁπλῶς ἀποφάσκειν καὶ λέγειν ὅτι οὔ, ὅταν πῇ μέν ἐστιν ἀληθὲς πῇ δὲ ψευδές. ἐπὶ τούτων δὴ οὗν οὐκ ἀνάγκη προαποφάσκειν· ψευδῶς γὰρ ἀποφάσκοις ἄν. ὅταν δὲ ὅλως ᾖ ψεῦδος, δεῖ ἀποφάσκειν· οἷον ἆρά γε ὁ Αἴας Θερσίτῃ ἐμονομάχησεν; οὔ· ἐνταῦθα γὰρ ἀνάγκη προαποφῆσαι· οὐδεὶς γὰρ τοῖν Αἰάντοιν Θερσίτῃ ἐμονομάχησεν. ἐπὶ δὲ τοὐ ‘ἀρά γε ὁ ἐπιστάμενός τι λέγειν καὶ ἐκεῖνο συνεπίσταται ὃ λέγει;’ οὐκ ἀνάγκη ἀποφῆσαι· ἐπὶ γὰρ τοῦ ἐπιστήμονος ψεῦδος τὸ ἀποφῆσαι· συνεπίσταται γὰρ ὁ ἐπιστήμων ἃ λέγειν ἐπίσταται. ἐπὶ μὲν οὖν τούτων οὐκ ἀνάγκη. ἐπὶ δὲ τοῦ συμπεράσματος ἀνάγκη λέγειν οὔ· οἷον ‘οὐκ ἄρα συνεπίσταται ὃ ἐπίσταται λέγειν’· ῥητέον οὔ· ψεῦδος γὰρ τὸ τοὺς ὡδὶ ἐπισταμένους, οἷον τοὺς ἐπιστήμονας, [τὸ] μὴ συνεπίσταθαι λέγειν ἐπίστανται. εἰπὼν δὲ ὅτι οὐκ ἀνάγκη προαποφῆσαι τὸ διττόν, τὴν αἰτίαν ἐπήγαγε τούτου διὰ τοῦ οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος, τουτέστιν οὐ γὰρ πρὸς τοῦτο τὸ ἐρώτημά ἐστιν ὁ λόγος ἀλλὰ διὰ τοῦτο, ἤτοι τὸ συμπέρασμα· διὰ γὰρ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα. καὶ ἐπεὶ διὰ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα, ἐν δὲ τῷ ἐρωτήματι ἄδηλόν ἐστι τὸ συμβαῖνον (ἀγνοοῦμεν γὰρ εἴτε ἐπὶ τοῦ ἐπιστήμονος εἴτε ἐπὶ τοῦ παιδὸς τὸν λόγον συμπερανεῖ), οὐκ ἀνάγκη προαποφάσκειν, ἀλλὰ λέγειν ὅτι ἴσως ἢ ὅτι ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, ὅπερ αὐτὸς ποίει. p. 117a 20 ’Ev ἀρχῇ μὲν οὖν τὸ διπλοῦν καὶ ὄνομα καὶ λόγον. ἰπῶν πῶς οὐ δεῖ ἀποκρίνεσθαι δι’ ὧν ἔλεγεν ὅτι ὅσοις δ’ ἐν τοῖς ἐρωτήμασίν ἐστι τὸ διττόν, οὐκ ἀνάγκη προαποφῆσαι, νῦν διδάσκει καὶ πῶς δεῖ τὰς ἀποκρίσεις | ποιεῖσθαι. καὶ φησὶν ὅτι, ὅταν ἐν τῇ ἀρχῇ, f. 45r τουτέστιν ἐν τῇ προτάσει, ἢ ὄνομά τι ἔχῃ τὸ διττὸν ἢ ὁ λόγος, δεῖ εὐθὺς ἅμα τῇ ἐρωτήσει μὴ συγχωρεῖν αὐτὴν καὶ κατανεύειν, ἀλλὰ λέγειν ὡς ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ.· καὶ ἐπάγει πρὸς σαφηνισμὸν τούτου τὸ σιγῶντα λέγειν· ὡς γὰρ ἐπὶ τούτου, φησίν, ὅταν ἐρωτηθῶμεν ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’, λέγομεν ὡς ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, οὕτω ποιητέον καὶ ἐν πᾶσι τοῖς ἄλλοις. ἐὰν δέ, φησί, πολλάκις συμβαίνῃ ἐπιλαθόμενόν τινα τοῦ ὅτι διττός ἐστιν ὁ λόγος δοῦναι τὸ ἐρωτώμενον, φησὶν 4 δὴ I: δεῖ a 5 ψευδῶς] ὦ non satis liquet in I 7 τοῖν αἰάντοιν a: τῶν αἰάντων I 8 τί I: τὸ a λέγειν a: λέγει I 13 τὸ alt. delevi 14 ἐπίστανται v: ἐπίσταται al 17 post ἤτοι τὸ expunxit ἐρώτημα I 27 ἢ prius AI: ἡ ἐν a ὄνομά τι scripsi: ὀνόματι aAl ἔχει a ὁ om. Α 28 καὶ aA: om. I 31 λέγομεν AI: λεκτέον a 32 συμβαίνη a: συμβαίη I ὡς ἔστι πάλιν διορθώσασθαι· ἐπὶ τῷ συμπεράσματι (τέλος γάρ φησιν, ὡς πολλάκις εἴπομεν, τὸ συμπέρασμα)· ἐν γὰρ τῷ συμπεράσματι, ὁπηνίκα τοῦτο συνάγεται παρὰ τοῦ ἐρωτῶντος, προστεθέντα τινὰ τῇ ἐρωτήσει ἀπείρξουσι τὸν συλλογιζόμενον συλλογίσασθαι. ἐπάγει δὲ καὶ τούτου παράδειγμα, ὅ τοιοῦτόν ἐστιν· ἠρώτησεν ὁ σοφιστὴς ἀρ’ ἔστι σιγῶντα λέγειν; οὐκ ἔφησεν ὁ ἀποκρινόμενος ὅτι ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, ἀλλὰ ὅλως ἀπέφησε· συνεπεράνατο δ’ ἐκεῖνος ὅτι ἄρ’ ἔστι σιγῶντα λέγειν. πῶς γοῦν ἀποδράσει πάλιν τὸν ἔλεγχον ὁ ἀποκρινόμενος; ὁπηνίκα ἐκεῖνος ἐξάγει τὸ συμπέρασμα λέγων ‘ἄρ’ ἔστι σιγῶντα λέγειν’, προστιθεὶς αὐτὸς ‘οὔ· ὁ γὰρ Σωκράτης ὅδε σιγῶν οὐ λέγει’. ὡσαύτως ποιητέον καὶ ἐν τοῖς ἔχουσι τὸ διττὸν ἐν ταῖς προτάσεσιν, εἰ μὴ φθάσοι ὁ ἀποκρινόμενος τότε τοῦτο προδιαστείλασθαι. τὰ δὲ ἑξῆς σαφῆ εἰσι καὶ τοῖς ῥηθεῖσι παραπλήσια. p. 177a 33 Φανερὸν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν πῶς λυτέον. Εἰπὼν πῶς δεῖ ἀποκρίνεσθαι ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν βολίαν ἐλέγχοις καὶ διδάξας ἀρκούντως περὶ αὐτῶν. νῦν καὶ περὶ τῶν παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν παραλογισμῶν τὸν λόγον ποιεῖται καὶ πῶς λυτέον αὐτοὺς σαφηνίζει. ἄν γὰρ ὁ λόγος, φησίν, ὁ αὐτὸς ἕτερόν τι σημαίνει διαιρούμενος καὶ ἕτερον συντιθέμενος, συμπεραινομένου τοῦ συλλογιζομένου αὐτὸς ἀεὶ τὸ ἐναντίον λέγε. παρὰ δὲ τὴν σύνθεσιν αὐτοὺς ἢ τὴν διαίρεσιν εἶπε, διότι τὸ αὐτὸ ἀπὸ τοῦδε διαιρούμενον συντίθεται τῷδε καὶ συντιθέμενον τῷδε διαιρεῖται ἀπὸ τοῦδε. οἷον ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει· τὸ οὖν βαδίζειν διαιρεθὲν ἀπὸ τοῦ ‘δύναται’ συνετέθη τῷ Σωκράτει, καὶ γέγονεν ὁ παραλογισμὸς ὁ λέγων ‘ὁ Σωκράτης ἄρα βαδίζει’ ἐπεὶ οὖν τοῦ αὐτοῦ, οἷον τοὐ βαδίζειν, ἅμα καὶ διαίρεσις καὶ σύνθεσις γίνεται, ἀλλὰ ἀπ’ ἄλλου μὲν διαίρεσις, οἷον ἀπὸ τοῦ ‘δύναται’, ἄλλῳ δὲ σύνθεσις, οἷον τῷ Σωκράτει, διὰ τοῦτο εἶπεν εἰσὶ δὲ παρὰ σύνθεσιν ἢ διαίρεσιν· οὐδὲν γὰρ διαφέρει οὕτως ἢ οὕτως λεγόμενον. διὸ καὶ ὁ Γαληνὸς τοὺς παρὰ σύνθεσιν καὶ διαίρεσιν ὡς ἕνα τρόπον ἔλαβεν εἰπὼν “παρὰ δὲ τὴν σύνθεσιν καὶ διαίρεσιν, ὅταν αὕτη ποιῇ τοῦ σημαινομένου τὴν διαφοράν”. ὅτι δὲ καὶ τὸ παρὸν σόφισμα τὸ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ 1 πάλιν ἔστι τοῦτο διορθώσασθαι ἐν τῶ Α 2 πολλάκις] velut p. 140,9 γὰρ ΑΙ: δὲ 3 προστεθέντα Α: προστιθὲν Ι: προστίθενται a 4 ἀπήρξουσι a 6 ὅτι al: ὡς A 9 immo ἐπάγει 11 φθάσει Α 19 καὶ—συντιθέμενος om. Α ἕτερον I: ἑτέρου a 21 ἢ v: ὃ al τὸ γὰρ αὐτὸ διαιρούμενον ἀπὸ τοῦδε omisso διότι Α 24 γοῦν Α βαδίζειν Α: βαδίζει al 28 σωκράτει Α: σωκράτης a: compend. I περὶ τὴν a 29 λεγόμενα Α γαληνὸς Al: ἀριστοτέλης a 30 τὴν διαίρεσιν καὶ σύνθεσιν a παρὰ δὲ κτλ.] 1. c. p. 583 cf. Prant1 Gesch. d. Logik im Abendl. I 576,107 31 αὕτη αὕτη αὐτὴ a: αὐτὴν Α: αὐτὸ I: αὐτῇ Gal. 31 —p. 143,1 τὸ παρὸν σόφισμα ὅτι παρὰ τὴν Α ἐτύπτετο;’ παρὰ τὴν σύνθεσίν ἐστι, δῆλον ἔσται, εἴπερ τὸ ὅλον ἐκθήσομεν σόφισμα. ἔστι δὲ τοῦτο· ἆρ’ ὧ εἶδες τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο; ναί· εἶδες δὲ αὐτὸν τῷ ὀφθαλμῷ τυπτόμενον· τῷ ἄρα ὀφθαλμῷ ἐτύπτετο καὶ οὐ μάστιγι, ὅπερ ψεῦδος· τὸ γὰρ ἀληθὲς ἦν ‘τῷ ὀφθαλμῷ ἄρα εἶδες τοῦτον τυπτόμενον’. γέγονε δὲ ὁ παραλογισμὸς ἐκ τοῦ διελεῖν τὸ τοῦτον τυπτόμενον ἀπὸ τοῦ εἶδες, προσθεῖναι δὲ τῷ ὀφθαλμῷ· οὐ γὰρ ‘τῷ ὀφθαλμῷ οὗτος ἐτύπτετο’ ἔδει εἰπεῖν, ἀλλὰ ‘τῷ ὀφθαλμῷ οὗτος ὡρᾶτο τυπτόμενος’ ἢ ‘τῷ ὀφθαλμῷ εἶδες τοῦτον τυπτόμενον’. καὶ ἐπεὶ τὸ ἀπὸ τῆς διαιρέσεως, ὅπερ αὐτὸς διὰ τοῦ οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν ἐδήλωσεν, ἐπεὶ οὖν τὸ ἀπὸ τῆς διαιρέσεως οὐ διττόν, τὸ δὲ ἀπὸ τῆς συνθέσεως διττόν, παρὰ τὴν σύνθεσίν ἐστι τὸ σόφισμα. διαιρεθὲν ρεθὲν γὰρ τὸ ‘ἐτύπτετο’ ἢ τὸ ‘τυπτόμενον’ ἀπὸ τοῦ ὀφθαλμοῦ, μετὰ τοῦ ‘εἶδες’ ἢ τοῦ ‘ὡρᾶτο’ συντεθέν, εἶτα τὸ συναμφότερον, τὸ ‘εἶδες τυπτόμενον’ συντεθὲν τῷ ὀφθαλμῷ ἀληθὲς συλλογίζεται ὁ λέγων ‘τῷ ὀφθαλμῷ εἶδες τοῦτον τυπτόμενον.’ | ὥστε δῆλον ὅτι τὸ παρὰ τὴν σύνθεσιν f. 45v τρόπον τινὰ παρὰ τὴν διαίρεσίν ἐστι καὶ τὸ παρὰ τὴν διαίρεσιν παρὰ τὴν σύνθεσιν. λέγει δὲ τὸ σόφισμα ἔχειν τι τῶν ἀπὸ τῆς ἀμφιβολίας· τὸ γὰρ τούτῳ ἐτύπτετο οὗτος διττόν· δύναται γάρ τις τὸ τούτῳ καὶ ἐπὶ τῆς μάστιγος, δύναται καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ νοεῖν. πλὴν παρὰ τὴν σύνθεσίν ἐστι· διαιρεθεὶς γὰρ ὁ λόγος οὐκ ἔστι διττός· τὸ γὰρ ἐπαχθὲν τὸ ‘εἶδες δὲ σὺ τοῦτον τυπτόμενον’ καὶ συντεθὲν πεποίηκε διττὸν εἶναι καὶ τὸ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;’· ἐπεὶ εἰ καθ’ αὑτὸ ἐλέχθη, οὐκ ἄν ἦν διττόν. καὶ ὅτι ἡ σύνθεσις ἡ τοῦ ὑστέρου μετὰ τοῦ προτέρου πεποίηκε τὸ διττόν, σαφηνίζων ἐπήγαγεν εἴπερ μὴ καὶ τὸ ὄρος καὶ ὅρος, δυνάμει λέγων ὅτι ὥσπερ οὐδὲ τὸ ὄρος καὶ ὅρος σημαίνει ἕτερον τῇ αὐτῇ προσῳδίᾳ λεχθέν (τοῦτο γάρ ἐστι τὸ πλῆρες τῆς λέξεως), ὅταν δὲ καὶ αὐτὰ καὶ αἱ διάφοροι προσῳδίαι συντεθῶσι, τότε γίνεται διττὸς ὁ λόγος, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου· τῇ γὰρ συνθέσει γέγονε καὶ οὗτος διττός. ἐὰν γάρ τις γράψειεν ἢ εἴπῃ ‘ἆρά γε τὸ ὄρος ὅρος ἐστί;’, διττὸν τὸ ἐρώτημα· δύναται γάρ τις καὶ οὕτως ἀκούειν ‘ἆρά γε τὰ ὄρη ὁρισμοὶ καὶ λόγοι εἰσί;’· δύναται καὶ οὕτως ‘ἆρά γε τὰ ὄρη πέτραι μετὰ δένδρων καί τινων τοιούτων εἰσίν;’. ἀλλ’ ἐὰν ἐρωτηθῇ ἢ γραφῇ χωρὶς τῆς ψιλῆς καὶ δασείας τῶν προσῳδιῶν, διττὸς γίνεται· τὰ γὰρ ἄνευ προσῳδιῶν ἐπὶ τοῖς τοιούτοις γραφόμενα τὰ αὐτά ἐστι τοῖς 1 ἐκφήσομεν a 7 ὡρᾶτο Al: ὁρᾶτο a 8 post τῷ add. δὲ a 8 —10 τὸ ἀπὸ—οὖν τὸ 0111. A 12 post μετὰ add. δὲ v 13 ὁρᾶτο a post συναμφ. add. ἤτοι A 14 ἀληθὲς συλλογίζεται a: ἀληθὴς λογίζεται AI 15 ὅτι 0111. Α τὸ om. a 23 καθ’ αὐτὸν ἐλέγχθη a ἡ alt. om. Α 24 ἐπάγει Α 25 τὸ ὅρος καὶ ὅρος Arist.: τὸ ὅρος καὶ ὄρος a: τὸ ὄρος (ὄ ex ὃ corr.) ὅρος I: τὸ ὄρος καὶ ὁ ὅρος Α (Dcu) 25. 26 ὄρος καὶ ὅρος Α: inv. ord. aI 26 αὐτὴ Α: αὐτοῦ al cf. Paraphr. 49, 20 27 διάφοροι προσωδίαι Al: διαφοραὶ προσῳδιῶν a 30 ὄρος ὅρος aA: ὄρος ὄρος 1 31 λόγοι ex λογισμοὶ corr. I1 32 ἄν Α 33 post καὶ add. τῆς A 34 τοῖς (superscr.) τοιούτοις corr. ex τούτοις I1 ἐρωτωμένοις· τῶν δὲ προσῳδιῶν γραφεισῶν οὐκέτι διττὸς ὁ λόγος γίνεται. τὸ δὲ οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν οὐχ ὡς κατασκευαστικόν, οἶμαι, ἐπῆκται τοῦ μὴ εἶναι τὸ παρὸν σόφισμα παρὰ τὴν ἀμφιβολίαν· ὁ γὰρ κυριώτατος τρόπος ὁ ἐκ τῆς ἀμφιβολίας μᾶλλον ἦν ἐν ᾧ τῶν ὀνομάτων οὐδέν ἐστι διττόν, ἀλλ’ ἐν αὐτῷ τῷ λόγῳ, ὡς ἐπὶ τοῦ γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ”· ἐνταῦθα γὰρ τῶν μὲν ὀνομάτων οὐδὲν διττόν, ὁ δὲ λόγος. οὐ δὴ οὖν ὡς κατασκευαστικὸν ἐπῆκται· δοκεῖ γὰρ λέγειν ὅτι, εἰ διαιρεθέντος τοῦ λόγου ἦσαν τὰ μέρη αὐτοῦ διττά, τότε ἦν ἄν τῶν ἀμφιβόλων, ὡς τῶν ἀμφιβόλων πάντων ἐχόντων τὰ μέρη διττά, ὅπερ ψεῦδος. τεσσάρων γὰρ ὄντων τρόπων, ὡς καὶ πρὸ ὀλίγου εἰρήκειμεν, ἐξ ὧν τὰ δύο εἴδη συνίστανται, τό τε ἐκ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας, πρώτου μὲν ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὅς ἐστι κοινὸς ἀμφοῖν ἐπίσης, δευτέρου δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν, ὅστις καὶ οὗτος κοινός ἐστι, τρίτου ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δέ ἐστιν ἁπλοῦν, ὅς ἐστιν ἴδιος τοῦ κατὰ ἀμφιβολίαν μόνου, τετάρτου δὲ τοῦ ἀντιστρόφως τούτῳ ἔχοντος, ἡνίκα τὸ μὲν συντεθὲν ἓν σημαίνῃ, κεχωρισμένον δὲ πολλαχῶς λέγεται, ὃς ὡς ἐπίπαν τὸν πρῶτον τρόπον ποιεῖ, ἐπ’ ἔλαττον δὲ καὶ τὸν δεύτερον, τεσσάρων οὖν ὄντων τρόπων καὶ κυριωτάτου ὄντος <τοῦ> παρὰ τὴν ἀμφιβολίαν, ὅταν τῶν ὀνομάτων ἔχῃ τὸ διττόν, οὐκ οἶμαι τὸ οὐδὲ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν οὕτως ἐπενεχθῆναι ὡς λέγον ὅτι, ἄν διαιρεθὲν εἶχε τὸ διττόν, ἦν ἂν παρὰ τὴν ἀμφιβολίαν, ἐπεὶ δὲ οὐκ ἔστι διττόν, οὐκ ἔστι παρὰ τὴν ἀμφιβολίαν, ἀλλ’ ἔστιν ὃ λέγει ‘ἐπειδὴ συντεθεὶς ἔχει τὸ διττόν, διαιρεθεὶς δὲ οὐκ ἔχει, παρὰ τὴν σύνθεσίν ἐστι σόφισμα’. ὁμοίως καὶ τὸ ‘ἆρα οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν;’ παρὰ τὴν σύνθεσίν ἐστιν· ἄλλο γὰρ δηλοῖ διαιρουμένων τῶν τριήρων ἀπὸ τοὐ Πειραιέως καὶ ἄλλο συντιθεμένων· διαιρουμένων μὲν γὰρ δηλοῖ ὅτι ἐν Πειραιεῖ ὢν νῦν οἶδας τριήρεις ἐν Σικελίᾳ οὔσας, συντιθεμένων δὲ τῷ Πειραιεῖ ὅτι οἶδας ἐν Πειραιεῖ τριήρεις οὔσας σὺ ὢν ἐν Σικελίᾳ νῦν. ἐν δὲ τῷ ἀλλ’ ἐν’ μὲν τοῖς γεγραμμένοις τὸ αὐτὸ ὄνομα λείποι ἄν τὸ ‘οὐκ ἔστι διττόν’. ἔστι δὲ ὃ λέγει τοιοῦτον· ἐν τοῖς γεγραμμένοις οὐκ ἔστι διττὸν τὸ αὐτὸ ὄνομα ἢ τὰ αὐτὰ ὀνόματα, ὅταν ἐκ τῶν αὐτῶν ᾖ γεγραμμένα στοιχείων καὶ ὡσαύτως, τουτέστι διὰ τῶν αὐτῶν τόνων καὶ πνευμάτων, ἵν’ ἢ ἀμφό|τερα δασύνηται ἢ ἀμφότερα ψιλῶνται, καὶ f. 46r 6 τὸν ὗν Α: τὸ νῦν al 10 πρὸ ὀλίγου] p. 137,20 sq. 10. 11 εἰρήκειμεν AI: εἰρήκαμεν a 12 τὸ ὄνομα a σημαίνει a 13 δευτέρου Α, Ι1 corr.: δεύτερον I pr.: β a λέγει a 14 αὐτὸς b σημαίνῃ AI: σημαίνει 16 σημαίνῃ AI: σημαίνει a 19 κυριωτάτου ὄντος Av: κυριωτάτων ὄντων a: compend. I τοῦ addidi παρὰ τὴν ἀμφιβολίαν vb: παρὰ τῆ ἀμφιβολία AI: περὶ τῇ ἀμφιβόλῃ a 20 τὸ παρὰ in ras. Α 24 ante σόφισμα add. τὸ a post ὁμοίως add. δὲ a 27 πειραιέως Α: πειραιεῖ al μὲν Α: om. al 29 ὅτι οἶδας ἐν πειραιεῖ Av: om. al 31 τὸ I: om. a 32 post ὅταν add. γὰρ a 34 immo ψιλῶται ἢ ἀμφότερα διὰ διχρόνων ἢ ἀμφότερα διὰ μακρῶν· τὸ γὰρ ἦχος καὶ ἦχος οὐ διττόν· ὅταν δὲ μὴ διὰ τῶν αὐτῶν ᾖ γεγραμμένα ἀλλὰ δι’ ἄλλων καὶ ἄλλων, διττόν, ὥσπερ ἐπὶ τοῦ κλῆμα καὶ κλίμα· τὸ μὲν γὰρ διὰ τοῦ ἡ σημαίνει τὴν ἄμπελον, τὸ δὲ διὰ τοῦ ῑ τὸ τμῆμα τῆς γῆς, οἷον εἰ τύχοι τὸ διὰ Ῥόδου κλίμα ἢ τὸ διὰ Βορυσθένους. παράσημα γὰρ τὰ στοιχεῖα, ἴσως δὲ καὶ τοὺς τόνους, μᾶλλον δὲ ἀμφότερα εἴρηκεν· ἐπειδὴ γὰρ τὰ φθεγγόμενα καὶ δηλούμενα διὰ τῶν τοιούτων ὀνομάτων, λέγω δὴ τοῦ κλήματος καὶ κλίματος, οὐ τὰ αὐτά ἐστι, παρεσημειώσαντο πρὸς δήλωσιν τῶν δηλουμένων τὸ μὲν γράφεσθαι διὰ τοῦ διχρόνου, τὸ δὲ διὰ τοῦ φύσει μακροῦ. ἐν δὲ τῇ λέξει τῇ τὰ δὲ φθεγγόμενα οὐ τὰ αὐτά ἦν ἀν’ σαφέστερον, εἰ ἀντὶ τοῦ ‘δέ’ ἦν ὁ ‘γάρ’ σύνδεσμος γεγραμμένος· ὡς αἰτίαν γὰρ τοῦ διὰ τί τὰ παράσημα ποιοῦνται τὸ τὰ φθεγγόμενα οὐ τὰ αὐτά ἐπήγαγε. τὸ δὲ ὥστε οὐ διττὸν τὸ παρὰ τὴν διαίρεσιν ἴσον ἐστὶ τῷ ‘ὥστε οὐ διττὸν οὐδὲ παρὰ τὴν ἀμφιβολίαν ῥηθείη ἄν τὸ σόφισμα, ἐπειδὴ διῃρημένα ἀπ’ ἀλλήλων οὐκ ἔχουσι τὸ διττὸν καὶ τὸ ἀμφίβολον’. ἔστιν οὖν τὸ παρ’ ἁ τὴν διαίρεσιν ταὐτὸν τῷ ‘ἀπὸ τῆς διαιρέσεως’· τοῦ γὰρ συνθέτου τὸ μέρος διαιρεθὲν οὐ διττόν. διὰ δὲ τοῦ οὐ γὰρ ταὐτὸ ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον καὶ τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον τὴν λύσιν λέγει τοῦ σοφίσματος τοῦ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο;’. ὃ δὲ λέγει ἐστίν· οὐ ταὐτόν ἐστιν εἰπεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον ἰδεῖν τῷ ἰδεῖν τυπτόμενον ὥσπερ μάστιξι τοῖς ὀφθαλμοῖς. εἶδον μὲν γὰρ τυπτόμενον τοῖς ὀφθαλμοῖς· οὐ γὰρ τοῖς ὠσὶν ἢ τῇ ῥινὶ βλέπομεν ἀλλὰ τοῖς ὀφθαλμοῖς· τύπτομεν δὲ ἢ τυπτόμεθα οὐ τοῖς ὀφθαλμοῖς ἀλλὰ τῇ ῥάβδῳ· οὐ γάρ ἐστιν ὁ ὀφθαλμὸς ῥάβδος, ἵνα τις τῷ ὀφθαλμῷ τύπτηται. p. 177b 12 Καὶ ὁ Εὐθυδήμου λόγος, ἆρ’ οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις. Οὐχ ἕν τι μόνον παράδειγμα τίθησι τοὐ παρὰ σύνθεσιν καὶ διαίρεσιν παραλογισμοῦ ἀλλὰ διάφορα, ὥσπερ δὴ καὶ αὐτὸς ἐπεσημειώσατο εἰπὼν τοὺς τιθεμένους πάντας λόγους παρὰ σύνθεσιν εἶναι ἢ διαίρεσιν. οἷός ἐστι καὶ ὁ Εὐθυδήμου λόγος συμπεραινόμενος οὕτως· ἄρ’ οἶδας νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν· τοῦτο γὰρ τὸ συμπέρασμα τοῦ σοφίσματός σματός ἐστι παρὰ τὴν σύνθεσιν ἔχον τὸ διττόν, καὶ δεῖ τὸ ἄρα οἶδας ὀξύνειν ἀλλὰ μὴ περισπᾶν. τὸν δὲ λόγον ἠρώτα ὁ Εὐθύδημος ἐν Πειραιεῖ τυγχάνων, ὅτε αἱ τῶν Ἀθηναίων τριήρεις εἰς Σικελίαν ἦλθον. ἔστι δὲ ἡ 4 τοῦ ἰῶτα I 5 τὸ superscr. I1 δέ Α 6 μᾶλλον δὲ al: ἢ καὶ Α εἶπεν A 9 τοῦ prius om. A 12 ποιοῦντα a 17 συνθέτου aA: σωκράτους I 18 ταὐτὸν I pr.: τὸ αὐτὸ a 22 εἶδον μέν AI: εἴδομεν a: fort. εἴδομεν μὲν γὰρ om. al 26 post Εὐθυδήμου add. δὲ a Arist. (om. DcuT) 29 διάφορα AI: διαφόρους a 34 ἀλλὰ AI: καὶ a Comment. Arist. II 3 [Alexauder] in iSophisticos elenchos. 10 τοῦ σοφίσματος ἀγωγὴ τοιαύτη· ἆρά γε σὺ νῦν ἐν Πειραιεῖ εἶ; ναί· ἆρ’ οἶδας ἐν Σικελίᾳ τριήρεις οὔσας; ναί· ἄρ’ οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν. παρὰ τὴν σύνθεσιν τὸ σόφισμα· οὐ γάρ, εἰ ἐν Πειραιεῖ εἰμι νῦν, καὶ εἰ οἶδα ὅτι ἐν Σικελίᾳ εἰσὶν αἱ τριήρεις, ἀνάγκη νῦν ἐμὲ ἐν Σικελίᾳ εἶναι ἐν Πειραιεῖ ὄντα καὶ τὰς ἐν Σικελίᾳ τριήρεις ἐν Πειραιεῖ εἶναι. τοῦτο γὰρ συνῆγεν ὁ Εὐθύδημος, τὸ τὸν ὄντα ἐν Πειραιεῖ νῦν ἰὸν αὐτὸν ἐν Σικελίᾳ εἶναι καὶ τὰς οὔσας ἐν Σικελίᾳ νῦν τριήρεις τὰς αὐτὰς ἐν Πειραιεῖ νῦν εἷναι. καὶ πάλιν ἄρ’ ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι. καὶ τοῦτο ὀξύνειν δεῖ· συμπέρασμα γάρ ἐστι τοῦ σοφίσματος ἔχον τὸ διττὸν παρὰ τὴν ἢ γὰρ ὅτι ἀγαθὸς μέν ἐστι καὶ σπουδαῖος, φαῦλος δὲ σκυτεὺς καὶ ἄτεχνος, ἢ ὅτι ἀγαθὸς μὲν σκυτεὺς καὶ ἐπίδοξος κατὰ τὴν τέχνην, φαῦλος δὲ καὶ μοχθηρὸς ἄνθρωπος. ἐφ’ οὗ καὶ συνεπεράνατο τὸ σόφισμα οὑτωσί πὼς ἀγόμενον· ἆρά γε ὁ Σίμων ἀγαθός ἐστι; ναί· ἆρά γε ὁ Σίμων σκυτεὺς μοχθηρός ἐστι; ναί· ὁ Σίμων ἄρα ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός ἐστιν. ἐδήλωσε δὲ τὰ δύο ἐρωτήματα διὰ τοῦ εἴη δ’ ἄν τις ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός, διὰ μὲν τοῦ εἴη ἄν τις ἀγαθὸς ὤν τὸ ‘ἆρά γε ὁ Σίμων ἀγαθός;’, διὰ δὲ τοῦ σκυτεὺς μοχθηρός τὸ ‘ἆρά γε ὁ Σίμων σκυτεὺς μοχθηρός;’. τοῦτο δὲ ἔλυσε δυνάμει καὶ ἐν τῷ Περὶ ἑρμηνείας λέγων ‘οὐ γὰρ ὅσα χωρὶς λέγεται, καὶ ἅμα δύναται λέγεσθαι’· “οὐ γὰρ εἰ σκυτεὺς καὶ ἀγαθός, | καὶ σκυτεὺς ἀγαθός”. τὸ δὲ ὥστε ἔσται f. 46v ἀγαθὸς σκυτεὺς μοχθηρός λύσις ἐστὶ τοῦ σοφίσματος, ὡς εἰ ἔλεγεν ‘ἢ ἀγαθὸς μὲν ἔσται ἄνθρωπος, μοχθηρὸς δὲ σκυτεύς, ἀλλ’ οὐχὶ μοχθηρὸς μὲν ἄνθρωπος, σκυτεὺς δὲ ἀγαθός’. δύναται τὸ σόφισμα καὶ τοιοῦτον εἶναι· ἆρά γε ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι, τουτέστιν ἆρα ἐνδέχεταί τινα ἀγαθὸν μὲν εἶναι σκυτέα ἄνθρωπον δὲ μοχθηρόν; ναί· ἔστι δέ τις ἀγαθὸς μὲν ἄνθρωπος πονηρὸς δὲ σκυτεύς· εἶτα ὥσπερ συμπέρασμα ἐπιφέρειν τὸ ὥστε ἔσται ἀγαθὸς σκυτεὺς μοχθηρός, τουτέστιν ὥστε ἔσται ἀγαθὸς μὲν ἄνθρωπος πονηρὸς δὲ σκυτεύς· ἔκειτο δὲ ἔμπαλιν. ἐν δὲ τῷ ἆρ’ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα κατὰ δύο ἡμάρτηται ὁ λόγος, καθ’ ἓν μέν, ὅτι ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συλλογίζεται, καθ’ ἕτερον δέ, ὅτι οὐδὲ συνάγει ὅπερ φαίνεται ἐκ τῶν κειμένων συμβαίνειν, ἀλλ’ ἄλλο τι. δῆλον δὲ τοῦτο ἐντεῦθεν· ἆρ’ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα; ναί· εἶτα ἐπῆγεν τοῦ δὲ κακοῦ σπουδαῖον τὸ μάθημα· καὶ ὁρᾷς ὅτι αἱ δύο καταφατικαὶ μέσον ὅρον ἔχουσι τὸ μάθημα. ὅμως, εἰ καὶ ἀσυλλόγιστος ἡ συζυγία, οὐχ ὅπερ ἐκεῖνοι ἐπιφέρουσι, διὰ τούτων συμβαίνει, τὸ σπουδαῖον ἄρα μάθημα τὸ κακόν. οὐ δὴ τοῦτο συμβαίνει, ἀλλ’ ὅτι τοῦ κακοῦ σπουδαία ἡ ἐπιστήμη, ὅπερ καὶ αὐτὸς ἐδή- 1 νῦν aA: om. I 4 εἰ prius AI: om. a εἰμι aA: εἰ μὴ I 8 εἶναι νῦν Α 12 καὶ ἐπίδοξος σκυτεὺς Α 16 δὲ AI: γὰρ a 19 ἐν τῶ Περὶ ἑρμηνείας] c. 11 p. 20b35 32 συλλελόγισται Α 36 post καταφατικαὶ add. προτάσεις a 38 δὴ I: διὰ a 39, p. 147,1 ὅπερ—ἐπιστήμη a: om. I λωσε διὰ τοῦ ἀλλ’ ἔστι κακῶν σπουδαία ἡ ἐπιστήμη, ὡς εἰ ἔλεγεν ‘οὐ συνάγεται ἐκ τῶν κειμένων τὸ σπουδαῖον μάθημα τὸ κακόν, ἀλλ’ ὅτι τοῦ κακοῦ ἢ τῶν κακῶν σπουδαία ἡ ἐπιστήμη’. τὸ δὲ ἀλλὰ μὴν καὶ κακὸν καὶ [σπουδαῖον] μάθημα τὸ κακὸν δύναται καὶ ὡς ἀπὸ σοφιστῶν λεγόμενον νοεῖσθαι ἐπιτεινόντων τὸ ἄτοπον, ὡσανεὶ λεγόντων ‘σπουδαῖον ἄρα μάθημα τὸ κακόν, ἀλλὰ μὴν καὶ κακόν, ὅπερ ἄτοπον’, τὸ δὲ καὶ μάθημα τὸ κακόν ὡς κατασκευαστικὸν ὑπ’ αὐτῶν λέγεσθαι τοῦ καὶ τὸ κακὸν μάθημα εἶναι καὶ μὴ μόνον τὰ καλὰ εἶναι μαθήματα ἀλλὰ καὶ τὰ κακά. δύναται μὲν οὖν καὶ οὕτως ὡς εἴπομεν νοεῖσθαι. δύναται καὶ ὡς λύσιν τις τοῦτο τοῦ σοφίσματος ἐπινοεῖν, δυνάμει λέγοντος τοῦ Ἀριστοτέλους ‘πρῶτον μὲν οὐκ ἔστι μάθημα τὸ κακόν· εἰ δὲ καὶ θήσει τις μάθημα εἶναι καὶ τὸ κακόν, κακὸν ἔσται μάθημα’ οὐ γὰρ τὸ σπουδαῖον εἶναι συνάγεται διὰ τῶν ἠρωτημένων, ἀλλὰ τὸ τῶν κακῶν σπουδαίαν δαίαν εἶναι τὴν ἐπιστήμην· τοῦτο δὲ οὐδέν ἐστιν ἄτοπον· ἐνδέχεται γάρ τινα φαῦλον ὄντα καὶ κακὸν ἀριθμητικὸν εἶναι, σπουδαίας οὔσης ἐπιστήμης τῆς τοῦδε. p. 177b 20 Ἄρα ἀληθές ἐστιν εἰπεῖν νῦν ὅτι σὺ γέγονας; Τὸ σόφισμα τοιοῦτον· ἆρα γέγονας σύ; ναί· τί δέ, ἀληθές ἐστιν εἰπεῖν νῦν ὅτι γέγονας; ναί· γέγονας ἄρα νῦν. ἄλλο γὰρ σημαίνει διαιρούμενον τὸ νῦν ἀπὸ τοῦ εἰπεῖν καὶ ἄλλο συντιθέμενον. εἰ δέ τις ἐρωτᾷ τὸν λόγον ἐπὶ τῆς νῦν γενομένης ἐκλείψεως, ἔσται παρὰ τὴν διαίρεσιν· οἷον ἆρα νῦν γέγονεν ἔκλειψις;