p. 174b 38 Οὐ δεῖ δὲ τὸ συμπέρασμα. Ἐξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις, καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστικαῖς διατριβαῖς, εἴρηται. καὶ ἄμφω ἃ νῦν λέγει καὶ ἐν τοῖς προλαβοῦσιν ἐδίδαξε, καὶ νῦν δὲ σαφέστερον αὖθις αὐτὰ ἐκτίθησιν. οὐ δεῖ, φησίν, ἐπί τινων τὸ συμπέρασμα προτατικῶς προάγειν, τουτέστι κατ’ ἐρώτησιν, τησιν, ἀλλὰ οἱονεὶ συμπεραντικόν. τὸ δὲ ἔνια δ’ οὐκ ἐρωτητέον τινὲς μὲν ἐπὶ τῶν συμπερασμάτων λέγουσιν, ὡς οὐ δεῖ τὰ συμπεράσματα ἐρωτηματικῶς προάγεσθαι. τὸ δ’ ἀληθὲς μᾶλλον ἔχει, ὡς διὰ τὰς προτάσεις εἴρηται· τινὰς γὰρ τῶν προτάσεων οὐ δεῖ ἐρωτᾶν ἀλλὰ λαμβάνειν ὡς ὁμολογουμένας. p. 175a 2 Περὶ δὲ ἀποκρίσεως καὶ πῶς χρὴ λύειν καὶ τί καὶ πρὸς τίνα χρῆσιν. Ἤδη μὲν φθάσαντες εἴπομεν ὅτι αἱ ἐρωτήσεις αἱ σοφιστικαὶ ἐκ τῶν δεκατριῶν τρόπων γίνονται, ἔτι τε καὶ πῶς ἐν ταῖς διατριβαῖς ταῖς σοφιστικαῖς ἐρωτητέον. νῦν δὲ λεκτέον ὅπως χρὴ ἀποκρίνεσθαι, καὶ πῶς δεῖ τὰ σοφίσματα λύειν, καὶ τί λυτέον. εἰ γὰρ ὁ προτεινόμενος συλλογισμὸς καὶ τὰς δύο προτάσεις ἔχει ψευδεῖς, ποίαν λυτέον; εἰ γὰρ τὴν ἥττονα, οὐδὲν ἧττον μένει ὡς τὸ πρότερον. ἀλλ’ ἢ πάντως τὴν μείζονα. ἔτι τε καὶ πρὸς τί χρήσιμοί εἰσιν οἱ σοφιστικοὶ λόγοι. φησὶν οὖν πρῶτον περὶ αὐτῶν τούτων, πρὸς ἃ χρήσιμός ἐστιν ἡ τῶν ἐλέγχων τῶν σοφιστικῶν παράδοσις. τρία δὲ εἶναι ταῦτα λέγει, πρὸς τὴν θεολογίαν καὶ καθόλου φιλοσοφίαν, πρὸς τὰς καθ’ ἑαυτὸν ζητήσεις καὶ πρὸς δόξαν. καὶ πρὸς μὲν φιλοσοφίαν χρήσιμοί εἰσι διὰ ταῦτα· ἐπειδὴ γάρ, φησίν, εἴπομεν ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι ὡς ἐπὶ τὸ πολύ εἰσι γινόμενοι ἀπὸ τῶν παρὰ τὴν λέξιν, τουτέστι λέξεων καὶ ὀνομάτων, ἐάν τις εἰδείη τούτους ὅπως γίνονται 1. 2 τοιοῦτον τὸ λεγόμενον Α 2 καὶ alt. om. Α 6 ἔστι Α: ἔσται al 7 οὐχὶ αὐτή a 8 συναληθεύει A ἤγουν a 13 καὶ alt. om. Α ἐν τοῖς προλαβ.] b 8 —11 15 προτατικῶς a Arist.: προτακτικῶς AI (Ciu) 16 post ἀλλὰ καὶ a 30 πρὸς scripsi: περὶ aAI cf. p. 119,25 n, 31 καὶ cm. Α 32 ἑαυτὸν Arist.: ἑαυτὴν a: ἑαυτοὺς Α: compend. I καὶ ἄρχηται θεολογεῖν, οὐκ ἄν ἀπατηθείη ποτέ, διότι ἐκεῖσε πράγματα μέν εἰσι μὴ ὁρώμενα μήτε αἰσθήσει ὑποπίπτοντα, λόγοι δὲ μόνοι καὶ ὀνόματα· ἃ εἰδώς τις πῶς ἀπατηθήσεται περὶ θεολογίας μετά τινος διαλεγόμενος; τὸ δὲ ἄμεινον ἔχειν ποιοῦσι τοῦτο σημαίνει· οἱ σοφιστικοὶ ἔλεγχοι. φησίν, ὡς ἐπὶ τὸ πολὺ γινόμενοι ἀπὸ τῶν λέξεων ποιοῦσι τὸν μετά τινος θεολογοῦντα ἀμεινόνως ἔχειν πρὸς τὸ ποσαχῶς ἕκαστον λέγεται, ἔτι δὲ καὶ εἰδέναι ποῖα ὁμοίως ἐπί τε τῶν πραγμάτων ἔχουσι καὶ τῶν ὀνομάτων, καὶ ποῖα ἑτέρως· οἷον ἑτέρως τῷ πράγματι ἔχουσι τὸ ὁρᾶν καὶ τὸ τύπτειν, ὁμοίως δὲ τῷ ὀνόματι· ἐνεργητικὰ γὰρ ἄμφω. δεύτερον δέ εἰσι χρήσιμοι πρὸς φιλοσοφίαν, καὶ ὅταν | μὴ f. 39r θεολογῇ τις μετά τινος ἀλλὰ καθ’ ἑαυτὸν ζητῇ τι. τρίτον δὲ καὶ τὸ λοιπὸν ἔτι χρησιμεύουσι πρὸς δόξαν. ἐπάγει δὲ τίς ἡ δόξα, ἤγουν τὸ δοκεῖν περὶ πάντα γεγυμνάσθαι· εἰ γάρ τις τοὺς σοφιστικοὺς λόγους εἰδείη, πάντως ἄν καὶ ἐν οἷς ὅλως μὴ οἶδεν ἐπιχειρήσῃ λέγειν, καὶ ἄλλων διαλεγομένων αὐτὸς μέμψεταί τινα τῶν λέξεων ὁρμώμενος ἀπὸ τῶν σοφισμάτων καὶ γεγυμνασμένος ἐν τούτοις. καὶ οὐ μόνον μέμψεται τὸν κακῶς διαλεγόμενον, ἀλλὰ καὶ τὴν αἰτίαν εἴποι τῆς μέμψεως· τὸ γὰρ μετά τινος διαλεγόμενον καὶ κοινωνοῦντα λόγων ψέγειν μὲν τοὺς λόγους, μὴ ἐμφανίζειν δὲ δι’ ἣν αἰτίαν ψέγει, ὑποψίαν δίδωσι γνώμης φιλονείκου καὶ μηδὲν εἰδυίας. p. 175a 17 Ἀποκρινομένοις δὲ πῶς ἀπαντητέον. Φανερόν, φησίν, ἐστὶν ἐξ ὧν εἰρήκαμεν πρότερον καὶ διείλομεν τὰ δεκατρία σοφίσματα, πῶς δεῖ ἀπαντᾶν πρὸς τοὺς ἐλέγχους· εἰ γὰρ εἴπομεν ἱκανῶς, ὅπως γίνονται ταῦτα καὶ διὰ ποίαν αἰτίαν, καὶ διείλομεν τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας (πλεονεξία γὰρ ὄντως ἐστὶ τὸ τὰ ὁμώνυμα ἀναγκάζειν τὸν ἀποκρινόμενον ὁμολογῆσαι), φανερὸν καὶ ὅπως δεῖ ἀποκρίνεσθαι. p. 175a 20 Οὐ ταὐτὸ δ’ ἐστὶ λαβόντα τε τὸν λόγον ἰδεῖν. Νῦν διδάσκει μεγάλην ὠφέλειαν ἐμποιεῖν τὰ γυμνάσια καὶ τὸ πρὸς ἑτέρους διαλέγεσθαι· κ·αὶ γὰρ οὐ ταὐτὸν εἶναι τὸ καθ’ ἑαυτόν τινα λαβόντα λόγον σκοπεῖν καὶ λύειν τὴν τούτου μοχθηρίαν καὶ τὸ ἀπαντᾶν δύνασθαι ταχέως ἐρωτώμενον. καθ’ ἑαυτὸν μὲν γὰρ ἀνέτως καὶ ὡς βούλεται ἐπιχειρεῖ τις· ἡνίκα δὲ ἐρωτᾶται, πολλῆς χρεία τῆς προσοχῆς· πολλάκις 7 τε om. Α (u) 9 post δὲ add. καὶ aA 10 χρήσιμοι a: χρήσιμα I 11 θεολογῆ—ζητῆ AI: θεολογεῖ—ζητεῖ a 13 πάντα I Arist.: παντὸς a 14 ἐπιχειρήσῃ I: ἐπιχειρήσει Α: ἐπιχειρῆται a 17 fort, αἰτίαν <ἂν> εἴπη A τινων 18 λόγων Α Arist.: λόγου I (corr. C): λόγον a post λόγων add. ἤγουν διαλέξεως A 19 δίδωσι Α Arist.: δέδωκε al φιλονείκου aA: φιλονίκου I 24 γίνονται I: γίνεται a 28 ταὐτὸν a (A T) γάρ, ἃ οὐκ ἂν συγχωρήσειέ τις ἀπλῶς ἐρωτηθείς, ταῦτα δίδωσι διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως. ὥστε τρόπον τινὰ ἀγνοοῦντα ποιεῖ τὸν ἀποκρινόμενον νον ἡ τοιάδε ἐρώτησις· ὃ γὰρ ἴσμεν, ὅταν μετατεθῇ καὶ τοιώσδε ἐρωτηθῇ, ἀγνοοῦμεν. οἷον γινώσκοντες ὅτι οὐδεὶς τύπτει τοῖς ὀφθαλμοῖς (τίς γὰρ τῷ ὀφθαλμῷ δύναται τύψαι τινά;), τοῦτο ἄν ἀγνοήσωμεν ἐκ τῆς τοιαύτης ἐρωτήσεως καὶ συγχωρήσομεν ὅτι τύπτεταί τις τῷ ὀφθαλμῷ ἀλλ’ οὐ τῇ ῥάβδῳ ἢ τῇ μάστιγι· οἷον ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;’· εἰ οὖν οὕτως ἐρωτηθείη ὁ λόγος, συλλογισθείη ἄν ὁ ἀποκρινόμενος καὶ φησὶν ὅτι ναί· τούτου δοθέντος εἰ ἐπάξομεν ‘ἀλλὰ μὴν εἶδες τοῦτον τῷ ὀφθαλμῷ τυπτόμενον’, συναχθήσεται τὸ ‘ἐτύπτετο ἄρα τῷ ὀφθαλμῷ’. ὃ γοῦν ᾔδειμεν, ἐρωτώμενοι δι’ ἄλλου τινὸς τρόπου παρ’ ὃν οἴδαμεν ἀγνοοῦμεν διὰ τὸ ἀγύμναστοι εἶναι. ἔτι δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων τεχνῶν τὸ γεγυμνάσθαι λίαν ὠφέλιμον, οὕτως ἔχει καὶ ἐπὶ τῶν λόγων. ὥστε πολλάκις οἴδαμεν μὲν τὸ ἐρωτώμενον, ἀγύμναστοι δ’ ὄντες καὶ μὴ δυνάμενοι τάχιον ἀποκρίνεσθαι ἐρχόμεθα ὕστεροι τῶν ἀποκρίσεων, σκοποῦντες βράδιον καὶ ὑπὸ τῶν συντόμους τὰς ἐρωτήσεις ποιουμένων παρατρεπόμενοι. p. 175a 26 Συμβαίνει δέ ποτε, καθάπερ ἐν τοῖς διαγράμμασιν. Ἔτι περὶ τοῦ αὐτοῦ τὸν λόγον ποιεῖται ἐπαιτιώμενος τὸ ἀγύμναστον, καὶ φησὶν ὅτι ὥσπερ ἐπὶ τῶν διαγραμμάτων εὑρόντες τὰς τοὐ θεωρήματος δεικτικὰς προτάσεις συνθεῖναι καὶ εἰς σχῆμα ἀναγαγεῖν ἀδυνατοῦμεν διὰ τὸ δυσθεώρητον εἶναι ποία τῶν προτάσεων ἐστι μείζων καὶ ποία ἐλάττων, ὥσπερ ἐπὶ τοῦ ἀσύμμετρον εἶναι τὴν πλευρὰν τῇ διαμέτρῳ καὶ ἐπ’ ἄλλων πολλῶν συμπίπτει, ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐν τοῖς ἐλέγχοις· διὰ γὰρ τὸ συμβαίνειν πλείονας ἁμαρτίας εἶναι τοὐ λόγου ἀδυνατοῦμεν συνιδεῖν, ποία ἐστὶ καθ’ ἣν ὁ ἔλεγχος γίνεται. κείσθω γὰρ τὸν Σωκράτην μήτε καθῆσθαι μήτε γράφειν, καὶ λεγέτω τις ὅτι ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, ὁ Σωκράτης ἄρα γράφει· τοῦτο δὲ ψεῦδος· εἰ οὖν τις τὸ ψεῦδος συναχθῆναι λέγει διὰ τὸ τὸν Σωκράτην καθῆσθαι, 2 τρόπον γὰρ, omisso ὥστε, Α 2. 3 ἐρωτώμενον Α 4 ὅτι al: ὡς Α 5 ἀγνοήσωμεν AI: ἀγνοήσομεν a τοιᾶσδε Α 6 συγχωρήσωμεν ὡς Α 7. 8 οὗτος ἐτύπτετο Α 8 οὕτως ex οὗτος corr. Α: οὕτω a 8, 9 ὁ λόγος ἐρωτηθῇ, συγχωρήσει ὁ ἀποκρινόμενος τοῦτο, εἰπὼν ναί Α 8 fort. σοφισθείη sive συναρπασθείη cf. p. 54, 23 9 φήσει fort, recte v post ναὶ add. καὶ Α τούτου δοθέντος Av: τούτων δοθέντων al 10 τὸ om. Α ἐτύπτετο v, ante 11 ὃ Α: ἔτυπτεν al 10. 11 τῶ ὀφθαλμῶ ἄρα Α 11 ᾔδειμεν I: εἴδομεν a: γινώσκομεν Α ἐρωτώμενοι om. Α 11. 12 παρ’ ὃν οἴδαμεν al: ἐρωτήσεως τοῦτο ἐρωτηθέντες Α 12 τὸ Ι: τοῦ a 13. 14 οὕτως—πολλάκις al: κἄν γὰρ γραμματικὸς ἦ κἂν ἰατρὸς καὶ γυμνάζηται, ἐπιστημονικώτερος γίνεται κατὰ τὴν τέχνην· κἄν δρομεὺς ἡ καὶ καθεκάστην ἑαυτὸν γυμνάζῃ πρὸς τὸ τρέχειν, ταχινώτερος γίνεται· ἀλλὰ καὶ ἐπὶ τῶν λόγων, ἤγουν τῶν διαλέξεων, οὕτως ἔχει· πολλάκις γὰρ Α 14 μὲν om. Α 15 post καὶ add. διά τοῦτο Α ἀποκρίνασθαι Α 16 σκοποῦντες—ποιουμένων al: διὰ τὸ δέεσθαι σκέψεως· καὶ ἐντεῦθεν ἡττώμεθα ὑπὸ τῶν συντόμως ποιουμένων τὰς ἐρωτήσεις Α 17 παρατρεπόμενον I 23 τοῦ τὸ σύμμετρον Α λέλυκε μέν, ἀλλὰ πρὸς τὸν ἄνθρωπον ἀλλ’ οὐ πρὸς τὸ πρᾶγμα· οὐ γὰρ παρὰ τὴν τὸν Σωκράτην λέγουσαν καθῆσθαι πρότασιν τὸ ψεῦδος, ἀλλὰ παρὰ τὸ τὸν καθήμενον γράφειν. | ἐπεὶ εἰ Κορίσκος καθήμενος τύχῃ, f. 39v ὅτε Σωκράτης ἵσταται, μὴ γράφει δὲ καὶ λέγει τις ὅτι ὁ Κορίσκος κάθηται, ὁ καθήμενος γράφει, ὁ Κορίσκος ἄρα γράφει, ὅπερ ψεῦδος, οὐκ ἄν ἐπὶ τούτου ἁρμόσοι λέγειν ὅτι παρὰ τὸ τὸν Κορίσκον καθήμενον λαβεῖν γέγονεν ὁ ἔλεγχος· καθῆσθαι γὰρ κεῖται.