p. 165a 24 Ἔστι δ᾿ ὡς ἓν πρὸς ἕν. Ἵνα συνελὼν εἴπω ὡς ἓν πρὸς ἓν τὰ ἀμφοτέρων ἔργα, τοὐ μὲν καλῶς ἐρωτῶντος ἔργον ἐστὶ τὸ λαμβάνειν προτάσεις κυρίας καὶ μὴ ἀμφιβόλους, τοῦ δέ γε ἀποκρινομένου ἔργον ἐστὶ τὸ δύνασθαι τὸν ἐρωτῶντα ἐλέγχειν ψευδόμενον· τὸ δὲ δύνασθαι τὸν ψευδόμενον ἐλέγχειν γίνεται παρὰ τὸ εἰδέναι τά τε ὁμώνυμα καὶ ἀμφίβολα καὶ τἄλλα δι’ ὧν ἀπατᾶν πειρᾶται ὁ ἐρωτῶν. ἢ τοίνυν τὸ ἓν πρὸς ἓν οὕτω νοητέον ἢ καὶ οὕτως ὀφείλει νοεῖσθαι· ὅτι ἐπειδή με ἐρωτᾶν βούλει, γίνωσκε ὅτι, εἰ θέλεις μὴ παρατραπῆναι, ἐρώτα καλῶς καὶ ἀληθῶς, ὅπερ ἐστὶν ἔργον τοῦ ἐπιστημόνως ἐρωτῶντος, καὶ σπούδαζε τὸν ψευδόμενον ἐλέγχειν δι’ ὧν εἴπομεν, ὅπερ ἐστὶν οἰκεῖον ἔργον τοῦ ἐπιστημόνως ἀποκρινομένου. ἢ τοίνυν κατὰ τὸ πρῶτον νοητέον τὸ ἓν πρὸς ἓν ἢ κατὰ τὸ δεύτερον· † σῴζει γὰρ καὶ ἐπὶ τούτου· δύο γάρ τινα εἶπε, τό τε πῶς δεῖ ἀποκρίνεσθαι | καὶ τὸ ἐρωτᾶν. f. 7r Ταῦτα δὴ εἰπὼν ὑπομιμνήσκει ἡμᾶς ὧν ἔδειξε· καὶ γὰρ ὅτι ἔστι τοιοῦτον εἶδος λόγων, ὅπερ οἱ σοφισταὶ διώκουσιν, συνέστησεν ἐν οἷς καὶ τὴν ὁμωνυμίαν παρέθετο, προσθεὶς καὶ τὴν αἰτίαν δι’ ἣν ἐφίενται τῆς τοιαύτης τῶν λόγων δυνάμεως ὡς εὐχεροῦς καὶ ῥᾳδίας, καὶ ὅτι ἡ τοιαύτη δύναμις τῆς ἔριδος ποιεῖ τὸν φαινόμενον σοφόν, δι’ οὗ τυγχάνουσιν οἱ σοφιστάὶ τὴν προαίρεσιν ἔχοντες. συνίστησι δὲ τρόπον τινὰ διὰ τούτων ὁ Ἀριστοτέλης ὅτι ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ κατ’ ἀλήθειαν καὶ ἐπιστημονικῶς καὶ τοῦτο εἰδέναι τὸ εἶδος τῶν λόγων τὸ παρὰ τοῖς σοφισταῖς σπουδαζόμενον. πῶς γὰρ τὸ ἀγνοούμενον ἐλεγχόμενον ἔσται; ἀλλὰ δῆλον ὅτι τὸ γινωσκόμενον. εἰ γὰρ ἡ ἀπειρία καὶ ἡ ἄγνοια τῶν τοιούτων λόγων τῆς φαντασίας αἰτία, δῆλον ὡς ἡ γνῶσις αὐτῶν ἅμα τῇ γνώσει καὶ ἔλεγχός ἐστι. ταῦτα δείξας ἐπὶ τούτοις προτίθεται εἰπεῖν περὶ οὗ ἡ προκειμένη πραγματεία• ἔστι δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων, πῶς τε γίνονται καὶ διὰ τίνων. p. 165a 34 Πόσα δέ ἐστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν. Εἰσβάλλει νῦν εἰς τὴν τῶν σοφιστικῶν ἐλέγχων διδασκαλίαν, καὶ ζητεῖ πρότερον ’πό σὰ εἰσὶν εἴδη τῶν λόγων τῆς σοφιστικῆς καὶ ἐκ πόσων συνέστηκε τὸ σοφιστεύειν. τὸ δὲ πόσα ἐστὶν εἴδη τῶν λὁγων καὶ ἐκ πόσων τὸν ἀριθμὸν ἢ ἐκ παραλλήλου κεῖται, ἢ τὸ μὲν πόσα ἀντὶ 2 συνελόντα δ’ εἰπεῖν ὡς ἓν πρὸς ἓν ἔστι τὰ Α 3 et 4 ἔργον ἐστὶ om. A κυρίας Α: κυρίους a: κοινὰς Ι 6 τὰ ἄλλα a 7 τὸ ἓν πρὸς ἓν om. Α 7. 8 καὶ et ὀφείλει νοεῖσθαι. ὅτι om. Α 8 τέλεις a1: εἰς superscr., sequens μ in ras. Α1 12 an ἁρμόζει? 13 τούτου I: τούτοις a δεῖ I: δὴ a 14 δὲ a2: om. Α ἡμῖν a1 ἔστι τι Arist. τι om. C) 15 τοιοῦτον aA Arist.: τοιούτων I (f, pr. Β) ὅπερ AI: ὅπως a συνέστηκεν a ἐν om. Α 20. 21 ἐπιστημονικῶς Α: ἐπιστημονικῷ I: ἐπιστημονίαν a 22 post ἀγνοούμενον add. καὶ a 25 τούτου Α 28 δέ I: τε a 29 τὴν τῶν in ras., ut videtur, A1 30 τῶν λόγων om. Α 32 τῶν ἀριθμῶν A(i) τοῦ τίνα εἰσὶ τὰ εἴδη τῶν σοφιστικῶν ἐλέγχων, ἅπερ εἰσὶ δύο, τὰ παρὰ τὴν λέξιν καὶ τὰ ἔξω τῆς λέξεως, τὸ ἐκ πόσων δὲ ἀντὶ τοῦ ‘πόσα μέρη ἑνὸς ἑκάστου τῶν τοιούτων εἰδῶν῾· μέρη γὰρ τῶν εἰδῶν τὰς ὑποδιαιρέσεις τῶν εἰδῶν λέγει. δύναται τὸ καὶ πόσα μέρη τῆς πραγματείας τυγχάνει λέγειν ὡς ἴσον τῷ ‘καὶ πόσων οἱ σοφισταὶ στοχάζονται‘· οὐ γὰρ μόνον τοῦ ἐλέγχειν δοκεῖν ἀλλὰ καὶ ἄλλων τινῶν, ἃ μετ’ ὀλίγον ἐρεῖ. δύναμιν δὲ λέγει τὴν σοφιστικήν, ἤτοι ὅτι μὴ τέχνη μηδ’ ἐπιστήμη• περὶ τἀληθῆ γὰρ ἐκείνων ἑκατέρα, ἥ τε τέχνη “ἕξις οὖσα μετὰ λόγου ἀληθοῦς ποιητική’’ καὶ ἡ ἐπιστήμη ἕξις ἀποδεικτικὴ περὶ τὸ ἀεὶ ὡσαύτως ἔχον· ἢ τέχνην εἶπε τὴν σοφιστικὴν κοινῶς καὶ γενικῶς, ἤτοι δυνάμει· λέγει γὰρ αὐτὴν καὶ τέχνην κοινότερον χρώμενος τῷ τῆς τέχνης ὀνόματι. p. 165a 38 Ἔστι δὴ τῶν ἐν τῷ διαλέγεσθαι λόγων τέσσαρα γένη. Κοινοποιεῖται πρότερον πάντα τὰ τῶν συλλογισμῶν εἴδη καὶ ἀπαριθμεῖται αὐτά, καὶ τότε τὸ περὶ οὗ ὁ λόγος ἐστὶν αὐτῷ εἶδος τοῦ συλλογισμοῦ ἀναλεξάμενος τὴν περὶ αὐτοῦ ποιεῖται διδασκαλίαν. ἀπορῆσαι δὲ ἄξιον, πῶς εἰπὼν τῶν ἐν τῷ διαλέγεσθαι λόγων εἶναι τέτταρα γένη ἐπήνεγκε τοὺς διδασκαλικοὺς λόγους προηγουμένως, οἵτινές εἰσιν ἀποδεικτικοί. οὐ γὰρ οἱ ἀποδεικτικοὶ λόγοι ἐξ ἐνδόξων εἰσίν, οὔτε ἐκ τῶν πᾶσι δοκούντων οὔτε ἐκ τῶν τοῖς πλείστοις οὔτε ἐκ τῶν τοῖς σοφοῖς, ἢ τῶν πᾶσι δοκούντων σοφοῖς ἢ τῶν τοῖς πλείστοις ἢ τῶν <τοῖς> γνωρίμοις κατὰ φιλοσοφίαν, οὐδὲ περὶ παντὸς τοῦ προκειμένου συλλογίζονται· τὸ γὰρ ἐκ τούτων συλλογίζεσθαι, ὡς ἡ πρόθεσις τῆς διαλεκτικῆς σημαίνει, οὐκ ἔστιν ἀποδείξεως καὶ ἀποδεικτικοῦ λόγου ἀλλὰ τῆς διαλεκτικῆς. ἢ ληπτέον ἐπὶ τοῦ συλλογίζεσθαι νῦν τὸ διαλέγεσθαι· ὁ γὰρ ἀποδεικνύων οὐ διαλέγεται ἀλλὰ συλλογίζεται, καθάπερ ἐπὶ γεωμετρίας ἔχει καὶ ἄλλων τινῶν. θεὶς δὲ τίνα τὰ τέσσαρα γένη λέγει καὶ τὴν πρὸς ἄλληλα τούτων διὰ συντόμου λόγου διδάσκευ διαφοράν, διδασκαλικοὶ μὲν φάσκων εἰσὶν οἱ ἐκ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος γινόμενοι ἀλλ’ οὐχ οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ, ἤγουν ἀποδεικτικοὶ μέν εἰσι συλλογισμοί, οἷον φέρε εἰπεῖν ἐπὶ ἀριθμοῦ οἱ διὰ ποσοῦ διωρισμένου συλλογιζόμενοι καὶ γεωμετρικοὶ οἱ διὰ ποσοῦ συνεχοῦς καὶ ἀπλῶς ἕκαστος ἐξ οἰκείας ἐπιστήμης καὶ τοῦ οἰκείου ὑποκειμένου τὰς ἀρχὰς ἔχων, καὶ ἀποδεικτικὸς 1 post εἴδη add. τῶν λόγων, καὶ ἐκ πόσων τὸν ἀριθμὸν, ἡ τὸ μὲν πόσα ἀντὶ τοῦ πόσα ἔτῃ al: om. A 4 τὸ καὶ AI: inv. ord. a 5 στοχάζονται in ras., ut videtur, A1 6 ἁ superscr. I ἐρεῖ] c. 3 p. 165b12sq. 7 δύναμιν δ ex ν corr.) Ι: δύναται a λέγει scripsi: λέγειν al 8. 9 ἕξις κτλ.] Eth. Nic. VI 4 p. 1140a10 et 1139b31 10 δυνάμει I: δύναμιν a 13. 14 ἀπαριθμεῖται αὐτά ΑΙ: ἀπαριθμεῖ ταὐτὰ a 14 τὸ 0111. A ὁ λόγος ἐστὶν aA: inv. ord. I αὐτοῦ εἴδους Α 15 ἀναλεξάμενος A: ἀναδεξάμενος al ἀπορῆσαι AS: ἀπορίας Ι: ἀπορεῖν a 16 τέσσαρα aA 17. 18 οἱ ἀποδεικτικοί· εἰ γάρ A 18 ante ἐξ add. οὐκ A 20 ἡ alterum Α: καὶ al τοῖς alt. addidi cf. Top. I 1 p. 100b23 21 γνωρίμοις scripsi: γνωρίμων aAI συλλογίζονται — σημαίνει (22) om. a1 24 ληπτέον οὖν om. ἡ A 26 τίν λέγει τέσσαρα γένη A 27 διαφορὰν ante διὰ collocat Α 29 ἤγουν I: οἱ δὲ a 31 ἐκ τῆς A ὁ οὕτω καὶ ἐκ τοιούτων συλλογιζόμενος, οὐκ ἐκ τῶν τοῦ ἀποκρινομένου δοξῶν. αἴτιον δὲ τούτου τὸ τὸν μανθάνοντα πιστεύειν, ὃ γίνεται, | ὅταν ἐκ τῶν οἰκείων ἀρχῶν τοῦ πράγματος ὁ διδάσκων ἀκολούγίνεται, f. 7v ἔχῃ τοὺς οἰκείους λόγους· οὐ γὰρ ἄν μάθοι τις τὰ δεύτερα μὴ περὶ τῶν πρώτων πεπεισμένος. διαλεκτικοὶ δέ εἰσι συλλογισμοὶ οἱ ἐκ τῶν ἐνδόξων συλλογιστικοὶ ἀντιφάσεως· ἀεὶ γὰρ ὁ διαλεκτικὸς τὴν ἀντίφασιν πειρᾶται συλλογίζεσθαι τοῦ προβλήματος, καὶ γυμναστικός τις ὢν ἐπ’ ἀμφότερα ἐγχειρεῖ δι’ ἐνδόξων καὶ τῶν ἀντικειμένων ἐστὶ συλλογιστικός. τρίτον φησὶν εἶναι τὸν πειραστικὸν συλλογισμόν, ὅς ἐστι καὶ αὐτὸς διαλεκτικός· μέρος γὰρ τοῦ διαλεκτικοῦ. διαφέρει δὲ τοσοῦτον ἐκείνου, ὅτι μή ἐστιν ἐκ τῶν ἀπλῶς ἐνδόξων ἀλλὰ καὶ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ περὶ οὗ προσποιεῖται τὴν ἐπιστήμην ἔχειν. τούτῳ γὰρ διαφέρει, ὡς εἴρηται, ὁ πειραστικὸς τοῦ διαλεκτικοῦ καίτοι καὶ αὐτὸς διαλεκτικὸς ὤν, τῷ τὸν διαλεκτικὸν ἐκ τῶν ἀπλῶς ἐνδόξων συλλογίζεσθαι, ἅπερ ἐστὶ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, τὸν δὲ πειραστικὸν καὶ ἐκ τῶν ἀπλῶς ἐνδόξων καὶ ἐκ τῶν δοκούντων πᾶσι τοῖς προσποιουμένοις εἰδέναι τὴν ἐπιστήμην ἐκείνην καθ’ ἣν ἡ πεῖρα γίνεται, ἃ καὶ αὐτὰ ἔνδοξα, εἰ καὶ μὴ ἀπλῶς, ἀλλὰ κατὰ τὴν ἐπιστήμην ἐκείνην. τὰ γὰρ ἐν ταῖς ψευδογραφίαις ταῖς κατὰ τὴν γεωμετρίαν λαμβανόμενα οὐκ ἐκ τῶν δοκούντων πᾶσίν εἰσιν ἀλλ’ ἐκ τῶν τοῖς γεωμέτραις, τῶν ἀναγκαίων παρ’ αὐτῶν ἐκείνων τῶν γεωμετρικῶν γινώσκεσθαι. γράφεται δὲ ἔν τισι καὶ ἀναγκαῖον διὰ τοῦ ὁ μικροῦ, καὶ εἴη ἂν ἐλλειπτικὸν ὡς ἔξωθεν λαμβάνεσθαι τὸ ‘ὧν τὴν ἐπιστήμην ἔχειν ἀναγκαῖον τῷ προσποιουμένῳ εἰδέναι‘· ἔν τισι μέντοι ἀντιγράφοις οὐ τέτταρα γένη ἀλλὰ τρία φέρεται, ἐπεὶ τοῦ πειραστικοῦ δοκεῖ ὡς μέρους τοῦ διαλεκτικοῦ μνημονεύειν προελθών. πολὺ δὲ καὶ τὸ τῆς πειραστικῆς εἶδος παρὰ Πλάτωνι ἔστιν εὑρεῖν ἔν τε τῷ εὐθύφρονι καὶ ἐν ἅπασι σχεδὸν αὐτοῦ τοῖς διαλόγοις. μνημονεύει δὲ τῶν πειραστικῶν καὶ ἐν τῷ πρώτῳ τῶν τοπικῶν, ἔνθα διέξεισι πρὸς τίνα χρήσιμός ἐστιν ἡ διαλεκτική· ἐκεῖνο γὰρ ᾐνίξατο διὰ τοῦ ὃν τρόπον δέ, διώρισται ἐν ἑτέροις. ἐριστικοὺς δὲ λέγει εἶναι τοὺς ἐκ τῶν φαινομένων μὲν ἐνδόξων μὴ ὄντων δὲ 2 αἰτία δὲ τούτου a: τούτου δὲ αἰτία Α 4 ἔχη C: ἔχει al δύο I: β a 5 τῶν prius Cv: τοῦ al α(??) I: (??) a πεπισμἐνος a 4. 5 δύο—α(??)΄ I: β—ἁ a 7 τοῦ προβλήματος πειρᾶται συλλογίζεσθαι Α τις om. Α 8 ἐπ’ om. Α ἐπιχειρεῖ διὰ τῶν ἐνδόξων Α 9 post τρίτον add. δὲ Α 12 post οὖ add. οὗτος Α 16 post ἐνδόξων 15.16 συλλογίζεσθαι — σοφοῖς iterata expunxit I 18.19 καθ’ — ἐκείνην om. a1 19 τὴν alterum om. a 20 εἰσιν a2AI: ἢ a1 ἀλλ᾿ KQR: ἀλλὰ καὶ (ut vs. 11) aAI 21 γεςμετρῶν Α 22 γράφεται a2I: γίνεται a1 ἔν τισι] velut Arist. codd. BC μικρὸν a1 23 ἐλληπτικὸν a 24 — 26 ἐν τισι τρία φέρεται· ὅτι προελθὼν δοκεῖ μνημονεύειν τοῦ πειραστικοῦ, ὡς μέρους τοῦ διαλεκτικοῦ Α 24. 25 τἐσσρα a 25 μέρους scripsi: μέρη I: μέρος a 26 προελθών] p. 165b10 27 παρὰ KQ: περὶ al: deletum Α πλάτωνι Α: πλάτωνα al ἔστιν om. a1: post εὑρεῖν add. a2 αὐτοῦ σχεδὸν Α 29 τοπικῶν aKQR: τόπων I 28. 29 ἐν τῷ πρώτῳ τῶν τοπικῶν] c. 2 p. 101 a 36 sq. 31 εἶναι om. Α μὲν om. Α Arist. οὗτοι δέ εἰσιν οἱ τὸ σχῆμα ἔχοντες ὑγιές) καὶ τοὺς φαινομένους συλλογισμούς· οὗτοι δὲ πάλιν εἰσὶν οἱ κατὰ τὸ σχῆμα ἡμαρτημένοι. ἀγωνιστικοὺς δὲ καὶ ἐριστικοὺς τοὺς αὐτοὺς λέγει. περὶ μὲν οὖν τῶν ἄλλων, φησί, τῶν διδασκαλικῶν καὶ ἀποδεικτικῶν λόγων, ἐν τοῖς ‘Υστέροις εἴρηται ἀναλυκτικοῖς, περὶ δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν τοῖς τοπικοῖς· περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν λεκτέον. p. 165b 12 Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι. Εἰπὼν διαλαβεῖν πόσα τε εἴδη ἐστὶ τῶν σοφιστικῶν συλλογισμῶν καὶ πόσα ἑνὸς ἑκάστου τῶν εἰδῶν μέρη καὶ περὶ τῶν συμβαλλομένων εἰς τὴν παροῦσαν πραγματείαν, νῦν ἄρχεται τὴν ἐπαγγελίαν πληροῦν. καὶ πρῶτον ἐκτίθησι πόσων στοχάζονται οἱ ἐν τοῖς λόγοις ἀγωνιζόμενοι, τουτέστιν οἱ σοφισταί, καὶ φησὶ πέντε εἶναι ταῦτα τὸν ἀριθμὸν ὧν στοχάζονται, ἔλεγχον, ψεῦδος, παράδοξον, σολοικισμὸν καὶ τὸ ποιῆσαι ἀδολεσχεῖν τὸν προσδιαλεγόμενον. τί δὲ τούτων ἕκαστόν ἐστι, προιόντες μαθησόμεθα. τί δέ ἐστι τὸ ποιῆσαι ἀδολεσχεῖν τὸν προσδιαλεγγόμενον, διὰ τοῦ ἐπαγομένου δηλοῖ· ἐφερμηνευτικὸν γάρ ἐστι τοῦ τί ποτ’ ἐστὶ τὸ ἀδολεσχεῖν τὸ πολλάκις ἀναγκάζεσθαι τὸ αὐτὸ λέγειν. μήποτε δέ, ἐπεὶ μὴ ἀληθῶς λέγουσιν οἱ σοφισταί, τῷ μὴ ἐπιχειρεῖν ἐξ ἐνδόξων ἀλλ’ ἐκ φαινομένων ἐνδόξων, διὰ τοῦτο καὶ τὸ στοχάζονται εἴρηκεν. ἀλλὰ περὶ τούτων μέν, τί ποτέ ἐστιν ἕκαστον, τὰ δοκοῦντα ῥηθήσεται, ὅταν καὶ αὐτὸς περὶ τούτων διέξεισι. τὸ δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων τοιοῦτόν ἐστιν· ἀπαριθμησάμενος γὰρ τίνων οἱ σοφισταὶ στοχάζονται, λέγει ὅτι ἕκαστον τούτων τῶν παρ’ αὐτῶν στοχαζομένων οὐκ ἔστιν ἀληθῶς ὂν ἀλλὰ φαινόμενον. ἔστι δὲ ἡ λέξις οὕτως· τὸ ἕκαστον τούτων μὴ εἶναι ὂν ἀλλὰ φαινόμενον• οὔτε γὰρ ἀληθῶς δεικνύουσι ψευδόμενον τὸν ἀποκρινόμενον, ἀλλὰ φαινομένως, οὔτε σοlλοικίζοντα τὸν δοκοῦντα σολοικίζειν. ἐν γὰρ τῇ ἐρωτήσει τῇ ‘ἆρα ὂ f. 8r λέγεις εἶναι, ἔστι τοῦτο; λέγεις εἶναι Σωκράτην· ἔστιν ἄρα Σωκράτην’ οὐκ ἀληθής ἐστι τοῦτο σολοικισμὸς ἀλλὰ φαινόμενος. τὸ δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἔστι καὶ οὕτως ἐκλαβεῖν, ὡς εἰ ἔλεγεν ἢ ὡς εἶναι τοῦτο τῆς δοκούσης ἀπορίας τοῦ πῶς ἐλέγχουσιν οἱ σοφισταὶ λυτικόν, εἰ καὶ ψεύδους καὶ ἐλέγχου καὶ τῶν τοιούτων στοχάζονται, ἀλλ’ ἕκαστον τούτων μὴ ὄν ἐστι καὶ φαινόμενον· οὔτε γὰρ ὁ ἔλεγχος ἀληθής ἐστιν 1. 2 ὑγιές. φαινόμενοι δὲ οἱ κατὰ Α 2 εἰσὶν om. a1 2. 3 ἀγωνιστικοὶ — ἐριστικοὶ a1 3 λέγει oui. a1 9 εἰπὼν] c. 1 p. — 37 σοφιστικῶν Α: om. al 14 ἔλεγχος — σολοικισμὸς Α τὸ ποιῆσαι AI: πεποιῆσαι a1: ποιῆσαι a2 15 προιόντες] p. 165b18 sq. 16 ἀδολεσχῆσαι I Arist. 19 fort. ἐλέγχουσιν 20 τὸ om. a1 23 τοιοῦτόν I: τοιούτων a 25 αὐτῶν scripsi: αὐτοῦ al 27 δείκνυσι a 29 σωκράτης (post ἄρα) a1 31 ἄλλως Α ὡς ἄν εἰ Α 32 λυτικὸν post τοῦτο collocat Α 34 ἐστιν om. Α ἔλεγχος, οὔτε μὴν ὁ σολοικισμὸς σολοικισμός, οὔτε τῶν ἄλλων οὐδὲν τοι. οὗτον οἷον καὶ φαίνεται. ἀληθὴς μὲν γὰρ ἔλεγχος ὁ τὴν ἀντίφασιν τοῦ συμπεράσματος καὶ μίαν τῶν προτάσεων λαβὼν καὶ ἀνελών τι τῶν κεἰ. μένων· ὁ δὲ λέγων ‘ἆρ’ ἔστι σιγῶντα λέγειν; οὔ· τί δέ, ὅταν ξύλα καὶ λίθους λέγῃς, οὐ σιγῶντα λέγεις; ἔστιν ἄρα σιγῶντα λέγειν’ οὐκ ἐλέγχει· διττὸν γάρ ἐστι τὸ σιγῶντα. ὅτι δὲ ἢ τὸ μὴ ὂν ἀλλὰ τὸ φαινόμενον ἕκαστον εἶναι τούτων οὕτως εἴρηκεν ὡς εἴπομεν, δῆλον καὶ αὐτὸς πεποίηκε διὰ τοῦ μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγ- ἐλέγχοντες καὶ τῶν ἑξῆς. ἔφη δέ τις καὶ οὕτως ἑρμηνεύεσθαι τὸ ῥητόν, ὅτι τὸ πειρᾶσθαι ἐλέγχειν τὸν σοφιστὴν οὐκ ἔστι μὴ ὂν τοιοῦτον ὡς τὸ τῇ ἀληθείᾳ καὶ τῷ φαινομένῳ, οἷον τὸ μηδαμῇ μηδαμῶς δοκοῦν, ἀλλὰ μὴ ὂν ὅσον καθ’ ἑαυτό, ὂν δὲ ὅσον κατὰ τὸν δοξάζοντα καὶ διὰ τοῦτο φαινόμενον. p. 165b 23 Tρόποι δ’ εἰσὶ τοῦ μὲν ἐλέγχειν δύο. Νῦν προτίθεται λέγειν περὶ τῶν τρόπων τῶν παραλογισμῶν. δέκα δὲ καὶ τριῶν αὐτῶν ὄντων δύο τρόπους αὐτῶν εἶναί φησιν. εἴη δ’ ἄν ἀντὶ τοῦ εἴδους τὸν τρόπον παραλαμβάνων, καὶ ἔστι τρόπον τινὰ λέγων οὕτως, ὅτι εἴδη τῶν σοφιστικῶν ἐνοχλήσεων εἰσι δύο, καὶ τὸ μὲν ἓν τῶν εἰδῶν ἓξ τρόπους περιέχει, τοὺς παρὰ τὴν λέξιν λεγομένους, τὸ δὲ ἕτερον ἑπτά, οὓς ἔξω καλεῖ τῆς λέξεως. εἰσὶ δὲ οἱ παρὰ τὴν λέξιν ποιοῦντες τὴν φαντασίαν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. οἱ δ’ ἔξω τῆς λέξεως εἷς μὲν ὁ παρὰ τὸ συμβεβηκός, δεύτερος δὲ ὁ παρὰ τὸ ἀπλῶς ἢ μὴ ἀπλῶς ἀλλὰ τῆ ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι λέγεσθαι καὶ μὴ κυρίως προσαορευόùενοζ-, τρίτος δὲ ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτος ὁ παρὰ τὸ ἑπόμενον, πέμπτος ὁ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ἕκτος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς, ἕβδομος ὁ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. ἐπεὶ δὲ ἡ τῶν ὄντων ἀνωτάτη διαίρεσις εἰς φωνάς ἐστι καὶ πράγματα καὶ τούτων τὰ μέν εἰσι λεκτὰ τὰ δὲ τυγχάνοντα, λεκτὰ μὲν αἱ φωναί, τυγχάνοντα δὲ τὰ πράγματα, καὶ ἡ τῶν σοφιστικῶν ἐλέγχων διαίρεσις τὴν πρώτην ἔχει διαίρεσιν ἢ περὶ φωνὰς ἢ περὶ πράγματα· ἑκάτερόν δὲ τούτων εἰς πλεῖστα διαιρεῖται. καὶ εἰ μὲν περὶ φωνάς, περὶ ταύτας ἔσονται οἱ παρὰ τὴν λέξιν ἓξ τῶν σοφισμάτων τρόποι· εἰ δὲ περὶ πράγματα, οἱ τῶν ἔξω τῆς λέξεως λοιποὶ ἑπτὰ τρόποι. 1 οὔτε μὴν ὁ σολ. σολ. om. Α post alterum quoque οὔτε add. μὴν al: om. AKQR 2 ἀληθῶς Α 4 οὔ — λέγειν (5) om. a^A 5 οὐ σιγῶντα λέγεις om. a- ἐλἐ- γχη a 6 σιγῶντα ^I’ σιγᾶν a post σιγῶντα delevit λέγειν I ὅτι AKQR: τὸ al 7 ἕκαστον εἶναι Arist.: ἕκαστον ἐστὶ aA: ἐστιν ἕκαστόν ἐστι (compend.) I 8 γὰρ om. a πρ̀οαιροῦντος Ι 12 δόξαντα Α 14 post εἰσὶ add. ἤγουν ε8ιη ^^ ἐλέγχου a^(T) 15 ἐκτίθεται τοὺς τρόπους Α 16 αὐτῶν prius om. Α εἶναι om. Α ἄν om. a’ 17 τὸν Α: om. al παραλαβὼν Α καὶ — ουατως al: ὥσπερ εἰ ἔλεγεν Α 18 ἒν om. a^ 21. 22 σύνθεσις — σχῆμα λέξεως al: καὶ τἄ λοιπὰ ἁ αὐτὸς λέγει Α 23 δὲ AKQR: om. al post μὴ add. τὸ a 27 ἀνωτάτη a: ἀντάτω I πρῶτον μὲν οὖν λεκτέον περὶ τῶν παρὰ τὴν λέξιν σόφ’ σοφιστικῶν τρόπων, ὕστερον δὲ περὶ τῶν ἔξω τῆς λέξεως. ἀνάγκη τοίνυν τά παρὰ τὴν λέξιν σοφίσματα περὶ φωνὰς ὄντα ἢ ἐκ τῶν κατ’ αὐτὰς εἶναι ἢ ἐκ τῶν περὶ αὐτάς. καὶ εἰ μὲν ἐκ τῶν κατ’ αὐτάς, ἢ ἐκ τῶν ἁπλῶν διάφορα πράγματα περιεχουσῶν, καὶ γίνεται τὸ πρῶτον εἶδος τῶν εἰρημένων παραλογισμῶν τὸ κατὰ τὴν ὁμωνυμίαν, ἢ ἐκ τῶν συνθέτων φωνῶν ὁμοιοτρόπως διάφορα πράγματα περιεχουσῶν, καὶ ἀποτελεῖται τὸ δεύτερον εἶδος τὸ κατὰ τὴν ἀμφιβολίαν. τέσσαρες δέ εἰσι τρόποι ἐξ ὧν τὰ δύο ταῦτα συνίστασθαι εἴωθε. πρῶτος μὲν ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὃς καὶ κοινός ἐστιν ἀμφοῖν ἐπ’ ἴσης, ὡς μαθησόμεθα. δεύτερος δὲ ὄταν εἰωθότες ὦμεν οὕτω λέγειν· τί δέ ἐστι τὸ εἰωθότες ὦμεν οὕτω λέγειν, ὅτε τὴν λέξιν ἐπισκεψόμεθα, δηλοποιηθήσεται· πλὴν καὶ οὗτος κοινός ἐστιν ἀμφοῖν, ὡς καὶ ὁ πρὸ αὐτοῦ. τρίτος δὲ ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλοῦν ἐστιν, ὃς τρόπος ἴδιός ἐστι τοῦ κατὰ ἀμφιβολίαν μόνου. τέταρτος δὲ ὁ ἀντιστρόφως τούτῳ ἔχων, ἡνίκα τὸ μὲν σύνθετον ἓν σημαίνει | τὸ δ’ ἀπλοῦν πολλά. ἀλλ’ ὅπερ ἐλέγομεν] f. 8v ἢ γοῦν, ὡς ἄνωθεν ἐλέγετο, τὰς ἁπλάς φωνὰς διατηρεῖ τις διάφορα δὲ πράγματα περιεχούσας, καὶ ποιεῖ τοὺς εἰρημένους δύο τρόπους τῶν σοφισμάτων ἢ τὰς ἁπλᾶς συντίθησι καί τι ἑπόμενον ἐκ τῆς συνθέσεως τῆς ὅλης φωνῆς λαμβάνει, καὶ ποιεῖ τὸ κατὰ σύνθεσιν τρίτον εἶδος τῶν ἐν λέξει, ἢ ἀντιστρόφως τούτῳ, καὶ ποιεῖ τὸ κατὰ τὴν διαίρεσιν. ἀλλ’ ἐκ μὲν τῶν κατ’ αὐτὰς τὰς λέξεις σοφιστικῶν τρόπων ταῦτα συνίστανται τὰ σοφίσματα. ἐκ δὲ τῶν περὶ αὐτὰς ἕτερα δύο συνίστανται· ἢ γὰρ παρὰ τὸν τόνον ἢ καὶ τὸ πνεῦμα, καὶ ποιεῖ τὸ παρὰ τὴν προσῳδίαν, ἡ παρὰ τὴν ποιὰν σχέσιν τοῦ σχηματισμοῦ τῆς λέξεως, καὶ ποιεῖ τὸ παρὰ τὸ σχῆμα καλούμενον εἶδος τῆς λέξεως. καὶ οὗτοι μὲν οἱ ἐκ τῶν λεκτῶν τρόποι ἕξ. πῶς δὲ καὶ ὅθεν ἕκαστος τούτων συνίσταται, παρακατιόντες ἐροῦμεν καὶ διὰ παραδειγμάτων τὸ σκοτεινὸν τοῦ λόγου διαφωτίσομεν.