p. 165b 27 Tούτου δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς. Ἔφησεν ἐν τοῖς ἄνω ὅτι ἕξ εἰσι μόνοι τρόποι τῶν παρὰ τὴν λέξιν σοφισμάτων, οὐδεὶς ἕτερος, καὶ τὸν ἑαυτοῦ λόγον πιστούμενος τὸν ὅτι οὔτε πλείους εἰσὶν οὗτοι τῶν ἓξ λέγοντα οὔτε ἐλάττους φησί· πίστις δὲ τοῦ ἓξ εἶναι αὐτοὺς καὶ μὴ τὸν ἀριθμὸν τοῦτον ὑπερβαίνειν ἥ τε ἐπαγωγή, ἥτις παρ’ ἐμοῦ ὕστερον ἐπαχθήσεται, ἐκτιθεῖσα τοὺς παρὰ τὴν λέξιν σοφισμοὺς καὶ πᾶν ὃ ἄν εἴη ἕτερον σόφισμα γινόμενον ἐκ τῆς λέξεως εἰς τούτους 4 ἁπλῶν scripsi: ἁπλῶς aAI ἀδιάφορα I 5 περιεχουσῶν] περιε in ras. A 8 τὴν om. Α δι’ ὧν Α post δύο add. εἴδη Α 9 πρῶτα Α σημαίνει a 10 ῥηθήσεται in ras. Α1 μαθησόμεθα] p. 28, 4 sq. δεύτερον Α 12 ἐπισκεψόμεθα a: ἐπισκεττόμεθα I 14 σημαίνει a 16 σημαίνει a: σημαίνῃ AI τὸ δ’ ἀπλοῦν πολλά A: om. al ἀλλ’ ὅπερ ἐλέγομεν ἔλεγεν a) aAI: om. KQR 17 ἤγουν a ἀπλῶς a δὲ om. a 18 ποιεῖται a 10 ἀπλῶς a φωνῆς om. A. 24 τὴν prius AI: om. a σχέσιν al: λέξιν Α 25 εἶδος al: σχῆμα Α 32 εἰσὶν οὗτοι I: inv, ord. a ἀνάγουσα, καὶ ὁ συλλογισμός, ἄν τε ληφθῇ τις ἕτερος. ἕτερος δὲ λέγει τοὺς προσυλλογισμοὺς ἑκατέρας τῶν προτάσεων τοῦ παρ’ αὐτοῦ τιθεμένου συλλογισμοῦ. καὶ αὐτὸς οὗτος ὁ προσεχῶς τοῖς λεγομένοις παρ’ αὐτοῦ τούτου τιθέμενος, εἰ καὶ ἀσαφῶς καὶ οἷον εἰπεῖν αἰνιγματωδῶς. πῶς δὲ ταῦτα ἔχει, λεκτέον τοῦ σαφοῦς ἕνεκα. ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι γίνεται καὶ πρώτῳ τρόπῳ τοῦ πρώτου σχήματος· ὁμοίως καὶ ἑκάτερος προσυλλογισμὸς ἑκατέρας προτάσεως. ἔχει δ’ ὁ συλλογισμὸς οὕτως, ὡς καὶ Γαληνός φησι· τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεται παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι· πάντα τὰ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι· πάντα ἄρα τὰ παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς συμβαίνει γίνεσθαι. τοιοῦτος μὲν οὖν ὁ συλλογισμός. ἄλλον δὲ συλλογισμὸν λέγοι ἂν τὸν κατασκευάζοντα τὴν μείζονα πρότασιν τὴν λέγουσαν ὅτι πᾶν τὸ μὴ ταὐτὸ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενον ἑξαχῶς συμβαίνει γίνεσθαι, ἔτι τὸν κατασκευάζοντα τὴν ἐλάττονα τὴν λέγουσαν ‘τὰ παρὰ τὴν λέξιν σοφίσματα γίνεται παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι’. δείκνυται δὲ ἡ ἐλάττων αὐτοῦ πρότασις, ἄν ληφθῇ μέσος ὅρος τὰ παρὰ τὴν κακίαν τῆς λέξεως. καὶ εἴη ἄν ὁ συλλογισμὸς ὁ τὴν ἐλάττονα πρότασιν κατασκευάζων τοιοῦτος· τὰ σοφίσματα παρὰ τὴν κακίαν τῆς λέξεως γίνεται· τὰ παρὰ τὴν κακίαν τῆς λέξεως γινόμενα πάντα παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασιξ μασι καὶ λόγοις δηλοῦσθαι γίνονται· τὰ ἄρα σοφίσματα παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς <αὐτοῖς> ὀνόμασι καὶ λόγοις δηλοῦσθαι γίνονται. ὅπερ δὴ ἡ ἐλάττων ἦν, ὡς εἴρηται, πρότασις τοῦ προγεγονότος συλλογισμοῦ. καὶ ἡ μείζων ὁμοίως δείκνυται τῷ ληφθῆναι μέσον τὸ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ. ἔστι δὲ καὶ οὗτος ὁ συλλογισμὸς κατασκευάζων τὴν μείζονα τοιοῦτος· ὁ λόγος καὶ τοὔνομα τὸ διττὸν ἔχει, τουτέστιν οὐ τὸ αὐτὸ δηλοῦσι• πᾶν δὲ διττὸν ἐν ὀνόματι καὶ λόγῳ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ· τὸ δὲ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ δὶς λαμβανόμενον ἑξαχῶς συμβαίνει γίνεσθαι· καὶ τὸ συμπέρασμα δῆλον. λεχθείη δ’ ἄν σαφέστερον ὁ συλλογισμὸς καὶ οὕτως· πόθεν δῆλον ὅτι πάντα τὰ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι; ἢ πάντως τῷ ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ τὸ | διττὸν ἔχειν· πάντα δὲ τὰ f. 9r οὕτως ἔχοντα ἑξαχῶς συμβαίνει γίνεσθαι· καὶ διὰ τοῦτο τὰ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα ἑξαχῶς συμβαίνει γίνεσθαι. οὐκοῦν κοινὸν πᾶσι συμπέρασμά ἐστι τὸ τὰ παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς γίνεσθαι συμβαίνειν. καὶ τὰ μὲν τῶν συλλογισμῶν τοιαῦτα. ἐνεργείᾳ μὲν οὖν τὸ διττὸν ἔχουσιν οἱ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν 1 ἕτερος alterum Ι: ἕτερον a1 et (typothetae errore) a2 3 ante ὁ expunxit nescio quid I 5 post ταῦτα add. οὕτως a2 7 Γαληνός] Περὶ τῶν παρὰ τὴν λέξιν σόφ’. 1 XIV. p. 584 8 γίνεται post δηλοῦσθαι (9) collocat Α 9 πάντα τὰ al: τὰ γινόμενα παρὰ τὸ Α 10 δηλοῦσθαι Α πάντα om. Α ἄρα post σοφίσματα (11) collocat Α 13 ταὐτὸ a: om. I 19 τοιοῦτος I: οὗτος a 21 τὰ ἄρα—γινονται (22) aKQR, sed ταυτὸν τὸ αὑτὸ Κ) et δηλοῦν KQR: om. Ι 22 αὐτοῖς addidi 28 τὸ δὲ — φαντασίᾳ aKQR: om. I 30 τὰ αὐτὰ a: om. I 32 τῷ a: τὸ 1 36 συμβαίνειν I: συμβαίνει a σοφισμοί, ἐν ὀνόματι μὲν οἱ παρὰ τὴν ὁμωνυμίαν, ἐν λόγῳ δὲ οἱ παρὰ τὴν ἀμφιβολίαν• ἐνεργείᾳ δέ, ὅτι τῷ ὄντι δύο σημαίνουσι· τό τε γὰρ κύων ὄνομα οὐχ ἑνός ἐστι δηλωτικόν, ἀλλὰ καὶ τὸ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’ οὐχ ἑνὸς ἀλλὰ δύο. δυνάμει δὲ τὸ διττὸν ἔχουσι οἱ παρὰ τὴν προσῳδίαν καὶ τὴν σύνθεσιν καὶ τὴν διαίρεσιν· οὗτοι γὰρ πλείω μὲν οὐ σημαίνουσιν ἀλλὰ πάντως ἕν· διὰ δὲ τὸ ἑκατέρως δέχεσθαι διττοὶ λέγονται. διὸ καὶ δυνάμει φαμὲν αὐτούς· τοιοῦτον γὰρ τὸ δυνάμει. τὸ γὰρ (??) ἔστηκεν ἐνεργείᾳ μὲν οὐδενός ἐστι δηλωτικὸν ἐκφωνούμενον μόνως· γραφὲν δὲ δύναται πολλῶν γενέσθαι δηλωτικὸν ἢ δασείας ἢ ψιλῆς τιθεμένης ἐν τῷ (??) πῶς δὲ καὶ οἱ παρὰ τὴν σύνθεσιν καὶ τὴν δυνάμει τὸ διττὸν ἔχουσι, προιόντες εἰσόμεθα. φαντασίᾳ δὲ τὸ διττὸν ἔχουσιν οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως· τοῦ γὰρ ‘ὁρῶ’ καὶ ‘λέγω’ ὁμοίως ἐκφερομένου φασὶν οἱ σοφισταί· ἆρ’ οὐχὶ τὸ ὁρᾶν καὶ λέγειν ὁμοίως λέγεται; ναί· ἔστι δὲ τὸ λέγειν ἐνεργεῖν· καὶ τὸ ὁρᾶν ἄρα· ἀλλὰ μήν ἐστι καὶ πάσχειν τὸ ὁρᾷν, εἴπερ συγκρίσει καὶ διακρίσει ἴτων αἰσθητηρίων ἡ ἀντίληψις τῶν αἰσθητῶν γίνεται. πολλὴν δὲ τὴν ἀσάφειαν ὁ Ἀριστοτέλης ἐποίησε τὸν συλλογισμὸν ἐκτιθείς. σαφηνισθήτω δὲ ἡ λέξις αὖθις αὐτὴν ἀναλαβόντων ἡμῶν. πίστις ἐστὶ τοῦ ἓξ εἶναι τὸν ἀριθμὸν τὰ παρὰ τὴν λέξιν σοφίσματα ἡ ἐπαγωγὴ καὶ ὁ συλλογισμός, ἄν τε ληφθῇ τις ἄλλος, ἄλλον συλλογισμὸν ὥσπερ λέγων τοὺς προσυλλογισμοὺς τοὺς τὴν μείζονα καὶ ἐλάττονα πρότασιν συνιστῶντας. τὸ δὲ καὶ ὅτι τοσαυταχῶς ἄν τοῖς ὀνόμασι τοῖς αὐτοῖς καὶ λόγοις καὶ μὴ ταὐτὰ δηλώσαιμεν ἡ μείζων ἐστὶ πρότασις τοὐ παρ’ αὐτοῦ τιθεμένου συλλογισμοῦ. ἴσον δέ ἐστι τὸ τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλώσαιμεν μὴ ταὐτὸ τῷ ‘τὸ μὴ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενον ἑξαχῶς συμβαίνει γίνεσθαι’. ἐγένετο δ’ αὕτη ἡ ἀσάφεια ἐκ τοῦ ταύτην δὴ μόνην θεῖναι τὴν πρότασιν τὴν δὲ ἐλάττονα καὶ τὸ συμπέρασμα καὶ τοὺς προσυλλογισμοὺς ἀφεῖναι. p. 165b 30 Εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοῦτοι τῶν λόγων Ἄρχεται τῶν παρὰ τὴν λέξιν σοφισμάτων, καὶ τίθησιν ἕκαστου τῶν ἓξ τρόπων παραδείγματα, καὶ πρῶτον τῶν παρὰ τὴν ὁμωνυμίαν. εἰσὶ δὲ οἱ πρὸς παράδειγμα ληφθέντες αὐτῷ τοῦ ἐξ ὁμωνυμίας παραλογισμοῦ σοφισμοὶ τέσσαρες. πρῶτος ὁ συμπεραίνων τὸν ἐπιστήμονα ἀνεπιστήμονα, δεύτερος ὁ τὰ κακὰ ἀγαθὰ καὶ ὁ τὸν καθήμενον ἑστηκέναι καὶ ἔτι ὁ τὸν κάμνοντα ὑγιαίνειν. εἴωθε δὲ πρῶτον ἐπάγειν τὸ συμπέρασμα τὸ σοφιστικὸν καὶ 1 σοφισμοὶ I: σοφίσματα a ὀνόματι aKQR: ὀνόμασι I 2 ἐνεργείᾳ aKQR: ἐνεργείας I δὲ — σημαίνουσι QR: δὲ ὅτε τῶ ὀνόματι δύο σημαινόμενα ἡ Κ: γὰρ τῶ ὄντι δύο σημαίνει, ὅταν τῶ ὀνόματι δύο σημαίνῃ σημαίνει a) al 3 κύων KQR: κύριον al 7 et 10 ὄρος a: ὅρος | 11 προιόντες] p. 166a23 sq. sq. 14 post λέγειν add. καὶ a 22 καὶ μὴ — λόγοις (25) om. a1 22.23 et 25 δηλώσαιμεν Arist.: δηλώσωμεν I: δηλώσομεν a2 24 τοῖς αὐτοῖς ὀνόμασι Ι Arist.: τοῖς ὀνόμασι τοῖς αὐτοῖς a2 30 ἑκάστου I: ἕκαστα a τότε τιθέναι καὶ τὸν συλλογισμόν· τὸ γὰρ μανθάνουσιν οἱ ἐπιστάμενοι, τοῦτό ἐστι τὸ συμπέρασμα. καὶ ἔοικε λαμβάνειν ἀντὶ τῶν ἐπιστημόνων τοὺς γραμματικοὺς καὶ τὴν ἐλάττονα παραλιμπάνειν πρότασιν τὴν ὅτι οἱ γραμματικοὶ ἀποστοματίζουσιν. ὁ δὲ ὅλος συλλογισμὸς ἔχοι ἂν οὕτως· ἆρ’ οὖν οὐχ οἱ ἐπιστάμενοι ἀποστοματίζουσι; ναί; οἱ δ’ ἀποστοματίζοντες μανθάνουσι; ναί· οἱ ἄρα ἐπιστάμενοι μανθάνουσι. λύων οὖν τὸν τοιοῦτον παραλογισμὸν φησὶν ὅτι τὸ μανθάνειν ὁμώνυμον, ἤγουν διττόν, τὸ μὲν λεγόμενον ἐπὶ τοῦ χρωμένου τῇ ἐπιστήμῃ καὶ ξυνιέντος καὶ σημαῖνον τὸ νοεῖν, ὥσπερ εἰώθαμεν λέγειν ‘μανθάνω τὰ λεγόμενα’ ἀντὶ τοῦ ‘νοῶ’, τὸ δὲ τιθέμενον ἐπὶ τοῦ ἀναλαμβάνοντος ἐπιστήμην καὶ ἐξ ἀγνοίας ἀγομένου εἰς γνῶσιν καὶ μὴ εἰδότος μέχρι τοῦ νῦν· διόπερ φαμὲν τοὺς ἐπιστήμονας καὶ μανθάνειν καὶ οὐ μανθάνειν, μανθάνειν μὲν κατὰ τὸ χρᾶσθαι τῇ ἐπιστήμῃ καὶ ξυνιέναι, οὐ μανθάνειν δὲ κατὰ τὸ ἀναλαμβάνειν τὴν ἐπιστήμην. τὸ δὲ σόφισμα, ὡς ἐν προοιμίοις εἰρήκαμεν, ἐκ τοῦ Πλάτωνος εἴληπται, ἔχον οὕτως. ἠρώτα ὁ Εὐθύδημος τὸν Κλεινίαν· ὦ Κλεινία, πότεροι τῶν ἀνθρώπων μανθάνουσιν, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς; οἱ σοφοί, ἔφη ὁ Κλεινίας. καὶ ὁ Εὐθύδημος· εἰσὶ δὲ διδάσκαλοι; ναί. τίνων; τῶν μανθανόντων. τί δέ, οἱ μαν|θάνοντες οἷον σὺ ἠπίστασο ἃ ἐμάνθανες; οὐ δῆτα. ἆρα σοφὸς f. 9v ἦς, ὅτε ταῦτα οὐκ ἠπίστασο; οὐδαμῶς. οὐκοῦν εἰ μὴ σοφός, ἀμαθὴς πάνυ· οἱ ἀμαθεῖς ἄρα, ὦ Κλεινία, μανθάνουσιν ἀλλ’ οὐχ οἱ σοφοί. εἶτα πάλιν ἐπεχείρει ἐκ τοῦ ἐναντίου ὁ Εὐθύδημος· λέγε, ὦ Κλεινία, “ὁπότε ἀποστοματίζοι ὑμῖν ὁ γραμματιστής, πότεροι τῶν παίδων ἐμάνθανον τὰ ἀποστοματιζόμενα, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς; οἱ σοφοί. οἱ σοφοὶ ἄρα μανθάνουσιν, οὐχ οἱ ἀμαθεῖς”. ἐν μὲν δὴ τῷ πρώτῳ παραλογισμῷ ὁ μὲν Κλεινίας τὸ μανθάνειν δέδωκεν ἐπὶ τοῦ συνιέναι καὶ νοεῖν τὰ λεγόμενα, ὁ δὲ Εὐθύδημος ἔλαβεν ἐπὶ τοῦ ἐξ ἀνεπιστημοσύνης καὶ ἀγνοίας εἰς ἐπιστήμην καὶ γνῶσιν ἄγεσθαι· ἐπὶ δὲ τοῦ δευτέρου ἀνάπαλιν. ἀλλὰ τοιοῦτος μὲν ὁ εἰρημένος παραλογισμός. ὁ δὲ τὰ κακὰ ἀγαθὰ συμπεραίνων τοιοῦτος. εἴληπται μὲν καὶ ἐνταῦθα πρότερον τὸ συμπέρασμα τὸ ὅτι τὰ κακὰ ἀγαθά· συνελήφθησαν δὲ καὶ αἱ δύο προτάσεις. ἔχει δὲ οὕτως· οὐχὶ τὰ κακὰ δέοντά ἐστι; ναί· οὐχὶ τὰ δέοντα ἀγαθά ἐστί; ναί· τὰ ἄρα κακὰ ἀγαθά. καὶ οὗτος οὖν ὁ παραλογισμὸς παρὰ τὸ διττόν· σημαίνει γὰρ τὸ δέον καὶ τὸ ὠφέλιμον καὶ τὸ καλόν· οἷον δέον τὰ δίκαια ποιεῖν, ἤγουν καλόν, ὁμοίως καὶ τοῖς νόμοις πείθεσθαι ἢ τοῖς γονεῦσι· σημαίνει 1 καὶ al: om. Α 3 παραλαμβάνειν I pr. 4. 5 ὁ δὲ — ἀποστοματίζουσι a2I: om. a1 4 ὅλως a2 7 ἤγουν AI: ἤτοι a 8 τῇ ἐπιστήμῃ a: τὴν ἐπιστήμην I 10 ἀναλαμβάνοντος I: ἀναλαβόντος a 12. 13 καὶ οὐ μανθάνειν a2I: om. a1 14 σόφισμα aKQR: σοφίσμασιν I ἐν προοιμίοις] p. 2,20sq. εἰρήκαμεν a: εἰρήκειμεν I ἐκ τοῦ Πλάτωνος] Euthyd. c. 5 p. 275D — 276 C memoriter citat 17 δέ scripsi: δύο I: om. a 21 ἐκ τοῦ ἐναντίου Ι: εἰς τοὐναντίον a 21. 22 ἀποστοματίζοι ὑμῖν Plato: ἀποστοματίζει ἡμῖν al 24 ante οὐχ add. ἀλλ’ Plato: expunxit I 25 τοῦ συνιέναι KQR: τοῦ ξυνιέναι a: τοσοῦτον ἰέναι I 31 ναί alterum a: om. I 33 γὰρ τὸ δέον, quod post σημαίνει (34) collocant al, huc transposui καὶ τὸ ὠφ. deleverim 34 ἤγουν I: ἤτοι a καὶ τὸ ἀναγκαῖον, καθό φαμεν δέον τὸ γινόμενον φθαρῆναι ἀντὶ τοῦ ἀναγκαῖον· σημαίνει τὸ δέον καὶ τὸ συμφέρον· δέον γάρ φαμεν, ἤτοι συμφέρον, γυμνασίαις χρῆσθαι τοιαῖσδε. τριχῶς οὖν λεγομένου τοῦ δέοντος ὁ Ἀριστοτέλης τὸ ἓν σημαινόμενον παρείς, τὸ κατὰ τὸ συμφέρον, ἐκ τῶν δύο ἐμφανίζει τὰς μοχθηρίας τῶν παραλογισμῶν. ἐν μὲν οὖν τῇ ἐλάττονι προτάσει τῇ λεγούσῃ τὰ κακὰ δέοντα τὸ δέον ἀντὶ τοῦ ἀναγκαῖον εἴληπται· μάστιγες γὰρ καὶ πληγαὶ καὶ σφαγαὶ καὶ ἄλλα τινὰ κακὰ ὄντα ἀναγκαῖα τυγχάνει πρός τινας λῃστὰς καὶ φονεῖς· ἐν δὲ τῇ μείζονι ἀντὶ τοῦ ἀγαθὸν εἴληπται, καὶ παρὰ τοῦτο τὸ κακὸν εἶναι ἀγαθὸν συμπεπέρασται εἰ γοῦν τις διεῖλε τὸ δέον καὶ τούτου τὸ μὲν ἔφησεν εἶναι ἀναγκαῖον τὸ δὲ ἀγαθόν, ἐπέσχεν ἂν τὸν σοφιστὴν ἐπαγαγεῖν τὸ συμπέρασμα διὰ τὸ μὴ τὸ ἀναγκαῖον δέον, ἤγουν τὴν τομὴν καὶ τὴν καῦσιν τὴν ἐξ ἀνάγκης ἐπαγομένην, τῷ ὑγιαίνοντι ἀγαθὸν εἶναι· αὗται γάρ, ἡ τομή φημι καὶ ἡ καῦσις, καθ’ ἑαυτὰ τυγχάνουσιν ὄντα κακά. γέγονε τοίνυν ὁ παπαλογισμὸς λογισμὸς διὰ τὸν μέσον ὅρον ἄλλον καὶ ἄλλον λαμβανόμενον. τοιοῦτοί εἰσι καὶ οὗτοι· οὐχὶ ὁ κόραξ πτηνόν ἐστι; τί δέ, οὐχὶ τὸ ὄργανον ᾧ κλείομεν τὰς θύρας κόραξ ἐστί; τὸ ὄργανον ἄρα πτηνόν ἐστιν· ὁμώνυμον γὰρ τὸ κόραξ. καὶ πάλιν οὐχὶ ὁ ἀετὸς πτηνόν ἐστι; ναί· τί δέ, οὐχὶ ὁ ἰχθὺς ο ἀετὸς ἀετὸς ἐστιν; ο ἰχθὺς ἄρα πτηνὸν ἐστιν. ιοωμεν καὶ τὰ εξης δύο τοῦ παραλογισμοῦ τοῦ ἐξ ὁμωνυμίας παραδείγματα. p. 165b 38 Ἔτι τὸν αὐτὸν καθῆσθαι καὶ ἑστάναι καὶ κάμνειν καὶ ὑγιαίνειν. Καὶ ταῦτα τρόπον τινὰ τὰ συμπεράσματά εἰσι τῶν παραλογισμῶν. αἱ δὲ ἀγωγαὶ τῶν σοφισμάτων τοιαῦται· οὐχὶ ὁ καθήμενος ἀνίσταται; ναί· τί δέ, οὐχ ὁ ἀνιστάμενος ἕστηκε; καὶ πῶς γὰρ οὔ; ὁ ἄρα καθήμενος ἕστηκε. πάλιν οὐχὶ ὁ ὑγιαζόμενος ὑγιαίνει; ὁμολογουμένως· οὐχὶ ὁ κάμνων ὑγιάζεται; ναί· ὁ ἄρα κάμνων ὑγιαίνει, ὅπερ ἄτοπον. ἐν ἑκατέρῳ οὖν τούτων τῶν συλλογισμῶν τὴν ἀπάτην ἡ μείζων ἔχει πρότασις· τὸ γὰρ τὸν ἀνιστάμενον ἑστηκέναι καὶ τὸν ὑγιαζόμενον ὑγιαίνειν διττόν· τὸ μὲν ὅτι ἅμα ἤρξατο ἀνίστασθαι καὶ ἑστηκώς ἐστι, καὶ ἅμα ἤρξατο ὑγιάζεσθαι καὶ ὑγιεινός ἐστιν, ἅπερ οὐ δοτέον· ψευδῆ γάρ εἰσι· τὸ δὲ ὅτι ἐνδέχεται τὸν πρότερον ὑγιαζόμενον καὶ πρότερον ἀνιστάμενον νῦν ὑγιαίνειν καὶ ἵστασθαι, ἐφ’ ὧνπερ καὶ τὸ ναὶ φατέον. διὸ κατὰ μὲν τὸ ἑστηκέναι τὸν ἀνιστάμενον, ὅτε ἤρξατο ἀνίστασθαι, ἐστὶ τὸ ἀδύνατον, καὶ οὐ δεῖ ἐπ’ αὐτοῦ συγχωρεῖν τὸ ναί· κατὰ δὲ τὸ νῦν ἑστηκέναι τὸν πρῴην ἀνιστάμενον τὸ 1 καὶ a: om. I 3 χρῆσθαι I: κρᾶσθαι a 5 οὑν om. Α ἐλάττω a1 6 τοῦ AI: om. a 6. 7 ἀναγκαίου λαβὼν Α 7. 8 μάστιγες — φονεῖς om. Α 1) ἀγαθὸν prius I: ἀγαθοῦ aA εἴληπται om. A 9. 10 an συμπεπέρανται? 12 ἤγουν AI: ἤτοι a 13 φημι corr. e φησι I: om. Α 15 τὸ a 16 ἐστι al: om. Α 18 οὐχὶ alterum aA: οὐχ I 10 ὁ ἀετὸς Α: om. al 20 παραδείγματος a 21 ἱστάναι a 24 σοφισμῶν pr. m. I 27 ἑκατέρῳ a: ἑκατέρων I 33 φατέον aKQR: φατέ I δυνατόν, καὶ δεῖ ἐπ’ αὐτοῦ συγχωρεῖν τὸ ναί. ὁμοίως καὶ ἐπὶ τῷ τὸν ὑγιαζόμενον ὑγιαίνειν· τὸ μὲν γὰρ ὅτι | ἅμα ὑγιάζεταί τις καὶ ὑγιαίνει f. 10r ἀδύνατον καὶ οὐ συγκαταθετέον τῷ λέγοντι· τὸ δ’ ὅτι ὁ πέρυσιν ὑγιαζόμενος ὑγιαίνει ἀληθές, καὶ ἐπὶ τούτου τὸ συγκαταθέσθαι οὐκ ἄλογον. παρὰ οὖν τὴν ὁμωνυμίαν ἐν τοῖς λόγοις τούτοις ὁ ἔλεγχος ἢ καὶ τὴν ἀμφιβολίαν· κοινωνοῦσι γὰρ αὗται ἀλλήλαις, ὥσπερ καὶ πρότερον εἴρηται καὶ προιόντες μαθησόμεθα. ὡς ἔχει καὶ τὸ νῦν προβαλλόμενον· ἆρ’ οὐχ ὁ δικαστὴς χρᾶται τῷ ἔργῳ τοῦ νομοθέτου; ναί· τί δ’, οὐχ ὁ χρώμενος τῷ τινος ἔργῳ ἀοͅχ͂ιτεκτονεῖν ἐκείνου λέγεται; πάντως γε· ὁ δικαστὴς ἄρα τοὐ νόμου ἀρχιτεκτονεῖ. διττὸν γὰρ κἀνταῦθα τὸ χρᾶσθαι τῷ τινος ἔργῳ, τὸ μὲν ὡς ὀργάνῳ, ὅπερ οὐκ ἔστιν εὑρεῖν ἐπὶ τοὐ δικαστοῦ, τὸ δὲ ὡς ἀρχῇ τῆς οἰκείας συστάσεως, ὅπερ οὐ κεκώλυται διὰ τοῦτο καὶ ὑπὸ τὸν νομοθέτην εἶναι καὶ ὑπάγεσθαι αὐτῷ καὶ ἀρχιτεκτονεῖσθαι ἢ ἀρχιτεκτονεῖν. εἰπὼν δὲ τὰς μείζους καὶ ἐλάττους προτάσεις τῶν παραλογισμῶν, τὰς μὲν μείζους ἐν οἷς λέγει ὅσπερ ἀνίστατο, ἕστηκε, καὶ ὅσπερ ὑγιάζετο, ὑγιαίνει, τὰς δὲ ἐλάττους ἐν οἷς φησιν ὅτι ἀνίστατο ὁ καθήμενος καὶ ὑγιάζετο ὁ κάμνων, ἐπάγει τὸ γὰρ τὸν κάμνοντα ὁτιοῦν ποιεῖν ἢ πάσχειν οὐχ ἓν σημαίνει· ὅπερ δηλοῖ ὅτι οὐχ ἕν ἐστι καὶ ἓν σημαίνει τὸ ὑγιάζετο ὁ ὑγιαίνων καὶ ἀνίστατο ὁ ἑστηκώς, ἀλλ’ ὁμώνυμόν ἐστιν. ἔστι δὲ τὸ μὲν ποιεῖν μηνυτικὸν τοῦ καθῆσθαι ἢ μᾶλλον τοῦ ἀνίστασθαι, ἢ τάχα καὶ ἀμφοτέρων, τὸ δὲ πάσχειν τοῦ κάμνειν. ἦν δ’ ἂν σαφέστερον, εἰ οὕτω ἔκειτο· τὸ γὰρ ὑγιαίνειν τὸν κάμνοντα καὶ ἑστηκέναι τὸν ἀνιστάμενον οὐχ ἓν σημαίνει, διότι ὁτὲ μὲν διὰ τοῦ λόγου τοῦ λέγοντος ὅτι ὁ ὑγιαζόμενος ὑγιαίνει σημαίνεται ὅτι ὁ ὑγιαζόμενος νῦν ὑγιαίνει, ὅπερ ἐστὶ καὶ ψευδές ἀδύνατον γάρ ἐστιν ἐνεργείᾳ ἔχειν τὴν ὑγίανσιν τὸν νῦν ὑγιαζόμενον καὶ τὴν ὑγείαν κατ’ ὀλίγον προσκτώμενον), ὁτὲ δὲ σημαίνεται πάλιν διὰ τούτου ὅτι ὃς ὑγιάζετο πρὸ δέκα τυχὸν ἡμερῶν, τουτέστι πρὸς τὴν ὑγείαν ἀνήγετο, νῦν ὑγιαίνει. ταῦτα εἰπὼν ἐπάγει πλὴν ὑγιάζετο μὲν καὶ κάμνων καὶ ὁ κάμνων καὶ τὰ ἑξῆς, ἅπερ ὡς λύσις ἐστὶ τῶν σοφισμάτων. ἔστι δὲ ὃ λέγει τοιοῦτον· ὑγιάζεσθαι μὲν λέγεται καὶ ὁ κάμνων νῦν καὶ ὁ κάμνων πάλαι, ὑγιαίνειν δὲ οὐχ ὁ νῦν ὑγιαζόμενος ἀλλ’ ὅστις πάλαι ὑγιάζετο. κάμνων δὲ εἴληπται τῷ Ἀριστοτέλει ὁ νῦν κάμνων, ὁ κάμνων δὲ ὁ ποτὲ κάμνων. ὑγιαίνει δὲ οὐχὶ ὁ κάμνων νῦν ἀλλὰ ὁ κάμνων πρότερον καὶ οὐ νῦν. ἵνα δὲ καὶ ἔτι σαφέστερον γένηται τὸ λεγόμενον, ῥητέον οὕτως· καὶ ὁ κάμνων νῦν καὶ ὁ κάμνων πρότερον πρὸς] ὑγείαν ἀνακτώμενοι λέγοιντο ἂν ὑγιάζεσθαι· πλὴν ὑγιάζετο μὲν ὁ κάμνων, ὅτι ἔκαμνεν, ὑγιαίνει δέ, ὅτι οὐ κάμνει. 2 ἅμα a2: ἄλλα a1I 4 τούτου I: τούτω a 6 εἴρηται] p. 21,8sq. 7 προιόντες] p. 166 a 14 sq. 12 οὐ κεκώλυται I: οὐκ ἐκώλυτο a διὰ τοῦτο καὶ scripsi: καὶ διὰ τοῦτο a I 15 ἀνίστατο a Arist.: ἀνίσταται I 16.17 ἀνίστατο — ὑγιάζετο Arist.: ἀνίσταται — ὑγιάζεται al 17 κάμνοντα] κάμν corr. I ποιεῖν a Arist.: εἰπεῖν I 21 ἀμφότερον a1 27 πρὸ I: πρὸς a 28 post ταῦτα add. δὲ a 29 ὑγιάζετο a Arist.: ὑγιάζεται I 35 πρὸς delere quam ἀναγόμενοι (cf. vs. 28) aut προσκτώμενοι (cf. vs. 26) scribere malui 36 ἀνακτώμενοι λέγοιντο I: ἀνακτώμενος λέγοιτο a ὑγιάζετο a: ὑγιάζεται I p. 166a 6 Παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε· τὸ βούλεσθαι λαβεῖν με τ',οὺς πολεμίους. Περὶ τοῦ παρὰ τὴν ὁμωνυμίαν γινομένου παραλογισμοῦ διαλαβὼν καὶ διδάξας πῶς γίνεται, μέτεισι καὶ εἰς τοὺς παρὰ τὴν ἀμφιβολίαν γινομένους παραλογισμοὺς τῆς ἀκολουθίας ἐχόμενος· καὶ γὰρ καὶ ἐν τῇ ἀπαριθμήσει τῶν παρὰ τὴν λέξιν σοφισμάτων δευτέραν τὴν ἀμφιβολίαν ἔταξε. σαφῆ δὲ λίαν τίθησι τὰ παραδείγματα, καὶ οὐ μόνον οἷα δῆθεν προβλήματα παρὰ τῶν σοφιστῶν λέγονται, ἀλλ’ οἷα εἰκὸς καὶ ἐν λόγῳ μὴ συλλογιζομένῳ εὑρίσκεσθαι· τὸ γὰρ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους οὐκ ἔστιν ὡς πρόβλημα. ὅτι δέ ἐστιν ἀμφίβολον, δῆλον· σημαίνει γὰρ ὁ λόγος ἢ τὸ ἐμὲ γενέσθαι τῶν πολεμίων ἐπικρατῆ ἢ τοὺς πολεμίους ἐμοῦ. τοιοῦτόν ἐστι καὶ τὸ “γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ’’· σημαίνει γὰρ ὁ λόγος σφᾶς αὐτοὺς ἑλεῖν τε καὶ ἀναιρεθῆναι. ἡ δὲ ἀγωγὴ τοῦ ἐφεξῆς σοφίσματος τοιαύτη· ἆρα ὃ γινώσκει τις, τοῦτο γινώσκει; γινώσκει δέ τις λίθον· γινώσκει ἄρα ὁ λίθος. πάλιν ἀρ’ οὖν ὁρᾷ ὃ ὁῥᾶ τις; ναί· ὁρᾷ δέ τις ξύλον· ὁρᾷ ἄρα τὸ ξύλον. σαφὴς καὶ. ἀμφοτέρων ἡ λύσις· διττὸς γὰρ καὶ ἐν ἀμφοτέροις ὁ λόγος. ὁμοίως δὲ τούτοις ἔχει καὶ τὸ ἆρα σὺ φῄς εἶναι ὃ σὺ | φῄς εἶναι; φῄς δ’ εἶναι λίθον· σὺ ἄρα φῄς εἶναι f. 10v λίθος. ἔτι καὶ τὸ ἆρ’ ἔστι σιγῶντα λέγειν; ἔχει γὰρ καὶ τούτου ἡ ἀγωγὴ τοῦ σοφίσματος οὕτω· φῄς ὃ σὺ φῄς; ναί· φῄς δὲ σιγᾶν· σιγῶν ἄρα φῄς, ἢ καὶ τοὔμπαλιν φῄς σιγῶν. τὸ δὲ σόφισμα τὸ ἆρ’ ἔστι σιγῶντα λέγειν; οὕτως Εὐθύδημος ἠρώτα. ἆρ’ ἔστι σιγῶντα λέγειν; οὐδαμῶς· τί δ’, ὅταν λίθους λέγῃς καὶ ξύλα καὶ σίδηρον, οὐ σιγῶντα λέγεις; ναί· ἔστιν ἄρα σιγῶντα λέγειν. εἶτα πάλιν ἐπιχειρῶν εἰς τοὐναντίον ἔλεγεν· ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὐδαμῶς· τί δέ, ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; ναί· οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐνταῦθα γὰρ τὸ μὴ λέγειν ἐπὶ τοῦ μὴ λέγοντος δέδωκεν· ὁ δ’ ἔλαβεν ἐπὶ τὰ λεγόμενα. p. 166a 14 Εἰσὶ δὲ τρεῖς τρόποι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν. Εἴρηκε μὲν ἐκ τῶν δέκα καὶ τριῶν τρόπων, καθ’ οὓς γίνονται οἱ παραλογισμοί, μόνους τοὺς δύο, τόν τε παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν παρὰ τὴν 3 διαλαβὼν I: καὶ λαβὼν a 6 ἔταξε] p. 165b26 6. 7 τίθησι δὲ σαφῆ λίαν Α 8 συλλογιζομένῳ Α: — μένους I: — μένου a 11 ἐγκρατῆ Α 12 γένοιτο—ἐμέ] Nauck2 fr. ἀδἐσπ. 188 cf. Alex. in Top. 378,3 13 σφᾶς αὐτοὺς] ἡ ἐμὲ ἢ τὸν σῦν v 14 τις γινώσκει A 15 ὁ λίθος ἄρα γινώσκει Α 19 λίθος Arist.: λίθον I 19 — 22 ἔχει — λέγειν (ante οὕτω) a: 21.22 τὸ δὲ — λέγειν KQR: om. I 22 Εὐθύδημος] c. 26 p. 300 B.C memoriter citat 22.23 οὔ A 23 λίθον—ξύλον Α λέγεις a 24 ἐς a 25 σιγῶντα λέγειν; οὔ Α δὲ AI: om. a πάντα aA Plat.: πάντως I 26 post σιγᾷς alterum add. πάνυ γε Α 28 λεγόμενα Κ: λέγοντα al 31 εἴρηκε μὲν om. Α 13. 32 καθ’ — παραλογισμοί al: διδάξας Α 32 τὸν alt. om. Α ἀμφιβολίαν. πρὸ δὲ τοῦ καὶ τοὺς ἑξῆς ἐκθεῖναι, κατὰ ποίους καὶ πόσους τρόπους ἥ τε ὁμωνυμία καὶ ἡ ἀμφιβολία γίνεται, διδάσκει, καὶ φησὶ τρεῖς εἶναι καθ’ οὓς γίνονται οἱ κατὰ ταύτας παραλογισμοί. καὶ εἷς μέν ἐστιν, ὅταν ὁ λόγος ἢ τὸ ὄνομα κυρίως σημαίνῃ πλείω· ὃ γίνεται καὶ ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν καὶ ἐν τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς. καὶ ἐπὶ μὲν τοῖς παρὰ τὴν ὁμωνυμίαν τὸ ὄνομα πλείω σημαίνει ὡς ἐπὶ τῶν ὁμωνύμων, ὡς ἀετὸς καὶ κύων καὶ κόραξ καὶ κλεῖς· ἐπὶ δὲ τοῖς παρὰ τὴν ἀμφιβολίαν, ὡς εἴρηκε, πλείω σημαίνει ὁ λόγος. ἐπεὶ γὰρ ὁ λόγος σύνθεσίς ἐστιν ὀνομάτων ῥητέον δὲ καὶ νῦν, ὡς πολλάκις εἴπομεν, ὀνόματα καὶ τὰ ῥήματα), τὸ διττὸν ἢ ἔν τισι τούτων τῶν ὀνομάτων ἐστὶν ἢ ἐν αὐτῷ τῷ λόγῳ· ἐν γὰρ τῷ ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ καὶ ὃ γινώσκει, τοῦτο γινώσκει ἐν τῷ λόγῳ εὑρίσκεται τὸ διττόν. δεύτερος δὲ τρόπος, καθ’ ὃν πάλιν οἱ παρὰ ἀμφότερα παραλογισμοὶ γίνονται, ὅταν εἰώθαμεν οὕτως ὀνομάζειν αὐτὰ ἐκεῖνα τὰ ὀνομαζόμενα. εἰωθότων γὰρ ἡμῶν λέγειν σιγῶντα καὶ τὸν σιγῶντα ἄνθρωπον καὶ τὰ σιγώμενα εὑρίσκει χώραν ὁ παραλογισμὸς καὶ ἀπατᾷ τὸν ἀκούοντα· εἰ δὲ σιγῶντα μόνως ἐλέγομεν τὸν σιγῶντα ἄνθρωπων, ὁμοίως δὲ καὶ τὰ σιγώμενα μόνως σιγώμενα ἐλέγομεν, οὐ μὴν ἐπετίθεμεν τούτοις ποτὲ καὶ τὸ σιγῶντα, οὐκ ἄν ἐγίνετο ὁ παραλογισμός. οὐ μόνον δὲ καὶ οὗτος ὁ τρόπος τοὺς παρὰ τὴν ἀμφιβολίαν ἀποτίκτει παραλογισμοὺς ἀλλὰ καὶ τοὺς παρὰ τὴν ὁμωνυμίαν. εἰώθαμεν γὰρ λέγειν κύνα καὶ τὸν ἀστρῷον καὶ τὸν χερσαῖον· εἰ γοῦν μὴ τῷ αὐτῷ ὀνόματι τὸν ἀστέρα καὶ τὸ χερσαῖον ζῷον καλεῖν εἰώθαμεν, οὐκ ἄν ποτε ἡμᾶς ἠπατήκει τὸ ὄνομα ἐφ’ ἑνὶ μόνῳ κείμενον. τρίτον τρόπον φησὶ τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν σοφισμάτων, ὅταν αὐτὰ μὲν καθ’ αὑτὰ τὰ ὀνόματα ἁπλᾶ τυγχάνῃ, συντεθέντα δὲ διττόν τινα ἐκφαίνωσι νοῦν. τά τε γὰρ γράμματα κεχωρισμένως τεθέντα οὐδὲν ἡμῖν διττὸν ἀποτίκτουσιν, ὁμοίως δὲ καὶ τὸ ἐπίσταται· συμπλακέντα δὲ καὶ συνηνωμένως ἐκφωνηθέντα διττὰ ἀποκυίσκουσι τὰ νοήματα.