p. 171a 17 Ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα. Ἔτι τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ταὐτὸν εἶναι δείκνυσι, καὶ φησίν· εἰ πολλὰ σημαίνοντός τινος ὀνόματος μὴ νοεῖ τοῦτο οὕτως ἔχειν ὁ ἀποκρινόμενος ἀλλὰ μοναχῶς λέγεσθαι νομίζει, εἶτα ἐλέγχεται παρὰ τοῦ σοφιστοῦ, πάντως οὐ κατὰ τὴν οἰκείαν διάνοιαν ἠλέγχθη. ταὐτὸν οὖν ἄρα τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν. τὴν δὲ λέξιν τὴν ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ’ οἴεται, 1 καὶ om. a1 φέρει τὸ αἴτιον Α 1. 2 ὅστις—ἀπάτην aI: ὁ δὲ ἐν μηδετέρω, ἤγουν μήτε ἐν τῶ συμπεράσματι μήτε ἐν τῆ ἐρωτήσει ἔχων τὸ αἴτιον τῆς ἀπάτης A 2 ποιοῦν I: ποιεῖν a ἐστι om. Α 3 ἔσται AI: ἐστὶν a 6 παρὰ scripsi cf. vs. 22. 23: πρὸς aI 7 post μαθήμασι expunxit πρὸς τὴν διανοίαν ἐστὶ (sic) τουτέστι (cf. vs. 9. 10) I 10 τὴν v: om. al 12 ἢ alterum a2I: om. a1 13 πολλοὺς a2 15 ἀλλήλαις a2: ἀλλήλοις a1I 17. 18 οὗτος—διείλεκται om. a1 21 ἀστρῷον a cf. p. 81,17: ἀστέρα I τοὔνομα a 26 μὲν a Arist.: om. I 27 τὸ om. Α παρὰ om. A πῶς οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται; τριχῶς ἔστιν ἐκλαβεῖν. καθ’ ἕνα μὲν τρόπον οὕτως· εἰ τοῦ ὀνόματος διττοῦ ὄντος μὴ νοεῖ τοῦτο ὁ ἀποκρινόμενος, πῶς οὗτος ἠπάτηται, κατὰ διάνοιαν ἢ οὔ; καὶ πρὸς τοῦτο λύσις οὐ πρὸς τὴν διάνοιαν, ἤγουν οὐ κατὰ τὴν διάνοιαν. ἢ κατ’ ἐρώτησιν ἀναγνωστέον καὶ ὑπερβατῶς οὕτως· ἆρά γε οὗτος πρὸς τὴν διάνοιαν διείλεκται; καὶ οὕτως ἐπακτέον ὡς ἀρνητικόν τε καὶ ἀποφατικὸν τὸ οὔ· σύνηθες γὰρ αὐτῷ τοῦτο, ὡς καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει εἶπεν ‘ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς”. ἢ οὖν οὕτω τὴν λέξιν ἀναγνωστέον, ἢ ἀποφατικῶς ὧδε· ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδὲ οἴεταί πὼς· καὶ στίξαντας ἐπαγαγεῖν οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται ὡς ἴσον τῷ ῾πάντως ὁ τοιοῦτος δῆλός ἐστιν ὅτι οὐ πρὸς τὴν διάνοιαν διείλεκται ἀλλὰ παρὰ τὴν διάνοιαν᾿. ἀλλὰ μὴν τοῦτο καὶ πρὸς τοὔνομά ἐστι· ταὐτὸν ἄρα τὸ πρὸς τοὔνομα καὶ τὸ παρὰ τὴν διάνοιαν. p. 171a 18 Ἢ πῶς δεῖ ἐρωτᾶν, πλὴν διδόντα διαίρεσιν. Ἀποδείξας διὰ τῶν εἰρημένων ταὐτὸν εἶναι τὸ πρὸς τὴν διάνοιαν καὶ πρὸς τοὔνομα, ἔτι | δὲ καὶ ὅτι οὐ πάντες οἱ ψευδεῖς συλλογισμοὶ καὶ f. 28v ἔλεγχοι εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἀνάγονται διὰ τὸ μὴ δυνατὸν εἶναι τοὺς ἔξω τῆς λέξεως ἀναχθῆναι εἰς ταῦτα, νῦν ὡς τινὸς εἰπόντος ὡς δύνατόν ἐστι πάντας τοὺς ἐλέγχους ἀναχθῆναι εἰς ταῦτα, εἰ κατὰ διαίρεσιν ἡ ἐρώτησις γίνοιτο, φησὶν ὡς πῶς οὖν δεῖ ἐρωτᾶν; ἢ καθ’ ὑμᾶς διὰ διαιρέσεως· εἰ γὰρ μὴ οὕτως αἱ ἐρωτήσεις προάγονται, ὥσπερ δὴ καὶ ἐλέχθησαν, οἷον ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν; ἆρ’ ὁ κύκλος σχῆμα;’, πάντως κατὰ διαίρεσιν λοιπὸν προαχθήσονται, ὅπερ ἐστὶ τὸ πλὴν διδόντα διαίρεσιν. εἶτα καὶ τὴν κατὰ διαίρεσιν ἐρώτησιν τίθησιν· οἱ γὰρ λέγοντες ἀνάγεσθαι πάντας τοὺς ἐλέγχους εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἴσως ἄν εἴποιεν, ὅτι ἀπὸ τοῦ μὴ κατὰ διαίρεσιν τὰς ἐρωτήσεις γίνεσθαι συμβαίνει μηδὲ τοὺς ἐλέγχους εἰς τὰ εἰρημένα ἀνάγεσθαι. τίς δὲ ἡ κατὰ διαίρεσιν ἐρώτησις καὶ πῶς εἰσαχθήσεται, σαφῶς παριστῶν φησιν εἶτ’ ἐρωτήσειέ τις εἰ ἔστι σιγῶντα λέγειν ἢ οὔ, ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δ’ ὡς ναί, τοιοῦτόν τι διὰ τούτων παριστῶν, ὡς ὁ διαιρετικῶς ἐρωτῶν οὐ προάγει τὴν ἐρώτησιν οὕτως, ὡς ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὗ, ἀλλὰ κατὰ τόνδε τὸν τρόπον· ἆρ’ ἔστι σιγῶντα 1 οὐ πρὸς a Arist. cf. vs. 4: παρὰ AI 5 ante καὶ add. ἢ a ὑπερβατῶς ΑΙ: ὑπερβατικῶς a 7 καὶ om. Α ἐν τῆ Φυσικῇ ἀκροάσει] I 2 p. 185a18 9 ἀποφαντικῶς Α 11 στίξαντες a1 14 τὸ alterum om. Α 15 διδόντα a1I(C): διδόναι a2 Arist. 16 ταύτην Α 17 δέ om. Α 18 παρὰ om. Α 21 γίνοιτο AI: γένοιτο a ὡς al: ὅτι A 22 ὑμᾶς] ὒ ex ἡ, ut videtur, corr. Α προσάγονται a 23 ἐλέγχθησαν a 25 τὴν κατὰ AI: κατὰ τὴν a1 τὴν κατὰ τὴν a2 29 ἐρώτησις om. Α 32 διαλεκτικῶς a1 33 τὸν om. a1 λέγειν ἢ οὐκ ἔστιν, ἀλλ’ ἔστι μὲν ὡς ἔστιν, ἔστι δ’ ὡς οὐκ ἔστι; τουτέστιν ἆρ’ ἔστι λέγειν σιγῶντα, ἢ ἀπλῶς μὲν ὁ σιγῶν οὐ λέγει, τρόπον δέ τινα ἔστι λέγειν τὸν σιγῶντα, τρόπον δέ τινα οὔ; τουτέστι κατὰ τὶ μὲν λέγει ὁ σιγῶν, κατὰ τὶ δ’ οὔ; φησὶν οὖν πρὸς τοῦτο ὁ Ἀριστοτέλης, ὡς κἂν κατὰ διαίρεσιν ἡ ἐρώτησις γένηται, οἱ συναχθησόμενοι πάλιν λόγοι, εἰς ἃ καὶ πρώην ἀνήγοντο, καὶ πάλιν εἰς ταὐτὰ ἀναχθήσονται, εἴς τε τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν, ὅπερ ἐδείχθη ταὐτόν. εἰ γὰρ ἐκ διαιρέσεως προβαίη ἡ ἐρώτησις καὶ ὁ μὲν ἀποκρινόμενος ἀποφήσει μὴ δυνατὸν εἶναι λέγειν τὸν σιγῶντα, ὁ δ’ ἐρωτῶν ἐπαγάγῃ συμπέρασμα ὡς δύναται λέγειν ὁ σιγῶν, δῆλον ὡς οὐ πρὸς τὴν διάνοιαν, τουτέστιν οὐ κατὰ τὴν διάνοιαν διειλέχθη τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν ἀλλὰ πρὸς τὸ ὄνομα. οἷον ὁ ἐρωτῶν οὕτως προήγαγε τὴν ἐρώτησιν, ὡς ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὑκ ἔστιν, ἀλλὰ τρόπον μέν τινα ἔστι, τρόπον δέ τινα οὐκ ἔστιν; ὁ δὲ ἀποκρινόμενος τὸ ‘οὐκ ῾οὐκ ἔστιν᾿ ἔφησε· δῆλός ἐστι διὰ τοῦ ‘οὐκ ἔστι᾿ τοῦτο εἰπών, ὡς οὐκ ἔστι λέγειν τὸν σιγῶντα· τὸ γὰρ ῾οὐκ ἔστι᾿ τοῦτο δηλοῖ, τὸ ‘οὐκ ἐνδέχεται κατὰ τὶ μὲν λέγειν τὸν σιγῶντα κατὰ τὶ δὲ μή, ἀλλ’ ἁπλῶς μὴ λέγειν᾿. ἄν οὖν ὁ ἀποκρινόμενος οὕτως εἴπῃ, τουτέσιν ‘οὐκ ἔστι λέγειν τὸν σιγῶντα᾿, ὁ δ’ ἐρωτῶν ὅτι ἔστι συλλογίσεται, φανερόν ἐστιν ὡς ἀπ’ ἄλλου μὲν σιγῶντος τὸ λέγειν ἀπέφησεν ὁ ἀποκρινόμενος, κατ’ ἄλλου δὲ ὁ ἐρωτῶν συνεπέρανε. τὴν <δὲ> λέξιν τὴν ἄρ’ οὐ πρὸς τὴν διείλεκται ὀξυτόνως ἀναγινώσκειν δεῖ καὶ κατὰ ἀπόφασιν, ἀλλ’ οὐχὶ κατὰ ἐρώτησιν. ἵν’ οὖν συντόμως ἐροῦμεν, τοῦτό ἐστιν ὅ φησιν, ὡς εἰ καὶ κατὰ διαίρεσιν καθ’ ὑμᾶς ἡ ἐρώτησις γίνοιτο, ἣν δὴ καὶ προλαβόντες εἰρήκαμεν, καὶ τῆς διαιρέσεως γενομένης ὁ μὲν ἀποκρινόμενος εἴπῃ μηδαμῶς λέγειν τὸν σιγῶντα, ἤτοι οὐδ’ ὅλως, ὁ δ’ ἐρωτῶν συμπερανεῖ λέγειν αὐτόν, ἄρ’ οὐ κατὰ τὴν διάνοιαν τοῦ ἀποκρινομένου διείλεκται, ἵν’ ᾖ τὸ ῾ἄρα᾿ συμπερασματικόν. καίτοι οὗτος ὁ λόγος, τουτέστιν ὁ παρὰ τὴν διάνοιαν, καὶ παρὰ τὸ ὄνομά ἐστιν· οὔτε γὰρ ἡ αὐτὴ διάνοια τοῦ ἐρωτῶντος καὶ τοῦ ἀποκρινομένου, οὔτε πρὸς τὸ αὐτὸ πρᾶγμα, πρὸς ὃ ἡ τοῦ ἀποκρινομένου ἀπόκρισις γέγονε, πρὸς ἐκεῖνο καὶ τὸ συμπέρασμα ἐξενήνεκται, κἀν τὸ αὐτὸ ὄνομα ἦν. ὥστε τὸ αὐτό ἐστι τό τε πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν. τὸ δὲ οὐκ ἄρα ἐστὶ γένος τι λόγων τὸ πρὸς τὴν διάνοιαν τοιοῦτόν ἐστιν, ἵνα καὶ τὸ πλῆρες τῇ λέξει προσθήσομεν· ἐπεὶ ἀπεδείχθη τὸ αὐτὸ εἶναι τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν, οὐκ ἔστι λοιπὸν τὸ γένος τῶν παρὰ τὴν διάνοιαν λόγων ἄλλο τῶν παρὰ τοὔνομα ἀλλὰ ταὐτό. ὁμοίως καὶ τὸ ἀλλ’ 2 ante σιγῶντα add. τὸν A 4 τούτους Α 5 γένηται al: ἐστὶν Α 6 πρόην a1I ἀνήγοντο al: ἀνάγοντι Α ταῦτα a2 εἴτε a1 7 γοῦν Α 8 ἡ om. Α 11 fort, οἷον #x003E; ὁ 17 εἴπῃ I: εἴποι a 18 συλλογίζεται a 19 σιγῶντα a1 20 δὲ prius om. a1 δὲ alt. v: om. al 23 γίνοιτο Al: γένοιτο a 24 post εἴπῃ add. ὅτι I: 0111. aA 25 ἤγουν a συμπεράνει (sic) I 26 τὴν ΑΙ: om. a post τοῦ add. δ’ a 27 τουτέστιν om. Α 30 ἐξήνεκται a1 32 post τι add. τῶν A καὶ om. Α 33 προσεπιθήσομεν A τὸ τὸ αὐτὸ a 34 τὸ ὄνομα καὶ τὸ Α 35 τῶν AI: om. a ταὐτόν Α οἱ μὲν πρὸς τοὔνομά εἰσι τοιοῦτον, ὅτι ἀλλ’ οἱ μέν, ἤτοι τινὲς τῶν ψευδῶν συλλογισμῶν, πρὸς | τοὔνομα καὶ παρὰ τὴν διάνοιάν εἰσι, πλὴν f. 29r οὐ πάντες εἰς ταῦτα ἔχουσι τὴν ἀναγωγήν. τὸ δὲ καὶ τοιοῦτοι οὐ πάντες τοιοῦτόν ἐστιν, οὐχ ὅτι οὐ πάντες οἱ ἔλεγχοι τοιοῦτοι, ἤτοι εἰς τὰ πολλάκις εἰρημένα ἀναγόμενοι, ἁ ἀλλ᾿ οὐδ’ οἱ φαινόμενοι ἔλεγχοι εἰς ταῦτα ἀνάγονται, τουτέστιν οὐ μόνον τοῦτό φημι, ὡς οὐκ ἀνάγονται πάντες ἁπλῶς οἱ ἔλεγχοι εἰς ταῦτα, ἀλλ’ οὐδ’ οἱ φαινόμενοι· τῶν γὰρ φαινομένων ἐλέγχων οἱ μὴ παρὰ τὴν λέξιν, τουτέστιν οἱ ἐκτὸς τῆς λέξεως, οἷον οἱ παρὰ τὸ συμβεβηκὸς καὶ οἱ λοιποὶ ἕξ, οὐκ εἰς τὴν διαίρεσιν ταύτην ἀνάγονται. ὥστε ματαία ἡ εἰσαγομένη διαίρεσις, ὡς τῶν αὐτῶν καὶ πάλιν ἀπ’ αὐτῆς ἀτόπων συναγομένων. p. 171a 28 Εἰ δέ τις ἀξιοῖ διαιρεῖν ὅτι λέγω δέ. Εἰπὼν ὡς οὐκ ἐγχωρεῖ τὰ σοφίσματα πάντα εἰς τὸ πρὸς τοὔνομα ἀνάγεσθαι καὶ παρὰ τὴν διάνοιαν, ἀπαντήσας δὲ καὶ πρὸς τοὺς ἴσως ἀντιπεσόντας καὶ φήσαντας δυνατὸν εἶναι διὰ τῆς διαιρέσεως ἀνάγεσθαι εἰς αὐτὰ καὶ δείξας, ὅτι κἂν δώσομεν πάντα εἰς ταῦτα ἀνάγεσθαι, ἀλλ’ οὖν πάλιν καὶ οὕτως οἱ παρὰ τὴν διάνοιαν καὶ οἱ πρὸς τοὔνομα οἱ αὐτοί εἰσι, νῦν εὐθύνει καὶ τὸν ἀξιοῦντα λόγον κατὰ διαίρεσιν ἐρωτᾶν. καὶ πειρᾶται ἀνατρέπειν αὐτὸν λέγων ὡς εἴ τις οὕτως ἀξιοῖ λέγων οὕτω καὶ ἐρωτῶν ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν; ἔστι δὲ σιγῶντα ὅ τε μὴ λαλῶν ἄνθρωπος καὶ τὰ σιγώμενα᾿ (τοῦτο γὰρ δηλοῖ διὰ τοῦ τὰ μὲν ὡδί, τὰ δ’ ὡδί· τὰ γὰρ οὕτως εἰσὶ σιγῶντα ὡς δύναμιν μὲν ἔχοντα τοῦ λαλεῖν, νῦν δὲ σιγῶντα, τὰ δὲ οὕτως ὡς μὴ πεφυκότα λαλεῖν), εἴ τις οὕτως ἐρωτᾷ, οὐ καλῶς ἀξιοῖ, ὅτι καίπερ τῆς ἀξιώσεως ἀπρεποῦς οὔσης ἐπὶ μὲν τῶν πολλαχῶς λεγομένων ἴσως ἄν τις κατὰ διαίρεσιν ἐρωτήσῃ, ἐπὶ δὲ τῶν μὴ πολλαχῶς πῶς ἐνδέχεται διαιρεῖν; ὃ γὰρ μὴ οἴεται πολλάκις αὐτὸς ὁ ἐρωτῶν ὁμώνυμον εἶναι ἀλλ’ ἀγνοεῖ, μάταιόν ἐστι διαιρεῖν αὐτὸν τοῦτο, μᾶλλον δὲ ἀδύνατον. ἄλλως τε καὶ παρὰ τὴν διαλεκτικὴν μέθοδον τὴν ἀξίωσιν ποιεῖται ὁ οὕτως ἐρωτῶν· διδασκόντων γάρ ἐστι τὸ διαιρεῖν ποσαχῶς λέγεται τὸ πρᾶγμα, οἷον ὀξὺ φέρε εἰπεῖν λέγεται καὶ ἡ φωνὴ καὶ ὁ ὄγκος, καὶ ὀξεῖα μὲν φωνή ἐστι τόδε, ὄγκος δὲ τόδε. τῶν διδασκόντων 1 post τοιοῦτον add. ἐστὶν Α ἤγουν a 3 ταὐτὰ Α καίτοι οὗτοι a 4 τοιοῦτόν a2AI: τοιοῦτος a1 ἤγουν a 5 τὸ a εἰρημένον a2: εἰρήκαμεν a1 7 post ἔλεγχοι add. οἱ διαλεκτικοὶ a 8 οἱ alteram AI: om. a 9 ὁ (post οἷον) Α 10. 11 ὡς—συναγομένων postea add., lit videtur, A1 14 παρὰ I: πρὸς a διαίρεσιν a1 δὲ Ι: τὲ a ἴσων a1 16 αὐτὰ v: αὐτὸ a: compend. I 17 πάντες καὶ οὗτοι a2 διάνοιαν I: διαίρεσιν a 18 λόγων a1 19 αὐτὸν a1: αὐτὴν a2I 21. 22 τὰ μὲν γὰρ—νῦν δὲ σιγῶντα om. a1 22 γὰρ Ι: om. a2 ἔχοντα τοῦ a2: ἔχοντες Ι 23 τις a: τι I 24 μὲν vb: δὲ (ex versu sequenti illatum) al 26 αὐτὸς aA; αὐτὸ I 27 αὐτὸν Α: αὐτὸ al 28 ἄλλως τε al: ἔπειτα Α 29 ὁ om, Α διδάσκων a1 ποσαχῶς—p. 87, 1 διαιρεῖν a: ποσαχῶς—πρᾶγμα Α: om. I πολλαχῶς a1 οὖν ἐστι τὸ διαιρεῖν. ἔπειτα ἐπεὶ πρὸς νίκην ἢ ἀπάτην τοῦ ἀποκρινο- μένου ὁρᾷ ὁ τὰς ἐρωτήσεις ποιούμενος, εἰ διαίρεσιν ποιησάμενος ἔροιτο, γνώριμον ποιήσει τῷ ἀποκρινομένῳ ποσαχῶς λέγεται μὴ εἰδότι μηδ’ ἐπεσκεμμένῳ ὅτι τοσαυταχῶς καὶ κατὰ τοσούτων καὶ τοιούτων λέγεται· γνωρίμου δὲ γενομένου ποσαχῶς τὰ σιγῶντα λέγεται καὶ τοῦ ἀποκρινο- μένου, εἰ τύχῃ, ἐπὶ τοῦ σιγῶντος ἀποφήσαντος, ἄν ὁ ἐρωτῶν ἐπὶ τὰ σιγώ- σιγώμενα μετενέγκοι τὸν λόγον, καταγέλαστος δόξειεν. p. 171a 34 Έ̀πεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς τί κωλύει τοῦτο ποιεῖν; Εἰπὼν ὅτι ἐνίοτε τὸ ἐρωτώμενον καίτοι πολλαχῶς λεγόμενον οὐ δοκεῖ πολλαχῶς λέγεσθαι (ὃ δὲ μὴ οἴεται πολλαχῶς λεγόμενον, πῶς ἄν διέλοι ὁ ἐρωτῶν;), νῦν ὡς ἀπ’ ἐκείνων ἐπάγει τὸ λεγόμενον τὸ ἐπεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ὅτι πῶς φῄς, Ἀρι- στότελες, ὅτι δεῖ τὸ ἐρωτώμενον ὁμώνυμον εἶναι , ἵνα ἡ κατὰ διαίρεσιν προβαίη ἐρώτησις; δυνατὸν γὰρ καὶ ἐν τοῖς μὴ διπλοῖς, τουτέ- ’στι μὴ ὁμωνύμοις, τοῦτο ποιεῖν, ἤγουν τὸ κατὰ διαίρεσιν ἐρωτᾶν. εἶτα καὶ πῶς ἐνδέχεται τὰ μὴ πολλαχῶς ἀλλὰ μοναχῶς λεγόμενα διαι- ροῦντας ἐρωτᾶν, διδάσκων ἐπάγει ἆρά γε αἱ ἐν τοῖς τέσσαρσι μονά- δες ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσιν, ἤτοι ἆρα αἱ τέσσαρες μονάδες ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσι; λέγω δὲ οὐχὶ ἑκάστην τῶν μονάδων ἴσην τῇ δυάδι, ἀλλ’ ὁμοῦ τὰς τέσσαρας μονάδας ἴσας ταῖς δυσὶ δυάσι. τὸ δὲ εἰσὶ δὲ υάδες αἱ μὲν ὡδὶ ἐνοῦσαι αἱ δὲ ὡδί ἴσον ἐστὶ τῷ λέγω δὲ ὡδὶ μὲν ἴσας ὡδὶ δὲ μή , ὁμοῦ μὲν τὰς δύο δυάδας ἴσας ταῖς τέσσαρσι μονάσιν, ἑκάστην δὲ τῶν μονάδων ἑκάστῃ τῶν δυάδων οὐκ ἴσας.’ καὶ ἵνα σαφέστερος ὁ λόγος γένηται, οὕτως αὐτὸν δέξῃ· αἰ τέσσαρες μονάδες ὡδὶ μὲν ἐνοῦσαι καὶ λαμβανόμεναι ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσιν , ὡδὶ δέ, ἤγουν μία ἑκάστη τῶν μονάδων μιᾷ τῶν δυάδων, οὔ. εἴ τις οὖν οὕτως, φήσουσιν ἐκεῖνοι, τὴν | ἐρώτησιν ποιήσεται, κατὰ διαίρεσιν ἠρώτησε f. 29^ καίτοι μήτε τῶν μονάδων μήτε τῶν δυάδων πλεοναχῶς λεγομένων. εἶτα καὶ ἕτερον παράδειγμα τίθησι τὸ ἆρα τῶν ἐναντίων μία ἐπιστήμη; 1 ἡ ἀπάτην a^I: ἡ ἀπάτη a^ "2 εἰ a-’I : καὶ a’ 3 πολλαχῶς a* 4 τοιοὐ- τοιούτων e τοσούτων corr. I G ὁ I: om. a 7 fort, δόξειεν sive δόξει ἄν; (av) δόξειεν V 9 οὐ δοκεῖ AI: οὐκ εὐδοκεῖ a’"’: οὐδ’ ὃ a’ 10 post οἴεται add. τὸ a'- διέλοιτο Α 11. 12 νῦν — ὅτι al: νῦν τὸ λεγόμενον τοῦτο ὡς ἀπ’ ἐκείνων ἐπάγει πρὸς ἑαυτὸν δῆθεν λέγοντα μὴ δυνατὸν εἶναι τὰ μὴ ὁμώνυμα κατὰ διαίρεσιν ἐρωτᾶν· καὶ φησὶ Α 11 ἐπεκείνων a- 11. 12 τὸ ἐπεὶ — τὸ λεγόμενον om. a’ 12 πῶς — 18 δυάσιν bis habet Α φὴς aAi^l: λέγεις A^ 12. lo ἀριστοτἐλης a 13 ὅτι aIAi>: ὡς A» 13. 14 εἶναι ὁμώνυμον , ἶνα κατὰ διαίρεσιν προβαίη ἡ ἐρώ- τησις Aa 14 post γὰρ add. ἐστὶ aA" καὶ om. a’ 14. 15 ἤγουν ἐν τοῖς ὁμωνύμοις A’l 16. 17 εἶτα διδάσκων πῶς καὶ ἐν τοῖς μὴ ὁμωνύμοις ἔστι κατὰ διαίρεσιν ἐρωτᾶν Aa 17 γε om. A^ ταῖς a 18 εἰσὶν ἴσαι A^i ἤγουν a 19 εἰσὶ iterat I δὲ AI: cm. a 23 ἑκάστην Α: ἑκάστη a’-’ I: κατὰ a’ ἑκάστη Ala’-: ἑκάστας a’ 24 σφἐστερος 1: ἔτι σαφέστερος Α: δι’ ἕτερον a διεξῄει a- 2G post μιᾷ add. ἑκάστῃ a- ὃ οὕτως ἂν καταλλήλως ἐρωτηθείη· ἆρ’ ἐπεὶ τῶν ἐναντίων τὰ μέν ἐστι γνωστὰ τὰ δὲ ἄγνωστα, ἔστιν αὐτῶν μία ἐπιστήμη; ταῦτα εἰπὼν λέγει ὥστε ἔοικεν ἀγνοεῖν ὁ τοῦτο ἀξιῶν ὅτι ἕτερον τὸ διδάσκειν τοῦ διαλέγεσθαι· τὸν μὲν γὰρ διδάσκοντα δεῖ μὴ ἐρωτᾶν ἀλλὰ λαμβάνειν ἀφ’ ἑαυτοῦ καὶ πάντα δῆλα ποιεῖν τῷ μαθητῇ, τὸν δὲ πρὸς ἀπάτην ἢ νίκην ὁρῶντα οὐδαμῶς. p. 171b 3 Ἔτι τὸ φάναι ἢ ἀποφάναι ἀξιοῦν. Ἔτι ἀναιρεῖ τοὺς κατὰ διαίρεσιν ἐρωτῶντας, καὶ φησί· τὸ τὴν πρότασιν τάσιν οὕτως ἐρωτᾶν ὡς ἀναγκάζεσθαι τὸν ἀποκρινόμενον ἢ τὸ ῾ναί᾿ ἢ τὸ ῾οὔ᾿ λέγειν (ταῦτα γὰρ εἶπε φάναι ἢ ἀποφάναι) οὐ δεικνύντος ἀλλὰ πεῖραν λαμβάνοντος τοῦ ἀποκρινομένου εἰ γινώσκει τὸ ἐρωτώμενον. πῶς οὖν ἐνδέχεται τὸν ἀπόπειραν ποιούμενον διαιρεῖν καὶ διδάσκειν τὸν ἐρωτώμενον ὃ ζητεῖ μαθεῖν εἰ οἶδεν; ἡ γὰρ πειραστικὴ οὐ διδασκαλική ἐστιν, ἵνα δῆλα ποιῇ τὰ πράγματα, ἀλλὰ διαλεκτική τις, ὡς καὶ ἐν τοῖς προρρηθεῖσιν εἴπομεν, καὶ θεωρεῖ οὐ τὸν εἰδότα ἀλλὰ τὸν προσποιούμενον εἰδέναι ἀγνοοῦντα δέ.