p. 167b 21 Ὁ δὲ παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον, ὅταν προσληφθῇ τὸ ἀναίτιον. Oὗτος ὁ τρόπος ἕκτος ἐστὶ τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν. ὃ δὲ ἐνταῦθα παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον καλεῖ, τοῦτο ἐν τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν “μὴ παρὰ τοῦτο” ὠνόμασε. γίνεται δὲ τοῦτο ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς, ὅταν καὶ δίχα τῆς ὑποθέσεως οὐδὲν ἧττον περαίνηται τὸ ἀδύνατον, συναγόντων τῶν σοφιστῶν τὸ τοιοῦτον ἀδύνατον καὶ λεγόντων ὅτι διὰ τὴν ὑπόθεσιν ἡμῶν τῶν προσδιαλεγομένων αὐτοῖς τοῦτο γέγονε τὸ ἀδύνατον, μηδαμῶς τῆς ὑποθέσεως ἡμῶν αἰτίας οὔσης τοῦ συμβαίνοντος ἀδυνάτου· τότε γὰρ μάλιστα ἔστι λέγειν τὸ “μὴ παρὰ τοῦτο”. ἔσται δὲ δῆλον τὸ λεγόμενον ὧδε· εἰ τις λέγει τὸ ζῷον παντὶ λευκῷ καὶ ἡμῶν λεγόντων μὴ εἶναι ἀληθές οὐ γὰρ πᾶν λευκὸν ζῷόν ἐστι) πειρᾶται ἐλέγχειν ἡμᾶς λέγων ‘εἰ γὰρ ψεῦδος τὸ παντί, ἔσται ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ζῷον οὐ παντὶ λευκῷ᾿, ἔπειτα τῇ θέσει ταύτῃ τῇ λεγούσῃ τὸ ζῷον οὐ παντὶ λευκῷ δεικνὺς ἀδύνατόν τι ἑπόμενον, ψεῦδος μὲν εἶναι λέγει τὸ τὸ ζῷον οὐ παντὶ λευκῷ, ἀληθὲς δὲ εἶναι εἰσάγει τὸ ὃ αὐτὸς ἔλεγε, τὸ πᾶν λευκὸν εἶναι ζῷον. δείκνυσι δὲ τοῦτο οὕτως συλλογιζόμενος· τὸ ζῷον καθ’ ὑμᾶς οὐ παντὶ λευκῷ, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι, τὸ λευκὸν ἄρα παντὶ κόρακι· ἀλλὰ μὴν τοῦτο ψεῦδος· ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις ᾗ τὸ ἀδύνατον ἠκολούθησε καὶ ἀφ’ ἧς γέγονε τὸ ψεῦδος· ἦν δὲ ἡ λέγουσα ὅτι τὸ ζῷον οὐ παντὶ λευκῷ· ἀληθὲς ἄρα τὸ παντί. πρὸς τοῦτο ῥητέον· οὐ παρὰ τοῦτο· οὐ γὰρ παρὰ I ταὐτὰ AI: ταὐτὸν a καὶ alt. Α: ὡς I: εἰ a 2 ἔχειν ΑΙ: ἔχει a πᾶν Α: om. al 3 post δὲ add. καθ’ ἕλληνας a 9 καλεῖ ante ἐνταῦθα collocat Α τοῖς δευτέροις Ι: τοῖς β a: τῶ δευτέρω, quod coniecit Waitz Organ. II p. X, A cf. p. 47,11 10 ἀναλυτικῶν om. Α 9. 10 ἐν τοῖς δευτέροις τῶν Προτ. ἀναλ.] c. 17 p. 65 a 38 11 post συλλογισμοῖς add. τοῖς ἀδύνατόν τι συνάγουσιν ἔκ τινος ὑποθέσεως ψευδοῦς τεθείσης· ἢ καὶ ψευδοῦς προτάσεως ἐγκαταμιχθείσης, δι’ ἧς ἀναγκαῖον ἀναιρεῖν τινὰ τῶν κειμένων προτάσεων, ἐξ ἧς τὸ ἀδύνατον καὶ τὸ ψεῦδος συνήχθη· γίνεται οὖν τοῦτο, ὡς εἴπομεν, ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς Α 12 περαίνηται οὐδὲν ἧττον A συναγόντων om. Α 12. 13 τὸ τοιοῦτον—ὅτι al: διενισταμένων, ὡς Α 14 τοῦτο γέγονε al: συνήχθη Α post ἀδύνατον add. καὶ ταῦτα Α 14. 15 οὔσης τῆς ὑποθέσεως αἰτίας A 15 ante συμβαίνοντος delevit συμπεράσματος Α1 post μάλιστα add. ἔθος Α 16 ἐστι a εἴ τις λέγοι τῶν σοφιστῶν τὸ Α 18 πειρᾶται—γὰρ al: ἀληθεύει γὰρ μᾶλλον τὸ ζῶον οὐ παντὶ λευκῶ, εἶτα λάβη ὁ σοφιστὴς πειρώμενος ἡμᾶς ἐλέγχειν. καὶ εἰπὼν εἰ Α ἐστὶν a 19 post ἀντικείμενον add. ὅπερ ἐστιν Α post ζῶον add. καθ’ ὑμᾶς (e vs. 23) Α 21 τὸ alt. om. Α 22 συνάγει εἶναί Α 23 ὑμᾶς AI: ἡμᾶς a 26 ἡ AI: om. a ὅτι al: ὡς Α 27 ῥητέον οὖν πρὸς τὸν σοφιστὴν, ὡς οὐ A τὴν ὑπόθεσιν τὴν λέγουσαν τὸ ζῷον οὐ παντὶ λευκῷ συνῆκται τὸ λευκὸν παντὶ κόρακι, ἀλλὰ παρὰ τὴν σὴν τὴν λέγουσαν τὸ λευκὸν παντὶ πτηνῷ· ἀφαιρεθείσης γὰρ τῆς ὑποθέσεως ἡμῶν τῆς, ὡς λέγεις, αἰτίας γενομένης τοῦ ἀτόπου πάλιν τὸ ψεῦδος συνάγεται. δείκνυσι δὲ καὶ αὐτός, ὅπως οὐ γίνεται παρὰ τὴν ὑπόθεσιν ἡμῶν τὸ ψεῦδος ἀλλὰ παρὰ τὴν τῶν σοφιστῶν, καὶ ἐπὶ παραδείγματός τινος. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. λέγει τις ἀληθῶς ὅτι ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. πειρᾶται οὖν ὁ σοφιστὴς δεικνύναι τοῦτο ψεῦδος καὶ φησίν· εἰ ἔστιν ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ, οὐχ ὄψεταί τι τῇ ὑποθέσει ἀδύνατον· ἀλλὰ μὴν ἕψεται, ὡς δειχθήσεται· οὐκ ἄρα ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. εἶτα πειρᾶται δεικνύναι ἀδύνατόν τι τοῦτον τὸν τρόπον, εἰ γὰρ ἡ φθορὰ λέγων καὶ ἡ γένεσις ἐναντία, καὶ τῇ τινὶ φθορᾷ ἔσται τὶς γένεσις ἐναντία· f. 18r τὶς δὲ φθορὰ ὁ θάνατός ἐστιν· ὥστε ἔσται τῷ θανάτῳ τινὶ ὄντι φθορᾷ ἐναντία τὶς γένεσις· οὐδὲν δὲ ἄλλο τῷ θανάτῳ ἐναντίον ἢ ἡ ζωή· ἡ ζωὴ ἄρα γένεσις· εἰ δὲ ἡ ζωὴ γένεσις, καὶ τὸ ζῆν γίνεσθαι· ὥστε καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεται· ἀδύνατον δὲ τῷ ζῴῳ, ᾗ ζῇ, γίνεσθαι· εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατος καὶ ἡ ὑπόθεσις παρ’ ἣν τοῦτο γίνεται· ἦν δὲ ἡ λέγουσα ὅτι ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. οὐκ ἔστιν ἄρα ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτόν. φαμὲν οὖν πρὸς τοῦτο ὅτι οὐ παρὰ τοῦτο· οὐ γὰρ παρὰ τὸ λέγειν ἡμᾶς τὴν ψυχὴν καὶ τὴν ζωὴν ταὐτὸν συνήχθη τὸ ‘τὸ ζῷον, ᾗ ζῇ, γίνεται᾿, ἐπεὶ καὶ τούτου μὴ κειμένου οὐδὲν ἧττον διὰ τῶν λοιπῶν προτάσεων τὸ ἀδύνατον συναχθήσεται· ἀλλὰ τὸ ἀδύνατον συνῆκται παρὰ τὸ λέγειν σε τὴν ζωὴν ἐναντίαν τῷ θανάτῳ ὄντι φθορᾷ. ἡ γὰρ φθορὰ οὐ τῇ ζωῇ ἐναντία ἐστὶν ἀλλὰ τῷ ἀψύχῳ σώματι· τῇ δὲ ζωῇ ἡ διάλυσίς ἐστιν ἐναντία. ἡ διάλυσις δὲ οὐ ταὐτὸν τῇ φθορᾷ· οὐ γὰρ ἀνάγκη τὰ διαλυόμενα καὶ ἀπ’ ἀλλήλων χωριζόμενα φθείρεσθαι. ἰδοὺ γάρ τις διέλυσε μὲν ἀπ’ ἀλλήλων τὰ ἐξ ἐρίου καὶ ἐκ σηρῶν νήματα ἀλλήλοις συνημμένα καὶ κεκλωσμένα· ἡ δὲ τούτων διάλυσις οὐκ ἤδη γέγονεν αὐτοῖς καὶ αἰτία φθορᾶς. πάλιν ἐάν τις ἀπὸ τοῦ σωροῦ διακρίνῃ τὸν σῖτον καὶ τὴν κριθὴν ἀλλήλοις ὄντα συμπεφυρμένα, διάλυσις μὲν καὶ διάκρισις γέγονεν ἀπ’ ἀλλήλων, φθορὰ δὲ οὐδαμῶς. εἰ οὖν καὶ ὁ θάνατος διάλυσίς ἐστι καὶ διάκρισις ψυχῆς καὶ σώματος ἀπ’ ἀλλήλων, οὐκ ἄν εἴη ὁ θάνατος φθορά. ὅτι δὲ ὁ θάνατος οὐ ταὐτόν ἐστι τῇ φθορᾷ, δῆλον καὶ ἐκ τοῦ θνήσκειν μὲν λέγεσθαι τὰ ζῶντα, φθείρεσθαι δὲ τὰ 1 συνήχθη Α 3 λέγεις Α: λέγεται I: ἐλέγετο a 4 τὸ αὐτὸ ψεῦδος καὶ ἀδύνατον συνάγεται ἐκ τῶν παρὰ σοῦ τεθεισῶν προτάσεων Α 8 τὸ ψεῦδος τοῦτο a 9. 10 οὐχ ἕψεται—τῷ αἰτίῳ AKQ (sed τις pro τι et ἀδύνατον om. Κ): οm. al 12 ἐναντίον utrobique A(C) 13 ἔσται Al: ἐστὶ καὶ a 14 ἄλλῳ a ἡ om. a 15 post δὲ add. καὶ al: om. AKQR 16 ζῇ alt. om. a1 21 τὸ alt. I: om. aA 23, 24, 25 ἐναντίον Α 24 ἀψύχω a2A: ἐμψύχῳ a1I 27 ἰδοὺ—30 διάλυσις μὲν al: ὡς πυρὸς τῆς κριθῆς ἡ τὸ κεκλωσμένον σηρικὸν ἐκ τοῦ ἐρίου· οὐ γὰρ αἰτία φθορᾶς ἡ τούτων γέγονεν ἀπ’ ἀλλήλων διάλυσις· ἐστιν οὑν καὶ ὁ θάνατος διάλυσις A ἐξ (ante σήρ.) a 29 τι a 31. 32 γέγονεν—διάκρισις om. Α 32 ante ψυχῆς add. τῆς a2 33 ὅτι—p. 52,3 γίνεται bis habet Α οὐ om. a1 33. 34 ὁ θάνατος καὶ ἡ φθορὰ οὐ ταυτά εἰσι, δῆλον ἀπὸ τοῦ Ab νεκρὰ καὶ ἄψυχα τῶν σωμάτων. εἰ δ’ ἦν ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν, ἅμα τῷ χωρισθῆναι τὴν ψυχὴν τοῦ σώματος ἐφθείρετο ἄν τὸ σῶμα· νῦν δὲ οὐκ ἔστι τοῦτο, ἀλλὰ μετὰ πολὺ ἡ φθορὰ τοῦ σώματος γίνεται. τὰ μὲν οὖν λεγόμενα οὕτως ἔχει. τὸ δὲ ἐὰν ἐγκαταριθμηθῇ ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρὸ τοῦ συμπεράσματος τὸ συμβαῖνον βαῖνον ἀδύνατον τοιοῦτόν ἐστιν. ἐὰν ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι, τουτέστι ταῖς παρὰ τοῦ ἐρίζοντος λεγομέναις προτάσεσι ταύτας γὰρ ἄνα γκαῖα λέγει ἐρωτήματα, οὐχ ὅτι ἀναγκαῖόν τι συνάγουσιν, ἀλλ’ ὅτι τούτων μὴ ληφθέντων οὐκ ἄν συνήχθη τὸ προκείμενον ἀδύνατον), ἐὰν οὖν ἐν ταῖς τοιαύταις τοῦ ἐρίζοντος προτάσεσιν ἐγκαταμιχθῇ παρ’ αὐτοῦ δὴ τούτου τοῦ σοφιστοῦ πρὸ τοῦ ἐπενεχθῆναι παρ’ αὐτοῦ τὸ συμπέρασμα τὸ συμβαῖνον ἀδύνατον, τουτέστιν ἡ ψευδὴς πρότασις ἡ αἰτία γινομένη τοῦ συμβαίνοντος ἀδυνάτου δι᾿ αὐτῆς γὰρ περαίνεται τὸ τοιοῦτον ἄτοπον), δόξει πολλάκις παρὰ τοῦτο γίνεσθαι ὁ ἔλεγχος, ὥσπερ δὴ καὶ ἐνταῦθα γέγονε· συγκατεμίχθη γὰρ τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ἰὴ ζωὴ ἐναντία τῷ θανάτῳ ὄντι φθορᾷ οὐ γάρ ἐστιν, ὡς εἴρηται, ὁ θάνατος φθορὰ ἀλλὰ διάλυσις ψυχῆς καὶ σώματος. συγκατεμίχθη οὖν τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ‘ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν᾿ οὗ ληφθέντος συνῆκται καὶ ἡ ζωὴ γένεσις καὶ τὸ ζῆν γίνεσθαι καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεσθαι. τοὺς τοιούτους δὲ συλλογισμοὺς ἀσλλογίστους μὲν ἀπλῶς φησι μὴ εἶναι, τουτέστι καθόλου, πρὸς δὲ τὸ προκείμενον ἀσυλλογίστους, ὅτι οὐ συλλογίζονται ὃ αἱροῦνται διὰ τὸ ψευδεῖς τὰς προτάσεις λαμβάνειν. κατὰ τοῦτο γοῦν εἰσιν ἀσυλλόγιστοι. τὸ δὲ λανθάνειν πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τοιοῦτόν ἐστιν, ὅτι οὐ μόνον οἱ ἀποκρινόμενοι ἐπιλανθάνονται καὶ νομίζουσι τὰ μὴ ταὐτὰ ὡς ταὐτὰ κἀντεῦθεν ἀπάτῃ ὑπάγονται καὶ σοφίζονται, ἀλλὰ καὶ οἱ ἐρωτῶντες αὐτοὶ τοῦτο πάσχουσιν, ὥσπερ καὶ ὁ Πῶλος τὴν βούλησιν καὶ τὴν δόκησιν ταὐτὸν νομίζων ὡς ἓν ὄντων ἠρώτα τὸν Σωκράτην. p. 167b 38 Oἱ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, ὅταν λαν- θάνῃ πλείω ὄντα, καὶ ὡς ἑνός. Ἕβδομος καὶ τελευταῖος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν. λέγεται δὲ οὕτως, ὅτι ἕκαστον τῶν ὑποκειμένων καὶ περὶ ὧν ὁ λόγος ἐστὶν ἰδίας ἐρωτήσεως 1 ἄψυχα σώματα Ab 2 post ἄν add. καὶ Ab 3 τῶ σώματι Ab 4 οὖν prius I: om. a ἐγκᾶταριθμηθῇ a2I: οὖν καταριθμηθῇ a1: καταριθμηθῇ Α: οὖν ἐγκαταριθμηθῇ Arist. 5 πρὸ a2I (c u i T, corr. Α): πρὸς a1: πρὸ—ἀδύνατον om. Α 7 τοῦ σοφιστοῦ Α 9 οὖν om. Α 10 τούτου om. Α 11 πρὸ τοῦ AI: πρὸς τὸ a 14 εἴπερ a1 16 ἐναντίον Α 19 ἡ AI: εἰ a 21 ἀσυλλόγιστος a1 23 καὶ λανθάνει Arist.: καὶ add. Q 26 ἀπάτῃ ὑπάγοντι om. A κατασοφίζονται fort, recte v: ἀπατῶνται Α αὐτοὶ, quod coniecit Waitz 1. c, Av: αὐτὰ a1: αὐτοὺς a2: compend. I 27 post πάσχουσιν add. ὃ συνέβη ἐνταῦθα· ἔλαβον γὰρ καὶ τὴν φθορὰν καὶ τὸν θάνατον ταὐτά Α ὡς Α 28 ὡς ἓν ὄντων om. Α ἠρώτα] Gorg. c. 21 p. 466 —E δεόμενον οὐ προτείνεται | ἰδίᾳ καὶ ἰδίᾳ ὁ ἐρωτῶν, ἀλλὰ συμμίξας τὰ διάφορα f. 18 ν ὑποκείμενα καὶ ὡς περὶ ἑνὸς ἐρωτῶν ἀπατᾷ τὸν ἀποκρινόμενον, ὅταν καὶ αὐτὸς τὴν ἀπόκρισιν ὡς ἑνὸς ὄντος τοῦ ὑποκειμένου δοίη, ὡς ἐπὶ τοῦδε τοῦ σοφίσματος· ὁ δεῖνα Σωκράτην καὶ Πλάτωνα τύπτει· ὁ Σωκράτης καὶ ὁ Πλάτων’ ἄνθρωπός ἐστιν· ὁ δεῖνα ἄρα ἄνθρωπον ἁλλ’ οὐκ ἀνθρώπους τύπτει. τοιοῦτόν τι πεποίηκε καὶ ὁ Πῶλος ἐν τῷ Γοργίᾳ τὰ πλείω ὡς ἓν ἐρωτήσας τὸν Σωκράτην. ἦν δὲ ἡ ἐρώτησις τοιαύτη· ‘εἰπέ μοι, ὦ Σώκρατες, οὐ δοκοῦσί σοι οἱ ῥήτορες ὥσπερ καὶ οἱ τύραννοι ποιεῖν ἅπαντα ἃ βούλονται καὶ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι᾿ . τὰ πλείω γὰρ ἐνταῦθα ἠρώτησεν ὡς ἓν ὁ Πῶλος· ἄλλο γὰρ βούλησις καὶ ἄλλο δόκησις. ὃν ὁ Σωκράτης ἐπέπληξε πλείονας ἅμα ἐρωτήσεις ἐρωτήσαντα ὡς τὴν διαφορὰν τῆς βουλήσεως καὶ τῆς δοκήσεως ἀγνοήσαντα καὶ ὡς ἑνὸς ὄντων μίαν τὴν ἐρώτησιν ποιησάμενον. ἐπ’ ἐνίων μὲν οὖν, φησί, ῥᾴδιόν ἐστιν ἰδεῖν ὅτι πλείω ἐρωτήματά ἐστιν· οἷον πότερον ἡ γῆ θάλαττά ἐστιν ἢ ὁ οὐρανός· δῆλον γὰρ ἐνταῦθα ὅτι δύο τυγχάνει τὰ ἐρωτήματα· ἔδει γὰρ οὕτως ἐρωτῆσαι, πότερον ἡ γῆ θάλαττά ἐστιν, εἶτα αὖθις πότερον ὁ οὐρανὸς θάλαττά ἐστιν. ἐπ’ ἐνίων δέ, φησίν, οὐκ ἔστι ῥᾴδιον ἰδεῖν ὅτι πλείω τὰ ἐρωτήματά ἐστιν, καθάπερ εἶχεν ἡ προειρημένη τοῦ Πώλου ἐρώτησις. καὶ διὰ τὸ μὴ εἶναι δῆλον ὅτι πλείω εἰσὶ τὰ ἐρωτώμενα ἢ ὁμολογοῦσι τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον ἢ ἐλέγχεσθαι φαίνονται. τοιοῦτον δέ ἐστι τὸ λεγόμενον· οἱ ἐρωτώμενοι τὴν τοιαύτην ἐρώτησιν ἢ ὁμολογοῦσι μὴ ἀποκρινόμενοι τὸ ἐρωτώμενον φαῦλοι κοινωνοὶ εἶναι ὡς ἐμποδίζοντες τὸ κοινὸν ἔργον, ὡς εἶναι ἔξωθεν λαμβανόμενον τὸ ‘εἶναι φαῦλοι κοινωνοί᾿ ὁμολογοῦσι γὰρ φαῦλοι εἶναι κοινωνοὶ τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον), ἢ τῷ ἀποκρίνεσθαι φαίνονται ἐλεγχόμενοι. ἔστι καὶ οὕτω νοῆσαι τὸ λεγόμενον· οἱ ἐρωτώμενοι ἢ οὐδέν τι ἀποκρίνονται, καὶ ὁμολογοῦσι διὰ τῆς σιωπῆς τρόπον τινά ἡ γὰρ σιωπὴ δηλοῖ τὸ ναί, τὸ τῆς συγκαταθέσεως πρόσρημα), ἢ ἀπόκρισιν διδόντες ἐλέγχεσθαι φαίνονται. τὸ δὲ ἡ πάλιν, ὧν τὰ μέν ἐστιν ἀγαθὰ τὰ δὲ οὐκ ἀγαθά, πάντα ἀγαθὰ ἢ οὐκ ἀγαθά, καὶ τοῦτο παράδειγμά ἐστι τοῦ τὰ πλείω ὡς ἓν ἐρωτῶντος. ἔδει γὰρ οὕτως εἰπεῖν, πότερον ἡ σωφροσύνη ἀγαθὸν ἢ φαῦλον, καὶ πότερον ἡ ἀκολασία ἀγαθὸν ἢ φῦλον· ὁ δὲ μίξας ἀμφότερα καὶ ὡς περὶ ἑνὸς ἐρωτήσας οὐκ ἄδηλον ὅτι ἀπατήσει τὸν ἀποκρινόμενον, εἴ γε συνυπαχθεὶς τῇ ἐρωτήσει καταφήσει φήσει ἢ ἀποφήσει. εἰ γὰρ ἐρωτηθείς τις, πότερον ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἀγαθόν ἐστιν ἢ φαῦλον, εἴπῃ ὅτι ἀγαθόν, συμβήσεται τὴν ἀκο- 1 ὁ Av: om. al 2 τὸν AI: τὸ a 5 ἄρα om. Α 6 τι a: τε AI καὶ ὁ πῶλος πεποίηκεν Α ἐν τῷ Γοργίᾳ] p. 466 Β. C memoriter citat 8 ὦ σωκράτης a1 δοκοῦσί σοι· δοκοῦσιν Α 11 ὃν a1I: οἷον a2 πλείονας] εἰ corr., ut videtur, I 14. 15 πλείω—ἐνταῦθα ὅτι QR: om. aAI 14 θάλασσα QR 15 ὁ Q: om. 11 (c u i T, del. vult Α) 18 εἴδειν a 18. 10 ἡ τοῦ πώλου ἐρώτησις ἡ προειρημένη a 19. 20 ἐρωτήματα Α 24. 25 φαῦλος εἶναι κοινωνὸς τὸ a 30 ἢ οὐκ ἀγαθά a Arist.: om. I 34 ἀπατήσει AQR: ἀπατήσειε al τὸν ἐρωτώμενον Α λασίαν μὴ οὖσαν τῶν ἀγαθῶν εἶναι ἀγαθόν· εἰ δ’ ἀποφήσει, συμβήσεται πάλιν τὴν σωφροσύνην οὖσαν τῶν ἀγαθῶν μὴ εἶναι ἀγαθόν. καὶ ποτὲ μὲν οὕτως φησὶ γίνεσθαι φαινόμενον ἔλεγχον ἐκ τοῦ μόνον φῆσαι ἢ ἀποφῆσαι ἐν τῇ ἐρωτήσει τῇ τὰ πλείω ὡς ἓν πυνθανομένῃ· τὸ γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθὸν ἢ τῶν ἀγαθῶν τι μὴ ἀγαθὸν ψεῦδος. ποτὲ δὲ συμβήσεται καὶ ἔλεγχον γενέσθαι ἀληθινὸν προσληφθέντων τινῶν· οἷον εἴ τις ἔροιτο ῾ἆρά γε ὃ ἐφ’ ἑνός, τοῦτο καὶ ἐπὶ πολλῶν;’ καὶ τοῦτο λαβὼν προσλάβοι ῾ἐπεὶ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχ’ ὄντα ὄψιν πεφυκότα δὲ ἔχειν, καὶ εἰ λευκόν ἐστι τὸ ἔχον χρῶμα διακριτικὸν ὄψεως, καὶ λευκὰ ἔσται τὰ ἔχοντα χρῶμα διακριτικὸν ὄψεως᾿. καὶ γὰρ ἐπὶ τούτων οὐ μία ἐστὶν ἡ ἐρώτησις· τὸ γὰρ ῾ ἆρά γε, εἰ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν;’ οὐκ ἔστιν ἓν ἐρώτημα. ἐπειδὴ γὰρ ἐκεῖνό ἐστι τυφλὸν ὃ πεφυκὸς ὄψιν ἔχειν οὐκ ἔχει, οἷον τὸ διὰ πήρωσιν μὴ ἔχον ὄψιν, τὸ δὲ μήπω πεφυκὸς ἔχειν ὄψιν, ὡς τὸ σκυλάκιον, καταχρηστικῶς φαμεν τυφλόν οὔπω γὰρ τοῦτο πέφυκεν ἔχειν ὄψιν), πῶς οὐκ ἂν εἴη διάφορα ἐρωτῶν ὁ λέγων ῾ ἆρά γε, εἰ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν᾿; εἰ γὰρ τὸ μὲν ἕν ἐστι τυφλὸν διὰ πήρωσιν, ὃ καὶ τυφλὸν | εἰπεῖν ἀληθές ἐστι, τὰ δὲ διὰ τὸ μήπω πεφυκέναι ἔχειν, ἃ καὶ f. 19r καταχρώμενοί φαμεν τυφλά, ὡς ἐπὶ τῶν σκυλακίων ὐ γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι τυφλά), δύο οὖν οὐσῶν τῶν ἐρωτήσεων οὐ μία ἔσται πρὸς ταῦτα ἀπόκρισις. εἰ δέ τις συναρπασθείη ὑπὸ τῆς ἐρωτήσεως καὶ ὥσπερ μιᾶς αὐτῆς οὔσης εἴπῃ ὅτι ναί, τυφλά ἐστιν, ὅταν τὰ μὲν σκυλάκια βλέπῃ τὸ δὲ μή οὐ γὰρ δυνατόν ἐστι τὸ πεπηρωμένον βλέψαι), ἔσονται ἢ πάντα ὁρῶντα ἢ πάντα τυφλά. ἴδιά τίνα γὰρ λόγον’, εἴποι ἄν ὁ σοφιστὴς πρὸς τὸν ἀποκρινόμενον, ῾τὰ μὲν ἔσται ὁρῶντα, τὸ δὲ μὴ ὁρῶν; ἐπεὶ γὰρ ἀμφότερα ἔφησας εἶναι τυφλὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν, ἡ ἀμφότερα ἀνάγκη ὁρᾶν ἢ μηδέτερον᾿. τὸ δὲ τοιοῦτον σόφισμα οὐ μόνον γέγονε παρὰ τὸ τὰ δύο ἐρωτήματα ὡς ἓν ἐρωτηθῆναι ἀλλὰ καὶ παρὰ τὴν ἔλλειψιν τοῦ κυρίως καὶ ἀληθῶς ἐλέγχου· εἴρηκε γὰρ ἐν αὐτῷ μετὰ τῶν ἄλλων καὶ τὸ ὅτι δεῖ λαβεῖν ‟ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”, τουτέστι τὸ ἐρωτώμενον μὴ εἶναι τοιοῦτον ὡς τὸν μὲν ἐρωτῶντα ἄλλου χρόνου λαμβάνειν τὸ ὑποκείμενον, τὸν δὲ ἀποκρινόμενον ἑτέρου. τοῦτο δέ ἐστι καὶ ἐνταῦθα· οὐ γὰρ πᾶν τὸ πεφυκὸς ἔχειν ὄψιν καὶ μὴ ἔχον τυφλόν ἐστιν, ἀλλὰ τὸ μὴ ἔχον ὅτε πέφυκεν ἔχειν. 6 γενέσθαι καὶ ἀληθινὸν ἔλεγχον Α 10. 11 καὶ ἅπαντα τὰ λευκὰ ἔσονται χρώματα διακριτικὰ ὄψεως Α 10 ἔστι I: ἐστὶ a 12 γὰρ aA: om. I 13 ἔσται AT: ἐστὶ a 14 ἐπειδὴ AI: ἐπεὶ a ἔχειν ὄψιν Α 15 μὴ om. a1 ante ὄψιν prius add. τὴν a 16 φαμὲν AI: φασὶ a τοῦτο AI: ταύτην a 17 ὄψιν AI: om. a 18 ἔσται ΑΙ: ἐστὶ a 20 τὸ AI: om. a 22 ἔσται AI: ἐστὶ a 24 εἴπω a1 σκυλάκια AI: σκυλακίων a τὸ AI: τὰ a 25 ἐστὶ aA: ἔσται I 26 εἴπῃ Α ὁ om. a 27 ἔσται AI: ἐστὶν a 31 εἴρηκε] c. 5 p. 167a26 32 τὸ prius AI: om. a λαβεῖν al: λαμβάνειν τὸ ὑποκείμενον Α p. 168a,17 Ἤ δὴ οὕτως διαιρετέον. Εἰπὼν δύο εἴδη εἶναι τῶν παραλογισμῶν καθ’ οὓς φαίνονται ἐλέγχειν οἱ σοφισταὶ τοὺς ἐντυγχάνοντας, καὶ διδάξας ὅσοι τε καὶ τίνες οἱ τρόποι οἱ ὑπὸ τὰ εἴδη ταῦτα τῶν σοφισμῶν τελοῦντες, καὶ τὸ μὲν τὰ] παρὰ τὴν λέξιν ὀνομάσας τὸ δ’ ἐκτὸς τῆς λέξεως, καὶ τοὺς μὲν παρὰ τὴν λέξιν τρόπους σοφιστικοὺς ἓξ εἶναι παραδούς, ὁμωνυμίαν, ἀμφιβολίαν, σύνθεσιν, διαίρεσιν προσῳδίαν, σχῆμα λέξεως, τοὺς δ’ ἐκτὸς τῆς λέξεως ἑπτὰ εἶναι σαφέστατα ἐκθέμενος, τὸν παρὰ τὸ συμβεβηκός, τὸν παρὰ τὸ ἁπλῶς ἢ πῇ καὶ μὴ κυρίως λέγεσθαι μέρη, τὸν παρὰ τὸν διορισμὸν τοῦ συλλογισμοῦ καὶ ἐλέγχου, τὸν παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν, τὸν παρὰ τὸ ἑπόμενον, τὸν παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον καὶ τὸν παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, νῦν λέγει ὅτι ἢ οὕτως διαιρετέον τοὺς σοφιστικοὺς ἐλέγχους, καὶ λεκτέον ὅτι οἱ μέν εἰσι παρὰ τὴν λέξιν, οἱ δὲ ἐκτὸς τῆς λέξεως, καὶ οἱ μὲν παρὰ τὴν λέξιν ἓξ ὄντες εἰσὶν οἵδε, οἱ δὲ ἐκτὸς τῆς λέξεως ἑπτὰ τυγχάνοντές εἰσιν οἵδε, ἢ πάντας τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους ἀνακτέον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ λέγει πῶς ἀναχθήσονται, μᾶλλον δὲ αὐτὸς ἀνάγει πάντας. ἐπειδὴ γὰρ ἔλεγχός ἐστιν, ὡς εἴρηται, ‟τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου, ἐκ τῶν δοθέντων τῷ ἀποκρινομένῳ, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”, ὁ ταῦτα ἀγνοήσας ἤ τι τούτων ἐξ ἀνάγκης περιπεσεῖται τῷ ψεύδει καὶ ἀπατηθήσεται. ἐπειδὴ οὖν, ὡς εἴρηται, ἔλεγχός ἐστι συλλογισμὸς ἀντιφάσεως, ὁ δὲ συλλογισμὸς ἐκ τῶν κειμένων ἐστίν, ὁ ἀγνοῶν ὅ τι ποτέ ἐστι συλλογισμός, καὶ ὅτι ἐκ τῶν κειμένων δεῖ συμβαίνειν τὸ συμπέρασμα, ἀπατηθήσεται παρὰ τοῦ μὴ συλλογιζομένου μηδὲ ἐκ τῶν κειμένων συνάγοντος τὴν δοκοῦσαν ἀντίφασιν. τοιοῦτοι δ’ ἦσαν οἱ μὴ ἐκ τῶν κειμένων συνάγοντες τὴν ἀντίφασιν, οἱ τὸ μὴ αἴτιον ὡς αἴτιον παραλαμβάνοντες παραλογισμοὶ καὶ οἱ τὸ ἐν ἀρχῇ αἰτοῦντες καὶ οἱ παρὰ τὸ ἑπόμενον. πρῶτον μὲν οὖν, φησίν, ἁπλῶς ἀναχθήσονται πάντες οἱ παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ὡς ἀσυλλόγιστοι καὶ μὴ ἐκ τῶν κειμένων συνάγοντες, ὅπερ ἐστὶν ἴδιον τοῦ κυρίως συλλογισμοῦ. ἔπειτα ἀναχθήσονται πάντες οὗτοι καὶ εἰς τὰ μέρη τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου, καὶ δειχθήσεται ὡς παρὰ τὴν ἔλλειψίν τινος τῶν ἐν τῷ ἐλέγχῳ τὸ σόφισμα συνίσταται, ἢ παρὰ τὸ ὁμώνυμόν τι ληφθῆναι ἢ παρὰ τὸ ἀμφίβολον ἢ ἕτερόν | τι.; f. 19 ν 1 post διαιρετέον add. τοὺς φαινομένους a 4 τὰ alt. I: τὸ a: delevi 18 εἴρηται] c. 5 p. 167 a 23 —27 memoriter citat 23 ἐπειδὴ ΑΙ: ἐπεὶ a 27 μὴ om. Α 28 παραλογισμοὶ aA: παρασθλλογισμοὶ I 29 τὸ prius AI: om. a 33 δειχθήσονται A 34 τῶν al: τὴν A ἐν superscr. Α τι AI: om. a p. 168a 23 Τῶν μὲν γὰρ ἐν τῇ λέξει οἱ μέν εἰσι παρὰ τὸ διττόν. Εἶπεν ὅτι τῶν παραλογισμῶν ἕκαστος ἀναχθήσεται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ ἁπλῶς μὲν ἓν ἔφησεν ἀπελέγχον τοὺς παραλογισμούς, τὸ μὴ ἐκ τῶν κειμένων αὐτοὺς συνάγεσθαι, ὅπερ καὶ ἐν τῷ διορισμῷ τοῦ ἐλέγχου εἴρητο. νῦν δὲ καὶ παρ’ ἓν ἕκαστον τῶν μερῶν τοῦ ἐλέγχου γίνεσθαι τούτους διδάσκει, καὶ πρότερον τὸν ἐκ τῆς ὁμωνυμίας φησὶ γίνεσθαι παρὰ τὸ μὴ ἓν εἶναι τὸ ὄνομα καὶ τὸ πρᾶγμα καὶ τὸν ἐκ τῆς ἀμφιβολίας· τόύτους γὰρ ἐδήλωσε διὰ τοῦ ἥ τε ὁμωνυμία καὶ ὁ λόγος. οὗτοί τε οὖν καὶ ἡ ὁμοιοσχημοσύνη τῆς λέξεως, τουτέστιν οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως, ὅτι παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνονται, δῆλον· κεῖται γὰρ τὸν ἔλεγχον εἶναι ‟τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος”· οἱ δὲ ἐκ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας ἐξ ὀνομάτων εἰσὶ καὶ λόγων οὐχ ἁπλῶν ἀλλὰ διάφορα σημαινόντων, ναὶ μὴν καὶ ἡ ὁμοιοσχημοσύνη. τό τε γὰρ μανθάνειν δύο σημαίνει καὶ ὁμώνυμον, ἀλλὰ καὶ ὁ ἀμφίβολος λόγος ὁ ῾ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ᾿ λέγων δύο παρεμφαίνει, τόν τε ὁρῶντα καὶ τὸ ὁρώμενον· καὶ τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν δύο ταῦτα δηλοῖ, ὡς εἴρηται· πάθους γάρ ἐστι καὶ ἐνεργείας σημαντικόν, ὅπερ ἐστὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συλλογισμοῦ. δῆλον οὖν ὡς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ οἱ τρεῖς οὗτοι ἀναχθήσονται, ὅτι οὐ πράγματός εἰσιν ἑνός· δεῖ δὲ τὸν συλλογιζόμενον καὶ ἔλεγχον ποιῆσαι βουλόμενον τὸ αὐτὸ καὶ ἓν πρᾶγμα λαμβάνειν. τὸ δὲ σύνηθες γὰρ τὸ πάντα ὡς τόδε τι σημαίνειν περὶ τῆς ἀμφιβολίας δοκεῖ εἰρῆσθαι, οὐ περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως παραλογισμοῦ, ὃν ὁμοιοσχημοσύνην, ὡς εἴρηται, ἐνταῦθα λέγει· σύνηθες γὰρ σιγῶντα λέγειν μὴ μόνον τὸν σιγῶντα ἀλλὰ καὶ τὰ σιγώμενα καὶ ὁρῶντα τόν τε ὁρῶντα καὶ τὰ ὁρώμενα. ἐπήγαγε δὲ τοῦτο ἀναμιμνήσκων τοῦ ἔμπροσθεν εἰρημένου, ὅτι εἷς τρόπος τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν καὶ οὗτος, ‟ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν”. καὶ ἡ ἀπὸ τῆς συνθέσεως, φησί, καὶ διαιρέσεως ἀπάτη εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσεται· δεῖ γὰρ ἐπὶ τοῦ κυρίως ἐλέγχου τὸ αὐτὸ δηλοῦσθαι καὶ χωρὶς καὶ μετὰ τῆς συνθέσεως· ὅπερ ἐπὶ τῆς συνθέσεως καὶ τῆς διαιρέσεως οὐ συμβαίνει, ἀλλ’ ἕτερον μέν ἐστι τὸ χωρὶς ὑπὸ τῶν ὀνομάτων ἢ ῥημάτων δηλούμενον, ἕτερον δὲ τὸ ὑπὸ τῆς τούτων συνθέσεως. τὰ γὰρ γράμματα χωρὶς καὶ τὸ ῾ἐπίσταται' χωρὶς οὐ ταὐτὸν σημαίνει καὶ συντεθέντα, ὡς ἐπὶ 3 ἓν om. Α 5 εἴρηται Α 6 πρότερον al: παρὰ Α 8 τοῦ AI: τὸ a τε alt. a2AI: δὲ a1 10. 11 κεῖται—εἶναι al: ἐν τῶ ὁρισμῶ τοῦ ἐλέγχου κεῖται Α 12 εἰσὶ AI: ἢ a1 εἰσὶν ἢ a2 13 ναὶ μὴν—18 συλλογισμοῦ al: ὡς καὶ οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως Α 15 τὸ ex τὸν corr. Ι 16 εἴρηται] p. 35,21 sq. 19 πράγματος ἑνός εἰσι σημαντικοί Α δεῖ scripsi: δεῖν al 20.21 λαμβάνειν I: μεταλαμβάνειν a 22 περὶ τοῦ al: παρὰ τὸ Α 26 τοῦ ἔμπροσθεν εἰρημένου] c. 4 p. 166a 17 28 συνθέσεως a1I: συνθέτου φύσεως a2 post καὶ add. τῆς a 29 γὰρ al: δὲ Α 30 τῆς tertium om. Α οὐ I: om. aA τοῦ γράμματα ἐπίσταται᾿· ἀλλὰ καὶ ῾ ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης βαδίζει᾿ οὐ ταὐτὸν σημαίνει, ὥσπερ εἴρηται καὶ πρότερον. ταῦτα εἰπὼν λέγει τὴν αἰτίαν δι’ ἣν ἀναχθήσονται οἱ προειρημένοι παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν· ἔστι δὲ αὕτη τὸ μὴ τὸ αὐτὸ σημαίνειν τὸ ὁμώνυμον καὶ τὸν ἀμφίβολον λόγον. νοηθήσεται δὲ καὶ περὶ τῆς συνθέσεως καὶ διαιρέσεως τοῦτο εἰρῆσθαι, ὅτι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν οὗτοι ἀναχθήσονται παρὰ τὸ μὴ ταὐτὸ σημαίνειν. τὸ γὰρ βαδίζει καὶ τὸ δύναται βαδίζειν, ναὶ μὴν καὶ τὸ οὗ καταλύεις καὶ τὸ ἰού καταλύεις᾿ οὐ ταὐτὸν σημαίνει· ὁ γὰρ ἀμφίβολος λόγος καὶ τὸ ὄνομα τὸ διαφέρον οὐ ταὐτὸν σημαίνουσι. χρεὼν δὲ εἶναι καὶ τοῦτο, ἤγουν τὸ ὄνομα μὴ διάφορα σημαίνειν· ὥσπερ γὰρ τὸ πρᾶγμα ἓν καὶ ταὐτὸν εἶναι δεῖ, εἰ μέλλει ἔλεγχος γενέσθαι, οὕτω καὶ τὸ ὄνομα οὐ πολλῶν εἶναι δηλωτικόν. ὥσπερ γάρ, φησίν, οὐ γίνεται ἔλεγχος, ἄν ἐπ’ ἄλλου μὲν πράγματος ὁ ἐρωτώμενος καταφήσῃ, ἐπ’ ἄλλου δὲ τὴν ἀντίφασιν τὴν δοκοῦσαν συναγάγῃ ὁ ἐρωτῶν, οὕτω, κἄν τὸ πρᾶγμα μὲν ἓν ᾖ πολυώνυμον δέ, μὴ ἐπὶ τοῦ αὐτοῦ δὲ ὀνόματος, ἐφ’ οὗ κατέφησεν ὁ ἐρωτώμενος, συναγάγῃ τὴν ἀντίφασιν ὁ ἐρωτῶν, οὐ δοκεῖ ἔλεγχος ἀληθὴς γίνεσθαι, | ἀλλ’ ἔτι ἐρωτήματος δεῖ εἰ ταὐτόν ἐστι τοῦτο κἀκεῖνο. οἷον εἴ τις f. 20r οὕτως συλλογίσεται· πότερον καὶ Σκύθαι καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ὁρῶσιν ἢ τὰ ἀδύνατα; τὰ δυνατὰ δήπου· οὐκοῦν καὶ σὺ καὶ ἐγώ; ναί· ὁρᾷς δὲ τὰ ἡμέτερα λωπία; ναί· δυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα· ὁρᾷ ἄρα τὰ ἡμέτερα ἱμάτια· ἀλλὰ καὶ οὐχ ὁρᾷ· ἐπὶ τούτου, εἰ καὶ ταὐτόν ἐστι τὸ λώπιον καὶ τὸ ἱμάτιον, ἀλλ’ ὅμως διὰ τὸ πολλοὺς τῶν ἀκουόντων ἀορισταίνειν δεῖται ὁ λόγος ἐρωτήματος εἰ ταὐτόν ἐστι τὸ λώπιον τῷ ἱματίῳ. δεῖ οὖν ὥσπερ τὸ πρᾶγμα εἶναι ταὐτὸν καὶ ἕν, εἰ μέλλει ἔλεγχος ἔσεσθαι, οὕτω καὶ τὸ ὄνομα τὸ αὐτὸ καὶ ἓν εἶναι καὶ μὴ ἱματίου προκειμένου ἀποδεικνύναι λώπιον ἀλλὰ ἱμάτιον. ἀληθὴς μὲν γὰρ ὁ συλλογισμός ἐστι κἀκεῖνος ὁ ἀντὶ ἱματίου λώπιον συλλογισάμενος, ἀλλ’ ἐπειδή, εἰ ἀγνοεῖ τις ὅτι ταὐτόν ἐστι τὸ ἱμάτιον τῷ λωπίῳ, θροηθήσεται οὐκ ἀπεικότως κἀντεῦθεν ζητήσει τὸ διὰ τί, διὰ τοῦτό φησι μὴ συλλογίζεσθαι τὸν οὕτω συλλογιζόμενον. p. 168a 34 Oἱ δὲ παρὰ τὸ συμβεβηκὸς ὁρισθέντος τοῦ συλλογισμου. ᾿ Ανήγαγε μὲν ἐν τοῖς ἄνωθεν εἰρημένοις τοὺς παρὰ τὴν λέξιν παραλογισμοὺς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. νῦν δὲ καὶ τὸν πρῶτον τῶν ἐκτὸς 1 γράμματα scripsi: γράμματος al 2 post Σωκράτης add. ἄρα a cf. p. 49,11 3 πρότερον] p. 29,6 sq. 5 σημαίνει a1 8 βαδίζει a1I: βαδίζειν a2 13 immo ὥσπερ δὲ 15 et 17 συνάγει a1 19 συλλογίζηται a πότερον—22 ἱμάτια] cf. p. —27 20. 21 οὐκοῦν—ἐγώ al: τί δὲ. οὐχὶ καὶ ἐγὼ καὶ σύ A 21. 22 δυνατὰ δυνατὸν —οὐχ ὁρᾶ al: εἶτα μὴ συλλογίσηται καὶ συμπεράνῃ, ὡς τὰ ἡμέτερα ἄρα λωπία ὁρᾶ· ἀλλ’ ὅτι τά ἡμέτερα ἱμάτια ὁρᾶ A 26 ante ἔσεσθαι add. γενέσθαι ἢ a 29 εἰ I: καὶ a τῆς λέξεως τὸν παρὰ τὸ συμβεβηκὸς εἰς τὴν τοῦ ἐλέγχου ἀνάγει ἄγνοιαν, καὶ φησὶν ὡς ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συλλογισμοῦ φανερὸν γενήσεται καὶ ἡ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν τῶν τοιούτων σοφισμάτων ἀναγωγή. ὅτι δὲ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συλλογισμοῦ εἰς τὴν ῥηθεῖσαν ἀνάγεται τοῦ ἐλέγχου ἄγνοιαν, πιστοῦται ἐκ τοῦ τὸν συλλογισμὸν ὁρίσασθαι· εἰ γὰρ συλλογισμός ἐστι ‟λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει”, ἐπὶ δὲ τοῦ συμβεβηκότος οὐκ ἀπὸ τῶν κειμένων ἕτερόν τι συνάγεται, ὁ ἀπὸ τοὐ συμβεβηκότος ἄρα οὐκ ἔστι συλλογισμός, διὸ οὐδὲ ἔλεγχος. φανερὸν ἄρα ὡς καλῶς καὶ οὗτος ἀνάγεται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν· ἀγνοεῖ γὰρ πῶς δεῖ ἐλέγχειν ὁ οὕτως ἐλέγχειν δοκῶν. τούτῳ δὲ τοῦ ἐλέγχου ὁ συλλογισμὸς διενήνοχε, τῷ προσκεῖσθαι ἐπ’ αὐτοῦ τὴν ἀντίφασιν· ἔλεγχος γάρ ἐστι συλλογισμὸς μετὰ ἀντιφάσεως τοῦ συμπεράσματος. εἰ γάρ τις συλλογίσαιτο τὸν ἄνθρωπον κατ’ οὐδενὸς λίθου διὰ μέσου τοῦ ζῴου οὕτω λέγων ῾τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, τὸ ζῷον κατ’ οὐδενὸς λίθου᾿ , ἐνίσταται δέ τις πρὸς αὐτὸν μὴ οὕτως ἔχειν τὸ συναγόμενον, ἀλλὰ κατὰ τινὸς λίθου κατηγορεῖσθαι τὸν ἄνθρωπον, εἰ τοῦτο τεθῇ, προσληφθῇ δὲ καὶ ἡ ἑτέρα πρότασις ἡ τὸ ζῷον ἀπὸ τοῦ λίθου ἀποφάσκουσα, ἐν τρίτῳ σχήματι ὁ συλλογισμὸς γενήσεται τὸ ζῷον κατ’ οὐ παντὸς ἀνθρώπου συνάγων, ὅπερ ἐστὶ ψεῦδος· παντὶ γὰρ ἀνθρώπῳ τὸ ζῷον· καὶ οὕτως ὁ συλλογισμὸς τοῦ ἐλέγχου γενήσεται τὴν ἀντίφασιν τοῦ πρώην ἔχων συμπεράσματος. οὗτος οὖν ὁ κυρίως ἔλεγχος, ἐν ᾧ ἡ ἀντίφασις τοῦ συμπερανθέντος παραλαμβάνεται. ὁ δ’ ἀπὸ τοῦ συμβεβηκότος οὐκ ἔλεγχος. ἐν δευτέρῳ δὲ σχήματι καὶ τὸν τοιοῦτον συνακτέον συλλογισμόν. ὅτι μὲν οὖν ὁ ἔλεγχος συλλογισμὸς ἀντιφάσεως, εἴρηταί τε καὶ δέδεικται. ὅτι δὲ καὶ περὶ ἄλλων τινῶν, οὐ μὴν ἀλλὰ καὶ περὶ τούτου καὶ Ἀριστοτέλης αὐτὸς ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν εἴρηκε καὶ ἡμεῖς ἐν ταῖς ἡμετέραις εἰς ἐκεῖνα σχολαῖς, οἱ τῷ τοιούτῳ ἐντυχόντες ὑπομνήματι γνώσονται, ἐν ᾧ καὶ τὸν ἀπὸ τοὐ συμβεβηκότος μὴ ὄντα συλλογισμὸν ἀπεδείξαμεν διὰ τὸ μὴ ἐκ τῶν κειμένων συνάγειν τι ἕτερον. παντὶ γὰρ δῆλον ὡς οὐκ ἔστιν ὁ τοιοῦτος σώζων ἐν ἑαυτῷ τὸν τοῦ συλλογισμοῦ ὁρισμόν· τὸ γὰρ τὸν ἄνθρωπον λέγειν μουσικόν, τὸ δὲ μουσικὸν συμβεβηκός, εἶτα τὸν ἄνθρωπον συνάγειν συμβεβηκὸς καὶ τὴν οὐσίαν ποιὸν πόρρω τῆς συλλογιστικῆς μεθόδου ἐστί. τὸν al: τῶν Α ἀνάγει ἄγνοιαν AI: inv. ord. a 2 ἡ I: om. a 6 λόγος κτλ.] Anal. Pr. Ι 1 p. 24 b 19, Top. Ι 1 p. 100 a 25 ἐν ᾧ τεθέντων—p. 59,27 ἐν δευτέρῳ σχήματι post p. 89,12 προαιρέσει denuo scripsit (= Ib) et lineis ductis delevit I 7 post ἕτερόν τι add. συμβαίνει ἢ a 9 κακῶς Α 11 προσκεῖσθαι alb: προκεῖσθαι la 12. 13 μετὰ ἀντιφάσεως—διὰ μέσου aAIb: om. Ιa 16 προσληφθῇ a2AI: προστεθῇ a1 καὶ om. a ἡ om. Α 18 κατ’ οὐ AI: κατὰ a 19 γὰρ a2AI: δὲ a1 20. 21 τὴν—οὖν in ras. Α1 21 συμπερασθέντος a1 21. 22 παραλαμβάνεται Α, pr. I: περιλαμβάνεται a, corr. Ι 23 συντακτέον a2: συντεθέντα a1 24 τε I: om. aA 24 —30 περὶ—σώζων al: ὁ ἀπὸ τοῦ συμβεβηκότος συλλογισμὸς οὐκ ἔστι συλλογισμός, δῆλον· οὐ γὰρ σώζει οὗτος Α 25. 26 ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλ.] c. 20 p. 66b 4 sq. 26 ταῖς I: om. a 27 τῶ τοιούτω Ι: τῶν τοιούτων a ὑπομνήματα a1 28 post τοῦ expunxit μὴ ὄντος la 32 μεθόδου ἐστί ΑΙ: συζυγίας ἐστὶν ἦ μεθόδου a τὸ δὲ οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι κατασκευαστικὴ αἰτία ἐστὶ τοῦ μὴ εἷναι τὸν ἀπὸ τοῦ συμβεβηκότος συλλογισμὸν συλλογισμόν. κειμένων μὲν γάρ τινων κατὰ τὴν συλλογιστικὴν μέ|θοδον κατ’ f.20v ἐκείνην συνάγεται συλλογιστικὸν καὶ τὸ συναγόμενον· εἰ δὲ μή, ὡς ἡ τέχνη παρακελεύεται, οἱ ὅροι τεθῶσιν, ἀλλ’ ἄλλως ληφθῶσι καὶ ἄλλως, οὐδὲ τὸ συμπέρασμα τεχνηέντως συμπερανθήσεται, ὥσπερ δὴ κἀπὶ τοῦ παραδείγματος γινόμενον φαίνεται. ἀσάφειαν δὲ τῷ λόγῳ ἐνεποίησε διά τε τοῦ τὸν ἐλάττονα ὅρον παραλιπεῖν, εἰ καὶ μὴ πάντῃ, καὶ διὰ τοῦ τὸ τόδε τι ἐπὶ τοῦ συνθέτου λαβεῖν ἐπὶ οὐσίας μόνης λεγόμενον· πᾶσα γὰρ οὐσία τόδε τι σημαίνειν δοκεῖ. δεῖ οὖν καταστῆσαι τὴν λέξιν καὶ οὕτως εἰπεῖν· οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι, ἤτοι οὐ γὰρ εἰ Σωκράτους ὄντος λευκόν ἐστι, τὸ δὲ λευκὸν χρῶμα διακριτικὸν ὄψεως ἀντὶ γὰρ τοῦ χρώματος τὸ λευκὸν παρέλαβεν), ἀνάγκη τὸν Σωκράτην χρῶμα εἶναι διακριτικὸν ὄψεως διὰ τὸν ἐπισυναχθέντα ψευδῆ συλλογισμόν· τούτου γὰρ δηλωτικὸν τὸ διὰ τὸν συλλογισμόν. ἢ τὸ διὰ τὸν συλ- λογισμὸν ἀντὶ τοῦ ἴδιά τὸν φαινόμενον μὲν εἶναι συλλογισμὸν μὴ ὄντα δὲ διὰ τὸ ἀπὸ τοῦ συμβεβηκότος συναγόμενον ψεῦδος'. οὐ γὰρ συλλογισμὸς ὁ τοιοῦτος διὰ τὸ μηδὲ τὸν αὐτὸν μέσον ἐν ἀμφοτέραις λαμβάνεσθαι ταῖς προτάσεσιν, εἰ καὶ τοῖς ἀτέχνοις συλλογισμὸς καὶ τὸ τοιοῦτον δοκεῖ. ἄλλως μὲν γὰρ τὸ λευκὸν ἐν τῇ ἐλάττονι προτάσει παρείληπται τῇ λεγούσῃ ῾ὁ Σωκράτης λευκός ἐστι᾿ καὶ ἄλλως ἐν τῇ μείζονι· ἐν μὲν γὰρ τῇ ἐλάττονι τὸ σύνθετον παρελήφθη, αὐτὴ λέγω ἡ οὐσία μετὰ τῆς ποιότητος, ἐν δὲ τῇ μείζονι μόνη αὐτὴ ἡ ποιότης· οὐ δεῖ δ’ οὕτως ἔχειν τὸν ἀληθῶς συλλογισμόν, ἀλλὰ τὸν αὐτὸν ὅρον καὶ ὁμοίως ἐν ταῖς δυσὶ προτάσεσι παραλαμβάνεσθαι. μᾶλλον δὲ οἶμαι τὸ τοιοῦτον σόφισμα ἀπὸ τοῦ Φαιδροῦ καὶ ἐνταῦθα παρειλῆφθαι, διὰ τὸ ἐκεῖσε τὸν Σωκράτην ὁμόδουλον ἑαυτὸν ἀποφαίνειν τῷ κύκνῳ, ἵν’ ᾖ ὁ λόγος οὕτως ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν μερικῶν συναγόμενος· ὁ Σωκράτης λευκός, ὁ κύκνος λευκός, ὁ Σωκράτης ἄρα κύκνος, ὡς εἶναι τὸ τοῦτο δέ ἐστι λευκόν ἴσον τῷ ῾τοῦτο δὲ τὸ λευκὸν κύκνος ἐστί’, καὶ δεῖ παραλαμβάνειν ἀντὶ τοῦ λευκοῦ τὸν κύκνον. τὸ δὲ οὐδ’ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν ἴσας ἔχει κατασκευαστικόν ἐστι καὶ αὐτὸ τοῦ μὴ εἶναι τοῦ συμβεβηκότος συλλογισμόν. τοῦτο δέ ἐστιν ὅ φησιν· οὐ γὰρ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ καὶ σχήματι εἶναι, ὅ τι σχῆμα, ἐστὶ τοῦτο, τουτέστι τοῦτο, λέγω δὴ τὸ ἔχειν τὰς τρεῖς 3 μὲν A : om. al 4 immo συλλογιστικῶς ante καὶ add. ἢ a2 ἡ superscr. A1 6 post οὐδὲ add. οὕτως a2 7 γενόμενον A, τος γε in ras. A1 ἐποίησε A 8 τὸ om. A 9 μόνης a2AI: μὲν a1 11 εἰ γὰρ τούτων omisso οὐ A οὐ alt. in ras., ut videtur, Α1 12 ante ἐστι expunxit εἶναι lb 13 post χρώματος add. τούτου Α post ἀνάγκη add. καὶ Α 15 post γὰρ add. ἐστι Α 18 μὴ Α 10 καὶ alt. om. A 21 λευκόν Α 23 αὐτὴ μόνη Α ἔχειν Av: ἐλέγχειν al ἀληθῶς scripsi: ἄλλως al: om. A 24 ὁμοίως καὶ Α 25 ἀπὸ τοῦ Φαίδωνος (cuius citatur c. 35 p. 85 Β) v 26 ἐνταυθοῖ A 27 οὗτος Α 28 συναγόμενος Av: συναγόμενον al 30 δὲ om. A 31 ὀρθαῖς a1 32 τοῦ prius a2: καὶ a1I 32. 33 συλλογισμός a1 35 ἔσται sive ἐστιν, #x003E; conicio γωνίας δυσὶν ὀρθαῖς ἴσας, ὑπάρξει παντὶ σχήματι· τοῦτο γὰρ τὸ ὅ τι σχῆμα σημαίνει. ἢ οὕτω· οὐδ’ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ σχήματι εἶναι, ὅτι σχῆμα, ἀντὶ τοῦ ῾διότι σχῆμ’ τὸ τρίγωνον’, ἤδη παντὶ σχήματι τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ὑπάρξει· οὐ γὰρ ὡς ἐπὶ σχήματος ποιοῦμεν τὴν τῶν γωνιῶν ἀπόδειξιν, ἀλλ’ ὡς ἐπὶ τριγώνου. ἡ δὲ τῶν παραλογισμῶν ἀγωγὴ ἐν τρίτῳ σχήματι συναχθήσεται· τὸ τρίγωνον σχῆμά ἐστι, τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, τὸ σχῆμα ἄρα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. ὥστε καὶ τὸ τετράγωνον διὰ τὸ εἶναι σχῆμα τὰς γωνίας τοιαύτας ἕξει· τοῦτο δὲ ἄτοπον· οὐ γάρ ἐστι τὸ ὀκτάγωνον τοιοῦτον ἢ τὰ λοιπὰ σχήματα ἢ ὁ κύκλος. ἀλλὰ καὶ ὁ συλλογισμὸς ὁ συνάγων διὰ μέσου τοῦ τριγώνου, ὅτι ἡ ἀρχὴ καὶ τὸ πρῶτον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, ἐν τρίτῳ συνάγεται σχήματι. δεῖ οὖν οὕτως εἰπεῖν· οὐκ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ καὶ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, διότι τοῦτο, τουτέστι τὸ τρίγωνον σχῆμά ἐστιν ἢ ἀρχὴ ἢ πρῶτον, ἤδη πᾶν σχῆμα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἕξει· οὐ γὰρ ὡς ἐπὶ σχήματος τὰς τῶν γωνιῶν ἀποδείξεις ἀλλ’ ὡς ἐπὶ τριγώνου ποιοῦμεν, οὐδ’ ὡς ἐπὶ πρώτου ἢ ἀρχῆς. ὅμοιος τοῖς ῥηθεῖσιν παραλογισμοῖς ἐστι καὶ οὗτος· ὁ κύων σός ἐστιν· οὗτος πατήρ ἐστιν· ὁ κύων ἄρα σὸς πατήρ ἐστιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων σοφισμά|των τῶν παρὰ τὸ συμβεβηκός· ἐλλιπὴς γὰρ ἡ f. 21r λέξις. εἰ οὖν ὁ ἔλεγχος συλλογισμός τίς ἐστιν, ὁ δὲ ἀπὸ τοῦ συμβεβηκότος οὐκ ἔστι συλλογισμός, οὐδὲ ἔλεγχος ἄρα. διὰ δὲ τὸ ἀγνοεῖν τὸν κυρίως ἔλεγχον καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες περὶ ἕκαστα ὑπὸ τῶν ἀνεπιστημόνων, ἤτοι τῶν σοφιστῶν, δοκοῦσιν ἐλέγχεσθαι· τοῦτο γάρ ἐστι τὸ ἐλέγχονται. ἕκαστος γὰρ ἐπιστήμων, εἰ τύχῃ ἀγνοῶν τίς ὁ ἔλεγχος, ἀπατηθήσεται περὶ ἐκεῖνα, περὶ ἅ ἐστιν ἐπιστήμων, ὑπὸ τοῦ ἀνεπιστήμονος, ὅστις ἐστὶν ὁ σοφιστής· οἷον ὁ περὶ τὰ μαθηματικὰ ἢ τὰ μουσικὰ ἐπιστήμων ἀγνοῶν τὸν ἀπὸ τοὐ συμβεβηκότος συλλογισμὸν ἢ ἔλεγχον ἀπατηθήσεται· ἀπὸ γὰρ τῶν συμβεβηκότων ποιοῦνται πρὸς τοὺς ἐπιστήμονας οἱ ἀνεπιστήμονες τοὺς συλλογισμούς. οἱ δὲ ἐπιστήμονες, εἰ τύχωσι μὴ δυνάμενοι διαιρεῖν καὶ διακρίνειν ποῖοι ὁ ἀπὸ τῶν καθ’ αὑτὸ συλλογισμοὶ καὶ ποῖοι οἱ ἀπὸ τῶν κατὰ συμβεβηκός, ἢ ἐρω- τώμενοι συγχωροῦσι τὰ ἐρωτηθέντα καὶ ἐλέγχονται, ἢ μὴ συγχωροῦντες ἀλλὰ τὴν σιωπὴν τιμῶντες καὶ οὕτως συγκατανεύειν τῇ ἐρωτήσει παρὰ τῶν ἀκουόντων ὑπολαμβάνονται διὰ τὸ τὴν σιωπὴν συγκαταθέσεως εἶναι δηλωτικήν. 8. 9 τὸ σχῆμα—ἔχει a: om. Ι 14 οὕτως εἰπεῖν I: inv. ord. a εἰ a2I: ἔστι a1 15 καὶ I: om. a 21 ἐλλειπὴς a 28 περὶ a2: παρὰ Ι: πᾶς a1 30 ἀναπατηθήσεται a 33 ἢ I: οἱ a p. 168b 11 Οἱ δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἡ ἀπόφασις. Δεύτερός ἐστιν, ὡς ἐμάθομεν, τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν ὁ παρ’ ἁ τὸ πῇ καὶ ἁπλῶς. ὅτι δὲ καὶ οὗτος παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιάν ἐστι, πᾶσι καταφανές· ἔλεγχος γάρ ἐστιν, ὡς πολλάκις εἴρηται, ὅταν ἐξ ὧν δίδωσιν ὁ ἀποκρινόμενος συμβαίνῃ ἀποφάσκεσθαι ὃ κατέφησεν· ἐπὶ δὲ τούτου οὐχ οὕτως· οὐ γάρ, εἰ τοῦ ἀποκρινομένου διδόντος πῇ εἶναι λευκὸν τὸν Αἰθίοπα ὁ ἐρωτῶν δι’ ὅλου τοῦ σώματος μέλανα εἷναι αὐτὸν ἀποδείκνυσιν, εἰς ἀντίφασιν ἤγαγε τὸν προσδιαλεγόμενον. δῆλα δὲ τὰ λεγόμενα ἐξ ὧν εἴπομεν, ὅτε τὸν τρόπον τοῦτον κατ’ ἀρχὰς ἐξηγού- μεθα. καὶ πάντες μὲν οὖν, φησίν, οἱ παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσονται· φανερώτατοι δὲ μάλιστα πάντων τῶν εἰς αὐτὴν ἀναγομένων οἱ παρὰ τὴν λέξιν, ἔνθεν καὶ οὕτω προσηγορεύ- θησαν, ὡς τῆς λέξεως αἰτίας γινομένης τοῦ παραλογίζεσθαι. τὸ δὲ παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν ἡ φαντασία γίνεται καθολικῶς λέλεκται. τοιοῦτο δέ ἐστι τὸ διὰ τούτου δηλούμενον, ὅτι πᾶς οἱοσδήποτε παρα- λογισμὸς καὶ πᾶσα φαντασία παραλογισμοῦ παρὰ ἔλλειψίν τινα γίνεται τοῦ λόγου, τουτέστι τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. ἢ λόγου τοῦ συλλογισμοῦ φησι καθ’ ὃν ὁ ἀληθὴς ἔλεγχος γίνεται· ὅταν γὰρ μηδέν τι ἐλλείπῃ τοῦ προειρημένου διορισμοῦ, ἔλεγχος ἀληθὴς γίνεται· ὅταν δέ τι ἐλλείπῃ, φαινόμενος. p. 168b22" Οἵ τε παρὰ τὸ λαμβάνειν τὸ ἐν ἀρχῇ καὶ τὸ ἀναίτιον. Πάνυ σαφῆ εἰσι ταῦτα τοῦ Ἀριστοτέλους τὰ ῥήματα καὶ οὐδέν τι παρανενοημένον ἔχουσι· δηλοῦσι γὰρ ὅτι καὶ οἱ δύο οὗτοι παραλογισμοί, ὅ τε τὸ ἐν ἀρχῇ λαμβάνων καὶ ὁ τὸ ἀναίτιον ὡς αἴτιον τιθείς, δῆλοί εἰσιν ὡς εἰς τὴν τοὐ ἐλέγχου ἄγνοιαν ἀνάγονται διὰ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. ἐπειδὴ γὰρ ὁ ἔλεγχος, ὡς πολλάκις εἴρηται, συλλογισμός ἐστιν, ἐν δὲ τῷ συλλογισμῷ οὔτε τὸ ἐν ἀρχῇ κεῖσθαι δεῖ, καὶ τὰ κείμενα δὲ αἴτια χρὴ εἶναι τοῦ συμπεράσματος, ὁ τὸ ἐξ ἀρχῆς αἰτούμενος καὶ τὸ ἀναίτιον ὡς αἴτιον λαμβάνων δῆλον ὡς οὐ συλλογίζεται· εἰ δὲ μὴ συλλο- γίζεται, οὐδὲ ἐλέγχει. εἰσὶ δὲ καὶ οὗτοι τῶν ἐκτὸς τῆς λέξεως παπαὡς 3 ἐμάθομεν om. Α 6 ὃ κατέφησεν Α: ὃ καταφήσει a2I: ἢ καταφάσκειν a1 7 ante τοῦ add. ἀπὸ a1 10 εἴπομεν] p. 40,10sq. 12 ante φανερώτατοι add. καὶ a 13 αὐτὴν scripsi: αὐτά a: αὒ(??) I ἔνθεν scripsi: ἔνθα al 14 post δὲ expunxit γάρ I 15 post γίνεται add. ἡ τοῦ δοκεῖν ἐλέγχειν καὶ ἀπατᾶν a: om. AI 19 γὰρ μηδέν a2AI: δέ a1 ἐλλίπῃ A 22 τε I Arist.: δὲ a (C) 23 τὰ I: om. a 24 παρανενοημένον scripsi: περινενοημένον al 29 τὸ prius a2I: τοῦ a1 30 ἀναίτιον I: μὴ αἴτιον a λογισμῶν· τέταρτος δὲ ὁ τὸ ἐν ἀρχῇ αἰτούμενος καὶ λαμβάνων, ἕκτος δὲ ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς.