p. 173b 17 Σολοικισμὸς δὲ οἷον μέν ἐστιν, εἴρηται πρότερον. Καὶ περὶ τοῦ παρὰ τοῖς σοφισταῖς σπουδαζομένου σολοικισμοῦ νῦν διδάσκει, καὶ φησὶν ὅτι τί μέν ἐστιν ὁ σολοικισμός, εἰρήκειν καὶ περὶ αὐτοῦ κατ’ ἀρχὰς εἰπὼν “σολοικίζειν ἐστὶ τὸ ποιῆσαι τὸν ἀποκρινόμενον τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου”. γίνεται δὲ κατὰ τρεῖς τρόπους. καὶ πρῶτον μέν, ὅταν ἀληθῶς τις σολοικίζῃ λέγων Λάχης Λάχου. δεύτερον δέ ἐστι μὴ ποιεῖν, φαίνεσθαι δὲ ποιεῖν, ὡς οἱ σοφισταὶ ἐπιχειροῦσι λέγοντες ῾ἆρα ὃ σὺ φῄς εἶναι, ἔστι; φῄς δὲ λίθον εἶναι᾿, εἶτα ἐπάγουσιν ῾ἔστιν ἄρα λίθον᾿. τὸ τοιοῦτον σολοικισμὸς μὲν εἶναι δοκεῖ, κυρίως δὲ οὐκ ἔστιν· ἔδει γὰρ οὕτως ἐπαγαγεῖν τοὺς σοφιστὰς ῾ἔστιν ἄρα λίθον εἶναι᾿. ἐνίοτε δὲ ποιῶν τις σολοικισμὸν οὐ δοκεῖ ποιεῖν, ὡς ὁ Πρωταγόρας· οὗτος γὰρ τὸν μῆνιν καὶ τὸν πήληκα ἔλεγε, καὶ ποιῶν σολοικισμὸν οὐκ ἐνόμιζε σολοικίζειν, τοῖς δ’ ἄλλοις ἐφαίνετο. ὥστ’ ἐκείνῳ μὲν ἐφαίνετο σολοικίζειν ὁ λέγων τὴν μῆνιν καὶ τὴν πήληκα, τοῖς δὲ πολλοῖς οὔ· ὁ δὲ λέγων οὐλόμενον μῆνιν φαίνεται μὲν τοῖς ἄλλοις σολοικίζειν, ἀλλὰ τῷ Πρωταγόρᾳ οὐ σολοικίζειν ἐδόκει. τοὺς τρεῖς τοίνυν τούτους τρόπους, καθ’ οὓς σολοικίζει τις, εἰπὼν φησὶ δῆλον ὅτι κἀν τέχνῃ τις δύναται τοῦτο ποιεῖν, τοῦτο διὰ τούτου λέγων, ὅτι καὶ ἐν συλλογισμῷ τις δύναται σολοικίζειν ἢ ἀληθῶς ἢ φαινομένως· τέχνην γὰρ τὸν συλλογισμὸν ὠνόμασεν ὡς ἐν τέχνῃ καὶ μεθόδῳ ἐσκεμμένον καὶ μὴ ὡς ἔτυχε προαγόμενον. ὅτι δὲ καὶ ἐν συλλογισμῷ τις φαινομένως σολοικίζειν τὸν ἀποκρινόμενον δείκνυσιν, ἐφεξῆς διδάσκει· πολλοὶ γάρ, φησί, τῶν λόγων μὴ συλλογιζόμενοι τὸν κυρίως σολοικισμὸν φαίνονται τοῦτον συλλογίζεσθαι. 1 χωρὶς iteratum delevit A1 παραλαμβάνει a 3. 4 οὐ μὴν Α: ἀκμὴν al 5 ταῦτα a 8 ὅτι—σολοικισμὸς in ras. A1 ἐστιν aA: om. I εἰρήκειν AI: εἴρηκεν a 9 κατ’ ἀρχὰς] c. 3 p. 165b20 9. 10 εἰπὼν—λόγου al: σολοικισμὸς γάρ ἐστι τὸ κατὰ λέξιν βαρβαρίζειν Α 10 post δὲ add. τὸ σολοικίζειν Α καὶ om. Α 11 τις om. Α post σολοικίζῃ add. ἤγουν βαρβαρίζῃ, δύναται ποιεῖν τοῦτο Α λάχης λάχου Α: λαχῆς λάχου al post λάχου add. πέρσης πέρσητος Α 12 τὸ μὴ ποιοῦντα σολοικισμὸν φαίνεσθαι καὶ δοκεῖν ποιεῖν ὡς ἐπὶ τοῦδε Α σοφισταὶ I: σοφιστικοὶ a 13. 14 λίθον ἄρα ἐστί Α 14 εἶναι δοκεῖ al: φαίνεται εἶναι Α 15 γὰρ τοὺς σοφιστὰς τοῦτο συμπερᾶναι Α 16 ὁ AI: ora. a τὸν aA: τὴν I post μῆνιν add. οὐλόμενον Α 17 ἔλεγε post 16 γὰρ collocat Α καὶ σολοικίζων Α 18 τοῖς—λέγων al: τοὺς δὲ πολλοὺς ἐνόμιζε σολοικίζειν τοὺς λέγοντας Α 19 τὴν alterum aA: τὸν I 20 φαίνετο (sic) a: ἐφαίνετο b 25 ὅτι a: ὅτε I p. 173b 26 Εἰσὶ δὲ πάντες σχεδὸν οἱ φαινόμενοι σολοικισμοὶ παρὰ τὸ τόδε. Εἰπὼν ὅπως τις σολοικίζει, νῦν καὶ ἀπὸ ποίας αἰτίας ὁ σολοικισμὸς γίνεται λέγει, ἥτις ἐστὶ τὸ τόδε. τὸ δὲ καὶ ὅταν ἡ πτῶσις ἑρμηνευτικὸν τοῦ πα ῥὰ τὸ τόδε τίθησιν, ὡς εἰ ἔλεγεν ‘ἤτοι ὅταν ἡ μήτε ἄρρεν σημαίνει μήτε θῆλη ἀλλὰ τὸ οὐδέτερον’. τὸ μὲν γὰρ οὗτος ἀρρενικοῦ ἐστι σημαντικόν, τὸ δὲ αὕτη θηλυκοῦ· τὸ δὲ τοῦτο βούλεται μὲν σημαίνειν τὸ οὐδέτερον, ἀλλὰ πολλάκις καὶ ἀρρενικὸν καὶ θῆλυ δηλοῖ. τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος αἱ πτώσεις ἅπασαι καὶ ἀλλήλων διαφέρουσι καὶ αὐταὶ ἑαυτῶν, καὶ οὐκ ἄν τις διά τινος ἀπατηθείη τῶν τοιούτων πτώσεων ὥστε νομίσαι τὴν αἰτιατικὴν δοτικὴν ἢ τὴν ἀρρενικὴν πτῶσιν θηλυκήν. τῶν δὲ οὐδετέρων ἔνιαι | μὲν πτώσεις f. 35r διαφέρουσι καὶ ἑαυτῶν καὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν πτώσεων, αἱ δ’ οὔ· ὅθεν καί φασιν οἱ γραμματικοὶ τῶν οὐδετέρων τὴν αὐτὴν εἶναι ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. οἷόν ἐστι τὸ τοῦτο· λαμβάνεται γάρ, ὡς ἔφημεν, καὶ ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ αἰτιατικῆς καὶ εὐθείας· ὅθεν καὶ ἀπατᾶταί τις καὶ δοκεῖ σολοικίζειν. δοθέντος γὰρ πολλάκις τοῦ τοῦτο ὡς ἐπὶ οὐδετέρου συλλογίζονται ὡς ἐπὶ ἀρσενικοῦ οἱ σοφισταὶ τοῦτον· ὁμοίως δοθέντος πάλιν ἐπ’ εὐθείας ἐπὶ αἰτιατικὴν αὐτὸ μετάγουσι· καὶ ὁμοίως τούτοις ἐπὶ ἄλλης πτώσεως δοθὲν ἐπὶ ἄλλην αὐτὸ μεταφέρουσι. καὶ πόθεν τοῦτο συμβαίνει, φησὶ διὰ τὸ τόδε κοινὸν εἶναι πτώσεων πολλῶν· σημαίνει γὰρ καὶ τὸ ‘τόδε ὁ Σωχράτης’ καὶ τὸ ‘τόδε τὸν Σωχράτην’. p. 173b 36 Δεῖ δ’ ἐναλλὰξ σημαίνειν, μετὰ μὲν τοῦ ἔστι τὸ οὕτος, μέτα ’δε του εἶναι τὸ τοῦτον. Έπειδὴ ἔφησεν, ὅτι τὸ τοῦτο οὐδέτερον ὂν πολλάκις σημαίνει καὶ ἀρσενικὸν καὶ θῆλυ, καὶ ὅτι καὶ διαφόρους πτώσεις σημαίνει καὶ διὰ τοῦτο ἀπατητικόν ἐστι καὶ ποιεῖ φαίνεσθαι πολλάκις τινὰς σολοικίζοντας, νῦν παραδίδωσι μέθοδον δι’ ἧς ἄν τις τὴν ἀπάτην διαδιδράσκοι, λέγων ὅτι ἐπειδὴ τὸ τοῦτο καὶ τὸ οὗτος καὶ τὸ τοῦτον σημαίνει, δεῖ ἐνηλλαγμένως ποιεῖσθαί σε παρ’ ἑκάστῳ τούτων τῶν δύο σημαινομένων τοῦ τοῦτο τὴν σύν- θεσιν· ἔχε γάρ μοι καὶ τὸ ἔστι καὶ τὸ εἶναι· καὶ εἰ μὲν βούλει εἰπεῖν τὸ τοῦτο 1 σχεδὸν a Arist.: om. I 5 ἤτοι I: ἤγουν a 7 ἀρσενικοῦ a αὐτὴ a θηλυκόν a 8 τὸ I: τι a ἀρσενικὸν a 9 θήλεως a 12 ἢ aI: καὶ Α 12 — 14 τῶν — δ’ οὔ om. Α 16 καὶ primum al: ὡς A ἀρρενικοῦ a: ἀρσενι- κῶν Α θηλυκῶν καὶ ἐπὶ Α 20 αὐτὸ v: αὐτὴν al 26 εἶπεν Α πολλάκις Α cf. Arist. b29: πολλὰ al 27 θῆλυ καὶ ἄρρεν Α ὅτι καὶ om. A σημαίνει om. Α διὰ τοῦτο om. Α 28 φαίνεσθαι post τινὰς collocat Α 29 διαδιδράσκοι A: διαδιδράσκῃ Ι: διαδιδράσκει a ὅτι al: ὡς Α 30 σημαίνει post τοῦτο collocat A 31 σε om. Α τούτων τῶν δύο σημαινομένων Α: τῶν δύο τούτων al post τοῦτο add. καὶ Α 32 ἔχε Α: ἔχει al λαβεῖν, sed post p. 108,1 εὐθείας Α ἐπ’ εὐθείας, προστίθει τὸ ἔστι καὶ λέγε ‘ἔστι τοῦτο’· ὅτε δὲ ὡς ἐπὶ αἰτιατικῆς τὸ τοῦτο ἐκφωνεῖς, τὸ εἶναι πάλιν ἐπίλεγε λέγων ‘εἶναι τοῦτο’. ὁμοίως δὲ ποίει καὶ ἐπὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν ὀνομάτων· εἰ γὰρ βούλει δηλῶσαι διὰ τοῦ τοῦτο ἢ ἀρσενικὴν ἢ θηλυκὴν πτῶσιν, αἰτιατικὰς δέ, εἰπὲ ‘εἶναι τοῦτο Κορίσκον, εἶναι τοῦτο Καλλιόπην’, εἰ δ’ εὐθεῖαν, ‘ἔστι τοῦτο Κορίσκος’. καὶ ἐπὶ τῶν λεγομένων δὲ σκευῶν ὁμοίως ποίει, τουτέστι τῶν οὐδετέρων (σκεύη δὲ ταῦτά φησι διὰ τὸ ἄψυχα εἶναι)· καὶ ἐπὶ τούτων γὰρ τῶν ἢ θηλείας ἢ ἄρρενος ἐχόντων ὄνομα (κυρίως γὰρ οὐδέτερα ἐκεῖνά ἐστιν ὅσα εἰς τὸ ο(??) καὶ ν(??) τελευτᾷ· ὅμως καί τινα τῶν ἀρρενικῶν ὀνομάτων τοῖς ἀψύχοις περιτιθέαμεν, ὡς ἀσκὸς καὶ πρίων καὶ τὰ τοιαῦτα), καὶ ἐπὶ τῶν τοιούτων τοίνυν τότε δηλοῦται εὐθεῖα καὶ αἰτιατικὴ πτῶσις, ὅτε τὸ ἔστι ἢ τὸ εἶναι προσθήσομεν· ταῦτα γὰρ λεγόμενα ποιήσει πάμπολυ διαφέρειν. p. 174a 5 Καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ σολοικισμός. Τρόπον τινά, φησίν, ὅμοιός ἐστιν ὁ σολοικισμὸς τοῖς παρὰ τὸ σχῆμα τῆς λέξεως γινομένοις ἐλέγχοις· ὥσπερ γὰρ ἐν ἐκείνοις ἐπὶ τῶν πραγμάτων τις ἀπατᾶται, οὕτως ἐνταῦθα ἐπὶ τῶν ὀνομάτων συμβαίνει τινὰ σολοικίζειν. ἐκεῖ γὰρ ὁ σοφιστὴς ἐρωτᾷ ‘ἆρα ὁμοίως τῷ σχήματι τῆς λέξεως ἐκφέρεται τὸ ὁρᾶν καὶ τὸ ἀκούειν;’· ναί φησιν ὁ ἀποκρινόμενος· εἶτα συνάγει ταὐτὰ εἶναι. τοῦτο δὲ ἄτοπον· τὸ μὲν γὰρ ἐνεργείας σημαντικόν, τὸ δὲ πάθους δηλωτικόν. γέγονεν οὖν ἐν τούτοις ἐπὶ τῶν πραγμάτων ὁ ἔλεγχος. ἐνταῦθα δὲ κατὰ τὰ ὀνόματα γίνεται ὁ σολοι- κισμός· τὸ γὰρ τόδε ἐπ’ εὐθείας δοθὲν ἐπὶ αἰτιατικὴν παρὰ τοῦ σοφιστοῦ μετήχθη, καὶ γέγονεν ὁ σολοικισμὸς ἐκ τοῦ ὀνόματος. ὅτι δὲ ὁ μὲν παρὰ τὸ σχῆμα τῆς λέξεως δοκεῖ ὅμοιος εἶναι κατά τι τῷ σολοικισμῷ, δῆλον ὡς ἐπὶ παραδείγματος· ἄνθρωπος γάρ, φησί, καὶ λευκὸν καὶ πρᾶγμά ἐστι καὶ ὄνομα· εἰ μὲν οὖν ὡς πράγματά τις αὐτὰ ἐξετάσει, ποιήσει καθ’ ὑπόθεσιν τὸν παρὰ τὸ σχῆμα τῆς λέξεως ἔλεγχον, εἰ δὲ ὡς ὀνόματα, τὸν σολοικισμόν. οὐκ ἐπὶ τοῦ ἀνθρώπου δὲ καὶ τοῦ λευκοῦ ποιήσει τις καὶ τὸν παρὰ τὴν ὁμοιοσχημοσύνην ἔλεγχον καὶ τὸν σολοικισμόν, ἀλλ’ ἐφ’ ἑτέρων τινῶν· ταῦτα γάρ, τὸν ἄνθρωπον καὶ τὸ λευκόν, χάριν παραδείγματος ἔλαβεν, ὡς εἰ ἔλεγε ‘τόδε καὶ τόδε καὶ πράγματά εἰσι καὶ ὀνόματα’. εἰ μὲν οὖν ὡς πράγματά τις αὐτὰ λαμβάνει, ποιήσει τὸν παρὰ τὴν ὁμοιοσχημοσύνην ἔλεγχον, εἰ δὲ ὡς ὀνόματα, τὸν σολοικισμόν. πειρα- 1 τὸ ἐστὶ προστίθει Α ὡς om. Α 2 εἷναι τοῦτο I: inv. ord. Α: εἶναι τοῦτον a 3 ποιεῖ aI: τοῦτο ποίει, sed post ὀνομάτων Α ἀρσενικῶν omisso τῶν Α 3.4 διὰ τοῦ τοῦτο βούλει δηλῶσαι 4 ἢ prius om. Α δὲ al: οὔσας ἀμφοτέρας Α 5 εἶπε a 6 ποιεῖ a 9 post καὶ prius add. τὸ Α Arist. ὅμως Α: ὁμοίως I: ὁμοίως (sic) a ἀρσενικῶν a 11 δηλοῦται AI: δηλοῦνται a 16 ὡς Α 17 τῶν om. Α 19 post ἀκούειν add. καὶ τὸ τέμνειν Α 20 γὰρ Α: om. al post γὰρ add. τέμνειν Α 24 μετάχθη a 25. 26 an δηλοῖ καὶ? cf. n. p. 109,21 27 ἐξετάσει a: ἐξετάζει 1 32 post ἔλεγεν add. ἁπλῶς Α τέον οὖν ἐκ τῶν είρημενων πτώσεων, ἤγουν του τοῦτο, ὅπερ καὶ αἰτιατικὴν καὶ εὐθεῖαν δηλοῖ πτῶσιν καὶ ἀρσενικὴν καὶ θηλυκήν, τὸν σολοικισμὸν συλλογίζεσθαι. p. 174a 12 Εἴδη μὲν οὖν ταῦτα τῶν ἀγωνιστικῶν λόγων καὶ μερη των ειοων. Δύο εἴδη τῶν σοφιστικῶν λόγων ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπέδωκε. λέγει οὖν | καὶ πάλιν τὰ αὐτά, ὅτι εἴδη μέν εἰσι τῶν σοφισμάτων ταῦτα, f. 35v μέρη δὲ τοῦ μὲν ἑνὸς εἴδους, τοῦ παρὰ τὴν λέξιν, ἕξ, ὁμώνυμον, ἀρφίβολον καὶ τὰ λοιπὰ δ’, τοῦ δὲ ἑτέρου εἴδους, τοῦ ἐκτὸς τῆς λέξεως, τὰ πολλάκις ἀπηριθμημένα ἑπτὰ σοφίσματα, καὶ τρόποι οἱ δεκατρεῖς. ἔφασαν δέ τινες τρόπους, οὐ κατὰ λόγον ὡς οἶμαι, καὶ τὰ παρὰ τῶν σοφιστῶν σπουδαζόμενα, τὸ φαίνεσθαι ἐλέγχειν, τὸ εἰς ψεῦδος ἄγειν καὶ παράδοξον, τὸ εἰς ἀδολεσχίαν καὶ τὰ ἑξῆς. μέλλων δὲ εἰπεῖν, πῶς ὁ σοφιστὴς τάττει τὰς ἑαυτοῦ ἐρωτήσεις καὶ συντίθησι, καὶ περὶ τούτου πλατύτερον διαλαβεῖν λέγει ὅτι, ὥσπερ ἐν τοῖς διαλεγομένοις οὐ μικρὰ συμβάλλεται τὸ προσηκόντως ταχθῆναι τὰ ἐρωτήματα (καὶ τοῦτο ἐδείξαμεν ἐν τῇ διαλεκτικῇ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν), οὕτως ἔχει καὶ ἐν τοῖς ἀγωνιστικοῖς τῶν λόγων. ἐπεὶ γοῦν ὠφελεῖ καὶ τὸν ἀγωνιζόμενον τὸ οὕτως ἢ οὕτως τάττεσθαι τούτου τὰς ἐρωτήσεις, ἄγε δὴ καὶ περὶ τούτου εἴπωμεν. διάφοροι δέ εἰσι τοῦ ἐλέγχειν τρόποι, καὶ εἷς μὲν τὸ μηκύνειν τὸν λόγον· χαλεπὸν γὰρ καὶ δύσκολόν ἐστι τῷ ἀποκρινομένῳ πάντα συνορᾶν ὡς μὴ συγχεθῆναι αὐτοῦ τὸν νοῦν καὶ δοῦναι ὃ βούλεται ὁ ἐρωτῶν.