p. 174a 18 Εἰς δὲ τὸ μῆκος στοιχείοις χρηστέον τοῖς προειρημενοις. Καὶ ὅτι μὲν στοιχεῖον καὶ ἀρχὰς προειρημένας τὰ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν εἰρημένα λέγει, δῆλον. ταῦτα δὲ ἦσαν τὸ παρεμβάλλειν καὶ ἐρωτᾶν μὴ μόνον τὰ αἴτια τοῦ συμπεράσματος ἀλλὰ καὶ τὰ μὴ τοιαῦτα, παραβολαῖς τε καὶ παραδείγμασι καταποικίλλειν τὸν λόγον. ἔτι γε μὴν δῆλον τοῦτο πεποίηκε διὰ τοῦ μετ’ ὀλίγον ῥηθησομένου τοῦ “ὅλως δὲ πάντα τὰ πρὸς τὴν κρύψιν ῥηθέντα πρότερον χρήσιμα καὶ πρὸς τοὺς 1 τοῦ superscr. Α1: om al 3 συλλογίζεσθαι I Arist.: συλλογίσασθαι A: συλλογίσεσθαι a 4 εἴδει a 8. 9 ἀμφίβολον a: ἀμφιβολία I 9 ἕκτην (sic) I 10 δεκατρεῖς I: δέκα καὶ τρεῖς a 13 τάττει om. Α 14 καὶ prius om. Α 17 post ὀγδόω add. δηλαδὴ Α ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. 1 p. 155b18 sq. ἔχειν Α 18 οὖν a 21 γάρ ἐστι καὶ δ. Α ἐρωτωμένῳ Α ὡς scripsi cf. n. p. 97.14 107,16: καὶ al: ὥστε Α 21. 22 συγχεθῆναι AI: συγχυθῆναι a 22 αὐτοῦ I et post νοῦν Α: αὐτῶ a 25 προηρημένας a 26 τὸ παρεμβάλλειν κτλ.] cf. Top. VIII 1 p. 157a1 sq. 28 καταποικίλλειν τὸν λόγον ante παραβολαῖς collocat Α 29 μετ’ ὀλίγον] p. 174a26 ἀγωνιστικοὺς λόγους”. δεύτερος τρόπος τοῦ ἐλέγχου, φησί, τὸ ἐπισπεύδειν ταχείας καὶ συντόμους ποιεῖσθαι τὰς ἐρωτήσεις· οἱ γὰρ ἀποχρινόμενοι ὑστερίζοντες καὶ μὴ δυνάμενοι ἀκριβῶς σκοπεῖν ἀπατηθήσονται· εἰ δὲ μέλλοιεν ἐφίστασθαι καὶ προσέχειν, ἀνόητοι νομίζονται. τρίτος τρόπος ἐλέγχου τὸ ποιεῖν τὸν ἀποκρινόμενον ὀργίζεσθαι καὶ θυμοῦσθαι· ταραττόμενοι γάρ, φησίν, οἱ ἀποκρινόμενοι πάντες ἧττον δύνανται φυλάττεσθαι. ἔν τισι δὲ πάντα γράφεται· καὶ εἰ οὕτως ἔχει, δηλοῦται ὅτι οὐ δύνανται θυμούμενοι πάντα ὁρᾶν καὶ φυλάττεσθαι τὰ ἐρωτώμενα κἀντεῦθεν πρὸς ἀπάτην ἀπάγονται. τοῦ δὲ γινώσκειν, φησίν, ὅτι πρὸς ὀργὴν ἐρωτᾶ, στοιχεῖα ἔστω σοι καὶ σημεῖα, καὶ τίνα ταῦτα, σαφῶς λέγει· ὥστε εἰ ταῦτα ποιεῖ, πρὸς ὀργὴν διαλέγεται. p. 174a 23 Ἔτι τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι. Ἔτι, φησί, πρὸς τὸ δύνασθαι ἐλέγχειν συντελεῖ καὶ τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι. καὶ εἴρηται περὶ τούτου καὶ ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν καὶ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν. ἔστι δέ, φησί, πρὸς ἔλεγχον συντελοῦν καὶ τὸ πρὸς τὸ αὐτὸ πλείους ἔχειν λόγους, ἤγουν συλλογισμούς· τὴν γὰρ ἡδονὴν δείξει τις ἀγαθὸν ὁτὲ μὲν διὰ τοῦ κατὰ φύσιν, ὁτὲ δὲ διὰ τοῦ πάντα αὐτῆς ἐφίεσθαι. οὐ μόνον δὲ τοῦτο συντελεῖ πρὸς ἔλεγχον ἀλλὰ καὶ τὸ λόγους ἔχειν δεικνύντας καὶ ὅτι οὕτως καὶ οὐχ οὕτως· οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν, διὰ τοῦ κατὰ φύσιν καὶ πάντα αὐτῆς ἐφίεσθαι, καὶ ὅτι οὐκ ἀγαθόν, διὰ τοῦ ‘γένεσίς ἐστιν εἰς φύσιν αἰσθητὴ καὶ ἐμποδιστικὴ τοῦ φρονεῖν’. εἰ οὖν ἔχεις πρὸς τὸ αὐτὸ πλείους λόγους δεικνύντας, οἷον ὅτι ἡ ἡδονὴ ἀγαθὸν καὶ ὅτι οὐκ ἀγαθόν, συμβαίνει τὸν ἀποκρινόμενον πρὸς πλείω ποιεῖσθαι τὴν φυλακήν· ὁ δὲ πρὸς πλείω 1 post δεύτερος add. δὲ Α φησί om. Α 2 ταχείας om. Α συντόμως τὰς ἐρωτήσεις ποιεῖσθαι Α 2. 3 ἐρωτώμενοι Α 3 post σκοπεῖν add. τὰ ἐρωτώμενα Α 4 δὲ Av: γὰρ al post προσέχειν add. ποῖα τῶν ἐρωτημάτων συμβάλλονται εἰς τὸ προκείμενον, ποῖα δὲ οὔ Α 5 τοῦ ἐλέγχου ἐστὶ τὸ Α τὸν AI: om. a ἐρωτώμενον Α post θυμοῦσθαι add. οὐτῶ δὲ ποιοῦσιν αὐτοὺς ὀργίζεσθαι, ἐν τῶ ἀποκαλεῖν αὐτοὺς χωρικούς Α 6 φησίν om. Α πάντες οἱ ἀποκρινόμενοι ὑπὸ τοῦ θυμοῦ ἧττον Α 7 post φυλάττεσθαι add. ὥστε μὴ δοῦναι ὃ βούλεται ὁ ἐρωτῶν Α post δὲ add. τῶν ἀντιγράφων Α γράφει Α 7. 8 νοεῖται ὡς Α 8 δύνανται I: δύναται aA οἱ θυμούμενοι, sed post ἐρωτώμενα, Α 13 post δύνασθαι add. καὶ I: om. a 14. 15 ἐν τῷ δευτέρῳ τῶν Προτ. ἀναλυτ.] c. 19 p. 66a33 sq. 15 ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. p. 156a23 sp. 16. 17 ἔχειν πολλοὺς συλλογισμοὺς πρὸς τὸ ἓν πρόβλημα· δείξει γάρ τις τὴν ἡδονὴν ἀγαθὸν Α 17 post μὲν add. καὶ Α 18 post δὲ pius add. καὶ Α αὐτῆς Α: αὐτοῦ a: compend. I οὐ — τοῦτο al: πρὸς δὲ Α 19 ἀλλὰ om. Α ἔχειν λόγους Α καὶ alt. om. Α post οὕτως add. ἔχει Α 20. 21 οἷον—ἐφίεσθαι al: ἤγουν κατασκευαστικοὺς καὶ ἀνασκευαστικούς· δείξει γάρ τις τὴν ἡδονὴν ἀγαθὸν δι’ ὧν εἴπομεν Α 21 post ἐφίεσθαι expunxit οὐ—ἔλεγχον e vs. 18. 19 illata I ὅτι al: αὖθις Α ἐστὶν Α: om. al: ante γέν. add. ὅτι ἐστὶ v αἰσθητὴ a: αἰσθητὴν Α: compend. I 22 καὶ διὰ τοῦ ἐμποδιστικόν ἐστι τοῦ Α εἰ γοῦν πρὸς τὸ αὐτὸ καὶ ἓν πλείους ἔχεις λόγους Α 24 ἐρωτώμενον Α φυλαττόμενος ταράττεται. ὁμοίως καὶ ὁ πρὸς τἀναντία (καὶ γὰρ καὶ οὗτος πρὸς πλείω) ταραττόμενος ἀπατᾶται. καὶ ὅλως τὰ λεχθέντα ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν, ὡς εἴρηται, χάριν κρύψεως χρήσιμά εἰσι καὶ τοῖς ἀγωνιζομένοις, καὶ μάλιστα, φησίν, εἰσὶ χρήσιμα ἐνταῦθα· ἐπεὶ γὰρ ὁ ἀγωνιζόμενος ἀπατᾶν σπεύδει, ἡ δὲ κρύψις τὴν λήθην προσποιεῖ, ἐξ ἧς ἡ ἀπάτη, εὔδηλον ὡς μάλιστα χρήσιμά εἰσι τὰ περὶ κρύψεως ἐκεῖσε ἡμῖν παραδιδόμενα. Έπεὶ δὲ πολλάκις ὁ ἀποκρινόμενος ἐρωτώμενός τινα καὶ συνιείς, ὅτι ταῦτα συντελοῦσι τῷ ἐρωτῶντι πρὸς κατασκευὴν οὗ βούλεται αὐτὸς ὁ ἐρωτῶν, οὐ δίδωσι ταῦτα ἀλλ’ ἀνανεύει, διδά|σκει καὶ περὶ τούτου, πῶς f. 36r χρὴ ποιεῖσθαι τὴν ἐρώτησιν. καὶ λέγει δεῖν [εἶναι] τότε κατὰ ἀπόφασιν ἐρωτᾶν· οἷον εἰ βούλοιτο λαβεῖν ὁ ἐρωτῶν ὅτι ἡ ἡδονὴ κατὰ φύσιν, μὴ οὕτως ἐρωτάτω ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν;’, ἀλλ’ οὕτως ‘ἆρά γε οὐ δοκεῖ σοι ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ κατὰ φύσιν;’· καὶ ἐπεὶ ἀνανεύει, δῆλον ὅτι κἀνταῦθα ἀνανεύσας εἴποι ἂν ὅτι οὔ, καὶ ῥητέον ἱεῖ μὴ ἀληθὲς τὸ οὐκ ἔστι κατὰ φύσιν, ἀληθὲς ἄρα τὸ ἔστι κατὰ φύσιν’. ἢ καὶ ἐξ ἴσου ποιητέον τὴν ἐρώτησιν, οἷον ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν ἢ οὐκ ἔστι κατὰ φύσιν; ἀδήλου γὰρ ὄντος τί τούτων βουλόμεθα λαβεῖν, πολλάκις συμβαίνει συγχωρεῖν ὃ βουλόμεθα, καὶ ἧττον δυσκολαίνουσιν οἱ ἀποκρινόμενοι περὶ τὴν ἀπόκρισιν διὰ τὸ ἄδηλον εἶναι ὃ βούλεται ὁ ἐρωτῶν. p. 174a 33 Ὅται τε ἐπὶ τῶν μερῶν διδῷ τις τὸ καθ’ ἕκαστον, ἐπάγοντα. Καὶ ὅταν, φησίν, ὁ ἐρωτῶν ἐπαγωγὴν ποιούμενος τῶν καθ’ ἕκαστα ἔχῃ καὶ τὸν ἀποκρινόμενον διδόντα τὸ μερικόν, ὁπηνίκα μέλλει ἐρωτῆσαι τὸ καθόλου, οὐ δεῖ κατ’ ἐρώτησιν τοῦτο προάγειν ἀλλὰ ἀποφαντικῶς καὶ ὡς δοθὲν παρ’ αὐτῶν τῶν ἀποκρινομένων. καὶ γὰρ ἐνίοτε καὶ αὐτὸ τὸ καθόλου δεδώκασι καὶ ἀπὸ μόνης τῆς ἐπαγωγῆς καὶ τοὐ καθόλου μὴ μνημονευθέντος, καὶ τοῖς ἀκροαταῖς φαίνονται δεδωκέναι, ὅτι μηδὲ μάτην καὶ χωρίς τινος λόγου ἡ ἐπαγωγὴ ἐγίνετο. οἷον εἰ προκείμενόν ἐστι τὸ πάντα ἄνθρωπον καθ’ ὑπόθεσιν λογικὸν εἶναι, λεκτέον οὕτως· ὁ Σωκρά- 1 ὁμοίως ταράττεται καὶ ὁ πρὸς τὰ ἐναντία φυλαττόμενος Α 2 φυλαττόμενος ταράττεται καὶ ἀπατᾶται A 2. 3 ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν] c. 1 p. 155b29 —157a5 4 γὰρ I: om. a 7 παραδεδομένα v 8 ἀποκρινόμενος om. Α 8. 9 συνείς τινα τῶν ἐρωτημάτων συντελοῦντα 9. 10 αὐτὸς ὁ ἐρωτῶν om. Α 11 εἶναι delevi 12 βούλεται ὁ ἐρωτῶν λαβεῖν ὡς Α 14 ὅτι al: ὡς Α 19 συγχωρεῖ oinisso συμβαίνει Α 20 εὔδηλον a 21. 22 τὸ—ἐπάγοντα om. Α 23 ἕκαστα AI: ἕκαστον a 24 τὸν ἐρωτώμενον Α μερικὸν AI: μικρὸν a μέλλει ὁ ἐρωτῶν λαβεῖν Α 25 προ- φέρειν Α ἀποφαντικῶς] ν superscr. I1 26 ἐνίοτε γὰρ καὶ αὐτοὶ A καὶ alt. om. a 27 καὶ τοῦ al: τῶν μερικῶν· καὶ ταῦτα τοῦ Α μὴ falso vult deleii coll. Arist. a37 AVaitz Organ. II p. X 28. 29 διὰ τὸ μάτην καὶ χωρὶς τινὸς λόγου καὶ αἰτίας τὴν ἐπαγωγὴν γενέσθαι Α 29 εἰ πρόκειται τὸ Α 30 λογικὸν εἶναι καθ’ ὑπόθεσιν Α post οὕτως add. ἄρα γε Α ὁ] ὣ (sic) I τῆς οὐκ ἔστι λογικὸς ἄνθρωπος ὤν; ὁ Πλάτων’ καὶ ὁ Ἀλκιβιάδης; ναί φησιν ὁ ἀποκρινόμενος· εἶτα ὡς ὡμολογημένον ἐπακτέον χωρὶς ἐρωτήσεως ὅτι πᾶς ἄρα ἄνθρωπος λογικός ἐστιν· οὐ γὰρ ἀν’ πρὸς τοῦτο δυσανασχετήσῃ ὁ ἀποκρινόμενος δεδωκὼς τὰ καθ’ ἕκαστα. ἐπεὶ δὲ ἐπί τινων ἐπαγωγὴν ποιουμένους οὐκ ἔστιν εὐχερὲς ἐρωτῆσαι καὶ τὸ καθόλου διὰ τὸ μὴ εἶναι ὠνομασμένον, λέγει πῶς καὶ τότε ὀφείλομεν ἐπάγειν τὸ καθόλου, καὶ φησίν· ἐν οἷς μή ἐστιν ἓν ὄνομα τὴν ὁμοιότητα περιέχον αὐτῶν, ὡς ἐπὶ τῶν ἀμφοδόντων ζῴων (τούτοις γὰρ οὐκ ἔστιν ἓν ὄνομα), χρηστέον πρὸς τὸ συμφέρον οὕτω λέγοντας· ἐπεὶ ἡ αἲξ κερασφόρος οὖσα οὐκ ἀμφόδουν ἐστὶ καὶ ἡ ἔλαφος καὶ ὁ βοῦς, καὶ πᾶν ἄρα τοιοῦτον· διὰ γὰρ τὴν ὁμοιότητα λανθάνει πολλάκις ὁ τοιαύτην ποιούμενος τὴν ἐπιφοράν. ἔφησε δέ τις καὶ οὕτως τὸ ῥητὸν ἑρμηνεύεσθαι καὶ μάλιστα τῆς τοῦ Ἀριστοτέλους δεινότητος καθαπτόμενος. ἐπὶ τινῶν μὲν ἐπαγαγεῖν δυνατὸν καὶ δηλῶσαι τὸ καθόλου δι’ ὀνόματος, ἐπὶ δὲ τινῶν οὐκ ἔστι δυνατὸν ὀνόματι δηλῶσαι τὸ καθόλου ἀλλὰ λόγῳ. τὸ γοῦν τοιοῦτον, φησί, καθόλου τὸ μὴ δι’ ὀνόματος ἀλλὰ διὰ λόγου ἐπαγόμενον ἐνίοτε πῖπτον ὑπὸ ἔνστασιν, ὡς χρησιμεύει σοι τῷ ἐρωτῶντι, ἔπαγε. εἰ μὲν γὰρ αὐτὸς ἐπάγεις, λέγε τοῦτο ὡς ἀληθὲς καὶ οὕτως ἔχον· εἰ δὲ ἕτερος λέγει τοῦτο, ἔπαγε αὐτὸς τὴν κειμένην πρὸς τοῦτο ἔνστασιν. ἀλλὰ σαφηνισθήτω καὶ διὰ παραδειγμάτων τὸ λεγόμενον. δι’ ὀνόματος μὲν ἐπάγεται καὶ δηλοῦται τὸ καθόλου ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης δίπουν πλατυώνυχον ὢν γελαστικόν ἐστιν· ἀλλὰ καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα· πᾶς ἄρα ἄνθρωπος δίπους πλατυώνυχος ὢν γελαστικός ἐστιν· ἰδοὺ δι’ ὀνόματος τοῦ ἀνθρώπου ἐπῆκταί μοι τὸ καθόλου. ἐπὶ δὲ τοῦδε οὐκ ἔστι δυνατὸν ὀνόματι δηλῶσαι· τὸ πρόβατον πεζὸν τετράπουν ὂν οὐκ ἀμφόδουν ἐστίν· ὁμοίως καὶ ἡ ἔλαφος καὶ ἡ αἴξ· πᾶν ἄρα κερασφόρον οὐκ ἀμφόδουν· τὸ γὰρ κερασφόρον οὐκ ὄνομα ἀλλὰ λόγος. ἐνταῦθα οὖν ἐξ ὁμοιότητος εἴληπται τὸ καθόλου· ἐπειδὴ γὰρ τόδε καὶ τόδε ὅμοιά εἰσι κερασφόρα ὄντα, λοιπὸν συνῆκται καὶ πᾶν κερασφόρον. ἔστιν οὖν πρὸς τοῦτο ἔνστασιν ἐπαγαγεῖν τὸν ἄγριον ὄνον, ὃς ἐν Ἰνδίᾳ λέγεται γίνεσθαι καὶ κερασφόρος εἶναι καὶ ἀμφόδους. χρηστέον οὖν τούτῳ πρὸς τὸ συμφέρον· εἰ μὲν γὰρ αὐτὸς ποιῇ τὴν ἐπαγωγήν, λέγε ὡς 1 post ὤν add. τί δὲ Α post Ἀλκιβιάδης add. οὐκ εἰσὶ λογικοὶ Α 2 ὅτι al: ὡς Α 4 ὁ ἐρωτώμενος Α post δὲ add. καὶ Α 5 post ποιουμένους add. τοὺς ἐρωτῶντας Α καθόλον a 5. 6 διὰ τὸ μὴ ὠνομασμένον εἶναι, ἤγουν διὰ τὸ μὴ ἐν ἑνὶ ὀνόματι δηλοῦσθαι τὸ καθόλου ὡς τὸ ζῶον, ἀλλὰ λόγω τινὶ καὶ ὁμοιότητι Α 7 περιέχον a et ante τὴν Α: παρέχον I post αὐτῶν add. τῶν μερικῶν Α 8 ἀμφωδόντων Α: τετραπόδων aI post ὄνομα add. περιεκτικὸν αὐτῶν Α 9. 10 ἔστιν ἀμφώδους Α 10 post ἄρα add. τὸ Α post τοιοῦτον add. ἤγουν τὸ μὴ ἀμφώδουν, κερασφόρον ἐστί· τὸ γὰρ κερασφόρον οὐκ ἔστιν ἒν ὄνομα περιεκτικὸν τῶν μὴ ἀμφωδόντων ἀλλὰ λόγος. λόγος δέ ἐστιν ὁ ἐκ πλειόνων λέξεων συγκείμενος Α 14. 15 ὀνόματα—λόγον a 16 δι’ ὀνομάτων a post ἀλλὰ add. τὸ al: om. Α 17 αὐτὸς aA: αὐτὰ I λέγε AI: λέγεται a 18 λέγοι Α 19 σαφηνίσθω I 21 πλατυόνυχον a 22 ἄρα ἄνθρωπος Al: inv. ord. a πλατυόνυχος a 24 δυνατὸν om. Α 25 et 26 ἀμφώδουν Α 30 ἀμφώδους Α τοῦτο I 31 ποιεῖ Α λέγω a ἀληθὲς καὶ συμφέρον· εἰ δὲ ἕτερος, ἔπαγε τὸν ἄγριον τοῦτον ὄνον κερασφόρον ὄντα καὶ ἀμφόδοντα. τὸ δὲ λανθάνει γὰρ ἡ ὁμοιότης πολλάκις τοιοῦτόν ἐστιν· | ὁ λόγος καὶ ἡ ὁμοιότης ἡ λέγουσα ‘πᾶν κερασφόρον οὐκ f. 36v ἀμφόδουν’ λανθάνει καθόλου εἶναι μὴ οὖσα τοιαύτη· οὐ γὰρ πᾶν κερασφόρον οὐκ ἀμφόδουν. p. 174a 40 Πρός τε τὸ λαβεῖν τὴν πρότασιν. Χρήσιμόν ἐστι καὶ συντελοῦν τῷ ἐρωτῶντι εἰς τὸ λαμβάνειν τὴν πρότασιν καὶ τὸ μὴ αὐτὸ ἐκεῖνο μόνον ὃ βούλεται ἐρωτᾶν ἀλλὰ προστιθέναι καὶ τὸ ἐναντίον. οἷον εἰ βούλεται ὁ ἐρωτῶν τοιαύτην λαβεῖν πρότασιν ὅτι δεῖ πάντα τῷ πατρὶ πείθεσθαι, οὕτω συζεύξαντα χρὴ προτείνεσθαι τὴν ἐρώτησιν· πότερον ἅπαντα δεῖ πείθεσθαι τοῖς γονεῦσιν, ἢ πάντα δεῖ ἀπειθεῖν; καὶ πάλιν, εἰ δέοι λαβεῖν τὸ δεῖ πολλάκις πολλὰ πείθεσθαι τῷ πατρί ἀπὸ κοινοῦ δὲ κἀνταῦθα ληπτέον τὸ οἷον εἰ δέοι λαβεῖν), ἐρωτητέον πότερον πολλάκις πολλὰ δεῖ πείθεσθαι τῷ πατρὶ ἢ ὀλίγα. ἐν τισὶ μὲν οὖν οὐ πρόσκειται τὸ συγχωρητέον, καὶ ἔστι σαφὲς τὸ λεγόμενον. εἰ δὲ καὶ τόδε ἔγκειται, οὕτως ληπτέον· πότερον συγχωρητέον τὸ πολλὰ πείθεσθαι τῷ πατρὶ ἢ ὀλίγα; μᾶλλον γὰρ ἄν δόξειεν εἶναι τὰ πολλὰ συγχωρεῖν, εἴπερ ἀναγκαῖόν ἐστιν, ἢ τὰ ὀλίγα. τοῦτο εἰπὼν καὶ τὴν αἰτίαν προστίθησι δι’ ἣν λέγει συλλαμβάνειν ἐν τῇ τῆς προτάσεως ἐρωτήσει καὶ τὸ ἐναντίον αὐτῇ· φησὶ γὰρ ὅτι παρατιθεμένων γὰρ τῶν ἐναντίων καὶ μείζω καὶ μεγάλα φαίνεται. ἴσον δέ ἐστι τοῦτο τῷ ‘παρ’ ἄλληλα γὰρ τιθέμενα τὰ ἐναντία μείζω φαίνεται’· τὸ γὰρ λευκὸν παρὰ τὸ μέλαν φαινόμενον μᾶλλον λευκὸν φαίνεται. ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐπὶ τῶν προειρημένων· μᾶλλον γὰρ πιθανὸν φαίνεται τὸ πάντα πείθεσθαι τῷ πατρὶ παρατιθεμένου τῇ ἐρωτήσει τοῦ ἢ πάντα ἀπειθεῖν, ἤπερ εἰ μόνον ἠρωτήθη τὸ πότερον πάντα δεῖ πείθεσθαι τῷ πατρί. p. 174b 8 Σφόδρα δὲ καὶ πολλάκις ποιεῖ δοκεῖν ἐληλέγχθαι. Τὸ μὲν κατάλληλον τῆς λέξεως τοιοῦτόν ἐστι· σφόδρα δὲ καὶ μάλιστα πολλάκις δοκεῖν ποιεῖ ἐληλέγχθαι τὸ μάλιστα σοφιστικὸν συκοφάντημα τῶν ἐρωτώντων. ἔστι δὲ ὃ λέγει τοιοῦτον· μάλιστα 1 τοῦτον om Α 2 ἀμφώδοντα A 3 ἡ alt. AI: om. a 4 ἀμφώδουν Α 7 χρήσιμόν I: χρηστέον a 9. 10 εἰ ὁ ἐρωτῶν ἐθέλει λαβεῖν τὴν πρότασιν τὴν Α 10. 11 συζεύξαντα—ἐρώτησιν aI: δεῖ προτείνειν τὴν πρότασιν συζεύξαντα καὶ τὸ ἐναντίον· οἶον Α 11 προτείνεσθαι I: προτίθεσθαι a 11. 12 τῶ πρὶ ἢ ἅπαντα ἀπειθεῖν 12 δίοι aI: βούλεται Α 14 post λαβεῖν add. οὕτως Α δεῖ AI: om. a 15 ἔν τισι] velut u μὲν οὑν om. Α πρόσκειται Α: πρόκειται I: πρότερον a 16 τὸ λεγόμενον om. Α ἔγκειτο a 20.21 συλλαμβάνειν—προτάσεως—αὐτὴ Α: συμβάλλειν—ἐρωτήσεως—αὐτοῦ al 26 πρὸ εἰ Α 28 et 30 ἐληλέχθαι al 29 μὲν om. Α 30 πολλάκις om. Α δοκεῖν ποιεῖ scripsi (u T): δοκεῖ ποιεῖν aAI 31 τοιοῦτόν ἐστιν ὃ λέγει Α φαντασίαν ἀποτελεῖ ἐλέγχου, ὅταν μὴ συλλογισαμένου τοῦ ἐρωτῶντος μὴ ἐν ἐρωτήσει τὸ τελευταῖον, ἤγουν τὸ συμπέρασμα, ἐξάγηται ἀλλ’ ἀποφαντικῶν ἐπάγηται· τοῦτο γάρ ἐστι τὸ συμπεραντικῶς. ἀλλὰ διὰ τί οὐκ εἶπε μὴ ἐν ἐρωτήσει τὸ συμπέρασμα ἀλλὰ τὸ τελευταῖον; ἢ ὅτι συμπέρασμα κυρίως λέγεται τὸ συλλογιστικῶς καὶ κατὰ μέθοδον συλλογιστικὴν συναγόμενον. τὸ δὲ μὴ οὕτω πῶς ἂν συμπέρασμα ῥηθείη; τὸ γὰρ λέγον ὅτι τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν, τοῦτο τελευταῖον μὲν ῥηθήσεται ὡς ὕστερον ἐπαχθέν, συμπέρασμα δὲ οὔ. δεῖ οὖν, φησί, συμπεραντικῶς ἐπάγειν ‘οὐκ ἄρα πολλὰ τὸ ὄν, οὐκ ἄρα πεπερασμένον τὸ ὄν’· φαίνεται γὰρ ὅτι ὡς ἀποδείξας καὶ θαρρῶν τῇ ἀποδείξει οὕτως ἐπάγεις, ὅτι καὶ ἐν τῇ κυρίως ἀποδείξει οὕτως ἐπήγετο τὸ συμπέρασμα ‘οὐκ ἄρα σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ’. εἰ δὲ ἐν ἐρωτήσει ἐπάξεις ‘πότερον οὐ δοκεῖ σοι ἐκ τούτων ὅτι οὐκ ἔστι πολλὰ τὸ ὂν ἀλλ’ ἕν;’, δοκεῖς ὅτι μὴ ἀποδείξας μηδὲ θαρρῶν τῇ ἀποδείξει ἐρωτᾷς· ὁ γὰρ ἀποδεδειχὼς οὐκ ἐρωτᾷ. ἄλλως τε εἰ κατ’ ἐρώτησιν προαχθείη, ἐνσταίη σταίη ἴσως ὁ ἀποκρινόμενος λέγων μὴ καλῶς αὐτὸν συνάξαι τὸν ἐρωτῶντα, καὶ ἀπαιτήσει ὅθεν συνῆκται.