p. 176a 33 Ἔτι ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ. Ως ἐν παραβολῇ λαμβάνεσθαι ὃ βουλόμεθα λαβεῖν ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν εἴρηκεν, ὅταν ὃ βουλόμεθα λαβεῖν οὕτως ἐρωτῶμεν ὡς οὐκ αὐτὸ θέλοντες ἀλλὰ δι’ αὐτοῦ ἄλλο βουλόμενοι λαβεῖν, οἷον βουλόμενοι τὴν ἐγκράτειαν λαβεῖν ὅτι ἀρετή ἐστι, μὴ εἴποιμεν ‘ἆρά γε ἡ ἐγκράτεια ἀρετή ἐστιν;’ ἀλλ’ ἆρά γε ὥσπερ ἡ ἐγκράτεια ἀρετή, οὕτως καὶ ἡ ἀνδρεία | καὶ ἡ δικαιοσύνη;’. εἰ οὖν καὶ ἐνταῦθα παραβολὴν τοῦτο λέγει, εἴη ἂν f. 42r τοῦτο λέγων, ὅτι ὅταν τὸ καθόλου μὴ ὀνόματι, τουτέστι μὴ αὐτὸ καθ’ αὑτὸ ληφθῇ μηδ’ ὡς δι’ αὑτό ὀνόματι γὰρ λαμβάνεταί τι, ὅταν τὸ ὄνομα αὐτόθεν αὐτὸ ληφθῇ, οἷον τῶν ἐναντίων μία ἡ ἐπιστήμη ἢ ἡ ἐγκράτεια ἀρετή, παραβολῇ δέ, ὅταν λόγῳ καὶ μὴ δι’ ἑαυτὸ ἀλλὰ ἄλλου χάριν), ὅταν οὖν τὸ καθόλου παραβολῇ ληφθῇ, ῥητέον ὅτι οὐχ οὕτως δέδωκεν οὐδ’ ὡς ἔδωκεν ἔλαβεν· οὐ γὰρ τὴν ἐγκράτειαν δέδωκεν ἀρετὴν ἀλλὰ τὴν ἀνδρείαν. εἰ δὲ μὴ οὕτως εἴληπται τὸ τῆς παραβολῆς, εἴη ἂν λέγων, ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ, ἀλλὰ παραβολῇ καὶ λόγῳ, ῥητέον τὸ καὶ τό. μὴ ὀνόματι δὲ ἀλλὰ λόγῳ ληφθήσεται τὸ καθόλου οὕτως· ἀρά γε ἡ ἔλαφος τετράπους οὖσα διχηλή ἐστι; ναί· τί δέ, ἡ 4 προκειμένου Α: προκείμενον a: compend. I 6 ὅτι om. Α αἰτῇ Α 7 τε al: τι Α 9 συνάγουσαι (sic) a 12 τοιαῦται a 15 ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. 1 p. 156b4 —9 17—19 οἷον βουλόμενοι λαβεῖν ὡς ἡ ἐγκράτεια ἐστιν οὕτως ἐρωτήσομεν· ἆρ’ ὥσπερ Α 19 post ἀρετή alt. add. ἐστιν Α 19. 20 καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρία Α 20 γοῦν Α 21 τοῦτο om. Α ὅτι al: ὡς Α ἤγουν Α 22 post αὐτὸ alt. add. ἀλλ’ ἄλλου χάριν Α 23 αὐτόθεν aA: αὐτόθι I μία καὶ ἡ αὐτὴ ἐπιστήμη Α 24 παραβολὴ Α λόγῳ v: λέγω al: τὸ καθόλου ἐν λόγω ληφθῇ Α αὑτὸ Α 25 ὅτι al: ὡς A 26 ἔδωκα ubique Α ἔλαβες Α 27 ἀνδρίαν Α 28 τὸ καθόλου post ληφθῇ collocat Α 29. 30 ῥητέον—οὕτως] οἷον πᾶν ἄρα τοιοῦτον· λαμβάνεται γοῦν τὸ παραβολικῶς καὶ ἐξ ὁμοιότητος Α 30. p. 132,1 τί δὲ ἡ αἲξ καὶ τὸ πρόβατον οὐ διχηλά; ναί. πᾶν ἄρα Α αἴξ; ναί· τί δέ, ὁ βοῦς; ναί· τί δέ, τὸ πρόβατον; ναί· πᾶν ἄρα ὃ ἂν ᾖ τοιοῦτον δίχηλόν ἐστιν· ἀλλὰ μὴν ὁ ἵππος οὐ δίχηλός τοιοῦτος ὤν· οὐκ ἄρα πᾶν δίχηλόν. ἐνταῦθα τὸ ‘πᾶν ὃ ἂν ᾖ τοιοῦτον δίχηλόν ἐστι λόγῳ εἴληπται· λόγος γὰρ τὸ ‘πᾶν ὃ ἂν ᾖ τοιοῦτον’, οὐκ ὄνομα. εἰ δὲ εἶπε ‘πᾶν ἄρα τετράπουν’, ὀνόματι τὸ καθόλου ἔλαβε· τὸ γὰρ τετράπουν ὄνομα. ἐπὶ τούτου δὲ ῥητέον ὅτι τὸ ‘πᾶν ἄρα τοιοῦτον’ οὐκ ἐπὶ τοῦ τετράποδος δέδωκεν ἀλλ’ ἐπὶ τοῦ κερασφόρου· πᾶν γὰρ κερασφόρον διχηλόν. δὲ [διὰ] τούτων δεῖ τρέπεσθαι ἐπὶ τὸ ἐλέγχειν αὐτόν, ὅτι οὐ οὐδὲ συλλελόγισται, κατὰ τὸν εἰρημένον διορισμόν, λέγων διορισμὸν τὴν ὁμωνυμίαν, τὴν ἀμφιβολίαν, τὴν διαίρεσιν, τὴν σύνθεσιν καὶ τοὺς λοιποὺς ποὺς τρόπους παρ’ ὅσους ὁ φαινόμενος ἔλεγχος γίνεται. δείξομεν οὖν αὐτὸν μὴ ἀποδεικνύντα μηδὲ συλλογιζόμενον ἢ ἐλέγχοντα ἐμφανίζοντες τὸν τρόπον τοῦ παραλογισμοῦ. p. 176a 38 ’Ev μὲν οὖν τοῖς κυρίως λεγομένοις ὀνόμασιν. ’Ev τοῖς ὀνόμασι, φησί, τοῖς κυρίως λεγομένοις καὶ αὐτοτελῶς (κύρια γὰρ ἐκεῖνα λέγει ὀνόματα τὰ οἰκεῖα τοῖς ὑποκειμένοις πράγμασιν, οἷον ἄνθρωπος, ἵππος) ἀνάγκη ἀποκρίνεσθαι ἢ ναὶ ἢ οὒ ἢ ἀπλῶς καὶ χωρὶς διαιρέσεως, ἐὰν μὴ ᾖ ὁμώνυμον, ἤ, ἐὰν ᾖ, μετὰ διαιρέσεως. ἐν δὲ τοῖς κολοβῶς ἠρωτημένοις, οὐ δεῖ ἀπλῶς ἢ ναὶ ἢ οὒ ἀποκρίνεσθαι· συμβαίνει γὰρ παρὰ τοῦτο ἔλεγχος. συνεπινοούμενα δέ ἐστι τὰ συμμνημονευόμενα τοῖς προηρωτημένοις· οἷον ὃ ἂν ᾖ Ἀθηναίων, ἆρα κτῆμά ἐστιν Ἀθηναίων; ναί· τί δέ, ὁ ἄνθρωπος τῶν ζῴων; ναί· ὁ ἄνθρωπος ἄρα κτῆμα τῶν ζῴων ἐστί. συνεπινοεῖν γὰρ ἀνάγκη κἀνταῦθα τὸ κτῆμα· ὡς γὰρ ὃ ἂν ᾖ Ἀθηναίων, κτῆμά ἐστιν Ἀθηναίων, οὕτως καὶ ὃ ἄν ᾖ τῶν ζῴων, κτῆμα ἔσται τῶν ζῴων· ἔστι δὲ τῶν ζῴων ὁ ἄνθρωπος· κτῆμα ἄρα ἐστὶ τῶν ζῴων. ἐνταῦθα γοῦν ἐρωτηθέντος κολοβῶς τοῦ προβλήματος συνέβη ὁ παραλογισμός· ἔδει γὰρ εἰπεῖν ‘ἆρ’ ὃ ἂν ᾖ Ἀθηναίων κτῆμα, κτῆμά ἐστιν Ἀθηναίων, καὶ ὃ Λακώνων κτῆμα, κτῆμα τούτων·’. 1 ante πᾶν add. καὶ a 2 post τοιοῦτον add. ἤγουν Α 2. 3 ὁ ἵππος τετράπους ὢν οὐ δίχηλός ἐστιν. οὐκ ἄρα πᾶν ὃ ἄν τοιοῦτον δίχηλόν ἐστιν Α 3. 4 δίχηλόν ἐστι—τοιοῦτον] λόγος ἐστὶν ἐκ παραβολῆς καὶ ὁμοιότητος λεχθεὶς A 4 post εἶπε add. τὸ Α 6 an δὴ? τετραπόδου I 7 δέδωκα Α 8 διὰ delevi cf. a36. 8. 9 ὡς οὐκ ἔδειξεν οὐδὲ συνελογίσατο Α 10 τὴν διαίρεσιν a: om. Ι 17 ἢ (ante ναὶ) al: τὸ Α 19 post κολοβῶς add. καὶ ἐλλιπῶς Α post utrumque ἢ add. τὸ Α 20 περὶ τούτου a εἰσι Α 20. 21 συμνημονευόμενα a 22. 23 ὁ ἄνθρωπος ἄρα—ἐστί post 23. 24 τὸ κτῆμα habet A 23 ἀνάγκη, sed post κἀνταῦθα Α: ἀναγκάζει al 24 ἀθηναίων ἐστίν Α 25 ἔσται al: ἐστὶ A 26. 27 post κολοβῶς add. καὶ ἐλλιπῶς Α 27 post εἰπεῖν add. οὕτως Α 29 τούτων] Λακώνων ἐστὶν; ὅταν δὲ λέγης ὅτι ὁ ἄνθρωπος τῶν ζώων ἐστὶν, οὐ τὸ κτῆμα δεῖ συνεπινοεῖν· ἀλλ’ ὅτι εἶδος τοῦ ζώου ἐστὶν ὁ ἄνθρωπος Α p. 176b 8 Ὅταν δὲ δυεῖν ὄντοιν. Τοῦτο δῆλον ἔσται, εἰ ἀναμνησθείημεν ὧν εἶπεν ἐν τῷ ἐλέγχῳ τῷ γινομένῳ παρὰ τὸ ἑπόμενον. εἶπε δὲ ἐκεῖσε ὅτι τῷ μὲν γενομένῳ ἕπεται τὸ ἀρχὴν ἔχειν καὶ ὄντος τοῦ γενομένου ἐξ ἀνάγκης ἐστὶ καὶ τὸ ἀρχὴν ἔχειν· εἰ γὰρ γέγονε, καὶ ἀρχὴν ἔσχεν· οὐ μὴν εἰ ἀρχὴν ἔχει, καὶ γέγονε· πολλαχῶς γὰρ ἡ ἀρχή. ἐπὶ τούτων δεῖν φησιν ἐρωτώμενον τὸ μὲν μερικώτερον (τοῦτο γὰρ εἶπεν ἔλαττον) διδόναι καὶ συγχωρεῖν· ἀληθὲς γάρ· τὸ δὲ ἕτερον μὴ διδόναι· τοῦτο γὰρ δεῖ προσυπακούειν. ἔλαττον δὲ καὶ μερικώτερον τὸ γεγονὸς τοῦ ἀρχὴν ἔχειν, ὡς καὶ ὁ ἄνθρωπος τοῦ ζῴου· ἀνθρώπου μὲν γὰρ ὄντος ἔστιν ἐξ ἀνάγκης καὶ ζῷον, ζῴου δὲ ὄντος οὐκ ἐξ ἀνάγκης καὶ ἄνθρωπος. τοῦτο γοῦν ἅτε καθόλου ὂν οὐ συγχωρητέον· τοῦτο γὰρ δηλοῖ τὸ ἐρωτώμενον πότερον δεῖ τὸ ἔλαττον διδόναι, ἤγουν σχηματισθείσης τῆς ἐρωτήσεως κατὰ τὸ πότερον δεῖ διδόναι τὸ μερικόν. ὁμοίως δὲ καὶ ἐπὶ ὅρων καὶ συλλογισμῶν τὰ ἐλάττονα καὶ μερικὰ συγχωρητέον ἀεί· χαλεπώτερον | γὰρ ἐκ πλειόνων, ἤτοι μερικωτέρων, f. 42v συλλογίσασθαι· ἄνευ γὰρ τοῦ καθόλου, ὡς ἐμάθομεν, συλλογισμὸς οὐ γίνεται. εἶπε δὲ τὸ μερικώτερον πλείονα, ἢ διότι συνθετώτερόν ἐστι καὶ ἐκ πλειόνων ὁ γὰρ ἄνθρωπος ἐκ πλειόνων μᾶλλόν ἐστιν ἤπερ τὸ ζῷον· ἔχει γὰρ καὶ τὰ τοῦ ζῴου, οἷον τὴν οὐσίαν, τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν· ἔχει δὲ καὶ τὸ λογικὸν καὶ τὸ ἐπιστήμης δεκτικόν, ἅπερ τὸ ζῷον οὐκ ἔχει), ἢ εἶπεν αὐτὸ πλείονα, ὅτι τὸ καθόλου τρόπον τινὰ ἕν ἐστι, τὰ δὲ μερικὰ πλείονα. καλλίων δὲ ἡ προτέρα ἐξήγησις. p. 176b 11 Ἐὰν δ’ ἐπιχειρῇ ὅτι τῷ μέν. Εἴρηται ἐν τοῖς τόποις ὅτι, εἰ τῷ γένει ἐστὶν ἐναντίον, καὶ τῷ τοῦ γένους εἴδει ἀνάγκη εἶναι εἶδος ἐναντίον· τῇ γὰρ ἀρετῇ γένει οὔσῃ 1 δυοῖν a Arist. 2 εἶπεν] c. 6 p. 168b37 sq. 3 ἐκεῖσε, ὅτι Α: om. al μὲν om. Α ἕπεται Α: ἕπεσθαι al 5 ἔχει al: ἔσχε Α: εἶχε b 6 ἐρωτώμενον a: ἐρωτωμένους Α: compend. I 7. 8 εἶπεν—τοῦτο γὰρ om. Α 10 ἐξανάγκης ἐστὶ Α 11 post ἀνάγκης add. ἐστὶ Α 12 δεῖ—διδόναι] ἢ καὶ οὕτως εἰπεῖν διὰ πλείω σαφήνειαν· εἰ γοῦν δύο εἰσὶ τινὰ, ὧν τὸ μὲν ἡγούμενον ἐστὶ καὶ μερικώτερον, τὸ δὲ ἑπόμενον καὶ καθολικώτερον, ἐὰν τὸ καθόλου ἐρωτώμενον κατὰ τὸ πότερον Α 13 post πότερον add. ἤγουν ἐν τῶ λέγειν τὸ πότερον Α post διδόναι add. καὶ συγχωρεῖν τὸ ἔλαττον, ἤγουν Α pobt μερικόν add. ἀλλ’ οὐ τὸ καθόλου Α 14 δὲ καὶ a: δὲ I: καὶ Α 15. 16 γάρ ἐστι συλλογίσασθαι ἐκ πλειόνων, ἤγουν ἐκ μερικῶν ἄνευ τοῦ καθόλου τι προσλαβεῖν· ὡς γὰρ ἐμά- θομεν, ἄνευ τοῦ καθόλου Α 15 ἤτοι I: ἤγουν a 17. 18 λέγει δὲ τὰ μερικὰ πλείονα ὡς συνθετώτερα καὶ ἐκ πλειόνων συγκείμενα Α 17 συνθετώτερόν v: συνθετώτερά a: compend. I 18 ἐκ prius v cf. Α: om. al μᾶλλον om. A ἤπερ al: πρὸ Α 19 ὁ γὰρ ἄνθρωπος οὐ μόνον ἔχει τὰ τοῦ ζώου Α καὶ alt. om. Α 19.20 ἀίσω I 20 ἔχει δὲ al: ἀλλά Α τὸ λογικὸν καὶ θνητόν· καὶ τὸ νοῦ καὶ ἐπιστήμης Α 20. 21 ἅπερ—ἔχει om. Α 21 ἢ πλείονα εἶπε τὸ μερικόν A 23 τῶν I 24 ἐν τοῖς τόποις] IV 3 p. 123a20 sq. γένει οὔσῃ scripsi: γένος οὔσῃ al: γένους οὔσης v καὶ ἐναντίας οὔσης αὐτῇ τῆς κακίας καὶ τῳ τῆς ἀρέτης εἴδει, τῇ ἀνδρείᾳ, ἐστὶν ἐναντία ἡ δειλία. τούτου οὕτως ἔχοντος, εἴ τις ἀληθῶς ἔδειξε τῆς ψυχῆς μὴ εἶναι γένος τὴν ἁρμονίαν διὰ τὸ τῇ μὲν ἁρμονίᾳ εἶναι ἐναντίον τὴν ἀναρμοστίαν, τῇ δὲ ψυχῇ οὐσίᾳ οὔσῃ μὴ εἶναι ἐναντίον τι, ῥητέον, φησίν, ὅτι ἔστι καὶ τῇ ψυχῇ ἐναντίον, ἀλλ’ οὐ κεῖται ὄνομα αὐτῷ, ἔστι δὲ ἀνώνυμον. p. 176b 14 Ἐπεὶ δὲ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοί. Έπεί, φησί, τὸν μὴ συγχωροῦντά τινα ὧν οἱ πολλοὶ λέγουσι ψεύδεσθαι φάσκουσι, ἔνια δὲ οὐ συγχωροῦντα, οἷον ὅσα εἰσὶν ἀμφίδοξα, οὐ λέγουσι ψεύδεσθαι, ὡς καὶ τὸ περὶ τῆς ψυχῆς τῶν ζῴων ἔχει, ἐν τοῖς ἀμφιδόξοις οὖν τούτοις οὐ δεῖ ἁπλῶς ἀποκρίνεσθαι (τοῦτο γὰρ λείπει) ἀλλὰ σκοπεῖν ὅπως βούλεται ὁ ἐρωτῶν, ἵνα αὐτὸς μὴ λάβῃς αὐτό. οἷον εἰ ἔστι πρόβλημα ‘ἆρα ἡ ψυχὴ θνητὴ ἢ ἀθάνατος;’, ἐπεὶ τοῦτο ἀμφίδοξον, δοξον, σκόπησον ὃ βούλεται ὁ ἐρωτῶν, καὶ αὐτὸς δὸς τὸ ἕτερον· οὐδεὶς γὰρ ὁ μεμψόμενός <σ᾿> οἷον βούλει τῶν ἀμφιδόξων λέγοντα. ἐν δὲ τῆ ὡς εἴρηται, τῇ ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι, λείπει τὸ ἱέν τούτοις δεῖ μὴ συγχωρεῖν’· ἔστι γὰρ τὸ πλῆρες ‘ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι, οὐ δεῖ συγχωρεῖν τὸ ναὶ ἢ τὸ οὔ, ἀλλ’ ἀπλῶς λέγειν ὅτι ἄδηλον τὸ προτεινόμενον’. λέγει δὲ λέγεσθαι γνώμας καὶ τὰς ἀληθεῖς δόξας, ὁποῖαί εἰσιν αἱ δοκοῦσαι ‘‘πᾶσιν ἡ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις”, περὶ ὧν ἐν τῷ πρώτῳ τῶν τοπικῶν εἴρηται, καὶ τὰς ὅλας ἀποφάσεις, λέγων ὅλην ἀπόφασιν τὴν καθόλου ἀπόφασιν, οἷον τὴν οὐδείς.