p. 170b 12 Οὐκ ἔστι δὲ διαφορὰ τῶν λόγων ἣν λέγουσί τινες. Διελὼν τοὺς τρόπους, καθ’ οὓς οἱ παραλογισμοὶ γίνονται, εἰς δύο τοὺς ἀνωτάτω | καὶ τοὺς μὲν αὐτῶν παρὰ τὴν λέξιν φήσας εἶναι τοὺς δὲ ἔξω f. 26v τῆς λέξεως, νῦν εὐθύνει τοὺς μὴ οὕτως λέγοντας ἀνάγοντας δὲ πάντα τὰ σοφίσματα εἰς τοὺς πρὸς τοὔνομα λόγους καὶ εἰς τοὺς παρὰ τὴν διάνοιαν· τὸ γὰρ πρὸς τὴν διάνοιαν ἀντὶ τοῦ ῾παρὰ τὴν διάνοιαν᾿ εἴληπται, καὶ δῆλον αὐτὸς τοῦτο ποιεῖ διὰ τοῦ μετ’ ὀλίγον ἐπαχθέντος τοῦ τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν. ἀνατρέπων <οὖν> τοὺς μὴ οὑτωσὶ πάντας τοὺς παραλογισμούς, ὡς αὐτὸς ἐδίδαξεν, ἀλλὰ λέγοντας, ὅτι οἱ μέν εἰσι πρὸς τοὔνομα οἱ δὲ παρὰ τὴν διάνοιαν, λέγει καὶ δείκνυσι μὴ ἄλλους εἶναι καὶ ἄλλους ἀλλὰ τοὺς αὐτούς· οἵ τε γὰρ παρὰ τὴν διάνοιαν πρὸς τοὔνομα, καὶ οἱ πρὸς τοὔνομα παρὰ τὴν διάνοιαν, ὥστε οὐ δύο τρόποι εἰσὶν ἀλλ’ εἷς. τὸ γὰρ μὴ πρὸς τὴν διάνοιαν διειλέχθαι τί, φησίν, ἄλλο ἐστὶν ἢ ὅταν μὴ χρῆται ὁ ἐρωτῶν τῷ ὀνόματι, ἐφ’ ᾧ οἰόμενος ἐρωτᾶσθαι ὁ ἐρωτώμενος ἔδωκε τὴν ἀπόκρισιν; τοῦτο γάρ ἐστι τὸ τῆς λέξεως κατάλληλον. εἰ γάρ τις ἐρωτηθῇ ῾ἆρά γε ὁ κύων ὑλακτεῖ;᾿, ὁ δὲ τὸν χερσαῖον οἰόμενος ἐρωτᾶσθαι δοίη ὑλακτεῖν, ὁ δὲ ἐρωτῶν τὸ κύων ὄνομα ἐπὶ τὸν ἰχθὺν μεταφέρων λέγει ῾ἀλλὰ μὴν ὁ ἰχθὺς κύων ὢν οὐχ ὑλακτεῖ᾿, οὐ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου τῷ ὀνόματι κέχρηται· τὸ δὲ τοιοῦτον σόφισμα καὶ πρὸς τοὔνομά ἐστιν. ὥστε ὥσπερ οὐ πρὸς τὴν διάνοιάν ἐστι συλλογιζόμενος ὁ μὴ χρώμενος τῷ κύων ὀνόματι πρὸς τὸν χερσαῖον, ὃν καὶ διανοούμενος ὁ ἀποκρινόμενος ὑλακτεῖν ἔφησεν, οὕτως ἔμπαλιν πρὸς τὴν διάνοιάν ἐστι συλλογιζόμενος, ὅταν χρῆται τῷ ὀνόματι κατὰ τοῦ πράγματος, ὃ διανοούμενος κατέφησεν ὁ ἐρωτη- 1 εἶπε] c. 8 p. 169b18 —20 λέγει a: λέγω I 3. 4 φαινομένους—λέγω 11 τοὺς μὼν—ἔξω al: εἰπὼν τὰ σοφίσματα γίνεσθαι ἡ παρὰ τὴν λέξιν ἡ ἐκτὸς Α 12. 13 νῦν δείκνυσι καὶ εὐθύνει μὴ καλῶς λέγοντας τοὺς ἀνάγοντας ταῦτα εἰς Α 13 παρὰ I: περὶ ut solet a: πρὸς A 14 —16 τὸ γὰρ—διάνοιαν al: τὸ πρὸς δέ ἀντὶ τῆς παρὰ ληπτέον· ἤγουν παρὰ τὸ ὄνομα καὶ παρὰ τὴν διάνοιαν· τὸ δὲ παρὰ τὸ ὄνομα καὶ τὴν διάνοιαν ταὐτά ἐστι καὶ οὐχ ἕτερα· ὅθεν καὶ Α 14 τοῦ I: om. a 15 αὐτὸς v: αὐτὸ al 16 οὖν addidi οὕτω a 18 παρὰ Α: περὶ a: πρὸς I 21 post εἰσὶν add. εἰς οὓς ἀνῆγον τὰ σοφίσματα Α 24 κύω I 26 post ἰχθὺν expunxit καταφεύγει I λέγει om. Α ἰχθὺς om. Α 27 ὢν om. Α τοῦ ἐρωτωμένου Α 32 τῶ a2: τὸ a1I θείς (ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ τὸ δὲ πρὸς τὴν διάνοιαν, ἐφ’ ᾧ δέδωκε διανοηθείς· διανοηθέντα δὲ λέγει τὸν ἀποκρινόμενον)· εἰ γὰρ μὴ πρὸς τὴν διάνοιάν ἐστι τὸ μὴ χρῆσθαι ἐφ’ ᾧ δέδωκε, τὸ χρῆσθαι ἐφ’ ᾧ δέδωκε πρὸς τὴν διάνοιαν εἴη ἄν. εἰ δὲ ταῦτα ἀληθῆ, ἄτοπον τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ πα ῥὰ τὴν διάνοιαν· ὅπου γὰρ τὸ κατὰ διάνοιαν, ἐκεῖ καὶ τὸ κατ’ ὄνομα, καὶ τὸ ἀνάπαλιν καὶ ὅπου τὸ παρὰ τοὔνομα, ἐκεῖ καὶ τὸ παρὰ τὴν διάνοιαν. p. 170b 20 Εἰ δή τις πλείω σημαίνοντος τοῦ ὀνόματος. Εἰπὼν καὶ συστήσας ταὐτὸν εἶναι τὸ πρὸς τοὔνομα καὶ μὴ πρὸς τὴν διάνοιαν διαλέγεσθαι ἐπάγει· ὅταν μὲν γὰρ πλείω σημαίνοντος τοῦ ὀνόματος οἴοιτο καὶ ὁ ἐρωτῶν καὶ ὁ ἐρωτώμενος μὴ πλείω σημαίνειν, οὗτος καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν διείλεκται τοῦ ἀποκρινομένου (ἐρωτώμενον γὰρ τὸν ἀποκρινόμενον ὥσπερ καὶ τὸ ἢ πρὸς τὴν διάνοιαν ἀντὶ τοῦ ῾καὶ πρὸς τὴν διάνοιαν᾿)· ἐπεὶ γὰρ ἐφ’ ᾧ ἔδωκεν ὁ ἀποκρινόμενος, πρὸς τοῦτο καὶ ὁ ἐρωτῶν ἐχρήσατο τῷ ὀνόματι, ἀμφοτέρων οἰομένων καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος λέγεσθαι τοῦ ὀνόματος δῆλον ὅτι καὶ πρὸς τὴν διάνοιαν καὶ πρὸς τοὔνομα διείλεκται. ὑπόθου γὰρ τὸν Παρμενίδην ἓν ἡγούμενον σημαίνειν τὸ ὂν καὶ τὸ ἕν, ὁμοίως δ’ ἔχειν τούτῳ καὶ τὸν αὐτοῦ ζηλωτὴν Ζήνωνα· ὁ οὖν Παρμενίδης ἐρωτῶν τὸν Ζήνωνα, εἰ ἓν τὸ ὄν, τούτου καταφήσαντος καὶ ὁμολογήσαντος οὐκ ἄν ἐπ’ ἄλλου τινὸς ἐκεῖνος μεταγάγοι, ἀλλὰ καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου ἔσται διειλεγμένος. εἰ δέ γε ὁ ἀποκρινόμενος οἴεται πολλὰ σημαίνειν, ἢ καὶ ὁ ἐρωτῶν, καὶ ὁ μὲν πρὸς ἄλλο δέδωκεν, ὁ δὲ πρὸς ἄλλο κέχρηται τῷ ὀνόματι, ὡς ἐπὶ τοῦ κυνὸς ἄνωθεν εἴρηται, δῆλον ὡς οὐ πρὸς τὴν διάνοιαν ἀλλὰ πρὸς τοὔνομα (τοῦτο γὰρ λείπει) διείλεκται· τὸ πλῆρες τοιοῦτόν ἐστι· δῆλον ὅτι οὐ πρὸς τὴν διάνοιαν ἀλλὰ πρὸς τοὔνομα διείλεκται. τοῦτο εἰπὼν ἐπιφέρει τὸ γὰρ πρὸς τοὔνομα καὶ μὴ πρὸς τὴν διάνοιαν διειλέχθαι πρῶτον μὲν περὶ τοὺς τοιούτους ἐστὶ λόγους, δυνάμει τάδε λέγων, ὡς ψεῦδός ἐστι τὸ λέγειν ὅτι πάντες οἱ παραλογισμοὶ εἰς τὸ | πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν f. 27r ἀνάγονται· πρῶτον μὲν γὰρ περὶ τοὺς τοιούτους ἐστὶ λόγους ὅσοι πλείω σημαίνουσιν· οὗτοι δ’ ἄν εἶεν οἱ ὁμώνυμοι καὶ ἀμφίβολοι, οἱ δ’ ἄλλοι οὐχί· εἶτα περὶ ὁντινοῦν ἐστι, λέγων ὁντινοῦν τὸν ἐρωτῶντα καὶ ἀποκρινόμενον· ἐνδέχεται γὰρ τοῦ λόγου ἢ τῆς λέξεως μὴ 10 μὴ al: τὸ A 12 post μὴ expunxit πρὸς I 16 ὁ alt. om. a1 17 τὸ (ante ὄν.) a1 19 ὑπόθεσις a1 post σημαίνειν add. καὶ Α 21 post ὄν add. ἐστι a: om. AI 22 μεταγάγοι AI: μετάγοι a 23 ἔσται AT: ἐστὶ a 26 εἴρηται] p. 78,24sq. 31 λόγους a2AI: ὁ λόγος a1 33 μὲν γὰρ om. Α 34 ὅσω—σημαίνει Α 35 ὁντινοῦν utrobique a Arist.: ὁτινοῦν I: ὁντιναοῦν Α (C u T) πλείω σημαίνοντος τὸν ἐρωτῶντα ἢ τὸν ἀποκρινόμενον οἴεσθαι πλείω σημαίνειν, καὶ ἔσται τότε οὐκ ἐν τῷ λόγῳ τὸ παρὰ τὴν διάνοιαν καὶ πρὸς τοὔνομα ἀλλ’ ἐν τῷ τὸν ἀποκρινόμενον ἔχειν πὼς πρὸς τὰ δεδομένα. ὅτι δὲ τὸ περὶ ὁντινοῦν τοῦτο σημαίνει, δῆλον ἐκ τοῦ ἐπαγομένου· φησὶ γὰρ οὐ γὰρ ἐν τῷ λόγῳ ἐστὶ τὸ παρὰ τὴν διάνοιαν εἶναι ἀλλ’ ἐν τῷ ἀμαθῶς ἔχειν τὸν ἀποκρινόμενον πρὸς τὰ ἠρωτημένα καὶ τὰ μοναχῶς λεγόμενα ὁμώνυμα νομίζειν. εἰ δὴ καί, ὡς εἴρηται, οἱ πρὸς τοὔνομα παρὰ τὴν διάνοιάν εἰσιν, ἐνδέχεται πάντας τοὺς παραλογισμούς, καὶ τοὺς ἐκ τῶν λόγων καὶ ὀνομάτων τῶν πλείω σημαινόντων ὄντας καὶ τοὺς ἐκ τῶν ἀποκρινομένων καὶ ἐρωτώντων τῶν ἐχόντων πὼς πρὸς τὰ δεδομένα καὶ ἁπλῶς τοὺς τρισκαίδεκα τρόπους πάντας, πρὸς τοὔνομα λέγειν. εἰ γὰρ εἰς δύο ταῦτα πάντες ἀνάγονται, ὡς αὐτοῖς ἀρέσκει, τόν τε πρὸς τοὔνομα καὶ τὸν παρὰ τὴν διάνοιαν, οὗτοι δὲ μηδέν, ὡς δέδεικται, διαφέρουσιν ἀλλήλων ἀλλ’ εἰσὶν οἱ αὐτοί, δῆλον ὅτι ἐνδέχεται πάντας πρὸς τοὔνομα λέγειν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἶτα πρὸς τοὔνομα ἐνδέχεται πάντας αὐτοὺς εἶναι. εἰ δὲ εὑρεθῶσί τινες, ὡς δειχθήσεται, μὴ ὄντες πρὸς τοὔνομα, οὗτοι οὐδὲ πρὸς τὴν διάνοιαν ἔσονται, καὶ ἔσονταί τινες παραλογισμοὶ τῆς παρούσης ἔξω πίπτοντες μεθόδου. τὸ γὰρ ῾Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει᾿ οὔτε πρὸς τοὔνομα οὔτε πρὸς τὴν διάνοιάν ἐστιν· οὐδὲν γὰρ τῶν εἰλημμένων πολλαχῶς λέγεται. εἰπὼν δὲ ὅτι ἐνταῦθα, ἤγουν ἐν τῇ παρούσῃ μεθόδῳ, τὸ πρὸς τοὔνομα λέγειν ταὐτόν ἐστὶ τῷ παρὰ τὴν διάνοιαν, ἐπήγαγεν εἰ γὰρ μὴ πάντες, ἔσονταί τινες ἕτεροι. ἐλλιπέστερον δὲ εἴρηται· τὸ γὰρ πλῆρές ἐστιν ἱεῖ γὰρ μὴ πάντες πρὸς τοὔνομά εἰσιν, ἔσονταί τινες ἕτεροι᾿. ὃ δὲ λέγει δυνάμει, τοιοῦτόν ἐστιν· εἰ γάρ, ὡς δέδεικται, πᾶν τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν ἐστιν, εἴπερ εὑρεθῶσί τινες μὴ πρὸς τοὔνομα ὄντες ἀλλὰ παρ’ ἄλλο τι, οὐκ ἄν εἴη κοινή τις ἡ διαίρεσις αὐτῶν καὶ καθόλου, εἰς ἣν ἅπαντα ἀνάγεσθαι βούλονται, ἀλλ’ ἐλλιπὴς καὶ διὰ τοῦτο ἀδόκιμος. p. 170b 35 Ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς. Εἰπὼν ὅτι, εἴπερ εὑρεθῶσί τινες μὴ πρὸς τοὔνομα λέγεσθαι δυνάμενοι, ἔξω πεσοῦνται τῆς διαιρέσεως, ἐπάγει ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς. ἔστι δὲ ὃ λέγει τοιοῦτον· εἴπερ φαμὲν συλλογίζεσθαι πρὸς τοὔνομα καὶ τὸν λόγον, ἤτοι τὴν ἀμφιβολίαν, ὅσοι περὶ τὰς ὁμωνυμίας καὶ ἀμφιβολίας διατρίβουσιν, ἐν οἷς μή εἰσιν 1 σημαίνοντα Α 2 ἔστω a1 3 πρὸς alt. om. a1 4 post δὲ add, πρός a2 ὁντινοῦν a: ὁτινοῦν Ι: ὁντιναοῦν Α cf. ad p. 79,35 7 καί alt. om. Α 11 δεδομένα (sic) a, I pr. τρεισκαίδεκα a 12 post εἰ eras. 1 lit. Α 13 τό τε A τὸν alt. a: om. AI 21 εἰλημμένων AI: εἰρημένων a πολλαχῶς aA: πολλαχοῦ I 22 λέγει a1 23 ἔσονται iterat a 34 ἤτοι AI: ἤγουν a ὁμώνυμα ἢ ἀμφίβολα τὰ λεγόμενα, οὗτοι οὐκ ἔσονται πρὸς τοὔνομα. ἔστι δὲ τὸ τῆς λέξεως τοιοῦτον· ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς, τουτέστιν ὅσοι οὐκ εἰσὶ τῶν πλεοναχῶς τισι χρωμένων, ἀλλ’ ἐκτός εἰσι τούτων, ὡς ἐπὶ τοῦ ῾Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει, οὗτοι οὐκ ἐκ τῶν πλεοναχῶς ἀλλ’ ἐκ τῶν πα ῥὰ τὸ πλεοναχῶς, ὥστε οὐδὲ πρὸς τοὔνομα ἔσονται οὐδὲ πρὸς τὴν διάνοιαν. τὸ δὲ τούτων εἰσί τινες οὐ παρὰ τοὔνομα ταὐτόν ἐστι τῷ ῾τούτων εἰσί τινες οἱ μὴ πρὸς τοὔνομα ὄντες᾿. πῶς οὖν ἀναχθήσονται οὗτοι εἰς τοὺς παρὰ τὴν διάνοιαν; οὐ μόνον γάρ, φησίν, ἄτοπόν ἐστι τὸ τοὺς τρισκαίδεκα τρόπους λέγειν πρὸς τοὔνομα, ἀλλ’ οὐδὲ αὐτοὺς τοὺς παρὰ τὴν λέξιν ἓξ εἰς τοὺς παρὰ τοὔνομα ἀνάγειν χρεών. εἰ γοῦν καὶ μὴ πάντες οἱ φαινόμενοι ἔλεγχοι εἰς τοὺς παρὰ τοὔνομα ἀνάγονται, ἀλλ’ οὖν εἰσί τινες παραλογισμοὶ ἐν οἷς οὐ γίνεται ἡ ἀπάτη διὰ τὸ τὴν ἀπό|κρισιν σφαλερὰν γενέσθαι, ἀλλὰ f. 27v διὰ τὸ τὸν προταθέντα λόγον ὁμώνυμον εἶναι ἢ ἀμφίβολον. εἰ γάρ τις, εἰ τύχῃ, τοιαύτην προενέγκοι ἐρώτησιν ὡς ‘ἆρά γε ὁ κύων ὑλακτεῖ ἢ καὶ τοῦ ἀποκρινομένου οἰομένου μοναχῶς τὸν κύνα λέγεσθαι, οἷον, εἰ τύχῃ, τὸν χερσαῖον, ὁ ἐρωτῶν ἐπὶ τοῦ ἀστρῴου ἐπαγάγῃ τὸ συμπέρασμα, οὐ γέγονεν ἡ ἀπάτη διὰ τὸ κακῶς ἐξενεχθῆναι τὴν ἀπόκρισιν (καλῶς ὅσον πρὸς τὴν τοῦ ἀποκρινομένου διάνοιαν), ἀλλὰ διὰ τὸ τὸν ἐρωτηθέντα λόγον ἔχειν τὸ διττόν. p. 171a 1 Ὅλως τε ἄτοπον τὸ περὶ ἐλέγχου διαλέγεσθαι. Δείξας τοὺς πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἅπαντα τὰ σοφίσματα ἀνάγοντας μὴ καλῶς διαιροῦντας μέμφεται τούτους καὶ ἄλλως λέγων· ὅλως τε ἄτοπόν τι ποιοῦσιν οἱ οὑτωσὶ διαιροῦντες τὰ σοφίσματα περὶ ἐλέγχου διαλεγόμενοι μὴ πρότερον περὶ συλλογισμοῦ διαλαβόντες. ὁ γὰρ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφάσεως· ἔδει οὖν ζητῆσαι τί ποτέ ἐστι συλλογισμός, καὶ τούτου εὑρεθέντος εὑρεῖν τί ἐστιν ἔλεγχος, εὑρόντας δὲ τί ἐστιν ἔλεγχος ἢ τρισκαίδεκα λέγειν καὶ αὐτοὺς τῶν σοφισμάτων τρόπους, ὥσπερ καὶ ἡμεῖς λέγομεν, ἢ πάντας εἰς τὴν τοῦ ἐλέγχου ἀνάγειν ἄγνοιαν. ὥστε ἐχρῆν πρότερον περὶ συλλογισμοῦ εἰπεῖν· ἔστι γὰρ ὁ σοφιστικὸς ἔλεγχος φαινόμενος συλλογισμὸς ἀντιφάσεως. διὸ ἂν ᾖ φαινόμενος ἔλεγχος (οὔτω γὰρ συντακτέον τὸ χωρίον), τουτέστιν εἰ φαινόμενος ἔλεγχος καὶ σοφιστικὸς συλλογισμὸς γενήσεσθαι, δεῖ τὸ αἴτιον τῆς ἀπάτης καὶ τοῦ ψεύδους ἢ ἐν τῷ συλλογισμῷ, τουτέστι τῷ συμπεράσματι, εἶναι ἢ ἐν τῇ ἀντιφάσει, τουτέστι τῇ κατ’ ἀντίφασιν ἐρωτήσει 2 τῆς λέξεως AT: λεγόμενον a 7 οὐ aAI (T, corr. Ac): οἱ Arist. 8 τοὺς a2I: τὸ a1A 9 τρεισκαίδεκα a 10 et 12 εἰς τοὺς al: εἰς τὸ A 14 προταθέντα v: προτεθέντα AI: προστεθέντα a 15 τύχοι Α 16 καὶ om. Α τύχοι a A 18 κακῶς AI: καλῶς a 23 ἄλλους a2 24 οἱ οὑτωσὶ om. Α 25 διαλεγόμενος I 34 καὶ τοῦ ψεύδους om. Α 34 et 35 τουτέστι al: ἤγουν Α 34 ante τῷ alt. add. ἐν a2A 35 εἶναι al: κεῖσθαι Α ante τῇ alt. add. ἐν A κατ’ ἀντίφασιν I: τῆς ἀντιφάσεως a: τῆ κατὰ ἀντίφασιν προτεινομένη post ἐρωτήσει Α (προσκεῖσθαι γὰρ δεῖ ἐν τῇ ἐρωτήσει τὴν ἀντίφασιν· οἷον ἆρ’ σιγῶντα λέγειν ἢ οὔ;), ποτὲ δὲ ἐν ἀμφοῖν, καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι. ἐν μὲν οὖν τῇ ἀντιφάσει καὶ οὐκ ἐν τῷ συμπεράσματι τὸ τῆς ἀπάτης αἴτιόν ἐστιν ὡς ἐπὶ τοῦδε· ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὔ; οὐδαμῶς· τί δέ, ὅταν ξύλα λέγῃς καὶ λίθους καὶ σιδήρια, οὐ σιγῶντα λέγεις; ναί· ἔστιν ἄρα ξύλα καὶ λίθους καὶ σιδήρια λέγειν, τουτέστιν ἔστιν ἄρα τὰ σιγῶντα λέγειν. τὸ μὲν οὖν σόφισμα τοιοῦτον. τὸ δὲ αἴτιον τῆς ἀπάτης οὐκ ἐν τῷ συμπεράσματι (ἀληθὲς γάρ ἐστι· λέγομεν γὰρ καὶ καὶ λίθους, ἅπερ ἐστὶ σιγῶντα) ἀλλ’ ἐν τῇ ἀντιφάσει, τῇ τῆς ἀντιφάσεως φημι ἐρωτήσει, ἥτις εἶχε τὸ διττόν· τὸ γὰρ ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν;’ δηλοῖ καὶ τὸν σιγῶντα καὶ τὰ σιγώμενα. ἢ οὕτως· ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὐ δῆτα· τί δέ, ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἐκ τῶν πάντων γάρ εἰσιν· ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐνταῦθα γὰρ λέγοντα τὰ λεγόμενα ἔλαβεν ὁ ἐρωτῶν· ὁ δὲ ἀποκρινόμενος ἐπὶ τοῦ λέγοντος ἔδωκε. καὶ οὗτος μὲν ὁ παραλογισμὸς ὡς καὶ ὁ πρὸ αὐτοῦ ἐν τῇ ἀντιφάσει ἔχει τὸ αἴτιον. ὁ δὲ ἃ μὴ ἔχει τις, δοίη ἂν ἐν ἀμφοῖν, καὶ ἐν ἰῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι. ὅπως δέ, δῆλον ἔσται καὶ τοῦτο θεμένοις τὸ σόφισμα. ἔστι δὲ τοῦτο· ἆρ’ ὃ μὴ ἔχει τις, δοίη ἄν; οὐδαμῶς· τί δέ, ὃ μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως; ναί· ὃ ἄρα μὴ ἔχει τις, δοίη ἄν. ἐνταῦθα καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματί ἐστι τὸ αἴτιον τοῦ ψεύδους. καὶ ἐν μὲν τῷ συμπεράσματι δῆλον· ἔδει γὰρ μὴ συμπεράνασθαι ῾ὃ ἄρα μὴ ἔχει τις, δοίη ἄν’, ἀλλ’ ὅτι ὃ μὴ ἔχει τις ταχέως, δοίη ἄν ταχέως· τοῦτο γὰρ ἦν ἀκόλουθον. ἀλλὰ μὴν καὶ ἐν τῇ ἀντιφάσει ἐνορᾶται τὸ αἴτιον τοῦ ψεύδους· οὕτως γὰρ ἐχρῆν εἰπεῖν ἀρ’ ὃ ἔχει τις, δοίη ἂν ὡς οὐκ ἔχει ἢ οὔ;, ἀλλ’ οὐχὶ ὃ μὴ ἔχει τις, δοίη ἄν;’. ἐν δὲ τῷ συμπεράσματι μόνῳ ἔχων τὸ ψεῦδος παραλογισμὸς οὗτος· ὁ δεῖνα κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ καθήμενος ἄρα βαδίζει. ἐνταῦθα αἱ μὲν προτάσεις ἀληθεῖς, ἐν δὲ τῷ συμπεράσματι γέγονεν ἡ ἀπάτη. ἀλλὰ καὶ ὁ λέγων ‘τὰ ἔπη κύκλος, ὁ κύκλος σχῆμα, τὰ ἔπη σχῆμα᾿ ἐν τῷ συμπερά|σματι μόνῳ ἔχει τὸ αἴτιον, διότι ὁ f. 28r μέσος ὅρος ὡς πλειόνων δηλωτικὸς ἐν μὲν ταῖς διαλεκτικαῖς συνουσίαις λαμβάνεται, ἐν δὲ ταῖς ἐπιστημονικαῖς οὐκέτι, ὡς καὶ ἐν τῇ Ἀποδεικτικῇ ἐπεσημήνατο· ἐκεῖνα γὰρ μόνα οἶδε καὶ λέγεσθαι συγχωρεῖ ὁ γεωμέτρης κύκλους, ὅσοις ὁ τοὐ κύκλου ἐφαρμόζει ὁρισμός, οἷς δὲ μή, οὐκέτι. ὁ μὲν οὖν φαινόμενος ἔλεγχος ἢ ἐν τῇ ἀντιφάσει ἢ ἐν τῷ συμπεράσματι ἢ 1 δεῖ γὰρ τὴν ἀντίφασιν ὅλην προσκεῖσθαι τῆ ἐρωτήσει. ὥστε ἐρωτᾶν οὕτως. ἆρ’ ἔστι Α 5 ξύλον λέγεις a λίθους λέγης καὶ ξύλα Α Plato 1. c. p. 27,22 sq., sed cf. vs. 6 5 et 6 σιδήρια Α Plato: σίδηρα al 6 ἐστιν alt. I: om. Α 7 τὰ AI: om. a τὸ—τοιοῦτον om. A 11 post δηλοῖ add. δὲ a 12 καὶ AI: om. a λεγόμενα a1 13 τῶν om. Α 14 τοῦ a2I: om. a1 16 ἔχει aI (CcT): ἔχοι Arist. post ἄν add. καὶ a2 17 ἔσται I: ἐστὶ a 22 el 23 ἔχοι a 22 an ἀλλ’ ὃ ἄρα? ὃ alt. Ι: om. a 26. 27 ψεῦδος παραλογισμὸς al: αἴτιον τῆς ἀπάτης Α 29 καὶ a2AI: om. a1 32 ἐν τῇ Ἀποδεικτικῇ] I 11 p. 77a9 33 post μόνα add. καὶ Α 34 οὐκέτι al: οὔ Α πολλάκις καὶ ἐν ἀμφοῖν τὸ αἴτιον φέρει τοῦ ψεύδους. ὅστις δὲ μηδαμοῦ ἔχει ποισπῦν τὴν ἀπάτην, οὖτος ἀληθής ἐστι συλλογισμός· ἀληθῶν οὐσῶν τῶν προτάσεων ἐξ ἀνάγκης καὶ τὸ συμπέρασμα ἔσται ἀληθές. p. 171a 12 Ἀλλὰ δὴ ὅθεν ὁ λόγος ἦλθεν. Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανῆλθε, καὶ δείκνυσι μὴ ἕτερον εἶναι τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν συλλογίζεσθαι ἀλλ’, ὡς δέδεικται, ταὐτόν. καὶ φησὶν ἐρωτῶν πότερον οἱ ἐν τοῖς μαθήμασι σοφιστικοὶ λόγοι καὶ ἀπατητικοί, μαθήματα λέγων ἀριθμητικήν, γεωμετρίαν καὶ τὰ συγγενῆ ταύταις, πότερον οἱ ἐν τοῖς μαθήμασι πρὸς τὴν διάνοιάν εἰσι, τουτέστι κατὰ <τὴν> διάνοιάν εἰσι τοῦ ἐρωτωμένου; καὶ ἐρωτήσας λέγων ἢ οὔ, δηλῶν διὰ τούτου ὅτι οὐ κατὰ τὴν ἐκείνου διάνοιαν, ὡς ἴσου ὄντος τοῦ ἢ οὔ τῷ ῾ἢ δηλονότι παρὰ τὴν διάνοιάν εἰσι τοῦ ἀποκρινομένου῾. εἰ γὰρ ὁ ἀποκρινόμενος οἴεται πολλὰ σημαίνειν τὸ τοῦ τριγώνου ὄνομα, τό τε σκαληνὸν καὶ τὸ ἰσοσκελές, καὶ ἐρωτηθεὶς ῾ἆρα παντὸς τριγώνου αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν;’ ἔδωκεν, ὅτι ἴσαι ἀλλήλαις ἐπὶ τοῦ ἰσοσκελοῦς, ὁ δὲ σοφιστὴς ἐλέγχει αὐτόν, ἆρα κατὰ τὴν διάνοιαν διείλεκται οὗτος τοῦ ἐρωτωμένου; καὶ ἐπάγει τὴν λύσιν λέγων ἢ οὔ· οὐ γὰρ πρὸς τὴν διάνοιαν διείλεκται τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν, εἴπερ ὁ μὲν ἀποκρινόμενος, εἰ οὕτως ἔτυχε, τὸ σχῆμα ἢ τὸν κύνα δέδωκεν ἐπὶ τοῦ χερσαίου ἢ τοῦ ἐπιπέδου σχήματος, ἐκεῖνος δ’ ἐπὶ τὸν ἀστρῷον μετήνεγκεν ἢ τὰ ἔπη. δῆλον ἄρα ὡς πρὸς τὸ ὄνομα διείλεκται καὶ οὐ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου· ταὐτὸν ἄρα τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν ἐστιν. ἰστέον δέ ὅτι ἐφ’ ἑκάστης τῶν αὐτοῦ ἐρωτήσεων τὸ ἢ οὕ ὡς ἀπόκρισίς ἐστι καὶ οἱονεὶ ἀπόφασις καὶ ἀπάρνησις ἀντὶ τοῦ ῾φανερὸν ὅτι οὐκ ἔστι πρὸς τὴν διάνοιαν᾿.