p. 168b 27 Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος. Πέμπτος μέν ἐστι τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ὁ παρὰ τὸ ἑπόμενον παραλογισμός. ὑπάγει δὲ καὶ τοῦτον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν συλλογιζόμενος. συλλογίζεται δὲ οὕτω· οἱ παρὰ τὸ ἑπόμενον παραλογισμοὶ μέρη εἰσὶ τοῦ συμβεβηκότος· οἱ ἀπὸ τοῦ συμβεβηκότος παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται· δῆλον οὖν ὡς καὶ οἱ παρὰ τὸ ἑπόμενον εἰς τὴν | τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται. τὸ γὰρ f. 21v ξανθὸν τὸ ἑπόμενον τῷ μέλιτι καὶ τὸ διάβροχον εἶναι τὴν γῆν ὑετοῦ κατενηνεγμένου συμβεβήκασι, τὸ μὲν τῷ μέλιτι, τὸ δὲ τῇ γῇ. καὶ ὅτι μὲν μέρος εἰσὶ τοῦ συμβεβηκότος οἱ παρὰ τὸ ἑπόμενον, δῆλον. φανερὰ δέ ἐστι καὶ ἡ τούτων διαφορά· διαφέρουσι γὰρ οἱ παρὰ τὸ ἑπόμενον ἔλεγχοι τῶν παρὰ τὸ συμβεβηκός, ὅτι οἱ μὲν παρὰ τὸ συμβεβηκὸς ἐφ’ ἑνὸς μόνου λαμβάνονται, τουτέστιν ἐφάπαξ, καὶ οὐκ ἀντιστρέφονται. ἐφ’ ἑνὸς γὰρ μόνου λῆψιν τὸ μὴ ἀντιστρέφειν λέγει, ὡς ἐπὶ τούτου· τὸ μέλι ξανθόν, τὸ ξανθὸν χρῶμα, τὸ χρῶμα ποιότης, τὸ μέλι ἄρα ποιότης. ἢ τὸ ἐφ’ ἑνὸς λαβεῖν τοιοῦτόν τι σημαίνει, ὡς ὁ σοφιστὴς τὸ συμβεβηκὸς καὶ τὸ ὑποκείμενον ὡς ἓν καὶ ταὐτὸν λαμβάνει καὶ μίαν φύσιν οἴεται ἑκατέρων· ἐπειδὴ γάρ, φησί, τὸ μέλι καὶ τὸ ξανθὸν ταὐτόν, τὸ δὲ ξανθὸν χρῶμα, τὸ μέλι ἄρα χρῶμα· καὶ πάλιν ἐπειδὴ τὸ λευκὸν κύκνος, ὁ δὲ κύκνος οὐσία, καὶ τὸ λευκὸν οὐσία· ἢ οὕτως· ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δ’ εἰμὶ ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ. οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς ἐφ᾿ ἑνὸς μόνου λαμβάνονται, οἱ δὲ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν πλείοσι, τουτέστιν ἀεὶ ἐν ἀντιστροφῇ· οἷον εἰ ὁ κλέπτης νύκτωρ πλανᾶται, καὶ ὁ νύκτωρ πλανώμενος κλέπτης ἐστί· καὶ εἰ ὁ τυραννήσειν μέλλων ὅπλα παρασκευάζει, καὶ ὁ ὅπλα παρασκευάζων τυραννήσειν μέλλει· ἀλλὰ μὴν ὁ Σωκράτης νύκτωρ πλανᾶται, καὶ ὁ Περικλῆς ὅπλα παρασκευάζει· κλέπτης ἄρα ὁ Σωκράτης, καὶ ὁ Περικλῆς τυραννήσειν μέλλει. ὥστε ὅταν μὲν ἀντιστρέψωμεν τοὺς ὅρους, ὡς ἐπὶ τούτων ἔχει τῶν εἰρημένων, καὶ μετὰ τὴν ἀντιστροφὴν προσλάβωμεν ὅρον, παρὰ τὸ ἑπόμενον τὸ τοιοῦτον λέγεται σόφισμα· ὅταν δὲ μὴ ἀντιστρέψωμεν, ἀλλ’ εὐθὺς τῇ ληφθείσῃ προτάσει προσλάβωμεν ἑτέραν πρότασιν, ὡς ὅταν λέγωμεν ῾τὸ μέλι ξανθόν, τὸ ξανθὸν χρῶμα’, παρὰ τὸ συμβεβηκός ἐστι τὸ σόφισμα. μέρος ἄρα ἐστὶ τὸ παρὰ τὸ ἑπόμενον τοῦ παρὰ τὸ συμβεβηκός· διαιροῦνται γὰρ οἱ παρὰ τὸ συμ- 5 καὶ I: om. a 8. 9 δῆλον—ἀνάγονται a: om. I 17 post ἡ τὸ add. καὶ Α 18 τοιοῦτόν τι AI: τοιοῦτον ἐστὶν, ἡ τί τοιοῦτον a σημαίνειν a 19 post οἴεται add. εἶναι Α 23. 24 οἱ μὲν—λαμβάνονται om. Α 25 ἀεὶ om. a1 26, 27, 29 τυραννίζειν a 26 κατασκευάζει A 27 κατασκευάζων Α 28 παρασκευάζει a: κατασκευάζει AI 29 post ὥστε add. καὶ Α 29. 30 στρέψωμεν a 32 ἀναστρέψωμεν a βεβηκὸς εἴς τε τοὺς λαμβάνοντας τοὺς ὅρους ὡς ἀντιστρέφοντας καὶ εἰς τοὺς μὴ τοιούτους. ἀλλ’ ἴσως ἐρωτήσειέ τις, ὅτι διὰ τί οὐκ εἶπεν ῾οἱ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν ἀντιστροφῇ᾿, ἀλλ’ ἀεὶ ἐν πλείοσιν. ἢ διότι ἄλλο μέν ἐστι τὸ λέγειν ῾ὁ κύκνος λευκός᾿ καὶ ἄλλο τὸ λέγειν ῾τὸ λευκὸν κύκνος᾿· ἐκείνως μὲν γὰρ ὁ κύκνος ἐστὶν ὑποκείμενον, τὸ δὲ λευκὸν κατηγορούμενον, οὕτως δὲ τὸ ἔμπαλιν ὑπόκειται μὲν τὸ λευκόν, κατηγορεῖται δὲ ὁ κύκνος. οἱ μὲν οὖν παρὰ τὸ ἑπόμενον παραλογισμοὶ τοιοῦτοί εἰσι, δηλονότι ἀντιστρέφοντες τοὺς ὅρους καὶ ἕτερον προσλαμβάνοντες, καὶ τοιοῦτοι ἀποτελούμενοι. ὅρα δὲ καὶ τὸ τοὐ Ἀριστοτέλους παράδειγμα. ἐπειδὴ γὰρ ὁ κύκνος καὶ ἡ χιὼν τῷ λευκῷ ταὐτόν ἐστιν ἄμφω γὰρ λευκά), τὸν κύκνον χιόνα ἀξιοῦσιν εἶναι· νομίσαντες γὰρ ὅτι, ἐπειδὴ ἡ χιὼν λευκή, καὶ τὸ λευκὸν χιόνα διὰ τῆς ἀντιστροφῆς † λέγοντες, ἔστι δὲ καὶ ὁ κύκνος λευκόν, ὑπολαμβάνομεν ὅτι καὶ ὁ κύκνος χιών ἐστι. καὶ διὰ τοῦτο γίνεται ὁ παρὰ τὸ ἑπόμενον ἔλεγχος. ἔστι δ’ οὐκ ἀναγκαῖον, ἐπειδὴ ὁ κύκνος κατὰ συμβεβηκός ἐστι λευκόν. τοιοῦτόν ἐστι καὶ ὁ τοῦ Μελίσσου λόγος, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν ἐδείξαμεν· λαβὼν γὰρ ὅτι τὸ γεγονὸς ἀρχὴν ἔχει καὶ νομίσας ἀντιστρέφειν συνεπεράνατο λέγων· εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γέγονεν· ὥστε, εἴ τι μὴ γέγονεν, ἀρχὴν οὐκ ἔχει· τὸ δὲ μὴ ἀρχὴν ἔχον ἄπειρον· ὥστε τὸ μὴ γεγονὸς ἄπειρον· τὸ δὲ ὂν οὐ γέγονεν· τὸ ὂν ἄρα ἄπειρον. τὸ δὲ ἢ τὸ ἴσοις γίνεσθαι καὶ τὸ αὐτὸ μέγεθος λαμβάνειν ὅτι μὲν παρὰ τὸ ἑπόμενόν ἐστι, δῆλον. ἔστι δὲ καὶ τὸ σόφισμα τόδε τοιοῦτον· εἰ τὰ τὸ αὐτὸ καὶ ἓν μέγεθος λαμβάνοντα ἴσα ἐστί, καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμβάνουσι· Σωκράτης δὲ καὶ Θεαίτητος ἴσα ἐστί· Σωκράτους ἄρα καὶ Θεαιτήτου τὸ μέγεθος ταὐτὸν καὶ ἕν ἐστιν· ἀλλὰ μὴν οὐκ ἔστι ταὐτόν. τίνα δὲ ἄν εἴη τὰ τὸ αὐτὸ καὶ ἓν μέγεθος λαμβάνοντα; ἢ δηλονότι τὰ πο|λυώνυμα· ὃ γὰρ μέγεθος λαμβάνει ὁ ἄνθρωπος, τοῦτο καὶ ὁ βροτός, f. 22r καὶ ὃ τὸ ἱμάτιον, τοῦτο καὶ τὸ λώπιον. ὥστε τὰ τὸ αὐτὸ μέγεθος λαμβάνοντα καὶ ἴσα ἐξ ἀνάγκης γίνεται· οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ λαμβάνει μέγεθος· οὐ γὰρ ταὐτὸν τὸ τοῦ Σωκράτους μέγεθος τῆ τοῦ Θεαιτήτου, εἰ καὶ ἴσα ἐστίν, ἀλλ’ ἕτερον. ὁμοίως, φησί, καὶ ἐπὶ τῶν ἴσων γινομένων· γίνεται γὰρ καὶ ὁ παραλογισμὸς οὗτος παρὰ τὸ ἑπόμενον. τὰ μὲν γὰρ τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμβάνοντα ἴσα γίνεσθαι ἀληθές, οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος λαμβάνει. γίνεται δὲ ὁ παραλογισμὸς διὰ τὸ ἐκεῖ μὲν τὸ ταὐτὸ καὶ ἓν μέγεθος ταὐτὸν λέγειν τῷ ὅρῳ· ὁ γὰρ Σωκράτης καὶ ὁ Πλάτων’, εἰ τύχῃ καὶ ἄμφω 1. 2 εἰς τὸ a1 3 post ἢ add. πάντως Α 4 ὁ κύκνος—λέγειν om. Α λευκὸς a1I: λευκὸν a2 5 ἐκείνου a1 6 post δὲ add. καὶ a 9 γὰρ I: εἰ a 11 ἀξιοῦμεν a 12 aut λέγομεν (cf. vs. 13) aut λέγειν ἔστιν scribendum videtur λευκόν alt. om. a1 13 ὑπολαμβάνομεν I: ὑπολαμβάνοντες a 16 ἐν τοῖς προλαβοῦσιν] p. 49,5 sq. 18 τι om. A 23 καὶ alt. I: om. a 24. 25 σωκράτης ἄρα καὶ θεαίτητος a 26 λαμβάνοντα I: λαμβάνουσιν a 29 post μὴν add. ἀλλὰ a: om. AI 30 τῶ AI: τὸ a 31 post εἰ add. γὰρ al: om. A εἰσὶν A, sed cf. vs. 24 32 γὰρ καὶ om. Α 33. 34 γίνεσθαι scripsi: γίνεται aAI 35 ταυτὸ AI: αὐτό a 36 τύχοι Α τριπήχεις ὄντες, τὸ αὐτὸ καὶ ἓν μέγεθος ἔχοντες ἴσοι εἰσί· ταὐτὸν γάρ ἐστι τῷ ποσῷ τὸ ἀμφοτέρων μέγεθος· οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος ἔχουσιν· οὐ γὰρ οἱ αὐτοὶ πάλιν ἴσοι ὄντες τὸ αὐτὸ τῷ ἀριθμῷ μέγεθος ἔχουσιν· ἄλλο γὰρ τὸ μέγεθος τὸ ἐν τῷ Σωκράτει καὶ ἕτερον τὸ ἐν τῷ Πλάτωνι. ἐκεῖ μὲν οὗν, ὡς εἴπομεν, τὸ αὐτὸ τῷ εἴδει καὶ τῷ ὅρῳ λαμβάνεται, ἐνταῦθα δὲ τῷ ἀριθμῷ. ἐπισκεπτέον δέ, φησί, τοῦτο καὶ ἄλλως. αὐτὸς μὲν συλλογισάμενος τὸν παρὰ τὸ ἑπόμενον παραλογισμὸν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνήγαγεν· ἐπισκέψασθαι δὲ λέγει, μήποτε καὶ καθ’ ἕτερόν τινα τρόπον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσεται, ἢ παρὰ τὸ ἄλλον καὶ ἄλλον λαμβάνειν τὸν μέσον ἢ κατ’ ἄλλο τι τῶν ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου ἀπηριθμημένων. p. 169a 6 Οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. Καὶ ὁ ἕβδομος τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν, ὁ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν γινόμενος, ὅτι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγεται, δῆλον· ἐπειδὴ γάρ, ὡς πολλάκις εἴρηται, ὁ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφάσεως, ἐν δὲ τῷ συλλογισμῷ ἕνα δεῖ εἶναι τὸν ὑποκείμενον καὶ ἕνα τὸν κατηγορούμενον, ἐν δὲ τῇ τὰ πλείω ἐρωτήματα ἐρωτώσῃ τοῦτο οὐκ ἔστι, δῆλον ὡς οὐκ ἂν εἴη συλλογισμός. γίνεται οὖν, φησίν, ἐν τῷ μὴ διαιρεῖν τὸν ἀποκρινόμενον τὸν τῆς προτάσεως λόγον, τουτέστιν ἐν τῷ μὴ δύνασθαι αὐτὸν διαιρεῖν τὴν κυρίως πρότασιν ἐκ τῆς δοκούσης προτάσεως κἀντεῦθεν ἀπατᾶσθαι. πρότασις μὲν γάρ ἐστιν ἡ ἓν καθ’ ἑνὸς ὑποκειμένου κατηγοροῦσα· αὕτη δὲ ἡ τοῦ σοφιστοῦ πλείω καθ’ ἑνὸς λέγουσα οὐκ ἔστι πρότασις. τὸ δὲ ὁ γὰρ αὐτὸς ὅρος ἑνὸς μόνου καὶ ἀπλῶς τοῦ πράγματος τοιοῦτόν ἐστιν, ὅτι καὶ τὸ κατηγορούμενον ἓν ὀφείλει εἶναι καὶ τὸ ὑποκείμενον ἓν καὶ ὁ αὐτὸς ὅρος ἀμφοτέρων. ἢ μᾶλλον οὕτω· ὁ αὐτός, φησίν, ὅρος ἑνὸς μόνου, τουτέστιν ἓν μόνον ὀφείλει εἶναι τὸ κατηγορούμενον, καὶ ἀπλῶς εἰπεῖν καὶ τοῦ ὑποκειμένου· πρᾶγμα γάρ, ὡς πολλάκις εἴπομεν, τὸ ὑποκείμενον λέγει. τὸ δὲ οἷον ἀνθρώπου καὶ ἑνὸς μόνου ἀνθρώπου παράδειγμα ἐπήγαγεν κατηγορουμένου καὶ ὑποκειμένου, ἄνθρωπον μὲν λέγων τὸν κατηγορούμενον, ἕνα δὲ μόνον ἄνθρωπον τὸν ὑποκείμενον· εἰ γὰρ κατηγορεῖται ὁ ἄνθρωπος, καθ’ ἑνὸς 2 ἀμφοτέρων AI: ἀμφότερον a 4 τὸ alterum om. a σωκράτη a 5 τὸ ταὐτὸ Α 8 δὲ a: om. I 9 καθ’ a: θ’ I ἄγνοιαν a: om. I 12 πλείονα a ἐρωτήματα om. a 13 τὸ I: om. a 17 ἐρωτώσῃ Α: ἐρωτήσει al 18—22 ἐν τῷ—κατηγοροῦσα al: διὰ τὸ μὴ διαρθροῦν καὶ ἀκριβῶς ἡμᾶς τὸν λόγον καὶ τὸν ὁρισμὸν τῆς κυρίως προτάσεως· ἢ μὴ διαιρεῖν· ἤγουν διὰ τὸ μὴ δύνασθαι διακρῖναι τίς ἐστιν ἡ κυρίως πρότασις, καὶ τίς ἡ δοκοῦσα καὶ φαινομένη, κἀντεῦθεν ἀπατᾶσθαι· κυρίως γὰρ πρότασις ἐστὶν ἡ ἓν κατηγορούμενον (ν prius in ras.) καθ’ ἑνὸς λαμβάνουσα Α 23 post γὰρ add. ὁ Α 25 ἀμφοτέρων Α: ἀμφότερος a: compend. I 26 post ἓν add. καὶ a 28 πολλάκις] velut p. 37,23 λέγει AI: λέγεται a 30 μόνον om. Α 31 ante καθ’ add. καὶ Α μόνου κατηγορηθήσεται τοῦ Σωκράτους, οὐ κατὰ Σωκράτους καὶ Πλάτωνος καὶ Ἀλκιβιάδου. καταχρηστικώτερον δὲ τῷ τοιούτῳ ἐχρήσατο παραδείγματι. σαφῶς δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης τὰ ἑξῆς ἀπαγγέλλει, πλὴν ἐν τῇ λέξει τῇ φανερὸν ὅτι καὶ οὗτος ἐν τῇ τοῦ ἐλέγχου ἀγνοίᾳ τὸ οὗτος περὶ τοῦ παραλογισμοῦ εἴρηκε τοῦ ἐκ τοῦ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ὡρμημένου. εἰ μὲν οὖν δέδωκε, φησίν, ὁ ἐρωτηθεὶς ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος. κυρίως μὲν οὖν οὐδ’ οὕτως ἔλεγχός ἐστι, πλὴν ἐπειδήπερ μὴ προσσχὼν τοῖς ἐρωτωμένοις δέδωκεν ὡς μίαν ἐρώτησιν ἐρωτηθείς, λέγεται ἠλέγχθαι. εἰ δὲ μὴ δέδωκεν ἀλλὰ φαίνεται, δηλονότι δεδωκώς (τοῦτο γὰρ δεῖ ἔξωθεν προσεπινοεῖν), ἔσται φαινόμενος ἀλλὰ πότε δὴ μὴ δεδωκὼς φαίνεται δεδωκέναι; ἢ δηλονότι, ὅταν τὸ ῾ἴσως᾿ ἢ τὸ ‘τρόπον τινά᾿ ἢ τὸ ῾ἔστω᾿ ἐν ταῖς ἀποκρίσεσι προσεπιφθέγγηται· οἷον εἴ τις ἤρετο ῾ἆρά γε ὁ τοῦτον τύπτων ἄνθρωπον τύπτει;᾿, ὁ δὲ ἀ|ποκρινόμενός f. 22v φησιν ἴσως ἢ ὅτι τρόπον τινὰ ἢ ὅτι ἔστω, ἐκ τοῦ λόγου φαίνεται μὲν δεδωκέναι, οὐ δέδωκε δέ. οὕτω καὶ Πρωταγόρας καὶ Θρασύμαχος καὶ ἄλλοι πολλοὶ τὰς ἀποκρίσεις φαίνονται ποιούμενοι· τὸ γὰρ ῾ἴσως᾿ ἢ τὸ ῾ἔστω᾿ καὶ τὰ τοιαῦτα οὐ δοκοῦσιν εἶναι συγχωρούντων ἀλλὰ μὴ ἀρεσκομένων τῇ ἐρωτήσει. τυχὸν δὲ καὶ μὴ ἀποκρινόμενοι ἀλλὰ σιγῶντες φαίνονται δεδωκέναι, καὶ διὰ τοῦτο καὶ ἐλέγχεσθαι φαίνονται, ἀλλ’ οὐ κυρίως ἐλέγχονται. p. 169a 18 Ὥστε πάντες οἱ τρόποι πίπτουσι. Δείξας ἐκ τῆς ἐπαγωγῆς, ὅτι πάντες οἱ τρόποι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται, καὶ πάλιν ἡμᾶς ἀναμιμνήσκει τῆς τούτων ἀναγωγῆς, καὶ σαφέστερον ἀπαγγέλλει πῶς οἱ δεκατρεῖς τρόποι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται. καὶ φησὶν ὅτι οἱ μὲν παρὰ τὴν λέξιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται διὰ τὸ μὴ ἀληθῆ συνάγειν ἀντίφασιν, ὅπερ ἐστὶν ἴδιον ἐλέγχου, ἀλλὰ φαινομένην· οὐ γὰρ τοῦ ἐλέγχου ἐστὶ τοῦ κυρίως ἴδιον τὸ φαινομένην συνάγειν ἀντίφασιν, ἀλλὰ τούτου μὲν τὸ ἀληθῆ ἀντίφασιν, τοὐ δὲ σοφιστικοῦ τὸ φαινομένην. τοῦ γὰρ ἀποκρινομένου δόντος τὸν σιγῶντα μὴ λέγειν ὁ σοφιστὴς οὐ τοῦτο συνάγει, λέγω δὴ τὸ τὸν σιγῶντα λέγειν, ἀλλ’ ὅτι τὰ σιγώμενα δυνατόν ἐστιν ἡμᾶς λέγειν· ὥστε οὐκ ἀληθῶς ὁ ἀποκρινόμενος ἐλέγχεται παρὰ τοῦ σοφιστοῦ ἀλλὰ παρὰ 1. 2 οὐ—Ἀλκιβιάδου om. Α 7. 8 κυρίως μὲν οὐδ’ οὕτω· πλὴν καθὸ Α 8 προσσχὼν scripsi: προσχὼν aAI ἐρωτημένοις (sic) a post ἐρωτωμένοις add. ἀλλὰ συναρπαγεὶς Α 8. 9 δέδωκεν ἀπόκρισιν ὡς ἐρωτηθεὶς μίαν πρότασιν Α 11 τότε a1 15 post δέδωκε eras. 2—3 lit. I post οὕτω add. γὰρ Α πρωταγόρας et ante θρασύμαχος add. ὁ Α 18 τυχὼν a 19 καὶ alt. om. Α ἀλλ’ Α: καὶ al post κυρίως add. δὲ a 21 post πίπτουσιν add. ex Arist. εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν A 23 καὶ om. Α 24 σαφέστατα a ἀναγγέλλει a1 27 φαινομένην a: φαινομένως I 28 τὸ prius I: τὴν a τὸ alt. I: τὴν τὸ ἀληθὲς a 29 φαινομένως a 32 οὐκ ἀληθῶς a2I: οὐ καλῶς a1 τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ οἱ μὲν παρὰ τὴν λέξιν οὕτως ἀνάγονται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, οἱ δ’ ἄλλοι (ἄλλους δὲ λέγει τοὺς ἐκτὸς τῆς λέξεως παραλογισμούς) εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται τὸν τοῦ συλλογισμοῦ ὅρον· εἰ γὰρ συλλογισμός ἐστι “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει”, οἱ δὲ παρὰ τὸ συμβεβηκὸς καὶ τὸ ἑπόμενον καὶ οἱ λοιποὶ οὐκ ἐκ τῶν τεθέντων τῷ ἀποκρινομένῳ τὰ συναγόμενα συμπεραίνονται, δῆλον ὅτι παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον ταῦτα συνάγουσι. καὶ εἴη ἄν τὸ παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον ἴσον τῷ ῾ἀσυλλόγιστοι δέ εἰσιν οἱ ἐκτὸς τῆς λέξεως παραλογισμοί᾿. p. 169a 22 Ἡ δ’ ἀπάτη γίνεται τῶν μὲν παρά. Εἰπὼν πόσοι τε καὶ τίνες εἰσὶν οἱ τρόποι καθ’ οὓς οἱ σοφισταὶ τοὺς διαλεγομένους ἐπηρεάζουσι, μετὰ δὲ ταῦτα δείξας ὅτι πάντας δυνάμεθα λέγειν παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνεσθαι, λέγει καὶ τὴν αἰτίαν καθ’ ἣν παρὰ τῶν σοφιστῶν ἀπατώμεθα. καὶ αἰτιᾶται τὴν ἄγνοιαν ἡμῶν· ἡ ἀπάτη γάρ, φησί, γίνεται ἐπὶ τῶν ὁμωνύμων καὶ τῶν ἀμφιβόλων (λόγον γὰρ τὴν ἀμφιβολίαν λέγει) διὰ τὸ μὴ δύνασθαι διαιρεῖν ποσαχῶς τὸ πρᾶγμα λέγεται· καὶ ὁπηνίκα τι ἐρωτηθῶμεν ὁμώνυμον ἢ ἀμφίβολον, ὡς ἁπλῶς λεγόμενον συγχωροῦμεν καὶ ἀπατώμεθα· ἐπὶ τινῶν γὰρ οὐκ εὐχερές ἐστιν οὐδὲ ῥᾴδιον συνιδεῖν ὅτι τῶν πολλαχῶς λεγομένων ἐστὶ τὸ ἐρωτώμενον, ὡς τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ ταὐτόν. τῶν δὲ παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν παραλογισμῶν αἴτιον αὖθις γίνεται τὸ μὴ εἰδέναι ἡμᾶς ὅτι οὐ ταὐτὸν σημαίνει ὁ λόγος συντιθέμενός τε καὶ διαιρούμενος, ἀλλὰ τοτὲ μὲν ἕτερον νοῦν εἰσάγει, τοτὲ δὲ ἕτερον· οἰόμεθα δὲ ταὐτὸν σημαίνειν τὸν λόγον καὶ συντιθέμενον καὶ διαιρούμενον, ὡς ἐπὶ πολλῶν ἔχει· ἐπὶ γὰρ τῶν πλείστων οὐκ ἄλλο δηλοῖ ὁ λόγος συντιθέμενος καὶ ἄλλο διαιρούμενος ἀλλὰ τὸ αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν παρὰ τὴν προσῳδίαν ἔχει παραλογισμῶν· οὐ γὰρ ἴσασιν οἱ ἐρωτώμενοι ὅτι ἄλλο σημαίνει ὁ λόγος ἀνιέμενος καὶ ἐπιτεινόμενος, τουτέστιν ὀξυνόμενος ἢ περισπώμενος. ἐπ᾿ οὐδενὸς γὰρ τὸ αὐτὸ σημαίνει ἐπιτεινόμενος καὶ ἀνιέμενος, ἢ μᾶλλον οὐκ ἐπὶ πολλῶν· ἐπ’ ὀλίγων δὲ πάντῃ· Θαλῆς γὰρ καὶ Θάλης τὸ αὐτὸ δηλοῖ· καὶ ἄμφω γὰρ ὀνόματα κύρια· ἄγνος δὲ καὶ ἁγνὸς καὶ Ἀργὸς καὶ ἀργὸς ἄλλο καὶ ἄλλο δηλοῖ, καὶ σχεδὸν ἐπὶ πάντων. ἐπὶ δὲ τῶν παρὰ τὴν ὁμοιοσχημοσύνην γινομένων παραλογισμῶν ἡ ἀπάτη γίνεται διὰ τὸ χαλεπὸν εἶναι διελεῖν ποῖα ὡσαύ|τως καὶ f. 23r ποῖα ὡς ἑτέρως λέγεται. τοῦτο δὲ εἴρηται διὰ τὰ ἐνεργητικῶς μὲν 4 λόγος AI: ὁ λόγος a2: om. a1 cf. p. 58,6 6 οὐκ om. Α 11 post παρὰ add. τὴν a 13 πάντας AI: πάντες a 17 post διαιρεῖν add. ταῦτα Α 20 λεγόμενον a 24 τότε utrobique a 31 μᾶλλον scripsi: μάλιστα al πάντων a1 32 ἅγνος aI 36 μὲν I: om. a ἐκφερόμενα παθῶν δὲ ὄντα σημαντικά, οἷόν ἐστι τὸ ὁρᾶν, τὸ ἀκούειν καὶ τὸ μανθάνειν· ταῦτα γὰρ ἐνεργείας εἰσὶ καὶ πάθους δηλωτικά, καὶ λαμβάνει μὲν ὁ σοφιστὴς ὡς παθητικά, οἴεται δὲ ὁ ἐρωτώμενος ὡς ἐνεργητικὰ καὶ δίδωσιν οὕτως αὐτά, κἀντεῦθεν καὶ ἀπατᾶται. τὸ δὲ σχεδὸν γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀληθές τοιοῦτον ἔχει τὸν νοῦν· ὁ δυνάμενος διαίρεσιν ποιεῖσθαι τῶν ἐνεργείας καὶ πάθους σὴ μαντικῶν, ναὶ μὴν καὶ τῶν ὅσα μὲν διαιρούμενα ἄλλο τι σημαίνει, συντιθέμενα δ’ ἕτερον, οὐχ ἥκιστα δὲ καὶ ἐπὶ τῶν ὁμωνύμων, καὶ συνιεὶς τῶν πολλαχῶς εἶναι λεγομένων τὸ ἐρωτώμενον, ὁ τοιοῦτος ὡς δυνάμενος ἐπὶ πάντων διαίρεσιν ποιεῖσθαι οὐ ῥᾳδίως ἀπατηθήσεται, καὶ μὴ ἀπατώμενος ἐγγύς ἐστι τοῦ θεωρεῖν τὸ ἀληθές. p. 169a 33 Μάλιστα δὲ ἐπίσταται συνεπινεύειν. Περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντος παραλογισμοῦ τὸν λόγον ποιησάμενος καὶ εἰπὼν ὅτι ἐπὶ τῶν δι’ αὐτοῦ γινομένων παραλογισμῶν τὸ αἴτιόν ἐστι τῆς ἀπάτης τὸ δυσκολαίνειν ἡμᾶς περὶ τὴν διαίρεσιν τῶν ποῖα μὲν ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται, ἔτι περὶ τοῦ αὐτοῦ τούτου διέξεισι. καὶ φησὶν ὅτι μάλιστα δὲ συμβαίνει ἡμάς ἀπατᾶσθαι διὰ τὸ οἴεσθαι διὰ τὴν ὁμοιοσχημοσύνην ταὐτὸν εἶναι τόν τε καθόλου ἄνθρωπον καὶ τὸν μερικὸν τὸν Σωκράτην· ἐπεὶ γὰρ κἀκεῖνος ὁ καθόλου ἄνθρωπος λέγεται καὶ οὗτος ὁ μερικὸς ἄνθρωπος, ἀπατώμεθα διὰ τὸ τῆς λέξεως ὁμοιόσχημον. μάλιστα δέ, φησί, δύναται συμπείθειν. ἢ οὕτως· μάλιστα δὲ δύναται πείθειν εἰς τὸ συνεπινεύειν καὶ ὁμολογεῖν τὰς τῶν σοφιστῶν προτάσεις, ὃ πάλιν ταὐτόν ἐστι τῷ μάλιστα δὲ ἀπατᾶσθαι συμβαίνει ἡμᾶς διὰ τὸ νομίζειν ὅτι πᾶν τὸ κατηγορούμενόν τινος τόδε τί ἐστι καὶ ἓν καὶ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ. γίνεται δὲ τοῦτο διὰ τὸ ἐν ὁμοίῳ σχήματι τῷ ἄνθρωπος τῷ ἑνικῷ ἀμφότερα, τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, σημαίνεσθαι. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· ὡς γὰρ ἐν ταῖς Κατηγορίαις εἴρηται, τῷ μὲν ἑνὶ καὶ τῇ πρώτῃ οὐσίᾳ τὸ τόδε τι ἁρμόττει· “ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστιν· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὅσον τῷ σχήματι τῆς προσηγορίας ὅτι τόδε τι σημαίνει, ὅταν εἴπῃ ἄνθρωπον”. πόθεν οὖν γίνεται ἡ ἀπάτη; ἢ ὡς καὶ ἄνωθεν εἴρηται, διὰ τὸ ἀνώμαλον τῆς συνηθείας, ἥτις καὶ τὰ ἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων εἴωθε 2 ἐνεργητικὰ a1 εἰσι post δηλωτικά collocat a2 4 ἀπατᾶ a1 7 σημαίνουσι Α 8 ἕτερον aA: ἕτερα I 11 θεωρεῖν Α Arist.: non liquet I: θεωροῦντος a cf. vs. 5 12 lemma a: om. AI 13 post περὶ add. δέ al: cm. Α συμβαίνοστος (sic) I 24 δὲ a2I: καὶ a1 25 ἐστι τῶ I: om. a 27 post τὸ prius add. τε v 28 γὰρ I: om. a ἐν ταῖς Κατηγορίαις] c. 5 p. 3b10sq. 30 ὅσον aI: ὁμοίως Arist. 31 post ἄνθρωπον add. ἣ ζῶον, οὐ μὴν ἀληθές· οὐ (ἡ v) γὰρ δευτέρα οὐσία οὐχ ὡς τόδε τι δείκνυται, ἡ λέγεται, ἀλλ’ ὡς τοιόνδε. διότι περὶ οὐσίαν τὸ ποιὸν, ὡς ἐν ἐκείνοις εἴρηται, ἀφορίζει a2 v πολλάκις σημαίνειν· καὶ γὰρ ὅταν εἴπῃ τις ἄνθρωπον, πιθανὴν φαντασίαν ἐμποιεῖ, ὡς ἄρα ὁ ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, ἐπειδὴ εἴδει ἐστὶν εἷς. τὸ δὲ τῷ γὰρ ἑνὶ καὶ τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι τὸ τόδε τι ἓν καὶ οὐσίαν τὰς ἀτόμους λέγει οὐσίας, οἷον Σωκράτην, Πλάτωνα καὶ τὰς τοιαύτας. ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ὁμοίῳ σχήματι τῆς προσηγορίας σημαίνεσθαι τῷ ἑνικῷ (καὶ καὶ ὁ Σωκράτης ἄνθρωπος, καὶ ὁ ἄνθρωπος ὁμοίως ἄνθρωπος, ἀλλ’ οὐκ ἄνθρωποι πληθυντικῶς), ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ἐν ὁμοίῳ σχήματι σημαίνεσθαι φαντασίαν ἐμποιεῖ ὅτι ὁ καθόλου ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει γίνεσθαι τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως γινομένων παραλογισμῶν. οἶμαι δὲ μὴ ἐπὶ πάντων ἁπλῶς τῶν παρὰ τὴν ὁμοιότητα ἰῆς λέξεως εἰπεῖν τοῦτο, ἀλλ’ ἐπ’ ἐκείνων μόνων ἐφ’ ὧν διὰ τὴν ὁμοιότητα τὰς καθόλου οὐσίας τὰς αὐτὰς εἶναι τῷ ἀριθμῷ ταῖς μερικαῖς συνάγειν πειρῶνται. διὰ τοῦτο γὰρ εἶπε διὸ καὶ τῶν παρὰ τὴν λέξιν οὗτος ὁ τρόπος θετέος, ὡς εἰ ἔλεγεν ἰού μόνον τοὺς ἤδη ῥηθέντας ἀλλὰ καὶ τοὺς τὰ καθόλου τοῖς μερικοῖς τὰ αὐτὰ συνάγοντας διὰ τὴν τῆς λέξεως ὁμοιότητα ταῖς παρὰ τὴν λέξιν ἀπάταις συντακτέον᾿. εἰπὼν δὲ ὅτι καὶ τοῦτον τὸν τρόπον ἐν τοῖς παρὰ τὴν λέξιν θετέον, αἰτίας τούτου δύο ἐπήγαγε, μίαν μὲν λέγων ὅτι μᾶλλον ἡ ἀπάτη γίνεται | μετ’ ἄλλων σκοπουμένοις· ἐκεῖνοι f. 23v γὰρ πρὸς τοὺς λόγους καὶ τὰ ὀνόματα καὶ οὐχὶ πρὸς τὰ πράγματα τὰς ἐρωτήσεις ποιοῦνται. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ὅταν μὲν καθ’ ἑαυτοὺς σκεπτώμεθα περί τινος πράγματος, οὐχὶ πρὸς τὰ ὀνόματα καὶ τοὺς λόγους τὴν σκέψιν ποιούμεθα ἀλλὰ πρὸς τὸ πρᾶγμα, καὶ διὰ τοῦτο ἧττον συμβαίνει ἡμᾶς ἀπατᾶσθαι· ὅταν δὲ μετ’ ἄλλων περί τινος σκεπτώμεθα, πρὸς τοὔνομα καὶ τοὺς λόγους τὰς σκέψεις ποιούμεθα, ἐν οἷς καὶ αἱ ἀπάται, ἐπ’ ἄλλου μὲν τῶν ὑπὸ τοὐ ὀνόματος ἢ τοῦ λόγου δηλουμένων τοῦ ἐρωτωμένου τὴν ἀπόκρισιν διδόντος, ἐπ’ ἄλλου δὲ τοῦ συλλογιζομένου λαμβάνοντος. διὰ μίαν μὲν οὖν ταύτην αἰτίαν καλῶς ἔχει ἐν τοῖς παρὰ τὴν λέξιν παραλογισμοῖς καὶ τοῦτον τάττειν. δι’ ἑτέραν δέ, ὅτι ἡ ἀπάτη τοῦ τὸν καθόλου ἄνθρωπον τῷ Σωκράτει ταὐτὸν συνάγεσθαι ἐκ τῆς ὁμοιότητος γίνεται, ἡ δ’ ὁμοιότης παρὰ τὴν λέξιν, ὥστ’ εἰκότως [γὰρ] τοῖς παρὰ τὴν λέξιν καὶ κατὰ τοῦτο ὑπαχθήσεται. εἰπὼν δὲ ὅταν καθ’ ἑαυτοὺς σκεπτώμεθα, ἧττον συμβαίνει ἀπατᾶσθαι, διότι οὐ διὰ λόγων καὶ ὀνομάτων ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων τὴν σκέψιν 2 σωκράτη I 3 εἴδει I: om. a τῶ I: τὸ a 5 post τοιαύτας add. οὐσίας A 6 an #x003E; ὁμοίῳ ut vs. 8? 7 καὶ prius AI: om. a 15 post γὰρ add. καὶ Ι: om. aA θετέον I post θετέος add. ὁ τὸ καθόλου ἐν τῷ μερικῷ ταὐτὸν συνάγων διὰ τὴν τῆς λέξεως ὁμοιότητα a 18 συντακτέον AI: συντάττει a τοῖς a: τῆ I 20 μᾶλλον ἡ ἀπάτη a Arist.: ἡ ἀπάτη μᾶλλον Ι μετ’ ἄλλως I σκοπούμενος a1 21 γὰρ scripsi: δὲ al 22 ἑαυτοὺς scripsi of. vs. 34 et p. 69, 1: ἑαυτὸ al 29. 30 τοῖς—παραλογισμοῖς a: τῶ (compend.) —παραλογισμῶ I 33 γὰρ delevi ὑπαχθήσεται a2: ἀπαχθήσεται a1I ποιούμεθα, ἐπήνεγκεν ὅτι καὶ καθ’ ἑαυτοὺς ποιουμένους τὴν σκέψιν οὐδὲν κωλύει ἀπατηθῆναι, ὅταν μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου τὴν σκέψιν ποιώμεθα.