p. 175a 31 Πρῶτον μὲν οὖν, ὥσπερ συλλογίζεσθαί φαμεν ἐνδόξως. Ὥσπερ, φησίν, εἴπομεν δεῖν προαιρεῖσθαι ἐνδόξως παρὸ ἀληθῶς συλλογίζεσθαι, ἡνίκα ὁ ἀποκρινόμενος μὴ δέχεται τἀληθῆ, οὕτω δεῖ καὶ τὸν ἀποκρινόμενον λύειν τὰ σοφίσματα μὴ ἐξ ἀληθῶν ἀλλ’ ἐκ φαινομένων· οὐ γάρ εἰσι τὰ σοφίσματα ἀληθεῖς ἔλεγχοι ἀλλὰ φαινόμενοι. πῶς δέ εἰσι φαινόμενοι, κατασκευάζει λέγων μὴ συλλογίζεσθαι αὐτούς. ὥστε ἐπειδὴ φαινόμενοί εἰσι, δεῖ τὸν ἀποκρινόμενον πρὸς τὸ μὴ δοκεῖν ἐλέγχεσθαι διορθωτέον, τουτέστι δεῖ λέγειν παρὰ τί φαίνεται μὲν ἐλέγχειν, οὐκ ἐλέγχει δέ, καὶ διορθοῦσθαι τοὺς ἀκροωμένους. εἰ γὰρ εἴποιμεν παρὰ τί δοκεῖ μὴ ὢν ἔλεγχος, διορθωσόμεθα τοὺς δοκοῦντας ὅτι ἐληλέγμεθα καὶ ἀπάξομεν ἀπὸ τῆς ψευδοῦς ταύτης δόξης· ὁ γὰρ ἀπάγων τινὰ ἀπὸ τῆς ψευδοῦς δοκήσεως ἐπὶ τὴν ἀλήθειαν διορθοῦται τοῦτον, καὶ ἡμεῖς εἰ εἴποιμεν τὸ παρὰ τί φαίνεται ἔλεγχος μὴ ὢν ἔλεγχος, διορθωσόμεθα τοὺς ἀκροατὰς καὶ πείσομεν αὐτοὺς μὴ δοκεῖν ἔλεγχον τὸν μὴ ὄντα ἔλεγχον. ὅλως γάρ, φησί, πρὸς τοὺς τοιούτους ἀπομάχεσθαι δεῖ ὡς οὐκ ἐλέγχοντας· δεῖ γὰρ λέγειν ὅτι οὐκ ἔλεγχος τὸ συμβαῖνον ἀλλὰ φαίνεται, καὶ ἐμφανίζειν παρὰ τί φαίνεται μέν, οὐκ ἔστι δέ, οἷον ὅτι παρὰ τὴν σύνθεσιν ἢ παρὰ τὴν ὁμωνυμίαν ἢ παρὰ τὴν λέξιν ἢ τὴν ἀμφιβολίαν φαίνεται, οὐκ ἔστι δέ. ἐπειδὴ γὰρ ὁ ἀληθὴς ἔλεγχος ἀντίφασίς ἐστιν ἔκ τινων μὴ ὁμώνυμος, οὐ χρὴ τὸν ἀποκρινόμενον ἄλλο τι προσδιορίζεσθαι ἐν τοῖς ὁμωνύμοις ἢ ἀμφιβόλοις ἐλέγχοις, ἀλλὰ λέγειν μόνον ἀμφίβολα καὶ ὁμώνυμα εἶναι τὰ ἐρωτώμενα καὶ ὅτι τὸ συμπέρασμα φαίνεται μὲν ἐλέγχειν, οὐ ποιεῖ δὲ τοῦτο ὁμώνυμον ὄν. p. 175a 40 Οὔκουν τὸ ἐλεγχθῆναι ἀλλὰ τὸ δοκεῖν εὐλαβητέον. Οὐδαμῶς, φησί, χρὴ τὸν ἐρωτώμενον φοβεῖσθαι μή πὼς ἐλεγχθῇ, ἀλλὰ τὸ δόξαι ἐληλέγχθαι· οὐ γὰρ κυρίως ἄν ποτε ἐλεγχθήσεται παρὰ 3 παρὰ scripsi: περὶ ut solet a: πρὸς I 4 γράφει I: γράφοι a 6 ἁρμόσοι I: ἁρμόσει a 19 δόξης A 19. 20 εἴπωμεν A 24—26 οἷον—οὐκ ἐστι δέ aA: om. I 26 εἰ γὰρ ὁ κυρίως ἔ. ἐστὶν ἁ. Α 20. 27 μὴ ὁμώνυμος ἔκ τινων Α Arist. 28 ἐλέγχοις a: ἐλέγχειν I μόνον om. Α 29 καὶ om. A 30 post ὂν add. ἡ ἀμφίβολον Α 31 εὐλαβητέον om. I 32 μήπω a 33 ἐληλέγχθαι scripsi: ἐλέγχθαι I: ἐλέγχεσθαι a τῶν σοφιστῶν ψευδῆ λαμβανόντων· τοσοῦτον γὰρ οὐκ ἐλέγχει, φησίν, ἀληθῶς ὁ σοφιστὴς διὰ τῶν τοιούτων ἐρωτημάτων. ὥστε καὶ εἴ τις πολλάκις δι’ ἀμαθίαν ἐλέγχεται, καὶ τὸν τοιοῦτον ἀδηλοποιεῖ καὶ οὐ φανεροῖ αὐτόν· τὸ γὰρ ἐρωτᾶν ὁμώνυμα καὶ ἀμφίβολα καὶ ὅσα ἄλλα τοιαῦτα σοφιστικὰ ἀφανίζει τὸν κυρίως ἔλεγχον καὶ τὸν ἐλεγχόμενον ἄδηλον ποιεῖ. πολλάκις γάρ, εἰ διεῖλεν ὁ σοφιστὴς τὰ ὁμώνυμα καὶ ἠρώτησεν, ἐποίησεν ἄν ἔλεγχον κυρίως· οἷον εἰ διεῖλε τὰ τοῦ κυνὸς σημαινόμενα καὶ ἠρώτησέ τι περὶ ἑνὸς τούτων, ἠπάτησεν ἄν. νῦν δὲ μὴ ποιῶν τοῦτο πολλάκις συμπεραινόμενός τι ἄτοπον εὑρίσκει τὸν ἀποκρινόμενον ἀνθιστάμενον καὶ λέγοντα μὴ ἐπὶ τούτου καταφῆσαι καθ’ οὗ ἀπέφησεν ὁ σοφιστής· καὶ ἴσως ἐφ’ οὗ ἔδωκεν ἐκεῖνος ὁ ἀποκρινόμενος, ἐπὶ τούτου συνεπεράνατο ἂν καὶ ὁ ἐρωτῶν. ὥστε ἄδηλον ποιεῖ τὸν ἐλεγχόμενον· ἄδηλον γὰρ εἰ ἀληθῆ νῦν λέγει ὁ ἀποκρινόμενος λέγων μὴ δοῦναι ἐπὶ τούτου ἐφ’ οὗ συνεπεράνατο ὁ σοφιστής. τοῦτο δὲ οὐκ ἂν ἐγίνετο, εἰ διελὼν τὰ ὁμώνυμα ἠρώτα. p. 175b 8 Ὅ τε ἐπιζητοῦσι νῦν μὲν ἧττον. Εἰ διελὼν τὰ ὁμώνυμα ὁ σοφιστὴς ἠρώτα, ἐγίνετο ὅπερ νῦν μὲν ἧττον ἐπιζητοῦσιν οἱ σοφισταί, μᾶλλον δὲ ἐν τοῖς κατὰ Πλάτωνα χρόνοις. τί δὲ ἦν ἐκεῖνο ὃ ἐζήτουν, ἐπάγει, τὸ ἀποκρίνεσθαι ἢ ναὶ ἢ οὔ. πάλαι γὰρ ἀμφίβολα καὶ ὁμώνυμα ἐρωτῶντες τὸν Πλάτωνα εὕρισκον αὐτὸν ἀποκρινόμενον τὴν ἀντίφασιν, τὸ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’· ὅθεν καὶ ἠνάγκαζον αὐτὸν ἓν ἀποκρίνεσθαι, ἢ ναὶ ἢ οὔ, κατὰ τοὺς διαλεκτικούς. τοῦτο γοῦν, φησί, τὸ περισπούδαστον τοῖς σοφισταῖς ἐγίνετο ἂν νῦν, εἰ διαιροῦντες οἱ σοφισταὶ τὰ σημαινόμενα τῶν ὁμωνύμων ἠρώ|των f. 40r τι περὶ ἑνὸς αὐτῶν, οἷον περὶ κυνὸς χερσαίου, εἰ καύματα ποιεῖ· πάντως γὰρ ἂν τότε ὁ ἀποκρινόμενος ἢ ναὶ ἡ οὒ ἀπεκρίθη. νῦν δὲ μὴ διαιρούντων ἀνάγκη τὸν ἐρωτώμενόν τι ὁμώνυμον προσαποκρίνεσθαι, τουτέστι δεῖ λέγειν ὅτι φαίνεται μέν, οὐκ ἔστι δέ, ἢ τὸ ἴσως ἢ τοιοῦτόν τι· οὕτως γὰρ ἂν κατάδηλος γίνεται, ὅτι οὐκ ἀρέσκεται τοῖς ἐρωτωμένοις διὰ τὸ μὴ ἀληθέσιν εἶναι. ἢ γοῦν τὰ εἰρημένα ἀνάγκη τὸν ἐρωτώμενον προσαποκρίνεσθαι ἢ λέγειν τὴν ἀντίφασιν, τὸ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’, καὶ οὕτως διορθοῦν τὴν μοχθηρίαν τῆς ἐρωτήσεως. 1. 2 φησὶν οὐκ ἐλέγχει ὁ σοφιστὴς ἀληθῶς Α 3 ἄδηλον ποιεῖ Α Arist. 4 καὶ prius AI: ἢ a 4. 5 σοφιστικὰ τοιαῦτα Α 5 ἀφανίζειν I 7 κυρίως ἔλεγχον Α 13 ἀληθῆ AI Arist.: ἀληθῶς a 15 ἐγίνετο aA: ἐγένετο a 18 πλάτωνα Av: πλάτωνος al 19 ἐκεῖνο om. Α ἀποκρινόμενον a post ἀποκρίνεσθαι add. ὡς εἴρηται Α 22 ἡ ναὶ ἢ οὔ post διαλεκτικοὺς collocat Α 23 τὸ om. Α 26 τότε Ι: ποτε a 27 τι ὁμώνυμον iterat a 29 fort, γίνηται cf. Ind. sub V. ἄν" p. 175b 15 Εἰ δέ τις ὑπολήψεται τὸν κατὰ τὴν ὁμωνυμίαν ἔλεγχον εἶναι. Εἰπὼν πρὸ ὀλίγου φαινομένως ἐλέγχειν τοὺς σοφιστὰς καὶ οὐ κυρίως νῦν φησιν ὅτι, εἴ τις ὑπολάβοι κυρίως ἐλέγχειν τοὺς σοφιστὰς καὶ μὴ φαινόμενον εἶναι ἔλεγχον τὸν κατὰ τὴν ὁμωνυμίαν ἔλεγχον καὶ τὰ ἄλλα σοφίσματα, συμβήσεται πάντας ἐλέγχεσθαι καὶ αὐτοὺς τοὺς ἐπιστήμονας· παρακρούονται γὰρ καὶ οὗτοι ὑπὸ τῶν σοφιστῶν δι’ ὁμωνύμων τινῶν καὶ τῶν ἄλλων τῶν τοιούτων. καὶ εἰ οὕτως ἔχει καὶ ἀληθὴς ἔλεγχος ὁ τοιοῦτος ἔλεγχος λογίζεται, οὐ διαφευξεῖταί ποτε ὁ ἀποκρινόμενος τρόπον τιν’ ἁ τὸ ἐλέγχεσθαι· παρὰ γὰρ τοῖς ἀληθῆ λέγουσιν ἔλεγχον τὸν φαινόμενον ἔλεγχον καὶ παραλογισμὸν ἀδύνατον διαφυγεῖν τὸ μὴ ἐλεγχθῆναι, καὶ οὐκ ἔστι τὸ μὴ οὐκ ἐλέγχεσθαι τὸν ἀποκρινόμενον. τὸ δὲ τρόπον τινὰ προσέθηκε, διότι μὴ κυρίως ἐστὶν οὗτος ἔλεγχος. πῶς δὲ πάντας συμβήσεται ἐλέγχεσθαι, ἐπάγει· ἐπὶ γὰρ τῶν ὁρατῶν, ἤτοι τῶν τῇ ὁράσει ὑποπιπτόντων, ἀναγκαῖον πολλάκις, ὃ ἔφησεν ὁ ἀποκρινόμενος, ἀποφῆσαι πάλιν, καὶ ὃ ἀπέφησε, φῆσαι. πρῶτον δὲ καλῶς ἄν ἔχοι τὴν ἀγωγὴν τοὐ σοφίσματος ἐκθέσθαι καὶ οὕτως τὰ κατὰ τὴν λέξιν ἀναθρῆσαι. περικαλύψαντες τὸν μουσικὸν Κορίσκον ὀθόνῃ ἢ ἄλλῳ τινὶ οἱ σοφισταὶ ἠρώτων· ἆρ’ οἶδας ὅτι ὁ Κορίσκος μουσικός ἐστι; ναί· τί δ’, οἶδας τὸν κεκαλυμμένον ὅστις ἐστίν; οὔ. εἶτα ἀφελόντες τὸ περικάλυμμα, τί δ’, οἶδας, ἔλεγον, τοῦτον ὅστις ἐστί; ναί· οἶδας ἄρα τοῦτον καὶ ὅτι μουσικός ἐστιν· ἀλλὰ μὴν καὶ οὐκ οἶδας· ὃν γὰρ ἠγνόεις, ὅτε περικεκαλυμμένος ἦν ὅστις ἦν, τοῦτον οὐδ’ εἰ ἦν μουσικὸς ἐγίνωσκες· οἶδας ἄρα τὸν αὐτὸν καὶ μουσικὸν καὶ μὴ μουσικόν, ἤτοι μουσικὸν καὶ ἄμουσον, ὥστε ὃ ἀπέφησας ἀπ’ αὐτοῦ ὄνομα, τὸ ‘μουσικός’, τοῦτο κατέφησας κατ’ αὐτοῦ. πάλιν ἆρ’ οἶδας τὸν κεκαλυμμένον ὅστις ἐστίν; οὔ. εἶτα ἀποκαλύψαντες, τί δέ, οἶδας τοῦτον; ναί· Κορίσκος γάρ ἐστιν· ἀλλὰ μὴν ἔφησας αὐτὸν καὶ μὴ Κορίσκον· ὃν γὰρ ὅλως ἠγνόεις τίς ἐστιν, οὐδὲ εἰ Κορίσκος ἐστὶν ἐγίνωσκες· ὥστε τὸ αὐτὸ ὄνομα κατέφησας κατ’ αὐτοῦ καὶ ἀπέφησας. τὸ σόφισμα παρὰ τὸ συμβεβηκός· συμβέβηκε γὰρ τῷ Κορίσκῳ τὸ κεκαλυμμένῳ εἶναι. οὐκ ἀνάγκη δὲ τὸ ὑπάρχον τῷ συμβεβηκότι ὑπάρχειν καὶ τῷ πράγματι ᾧ ὑπάρχει τὸ συμβεβηκός· οὐ γάρ, εἰ ὑπάρχει τὸ δισύλλαβον τῷ λευκῷ, τὸ δὲ λευκὸν συμβέβηκε τῷ Ἀλκιβιάδῃ, ἀνάγκη καὶ τὸ δισύλλαβον ὑπάρχειν τῷ Ἀλκιβιάδῃ· οὐ γάρ ἐστιν ὁ Ἀλκιβιάδης δισύλλαβον οὕτως καὶ ἐπὶ τούτων· οὐ γάρ, εἰ τὸν κεκαλυμμένον ἀγνοῶ, συμβέβηκε δὲ τὸ κεκαλύφθαι τῷ Κορίσκῳ, ἀνάγκη καὶ ἀγνοεῖν τὸν Κορίσκον. 10 τὸ a: τοῦ I 15 τῆ a: om. I 17 ἔχει a 18 —20 ἢ περικαλύμματι ἄλλω τινὶ ἠρώτων· τί δέ Α 20 ὅτις a 21 post περικάλυμμα add. ἠρώτων Α ἔλεγον om. Α 21. 22 ἄρα τὸν κορίσκον ὡς μουσικός Α 22 post οἶδας add. ὡς μουσικός ἐστιν Α 22. 23 ἠγνόεις περικεκαλυμμένον ὄντα, ὅστις ἐστὶ A 24 τὸν κορίσκον Α 30 τὸ tertium I: τῶ a 33 τῶ λευκῶ post 32 εἰ collocat A καὶ AI: om. a 33. 34 τὸν ἀλκιβιάδην δισύλλαβον εἶναι Α ὥστε δεῖ λέγειν ὅτι παρὰ τὸ συμβεβηκός (τοιοῦτον γὰρ τὸ τοῦ ἐγκεκαλυμμένου) ἢ παρὰ τὴν ὁμωνυμίαν ὁ λόγος ἢ παρὰ τὴν ἀμφιβολίαν ἢ παρά τι τούτων. τὸ τοιοῦτον σόφισμα ἔλυον οὕτως ἐκεῖνοι λέγοντες, ὅτι τοῦτον τὸν Κορίσκον οἶδα μουσικὸν τὸν φαινόμενον καὶ τοῦτον οἶδα Κορίσκον, τὸν δὲ κεκαλυμμένον καὶ ἄμουσον καὶ οὐ Κορίσκον. ἡ μὲν οὖν διάνοια καὶ ἡ τοῦ σοφίσματος ἀγωγὴ τοιαύτη τις ἂν εἴη. τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἄν ἔχοι. ὁρατὰ λέγει τὰ κατ’ ἐνέργειαν ὁρατά, ἃ βλέποντες γνωρίζομεν, κεκαλυμμένα δὲ ὄντα ἀγνοοῦμεν· ἐπὶ τούτων γὰρ ἀναγκαῖον ὃ ἔφησέ τις ἀποφῆσαι καὶ ὃ ἀπέφησέ τις καταφῆσαι· ὃν γὰρ ἔλεγε μουσικὸν ὁρῶν, τοῦ|τον περικεκαλυμμένον ὄντα καὶ μὴ ὁρώμενον εἴποι ἄμουσον· καὶ ὃν f.104v λέγει ἄμουσον περικεκαλυμμένον ὄντα, τοῦτον μουσικὸν ἂν εἴποι ἀφαιρεθέντος θέντος τοῦ περικαλύμματος. ὥστε ἐπὶ τούτων, φησί, τῶν ὁρατῶν ὃ ἔφησεν ὄνομα, ἀναγκαῖον ἀπὸ τοῦ αὐτοῦ ἀποφῆσαι, πάλιν ὃν ἔφησε λευκόν, ἀναγκαῖον ἀποφῆσαι καὶ εἰπεῖν μὴ λευκόν. δεῖ οὖν ὡς εἴπομεν λύειν, ἢ ὅτι παρὰ τὸ συμβεβηκὸς ἢ καθ’ ἕτερόν τι, ὅπερ καὶ αὐτὸς ἐρεῖ, ὅτε τὰς λύσεις τῶν σοφισμάτων ἐκτίθεται, ἀλλὰ μὴ ὡς οὗτοι. p. 175b 21 Ὁ γὰρ αὐτὸς ἔσται λόγος τὸ τὸν Κορίσκον. Ὃ λέγει τοιοῦτόν ἐστι· τὸ λέγειν ὅτι τὸν Κορίσκον οἶδα ταὐτόν ἐστι τῷ τοῦτον τὸν Κορίσκον· τὸ γὰρ ‘ἆρα οἶδας τὸν Κορίσκον ὅτι μουσικός ἐστι; ναῖ’, τοῦτο ταὐτόν ἐστι τῷ ‘ἆρ’ οἶδας τοῦτον τὸν Κορίσκον ὅτι μουσικός ἐστιν;’· ὃν γὰρ νῦν λέγεις μουσικὸν ἢ Κορίσκον, ὅτε ἀφῃρέθη τὸ περικάλυμμα, τοῦτον ἔλεγες καὶ ὅτε κεκαλυμμένος ἦν. καὶ ἔτι σαφέστερον περὶ τοῦ αὐτοῦ εἰπεῖν, ἔλυόν τινες τὸ σόφισμα λέγοντες τοῦτον μὲν τὸν Κορίσκον εἰδέναι μουσικόν, τοῦτον δ’ ἄμουσον, ἐπὶ διαφόρων προσώπων τὴν ἐρώτησιν φέροντες καὶ δύο ὑποκείμενα λαμβάνοντες. οὓς λύειν ἀνωφελῶς φησι λέγων ὁ γὰ¦ρ αὐτὸς ἔσται λόγος τὸ τὸν Κορίσκον μουσικὸν ἢ ἄμουσον τῷ τοῦτον τὸν Κορίσκον, τοῦτο διὰ τούτων λέγων, ὅτι ἡνίκα φαμὲν ‘ἆρ’ οἶδας τὸν Κορίσκον μουσικόν;’, τοῦτόν φαμεν τὸν ἕνα τῷ ἀριθμῷ καὶ οὐ πολλούς, ἀλλὰ τὸν ὀθόνῃ κεκαλυμμένον, ἐφ’ οὗ καταφάσκεται καὶ ἀποφάσκεται. ἀνατρέψας οὖν τοὺς κακῶς λύοντάς φησιν ἀλλ’ ἴσως οὐ ταὐτὸν σημαίνει, ὃ δυνάμει τοιοῦτον ἂν εἴη· ἴσως οὐχ οὕτω δεῖ διορθοῦσθαι, ὅτι ὅδε ὁ Κορίσκος μουσικὸς καὶ ὅδε ἄμουσος, ἀλλ’ ὅτι οὐ ταὐτὸν σημαίνει, τουτέστι τὸ Κορίσκος οὐχ ἓν σημαίνει. οὐ γάρ ἐστιν ἑνὸς δηλωτικὸν τὸ Κορίσκος ὄνομα, ὥσπερ οὐδὲ ὁ Σωκράτης καὶ ὁ λευκὸς Σωκράτης· εἰ γὰρ καὶ τῷ ὑποκειμένῳ ἕν ἐστιν ὁ Κορίσκος 10 fort. Ε; εἴποι ut vs. sq. 13 ὃν AI: ὃ a 14 ὡς εἴπομεν om. Α 15 ἐρεῖ] c. 24 p. 179b7 sp. 17 λόγος ἔσται a τὸ I: τοῦ a (itemque variaut Arist. codd.) 20 ναί cm. Α 21 ἡ cm. A ὅτε aA: ὅτι I 22 ἔλεγες aA: ἔλεγε I καὶ prius om Α post ἔτι add. δὲ A 23 τοῦ om. A εἰπεῖν] εἴπομεν ὄπισθεν· καὶ νῦν δὲ ῥητέον Α 25. 26 πρὸς οὓς φησὶ Α 27 τούτων a: τούτου Α: compend. I 30 καὶ Av: om. al 31 οὐ superscr. Α1 καὶ ὁ κεκαλυμμένος Κορίσκος, ὥσπερ καὶ ὁ Σωκράτης καὶ ὁ λευκὸς Σωκράτης, ἀλλὰ τῷ λόγῳ οὐχ εἷς ἐστιν. ὥστε ῥητέον ὅτι ἐλεγχοειδὲς καὶ παρὰ τὸ συμβεβηκός. εἶτα ἐπειδὴ εἶπεν “εἴ τις ὑπολήψεται τὸν κατὰ τὴν ὁμωνυμίαν”, οὗτος δὲ τοῦ παρὰ τὸ συμβεβηκὸς τέθεικε παράδειγμα, ἐπιφέρει οὐδὲ γὰρ ἐκεῖ τοὔνομα, ἐκεῖ λέγων ἐπὶ τοῦ καθ’ ὁμωνυμίαν· ἐπὶ τούτου γὰρ οὐ ταὐτὸν σημαίνει τὸ ὄνομα. ὥστε τι διαφέρει τὸ ἁπλῶς περὶ Κορίσκου ἐρωτᾶν καὶ κεκαλυμμένου. τὸ δὲ εἰ δὲ τῶ μὲν τὸ ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει πρὸς τοὺς κακῶς λύοντας ἀναφέρεται καὶ ἔστιν ἀνατρεπτικὸν αὐτῶν· λέγει γὰρ τὸ συμπέρασμα οἰκεῖον ὀφείλειν εἶναι ταῖς προτάσεσι. πῶς γοῦν ὑμεῖς μὴ ἐρωτηθέντες ‘ἆρ’ οἶδας τόνδε ἢ τόνδε τὸν Κορίσκον;’ ἐν τῷ συμπεράσματι τοῦτο ἐπάγετε; εἰ γὰρ ἐν τῷ μέν, ἤγουν ἐπὶ τῶν προτάσεων, ὡς ἐκεῖνοι λέγουσιν, ἁπλῶς δεῖ λέγειν ὅτι ὁ Κορίσκος μουσικός, ἐν δὲ τῷ συμπεράσματι προστεθήσεται τὸ ὅδε, ἄτοπον. τὸ δὲ οὐδὲν γὰρ μᾶλλον θατέρῳ τοιοῦτόν ἐστιν, ὅτι ἐπίσης ἔδει καὶ ἐν ταῖς προτάσεσι καὶ ἐν τῷ συμπεράσματι τεθεῖσθαι τὸ τόνδε· ἢ γὰρ καὶ ἐν ταῖς προτάσεσι προσκείσθω τὸ ὅδε ἤ, εἰ μὴ ἐν ἐκεί- ναις, μηδὲ ἐπὶ τῷ συμπεράσματι.