p. 174b 12 Σοφιστικὸν δὲ καὶ τὸ κειμένου παραδόξου. Σοφιστικόν ἐστι καὶ τὸ κειμένου παραδόξου τὸ προκείμενον ἀξιοῦν ἀποκρίνεσθαι· τὸ γὰρ φαινόμενον ἀντὶ τοῦ ‘προκείμενον’ εἴληπται. καὶ πῶς τὸ προκείμενον ἀξιοῦται, ἐξηγούμενος ἐπήγαγε προκειμένου τοῦ δοκοῦντος ἐξ ἀρχῆς, δυνάμει λέγων ἱεῖ περιέχει ἐν ἑαυτῇ ἡ ἐρωτωμένη πρότασις τὸ κείμενον ἐξ ἀρχῆς, δῆλον ὅτι τὸ προκείμενον ἀξιοῖ ἀποκρίνεσθαι’. οἷον κείμενον ἄδοξόν ἐστι τὸ τὴν ἀδικίαν εὐδαιμονίαν εἶναι· τοῦτο οὖν οἱ σοφισταὶ βουλόμενοι κατασκευάσαι ἐρωτῶσι καὶ ἀξιοῦσι τὸν προσδιαλεγόμενον ἀποκρίνασθαι τὸ φαινόμενον ἄδοξον, καὶ τὴν ἐρώτησιν οὕτως πὼς ποιοῦνται· πότερόν σοι δοκεῖ ὁ Ἀρχέλαος βασιλεὺς ὢν εὐδαίμων ἢ οὕ; εἰ γοῦν ὁμολογήσει τὸ φαινόμενον τοῖς f. 37r πᾶσιν ἔνδοξον, τὸ εἶναι τὸν Ἀρχέλαον εὐδαίμονα, ἐνταῦθα περιέχεται τὸ 1 ποιεῖ τοῦ ἐλέγχου Α ὅταν AI: ὅτι a 2 ἤγουν aA: ἤτοι I ἐξενέγκῃ, sed post ἐρωτήσει Α 3. 4 ἀλλὰ συμπεραντικῶς, ἤγουν ἀποφαντικῶς. οὐκ εἶπε δὲ συμπέρασμα Α 4. 5 κυρίως γὰρ συμπέρασμα, omisso ἡ ὅτι, Α 6 ἐπαγόμενον, sed post 5 συλλογιστικῶς Α μὴ—ῥηθείη al: ἀσυλλογίστως ἐπαχθέν, οὐδὲ συμπέρασμα ἐρεῖ τις Α λέγειν Α 9 post συμπεραντικῶς add. ἤγουν ἀποφαντικῶς Α τὸ ὃν πολλά Α 10 δοκεῖ γὰρ ἀποδεῖξαι τοῦτο καὶ ὡς θαρρῶν Α 11 ἐπάγει τοῦτο, ἐπεὶ καὶ ἐν Α οὕτως ἐπήγετο al: ἀποφαντικῶς ἐπάγεται Α 12 ἡ διάμετρος σύμμετρος Α 13 post ἐπάξεις add. οὕτω a, οἶον Α ὡς οὐκ ἔστι τὸ ὃν πολλὰ Α 14 δοκεῖς μὴ ἀποδεῖξαι καὶ ὡς μὴ 15 προαχθείη Ι: προσαχθείη a 16 an αὐτὸ? 17 ἀπαρτήσει a 19 τὸ alt. Al: om. a 20 προκειμένου b 22 post δυνάμει add. τοῦτο Α 23 ἐρωτημένη (sic) a 25 οὖν Al: γοῦν a 26 ἀποκρίνασθαι Al: ἀποκρίνεσθαι a ἄδοξον al: ἔνδοξον τοῖς πολλοῖς Α 29 ἐνταῦθα a: ἐν ταύτη Al ἐξ ἀρχῆς κείμενον ἄδοξον, τὸ τὴν ἀδικίαν εὐδαιμονίαν εἶναι. οὕτως ἐν τῷ Πλάτωνος Γοργίᾳ ὁ Πῶλος ποιεῖ· ὁ γὰρ Πῶλος εἰπὼν ὅτι τὸ ἀδικεῖν καὶ τὸ φονεύειν ἀγαθόν ἐστι, παράδοξον ὂν πάντως, καὶ δεῖξαι τοῦτο βουλόμενος ἐρωτᾷ τὸν Σωκράτην Ἅρχέλαος Ἀρχέλαος ὁ Περδίκκου ὁ ἄρχων εὐδαίμων σοι δοκεῖ εἶναι ἢ ἄθλιος;’· οὗτος δὲ ὁ Ἀρχέλαος φονεύσας τοὺς ἑαυτοῦ συγγενεῖς καὶ τὰ μέγιστα ἀδικήσας [τῆς] τῶν Μακεδόνων ἦρξεν. ἐν γοῦν τῇ προτάσει ταύτῃ, τῇ ‘Ἀρχέλαος εὐδαίμων σοι δοκεῖ εἶναι;’ περιέχεται ἡ ἐξ ἀρχῆς παράδοξος θέσις, ἣν θέσιν ὁ Ἀριστοτέλης τὸ δοκοῦν ἐξ ἀρχῆς εἶπεν. ὅτι δὲ ἐν τῇ προτάσει ταύτῃ ἡ ἐξ ἀρχῆς περιέχεται θέσις, δῆλον· εἰ γὰρ τὸ εὐδαιμονεῖν ἀγαθόν, ὁ δὲ Ἀρχέλαος ἀδικήσας εὐδαίμων, ὡς ᾤετο Πῶλος, ὁ Ἀρχέλαος, ἤτοι ὁ ἄδικος, καὶ τὸ ἀδικεῖν ἀγαθόν. ὥστε ὁ ἀξιῶν τὸν Ἀρχέλαον εὐδαίμονα εἰπεῖν τὸ προκείμενον ἀξιοῖ· τὸ γὰρ τὸν ἄδικον Ἀρχέλαον εὐδαίμονα λέγειν ταὐτόν ἐστι τῷ τὸ ἀδικεῖν ἀγαθὸν λέγειν. δεῖ οὖν, φησί, καὶ ἐν τούτοις οὕτως ἐρωτᾶν· πότερόν σοι εὐδαίμων δοκεῖ εἶναι ὁ Ἀρχέλαος ἢ ἄθλιος; καὶ εἰ μὲν δοίη ὁ ἀποκρινόμενος ὁ λέγων κακὸν εἶναι τὸ ἀδικεῖν εὐδαίμονα εἶναι τὸν Ἀρχέλαον, ἐλεγχθήσεται ὅτι οὐκ ἔστι κακὸν ἀλλὰ ἀγαθόν. εἰ δὲ μὴ δοίη μηδὲ φάσκει δοκεῖν εὐδαίμονα εἶναι, ἄδοξα καὶ παράδοξα λέγειν δόξει· σχεδὸν γὰρ οἱ πλείους εὐδαίμονα τὸν Ἀρχέλαον εἶναι ἔλεγον. εἰ δὲ μὴ συγχωρεῖ, ὅμως δὲ φάσκει δοκεῖν εὐδαίμονα, ἐλεγχοειδές. p. 174b 19 Ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς. Ὥσπερ, φησίν, οἱ ῥήτορες (ῥήτορας δὲ λέγει τοὺς ὑπέρ τινος λόγους ποιουμένους καὶ βοηθοῦντας αὐτῷ) σπουδάζουσι τοὺς ἀντιλέγοντας σφίσιν αὐτοῖς περί τινος δεῖξαι τἀναντία λέγοντας τοῖς ὑπὸ τῶν νόμων λεγομένοις ἢ τοῖς τῆς πόλεως ἔθεσιν, οὕτω καὶ τοῖς ἐλέγξαι βουλομένοις ποιητέον καὶ ἐπιχειρητέον δεῖξαι τὸν ἀποκρινόμενον, ὅτι τἀναντία λέγει τῆς κειμένης θέσεως ὑπ’ αὐτοῦ (τούτου γάρ ἐστι μηνυτικὸν τὸ ἡ πρὸς τὰ ὑφ’ ἑαυτοῦ λεγόμενα) ἢ τἀναντία οἷς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν· οὓς γὰρ ὁμολογεῖ καλῶς λέγειν, τούτοις εἰ δείξομεν τἀναντία λέγοντα, ἐλέγξομεν. δύναται τὸ οὓς ὁμολογεῖ καλῶς λέγειν τοιοῦτον εἶναι· εἴπερ ὁ ἀποκρινόμενος ὁμολογεῖ τὸν Ζήνωνα (ἔστω γὰρ οὗτος) καλῶς λέγειν μὴ εἶναι κίνησιν μηδὲ δύνασθαι διελθεῖν τὸ στάδιον, πειρᾶσθαι χρὴ δεικνύναι ὅτι ἐξ ὧν λέγει συμβαίνει καὶ κίνησιν εἶναι καὶ διιέναι τὸ στάδιον, ὅπερ ἐναντίον τῷ τοῦ Ζήνωνός ἐστι λόγῳ, ὃν καλῶς λέγειν εἴρηκε. καὶ ἔτι φησὶ πειρᾶσθαι δεικνύναι τὸν ἀποκρινόμενον 1.2 ἐν τῷ Πλάτωνος Γοργίᾳ] Γοργίᾳ] c. 26 p. 470 D sq. 3 ἐστι Α: εἶναι τοῦτο aA: inv. ord. I 6 τὰ μάλιστα ἀδικήσας ἐβασίλευσεν ἐν μακεδονία Α τῆς delevi 8 ἥντινα Α 9 post ἐξ ἀρχῆς prius add. ὠνόμασε καὶ A 11 ἤτοι AI: ἤγουν a post ἄδικος addendum videtur ἀγαθός 17 ἐλεληχθήσεται a 30 λέγοντα aA: λέγοντας Ι 35 <δεῖ> δεικνύναι conicio, sed cf. p. 45,19 τἀναντία λέγοντα τῶν δοκούντων τοιούτων, λέγων τοιούτους τοὺς ἀγαθοὺς περὶ ἕκαστα, οἷον ἰατρούς, οἷον ὅτι ἃ φῄς ἐναντία ἐστὶν ὧν δοκεῖ τοῖς ἀγαθοῖς ἰατροῖς ἢ φρονίμοις, ἢ ὧν δοκεῖ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, ὡς καὶ ἐν τῷ Γοργίᾳ Σωκράτης πρὸς Καλλικλέα ποιεῖ. ὁμοίους δὲ αὐτοῦ ἔλεγεν, οἷον εἰ ἰατρὸς εἴη, ἀπελεγκτέον λέγοντα ἐναντία ἰατροῖς, εἰ μουσικός, μουσικοῖς, καὶ εἰ γεωμέτρης, γεωμέτραις. p. 174b 23 Ὥσπερ τε ἀποκρινόμενοι πολλάκις. Τὸ λεγόμενον τοιοῦτόν ἐστι· τὸ ‘ἐπίσταται τοῦτο’ πολλὰ σημαίνει, ἓν μὲν ὅτι ἐπιστήμην ἔχει τοῦτο τὸ ζῷον, οἷον ὁ Σωκράτης, ἕτερον δὲ ὅτι ἐπιστήμῃ χρῆται· ἄλλο γὰρ τὸ ἔχειν ἐπιστήμην καὶ μὴ χρῆσθαι μηδὲ ἐνεργεῖν κατ’ αὐτὴν καὶ ἄλλο τὸ χρῆσθαι καὶ ἐνεργεῖν. τρίτον δὲ τὸ ἐπιστήμην εἶναι αὐτοῦ· τὸ γὰρ λέγειν ὅτι ἐπίσταται τοῦτο, οἷον τὸ τρίγωνον, ταὐτόν ἐστι τῷ ‘ἐπιστήμη ἐστὶν αὐτοῦ, ὅτι τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει’· διότι οὖν ἔστιν ἐπιστήμη αὐτοῦ καὶ ἔστιν ἐπιστητόν, λέγεται ἐπίστασθαι τοῦτο, οὐχ ὅτι ἐπιστήμην ἔχει τὸ τρίγωνον. τούτου οὕτως ἔχοντος, ἂν ἔροιτό τις ‘ἆρά γε ἐπίσταταί τι; ναί· τί δέ, τὸ ἐπιστάμενον ἐπιστήμην ἔχει; ναί· ἀλλὰ μὴν τὸ τρίγωνον ἐπίσταται· ἐπιστήμην ἄρα ἔχει’, | ῥητέον ὅτι οὐχ ἓν τὸ ‘ἐπίσταται’, καὶ ὡδὶ μὲν συμβαίνει τὸ [έπίστασθαι] f.37v τοῦτο ἔχειν ἐπιστήμην, εἰ ἐπὶ τοῦ ζῴου τοῦτο ληφθῇ, ἂν δὲ ἐπὶ τοῦ τριγώνου, οὐ συμβαίνει, ἢ μᾶλλον ἄν μὲν τὸ ‘ἐπίσταται τοῦτο’ ἐπὶ τοῦ ἐπιστήμην ἔχειν, συμβαίνει, ἂν δὲ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ, οὐ συμβαίνει, καὶ ὅτι ἐπὶ τοῦ ἐπιστήμην ἔχειν τὸ ‘ἐπίσταται τοῦτο’ δέδωκεν, ἀλλ’ οὐχὶ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ. ἂν δὴ ταῦτα ὁ ἀποκρινόμενος λέγῃ, δεῖν φησι καὶ τὸν ἐρωτῶντα λέγειν ὅτι οὐκ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ τὴν ἐρώτησιν ἐποιησάμην, ἀλλ’ ἐπὶ τοῦ ἐπιστήμην ἔχειν, καὶ τοῦτο ἔλαβον. ῥητέον δὲ καὶ οὕτως· οἱ ἀποκρινόμενοι, φησί, πολλάκις ἐλεγχθέντες οὐχ ὁμολογοῦσιν ἐπὶ τῷ συμπεράσματι, ἀλλὰ διενίστανται ἐπ’ ἄλλου μὲν τὴν πρότασιν αὐτοὶ δοῦναι, ἐπ’ ἄλλου δὲ συμπερᾶναι τὸν ἐρωτῶντα. τῶντα. ὅθεν καὶ ἐλεγχθέντες ποιοῦσι διττόν, ἤγουν διαιροῦσι τὸ ὄνομα ἐκεῖνο ἐφ’ ᾧ ἠλέγχθησαν καὶ λέγουσι τόδε δοῦναι· οἷον εἰ περὶ κυνὸς διαλέγοιντο, εἴπωσι δὲ τὸν κύνα καύματα ποιεῖν, ἐπιχειρεῖ δ’ ἐλέγχειν ὁ ἐρωτῶν ἐπὶ τὸν χερσαῖον μεταφέρων τὸν λόγον, αὐτίκα ὁ ἀποκρινόμενος διαιρεῖ τὰ σὴ μαινόμενα τοῦ κυνός. ὥσπερ οὖν οἱ ἀποκρινόμενοι ποιοῦσιν ἐλεγχθέντες, οὕτω καὶ τοὺς ἐρωτῶντας ποιητέον, καὶ ὅταν ἐλέγξωσι, 1 δοκοῦντα a τοιούτους λέγων Α 4 post καὶ add. ὁ 1 τῶ AI: cm. a ἐν τῷ Γοργίᾳ] c. 43 p. 488 Esq. καλλίκλον a ὁμοίως a 5 αὐτοῦ Α: αὐτὸς a: compend. Ι ἀπελεκτέον a 6 εἰ prius AI: καὶ a καὶ aI: om. Α 7 ἀποκρινόμενος a 9 ὅτι alt. I: om. a 12 τὸ alt. I: ὅτι a 14 ἐστὶν prius corr. ex εἶναι I 18. 19 ἐπίστασθαι delevi 23 τοῦ a: τῶ I 24 λέγη I: λέγει a ἐπιστήμην corr. ex ἐπιστητοῦ I1 28 αὐτοὶ τὴν πρότασιν Α 30 κοινὸς I 34 ἐλέγξωσι I: ἐλέγχωσι a λεκτέον πρὸς τοὺς ἐνισταμένους ὅτι οὕτως εἰλήφασιν· οἷον εἰ διάλεξις εἴη περὶ κυνὸς καὶ ὁ ἀποκρινόμενος ὁμολογήσει τοῦτον καύματα ποιεῖν, εἶτα ἐλέγχειν αὐτὸν μέλλει ὁ ἐρωτῶν, * * * δεῖ ἐνίστασθαι καὶ τὸν ἀποκρινόμενον αὐτὸν οὕτως λαβεῖν καὶ περὶ τοῦ κυνὸς τοῦ χερσαίου λέγειν καύματα ποιεῖν. p. 174b 28 Δεῖ δὲ καὶ ἀφι·σταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρημάτων. Ἐπειδὴ πολλάκις οἱ ἀποκρινόμενοι εἰς τὴν τῶν ἐρωτώντων τάξιν μετα- πίπτουσιν ἐρωτήσαντος γάρ τινος πρότασιν συντελοῦσαν εἰς κατασκευὴν τῆς κειμένης θέσεως τοῦ ἐρωτῶντος, οἱ ἀποκρινόμενοι ἀντεπιχειροῦσι πρὸς τὴν πρότασιν καὶ ἐρωτῶσί τινα δι’ ὧν νομίζουσιν ἀποφαίνειν ψευδῆ τὴν ἠρωτημένην πρότασιν), λέγει ἀφίστασθαι ἐρωτήσαντα τὴν πρότασιν τοῦ λόγου τοῦ δεικνύντος αὐτὴν ψευδῆ. ὥσπερ καὶ ὁ Καλλικλῆς ποιεῖ· ἐρωτήσας τήσας γὰρ πρότασιν ψευδῆ καὶ τοῦ Σωκράτους ἐπιχειρήσαντος ἐλέγξαι καὶ δεῖξαι ψευδῆ ἀπέστη τοῦ λόγου φήσας “οὐκ οἶδα τί λέγεις, Σώκρατες, <ἀλλ᾿> ἄλλον τινὰ ἐρώτα”. δεῖ οὖν, φησίν, ἀφίστασθαι τοῦ λόγου, γνοίης εὐποροῦντα τὸν ἀποκρινόμενον ἐπιχειρημάτων εἰς τὸ δεῖξαι ψευδῆ τὴν πρότασιν, καὶ ἐπιτέμνειν τὰ λοιπὰ τῶν ἐπιχειρημάτων, καὶ ἂν τοῦτο ἐπιχειρῶν ὅτι ἀποχωρεῖς καὶ ἀφίστασαι τοῦ λόγου, προαγορεύειν ὡς οὐκ ἀφίσταμαι. οἷον καὶ ὁ Καλλικλῆς “ἐρώται σὺ τὰ σμικρὰ ταῦτα καὶ στενά”, μόνον οὐχὶ λέγων ‘τί δεῖ ἀφίστασθαι; οὕτως εὐεξέλεγκτα καὶ εὐτελῆ εἰσιν ἅ με ἐρωτᾷς᾿. ἢ τὸ λεγόμενόν ἐστιν· ὅταν διὰ μακρῶν τὸ προκείμενον συλλογισθῇ τῷ μὴ δύνασθαι διὰ βραχέων (εὐφώρατον γὰρ γίνεται τὸ συμβαῖνον ἐξ ὀλίγων συναγόμενον), δεῖ, φησίν, ἀφίστασθαι τοῦ λόγου, τουτέστι τῆς μακρολογίας, καὶ τὰ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπιτέμνειν, καὶ ἄν προαισθόμενος τὸ συμβαῖνον ἐνίστηται ὅτι οὐκ ἔστιν ὃ μέλλεις συνάγειν, προαγορεύειν ἰού τὸ καὶ τὸ πρὸ ὀλίγου ὡμολόγησας;’. καὶ ἔστι πολλὰ τοιαῦτα εὑρεῖν παρὰ τῷ Πλάτωνι. καλλίων δὲ οἶμαι ἡ προτέρα ἐξήγησις· τοῦτο γὰρ οὐ σοφιστικόν, τὸ τὰ προδιομολογηθέντα καὶ προδειχθέντα διαρθροῦν, ἀλλὰ διαλεκτικόν. καὶ ὁ βουλόμενος ἀκριβεστέρως μαθεῖν, πῶς ἀφίσταται καὶ ἐπιτέμνει τὸν λόγον ὁ ἀποκρινόμενος, τὸ πρῶτον τῶν Πολιτικῶν τοῦ Πλάτωνος· ἐκεῖσε γὰρ ὁ σοφιστὴς Θρασύμαχος λόγον ὑπέχων καὶ γνοὺς τὸ συμβαῖνον ἀποστὰς τοῦ ἀποκρίνεσθαι συνέτεμε τὸν λόγον ἐρωτῶν. λέγει γὰρ ὁ Πλάτων’ ἐν ἐκείνοις οὕτως· 3 supple velut ὁ δὲ διελὼν τὸ κύων ἐνίσταται λέγων ὅτι ἐπ’ ἄλλου μὲν σημαινομένου αὐτὸς ἔδωκεν, ἐπ’ ἄλλου δ’ ἔλαβεν ὁ ἐρωτῶν 4 λαβεῖν v: λαλεῖν aI 15 οὐκ οἶδα κτλ.] Ctorg. c. 60 p. 505C σωκράτης a: compend. I 16 ἀλλ’ e Platone addidi ἄλλην I 18 καὶ ἄν I: κᾂν a 19.20 προαγορεύειν ex Arist. scripsi cf. vs. 27: προσαγορεύειν aI 20 ἐρώτα κτλ.] Gorg. c. 51 p. 497 C 21 τί al: ὅτι Α αὕτως al: ἐπεὶ Α 23 γὰρ al: εἶναι Α 26 καὶ ἄν Al: κἂν a 27 ψεῖς Av: μέλλει al προαγορεύειν I: προσαγορεύειν aA 29 προδιομολογηθέντα Al: προεξομολογηθέντα a 32 πολιτῶν a ἐκεῖ Α 33. 34 ἀποκρίνασθαι a 34 ἐν ἐκείνοις] I 16 p. 343 Α ὅπως (sic) a “ἐπειδὴ οὖν ἐνταῦθα ἦμεν τοῦ λόγου, ὁ Θρασύμαχος ἀντὶ τοῦ ἀποκρίνεσθαι, εἰπέ μοι, ἔφη, ὦ Σώκρατες” καὶ τὰ ἑξῆς· εἶτα ἐπήγαγε “ταῦτα εἰπὼν ἐν νῷ εἶχεν ἀπιέναι”. εἰ|πόντων δὲ τῶν παρεστώτων ‘διὰ τί f. 38r ἀφίστασαι;’ καὶ τοῦ Σωκράτους ὁμοίως ‘τί ἀποχωρεῖς καὶ οὐ πείθεις οὕτως ἔχειν ὃ φῄς;’ ὁ Θρασύμαχος εἶπεν ‘οὐκ ἀφίσταμαι’· τοῦτο γὰρ δύναται τὸ “<εἰ> γὰρ οἷς δὴ νῦν ἔλεγον μὴ πέπεισαι, τί ἔτι σοι ποιήσω;”, λέγων πῶς ἀφίσταμαι καὶ τὸν λόγον ἐπιτέμνω, ὃς τοιαῦτα εἶπον πιθανὰ καὶ δυνάμενα πεῖσαι τὸν μὴ κακουργοῦντα;’. p. 174b30" Έπιχειρητέον δὲ ἐνίοτε. Σοφιστικόν ἐστι καὶ τὸ καταλιπόντας περὶ τοῦ προκειμένου ποιεῖσθαι τοὺς λόγους μετάγειν αὐτοὺς καὶ μεταφέρειν πρὸς τοῦτο πρὸς ὃ εὐπορεῖν ἔστιν ἐπιχειρημάτων, ὡς ὁ Πρωταγόρας ἐν τῷ ὁμωνύμῳ διαλόγῳ ποιεῖ, ποτὲ μὲν μύθους τινὰς διεξιὼν, ποτὲ δὲ περὶ ποιημάτων τὸν λόγον ποιούμενος ἐν οἷς εὐπορεῖν ἐπιχειρημάτων ἠδύνατο. ἢ οὖν τοῦτό ἐστιν ὃ λέγει, ὅτι δεῖ μετάγειν τὸν λόγον πρὸς ὃ εὐποροῦμεν ἐπιχειρημάτων, ἢ ὅτι πρὸς ἄλλο τοῦ κειμένου. οἷον εἰ κεῖται τὸν φιλόσοφον πολυπράγμονα εἶναι, δέδωκε δὲ τοῦτο ὁ ἀποκρινόμενος ἐπὶ τοῦ ζητητικοῦ καὶ ἐξεταστικοῦ τῆς τῶν ὄντων φύσεως, δεῖ τὴν πολυπραγμοσύνην καὶ τὸν πολυπράγμονα μεταλαβεῖν πρὸς τὸν φιλοπράγμονα οὕτως· ὁ φιλόσοφος πολυπράγμων, ὁ πολυπράγμων φιλοπράγμων, ὁ φιλοπράγμων ἐρωτικῶς διάκειται περὶ τὰ χρήματα, ὁ φιλόσοφος ἄρα ἐρωτικῶς ἔχει τῶν χρημάτων· ἀλλὰ τοῦτο ψεῦδος· καὶ τὸ ἄρα πολυπράγμονα εἶναι ψεῦδος. ὥσπερ καὶ ὁ Καλλικλῆς πεποίηκε· τοῦ γὰρ Σωκράτους δείξαντος ὅτι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι αἴσχιον, ὁ Καλλικλῆς μετέλαβε πρὸς ἄλλο εἰπὼν ‘φύσει μὲν παναίσχιον τὸ ἀδικεῖσθαι, νόμῳ δὲ τὸ ἀδικεῖν· ἀλλὰ μὴν τοὺς νόμους φαῦλοι καὶ δειλοὶ ἄνθρωποι τιθένται· ὃ δὲ οὗτοι τίθενται, ἐστὶ φαῦλον, οὐ μὴν ὃ ἡ φύσις· οὐκ ἄρα τὸ ἀδικεῖν φαῦλον’. δεῖ οὖν πρὸς ἄλλο τοῦ κειμένου μεταφέρειν, ὥσπερ καὶ Ἰσοκράτης ποιεῖ· μὴ δυνηθεὶς γὰρ αὐτόθι τὴν Ἑλένην ἐγκωμιάσαι ἐπαινεῖ τοὺς αὐτῆς ἐραστὰς καὶ ἐκ τούτου συνάγει τὸν ἔπαινον εἰς αὐτήν· ἧς γὰρ οἱ ἥρωες ἤρων, πῶς οὐ καθέστηκεν ἀξία ἐπαίνων; καὶ ὁ σοφιστὴς Λυκόφρων τοὺς λυρικοὺς ἐπαινῶν ἐπὶ τὴν λύραν μετήνεγκε τὸν ἔπαινον. ἢ μᾶλλον ἐπειδὴ ὑπό τινων ἠναγκάζετο ἐπαινέσαι τὴν λύραν, εἶτα μὴ λόγων εὐπόρει 1 ἦμεν ex Platone scripsi: ἴμεν aAI 1. 2 ἀποκρίνασθαι a 2 ταῦτα κτλ.] c. 17 p. 344D 6 εἰ ex Platone p. 345 Β addidi δὴ νῦν al: νῦν Α: νῦν δὴ Plato πέπεισαι Α Plato: παραπεῖσαι al 8 κακουργοῦντα v: κατηγοροῦντα aAI 11 αὐτοὺς Α: αὐτὰ a: compend. I 12 ἐπιχειρήματος Α ἐν τῷ ὁμ. διαλ.] c. 11 sq., c. 26 20 φιλίως ἔχει περὶ τὰ πράγματα καὶ ἐρωτικῶς, ὁ Α 21. 22 φιλίως ἔχει περὶ τὰ πράγματα· ἀλλὰ μὴν τοῦτο ψεῦδος· οὐκ ἄρα ὁ φιλόσοφος πολυπράγμων. καὶ ὁ Καλλικλῆς δὲ τοιοῦτόν τι πεποίηκε Α 24 μετέβαλε Α εἰπὼν] Gorg. c. 38 p. 483 Α. Β memoriter citat μὲν om. Α 28 ἰσωκράτης a πολλῶν, μικρὸν τι ἐπαινέσας τὴν αἰσθητὴν ταύτην λύραν ἐπὶ τὴν οὐράνιον ἀνηνέχθη· ἔστι γὰρ ἐν οὐρανῷ ἄστρον τι ἐξ ἄστρων πολλῶν συγκείμενον λύρα ὀνομαζόμενον, εἰς ἣν πολλοὺς καλοὺς καὶ ἀγαθοὺς λόγους ἐξεῦρεν. p. 174b 33 Πρὸς δὲ τοὺς ἀπαιτοῦντας πρός τι ἐπιχειρεῖν, ἐπειδὴ δοκεῖ. Έπειδὴ πολλάκις οἱ ἀποκρινόμενοι τὰς προτεινομένας αὐτοῖς ὑπὸ τῶν ἐρωτώντων προτάσεις οὔτε παντελῶς ἀπαρνοῦνται οὔτε διδόασιν, ἀξιοῦσι δὲ τοὺς προτείνοντας δεικνύναι καὶ δίκαιον δοκεῖ τοῖς ἀκροαταῖς τὴν αἰτίαν λέγειν, διὰ τί ἐστι τοιαύτη, ὡς αὐτοὶ ἤροντο, καὶ οὐ τοὐναντίον, οἷον διὰ τί κινεῖται ἡ ψυχή, ἀλλ’ οὐ μᾶλλον ἀκίνητός ἐστιν, ἐπειδὴ οὖν ἀξιοῦσιν οἱ ἀποκρινόμενοι τοὺς ἐρωτῶντας συνιστᾶν τὰς ἐρωτωμένας ὑπ’ αὐτῶν προτάσεις, λέγει μὴ δεῖν ἄγειν ἐπὶ τὸ καθόλου τὸν ἔλεγχον· εὑρήσει γὰρ ἔνστασιν ἐπὶ τούτῳ. οἷον εἰ ἤρετό τις ἰού δοκεῖ σοι τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους τὴν αὐτὴν εἶναι ἐπιστήμην;’, ὁ δὲ ἀποκρινόμενος ἔφησεν οὒ καὶ ἀπαιτεῖ τὸν ἐρωτήσαντα τὴν πρότασιν δεῖξαι τοῦτο, ἐνδέχεται, φησί, τὸν ἐρωτῶντα δεῖξαι τὴν πρότασιν ἀξιούμενον μὴ οὕτως εἰπεῖν· ἡρμοσμένου καὶ ἀναρμόστου ἡ αὐτὴ ἐπιστήμη καὶ ὀξέος καὶ βαρέος·. ἡ μουσικὴ γάρ· ἀλλὰ καὶ περιττοῦ καὶ ἀρτίου· ἡ ἀριθμητικὴ γάρ· ἀλλὰ καὶ συμμέτρου καὶ ἀσυμμέτρου· ἡ γεωμετρικὴ γάρ· πάντων ἄρα τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, ὥστε καὶ τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους· † ἐνστάσεως γὰρ πρὸς τὸ καθόλου λέγων ὅτι γνωστοῦ καὶ ἀγνώστου ὄντων ἐναντίων οὐκ ἔστιν ἡ αὐτὴ ἐπιστήμη, ὥστε οὐ πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη· εἰ δὲ μὴ πάντων, οὐδὲ ὑγιεινοῦ καὶ νοσώδους· τί γὰρ κωλύει, ὥσπερ οὐκ ἔστι γνωστοῦ καὶ ἀγνώστου ἡ αὐτή, οὕτως μηδὲ ὑγιεινοῦ καὶ νοσώδους εἶναι τὴν αὐ|τήν; δεῖ οὖν μὴ περὶ τὸ καθόλου ἀλλὰ περὶ τὰ καθ’ ἕκαστα f. 38v διατρίβειν λέγοντα, εἰ μὴ τοῦ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἐπιστήμη, οὐδὲ ἀρτίου καὶ περιττοῦ ἡ αὐτὴ ἔσται· ἀλλὰ μὴν ἀρτίου καὶ περιττοῦ ἡ αὐτή· καὶ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἔσται καὶ οὐχ ἡ αὐτὴ κατὰ σέ· συναληθεύσει ἄρα ἡ ἀντίφασις, καὶ ὃ ἔφησας μὴ εἶναι, τοῦτο καὶ ἔσται καὶ οὐκ ἔσται. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη. ἡ δὲ λέξις ἡ λεχθέντων δ’ ἐνίων εὐφυλακτότερον τὸ καθόλου συμβαῖνον ἐν τοῖς ἐλέγχοις πάνυ ἀσαφής, καθὸ τὸν δὲ σύνδεσμον ἐκ περιττοῦ συμβαίνει κεῖσθαι καὶ διὰ τὸ ἐλλείπειν τινά. ἦν δ’ ἂν σαφής, εἰ οὕτως εἶχε· λεχθέντων δὲ ἐνίων εὐφυλακτότερον τοῦ τὸ καθόλου συμβαῖνον 8 προτείνοντας a: προτείναντας I 12 εὑρήσει I: εὑρίσκει a 17 καὶ alt. Α: om. al γάρ] γ ex ν corr. I 18 ἀλλὰ alterum om. Α 19 γεωμετρία Α 20 ἐνσταίη, qui variat in reliquis, Α cf. Paraphr. p. 41,3: ἐνστήσεται fort, recte v 23 κωλύοι a 24 post αὐτὴ expunxit ἐπιστήμη, εἰ δὲ e vs. 22 illata I οὕτως καὶ—μὴ εἶναι (29) A 25 περὶ prius scripsi: πρὸς al cf. p. 120,30 n. 29 συναληθεύει Α ἔφησας Α: ἔφησε al 30 ἡ tertium om. A 32 —p. 120, 1 πάνυ—ἐλέγχοις om. Α 33 σαφὴς a: σαφὲς I 34 δὲ ex δ’ corr. Ι1 ἀφυλακτότερον Ι ἐν τοῖς ἐλέγχοις τὸ λέγειν τὴν ἀντίφασιν. καὶ εἴη ἀν’ τὸ λεγόμενον τοιοῦτον· λεχθέντων ἐνίων, οἷον ἡρμοσμένου καὶ ἀναρμόστου καὶ περιττοῦ καὶ ἀρτίου ἡ αὐτὴ ἐπιστήμη, τούτων λεχθέντων εὐφυλακτότερόν ἐστι καὶ ἀσφαλέστερον εἰς τὸ ἐλέγξαι τὸν ἀποκρινόμενον (τὸ γὰρ ἐν τοῖς ἐλέγχοις ἀντὶ τοῦ ‘ὅτε ἐλέγξαι βουλόμεθα’) τὸ εἰπεῖν ‘ἀλλὰ μὴν τούτων οὕτως ἐχόντων ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἐπιστήμη ἔσται· ἔστι δὲ κατὰ σὲ καὶ οὐχ ἡ αὐτή· συναληθεύσει ἄρα ἡ ἀντίφασις’. εὐφυλακτότερον οὖν τὸ λέγειν ὅτι συναληθεύσει ἡ ἀντίφασις τοῦ λέγειν τὸ καθόλου συμβαῖνον, ἤτοι τοῦ λέγειν ὅτι συμβαίνει τούτων κειμένων τὸ καθόλου· ἔστι δὲ τὸ καθόλου τὸ πάντων τῶν ἐναντίων τὴν αὐτὴν ἐπιστήμην εἶναι ἢ οὐχὶ τὴν αὐτήν.