ΙV αἰτίων ποιήσασθαι τὸν λόγον. οὕτως γὰρ ἔσται γνώριμον, εἴ τε πάντων τῶν γινομένων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι, εἴ τε δεῖ καὶ ἄλλοις τισὶν παρὰ τήνδε συγχωρεῖν ὡς οὖσιν ποιητικοῖς τινων αἰτίοις. ἀπάντων δὴ τῶν γινομένων Ἀριστοτέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τινος χάριν γίνεσθαι λέγει σκοπόν τινα καὶ τέλος τῶν γινομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτά, τὰ δὲ οὐδενός. ὅσα γὰρ οὐ κατὰ πρόθεσίν τινα ὑπὸ τοῦ ποιοῦντος γίνεται οὐδ’ ἐπὶ τέλος ὡρισμένον ἔχει τὴν ἀναφοράν, τοιαῦτα (ὁποῖά ἐστι καρφῶν τέ τινων διακρατήσεις καὶ περιστροφαὶ καὶ τριχῶν ἐπαφαί τε καὶ ἐκτάσεις καὶ ὅσα τούτοις ὁμοίως γίνεται), ἃ ὅτι μὲν γίνεται καὶ αὐτὰ γνώριμον, οὐ μήν ἔχει τὴν κατὰ τὸ τέλος καὶ τίνος χάριν αἰτίαν. 1 δ’ Eusebius B2 Lond. 0: γὰρ Va¹2 γένοιτο Eusebius 1. 2 γινομένων] εἰρημένων a1 δὴ Eusebius O: γὰρ libri 3 δὲ Eusebii p. l. Cas.: δὴ libri ὡς om. Cas. 5 τὸ om. a2 7 τούτῳ γενόμενον om. a2 γινόμενον Lond.0 8 εἶδός ἐστιν Eusebius δισκεῦον a1 Eusebius ἀκοντίζον a1 Eusebius 9 μόνον Eusebius 10 γὰρ supra versum V ἐστιν—τῶν] ἀλλ’ ἔστιν οὐδενὸς τῶν Eusebius δευτερεῦον Eusebii p. l. 10.11 τέλος] γένος Eusebii p. l. 11 γεγονός ἐστι Va¹²: γέγονε τουτέστιν Eusebius (γεγονέναι τ. D) εἴς] εἴ Cas.: del. B² θεοὺς scripsi: θεὸν Eusebius O: τινος libri 12 τῆς τοιαύτης Eusebius οὐδ’ ἂν] οὐ γὰρ V1 (corr, V2) 13 αἰτίων τῶν τοσούτων a2: τούτων τῶν αἰτίων τοσούτων Lond. 14 ποιητικοῖς V1 γρ. a¹2: τοιούτοις V1 15 σώζουσαν] ωζ in lit. V τῇ τοῦ Eusebius 16 τέχνῃ Eusebius 17 τὸν om. a1 18 δεῖ] δὴ Eusebius ἄλλως Eusebii cod. B 19 δὲ Cas. 21 λέγειν V1 (corr. V2) καὶ τέλος om. a2 22 γὰρ om. Eusebius: γε coni. 0 οὐ om. Eusebii cod. B πρόθεσιν] προαίρεσιν Eusebii cod. S ὑπὸ om. Eusebius 23 ἐπὶ] ἐπεὶ a2 23. 24 τοιαῦτα ὁποῖα] τοιαῦτα οἷον Εusebius: ὁποῖα B² 24 καρφῶν Eusebius a2: καρπῶν Va1 25 ὁμοίως γίνεται Eusebius: ὁμοίως (ὅμοια γρ. H) γίνεται ἃ VHa1 Lond.: ὅμοια a2: ὅμοια ἃ K: ὁμοίως γίνεται ἃ ⟨γὰρ⟩ Ο διότι Diels (cf. Ind. Arist. p. 200b49; Doxogr. p. 742) μὲν οὖν a2: μὲν γὰρ Eusebius 26 τὸ om. 0 τίνος Va¹: τινὸς a2: τὴν οὗ Eusebius τὰ μὲν οὖν οὕτως γινόμενα ἀσκόπως τε καὶ ἁπλῶς γινόμενα οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν, τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γινομένων χάριν τὰ μὲν κατὰ τὴν φύσιν, τὰ δὲ κατὰ τὸν λόγον γίνεται. τά τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν εἴς τι τέλος, ἐν ὧ γενόμενα τοῦ γίνεσθαι παύεται, εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδών γένοιτο τῇ κατὰ φύσιν αὐτῶν ἐπὶ τὸ προκείμενον τέλος ὁδῷ, ἀλλὰ καὶ τὰ κατὰ λόγον γινόμενα ἔχει τι τέλος. οὐδὲν γὰρ ὡς ἔτυχεν τῶν κατὰ λόγον γινομένων γίνεται, ἀλλ’ ἐπί τινα σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς. ἔστι δὲ κατὰ λόγον γινόμενα, ὅσα ὑπὸ τῶν ποιούντων αὐτὰ γίνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ’ ὃν ἂν τρόπον γένοιντο. οὕτως γίνεται τά τε κατὰ τὰς τέχνας γινόμενα πάντα καὶ κατὰ προαίρεσιν, ἃ διαφέρει τῶν γινομένων φύσει τῷ τὰ μὲν φύσει γινόμενα ἐν αὐτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ αἰτίαν τῆς τοιαύτης γενέσεως (τοιοῦτον γὰρ ἡ φύσις· καὶ γίνεται μὲν κατὰ τάξιν τινά, οὐ μὴν τῆς ποιούσης αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης), τὰ δὲ γινόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινήσεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ’ οὐκ ἐν αὐτοῖς καὶ τῆς γενέσεως αὐτῶν τοῦ ποιοῦντος γίνεται περὶ αὐτῶν λογισμός. τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γινομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ ταὐτομάτου γίνεσθαι πεπιστευμένα ταύτῃ τῶν προηγουμένως ἕνεκά του γινομένων διαφέροντα, ᾗ ἐπ’ ἐκείνων μὲν πᾶν τὸ πρὸ τοῦ τέλους γινόμενον τοῦ τέλους χάριν γίνεται, ἐπὶ δὲ τούτων τὰ μὲν γινόμενα πρὸ τοῦ τέλους ἄλλου χάριν γίνεται, ἀπαντᾷ δ’ αὐτοῖς ἄλλου χάριν γινομένοις ὡς τέλος τὸ αὐτομάτως τε καὶ ἀπὸ τύχης γίνεσθαι λεγόμενον. τούτων δ’ οὕτως ἐχόντων καὶ πάντων τῶν V γινομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν, ἐν ποίῳ τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην. ἆρά γε ἐν τοῖς οὐδενὸς γινομένοις χάριν; ἢ τοῦτο μὲν παντάπασιν ἄλογον· αἰεὶ 1 τε om. Eusebius 3 τὴν om. Eusebius a τὸν om. Eusebius a1 4 τὴν γενέσεως Eusebii cod. 1 5 εἴς] ἐπί Eusebius τι om. a2 γινόμενα Eusebius γενέσθαι a2 παύονται Eusebii vulg. 6 ἐνστὰν Eusebius a2: ἐστ’ ἂν V¹: del. V2: om. a1 0 γίνοιτο Eusebii vulg. 7 pr. τέλος om. Eusebius τὰ om. a1 8 σκοπὸν] φορὰν Eusebii p. l. 11 γένοιτο Eusebius 0 γίνεται] γίνοιτο a2 τε om. Eusebii p. l. a2 12 τὰ κατὰ Eusebius ἃ om. Eusebii cod. τῷ in lit. 6 litt. V 13 τὰς αἰτίας Eusebius 14 γίνεται a2: γίνεσθαι V Eusebius a1 0 (ὡς γίνεσθαι Schwartz) μὲν om. Lond. 15 χρωμένοις vel χρωμένως Eusebii p. l. 16 τῆς om. 0 17 ποιοῦσαν] α in lit. V καὶ τὴν ποιοῦσαν αἰτίαν Eusebii p. l. 18 pr. αὐτῶν] αὐτοῖς a2 ὁ τοῦ Eusebius 0 ποιοῦνται Eusebii cod. B γίνεται (γ in lit.) Va¹²: ἡγεῖται Eusebius τρίτον δέ ἐστιν Eusebius: ἔστιν libri 19 οὖν ἐν τοῖς a2: οὖν τοῖς Lond. Cas. καὶ ἀπὸ ταὐτομάτου a2: καὶ τοῦ αὐτομάτου Eusebius 20 πεπιστευμένα] πε supra versum V προηγουμένως B² Eusebii vulg. Lond. O: προηγουμένων V Eusebii cod. C 21 μὲν ὅτι πᾶν τὸ πρὸ a2: μὲν δῆλον ὅτι πᾶν τὸ πρὸ E: μὲν τὰ πρὸ (πρὸς cod. BC) Eusebius γινόμενον om. Eusebius alt. τοῦ τέλους om. Eusebii cod. BC 23 τε om. a² 25 τρόπους] σκοποὺς a1 26 ποίῳ] τίνι Eusebius τῶν] τ in lit. V 27 γενομένοις 0 ἦ 0 γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμένης ὀνόματι χρώμεθα καθ’ εἱμαρμένην αὐτὸ λέγοντες γεγονέναι. διὸ ἐν τοῖς ἕνεκά του γινομένοις ἀναγκαῖον τιθέναι τὴν εἱμαρμένην· καὶ ἐπεὶ τῶν ἕνεκά του γινομένων τὰ μὲν γίνεται κατὰ λόγον, τὰ δὲ κατὰ φύσιν, ἢ ἐν ἀμφοτέροις αὐτοῖς τὴν εἱμαρμένην ἀναγκαῖον εἶναι τίθεσθαι, ὡς πάντα τὰ γιγνόμενα καθ’ εἱμαρμένην γίνεσθαι λέγειν, ἢ ἐν θατέρῳ. ἀλλὰ τὰ μὲν κατὰ λόγον γινόμενα τούτῳ δοκεῖ γίνεσθαι κατὰ λόγον τῷ τὸν ποιοῦντα αὐτὰ καὶ τοῦ μὴ ποιεῖν ἔχειν ἐξουσίαν. τά τε γὰρ ὑπὸ τῶν τεχνιτῶν γινόμενα κατὰ τέχνην οὐκ ἐξ ἀνάγκης ὑπ’ αὐτῶν γίνεσθαι δοκεῖ (οὕτως γοῦν ἕκαστον ποιοῦσιν αὐτῶν ὡς καὶ τοῦ μὴ ποιεῖν αὐτὰ τὴν ἴσην ἔχοντες ἐξουσίαν· ἔτι τε πῶς οὐκ ἄτοπον τὴν οἰκίαν καὶ τὴν κλίνην καθ’ εἱμαρμένην λέγειν γεγονέναι ἢ τὴν λύραν ἡρμόσθαι καθ’ εἱμαρμένην;), ἀλλὰ μὴν καὶ ὧν προαίρεσις κυρία (ταῦτα δ’ ἐστὶν ὅσα κατ’ ἀρετήν τε καὶ κακίαν πράττεται) καὶ ταῦτα ἐφ’ ἡμῖν εἶναι δοκεῖ. εἰ ἐφ’ ἡμῖν δὲ ταῦτα, ὧν καὶ τοῦ πραχθῆναι καὶ τοῦ μὴ πραχθῆναι ἡμεῖς εἶναι δοκοῦμεν κύριοι, τούτων δὲ οὐχ οἷόν τε λέγειν αἰτίαν τὴν εἱμαρμένην οὐδὲ ἀρχὰς εἶναί τινας καὶ αἰτίας ἔξωθεν προκαταβεβλημένας τοῦ πάντως ἢ γενέσθαι τι αὐτῶν ἢ μὴ γενέσθαι (οὐκέτι γὰρ ἂν εἴη τι τούτων ἐφ’ ἡμῖν, εἰ γένοιτο τοῦτον τὸν τρόπον), λείπεται δὴ λοιπὸν τὴν εἱμαρμένην ἐν τοῖς VΙ φύσει γινομένοις εἶναι λέγειν, ὡς εἶναι ταὐτὸν εἱμαρμένην τε καὶ φύσιν. τό τε γὰρ εἱμαρμένον κατὰ φύσιν καὶ τὸ κατὰ φύσιν εἱμαρμένον. οὐ γὰρ κατὰ φύσιν μέν ἐστιν ἄνθρωπον ἐξ ἀνθρώπου καὶ ἵππον ἐξ ἵππου γίνεσθαι, οὐ καθ’ εἱμαρμένην δέ, ἀλλὰ συνοδεύει τὰ αἴτια ταῦτα ἀλλήλοις ὡς ἂν ἔχοντα κατὰ τοὔνομα μόνον τὴν διαφοράν. διὸ καὶ τὰ πρῶτα τῆς κατὰ φύσιν ἑκάστοις γενέσεως αἴτια (ἔστιν δὲ ταῦτα ⟨ταῦ⟩ θεῖα καὶ ἡ τούτων εὔτακτος περιφορὰ) καὶ τῆς εἱμαρμένης αἴτια λέγουσιν. πάσης γὰρ γενέσεως ἀρχὴ ἡ τῶν θείων κατὰ τὴν κίνησιν ποιὰ σχέσις πρὸς τὰ τῇδε. οὔσης δὲ τῆς εἱμαρμένης ἐν τούτοις τε καὶ τοιαύτης ἀναγκαῖον ὡς ἂν ἔχῃ τὰ γινόμενα κατὰ φύσιν οὕτως ἔχειν καὶ τὰ καθ’ εἱμαρμένην. ἀλλὰ μὴν τὰ γινόμενα κατὰ φύσιν οὐκ ἐξ ἀνάγκης γίνεται, ἀλλ’ ἔστιν ἡ γένεσις τῶν οὕτω γινομένων ἐμποδιζομένη διὸ ποτὲ μὲν ὡς ἐπὶ τὸ πλεῖστον μὲν γινεται τὰ γινόμενα κατὰ φύσιν, οὐ μὴν ἐξ ἀνάγκης ἔχει . χώραν γὰρ ἐν 2 τε αὐτὸ Eusebius του γινομένων γινομένοις a2 ἀνάγκη a2 5 εἶναι om. a1 0 6 λόγον γινόμενα] ον γ in lit. V 7 ποιεῖ Cas. 9 γοῦν] γὰρ Lond 0 αὐτῶν Va¹: αὐτοὶ a2 10 τε] δὲ EO 11 ἢ] καὶ 0 11. 12 καθ’ εἱμαρμένην om. a2 14 ἡμεῖς om. a3 15 οὐκ a1 18 εἰ] ἢ a2 20 κατὰ φύσιν καὶ—εἱμαρμένον add. V 21 καὶ om. Cas. 22 οὐ—δέ] καθ’ εἱμαρμένην δὲ οὔ a2 Ο 24 αἴτια (ἔστιν δὲ ταῦτα ⟨τὰ⟩ scripsi: αἴτιασ ἔστι οδὲ ταῦτα V¹: αἴτια τάτε V²Ba¹: αἴτια Η: αἴτιά ἐστιν· οἱ δὲ αὐτὰ τὰ KE (pro οἱ δὲ: ἤτοι Sa2 Lond. (sed hic οἳ δ’) Cas.: αἴτια τὰ 0 ἡ] τὴν a2 25 εὔτακτον περιφορὰν a2 δὲ αἴτια λέγουσιν τὰ αὐτά V²a1 26 τὴν om. a1 τῆιδε sic V 27 τε om. a2 30 ἐμποδιζομένη ποτέ. διὸ μὲν] ὡς Diels ποτὲ μὲν] περ μὲν om. a2 O: post γίνεται coll. H 31 ἔχει del. V2: om. a1O αὐτοῖς ἔχει καὶ τὸ παρὰ φύσιν καὶ γίνεται, ὑπό τινος αἰτίας ἔξωθεν ἐμποδισθείσης τῆς φύσεως εἰς τὸ ἔργον τὸ ἑαυτ  ῆς. διὸ οὔτε ἐξ ἀνάγκης ἄνθρωπος ἐξ ἀνθρώπου ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον, ὥστε καὶ κατὰ τὴν ὡρίσθαι δοκοῦσαν προθεσμίαν τοῖς γινομένοις κατὰ φύσιν ἕκαστον τῶν οὕτως γινομένων ἀεὶ γίνεται. ὄντος δὲ ἐν τοῖς γινομένοις κατὰ φύσιν καὶ τοῦ παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τέχνην, χώραν ἂν ἔχοι καὶ ἐν τοῖς κατὰ τὴν εἱμαρμένην γινομένοις τὸ παρὰ τὴν εἱμαρμένην, ὥστ’ εἰ χώραν ἔχει τὸ παρὰ φύσιν καὶ μὴ κενόν ἐστιν ὄνομα, ἔχοι ἂν ἐν τοῖς γινομένοις χώραν καὶ τὸ παρὰ τὴν εἱμαρμένην. διὸ καὶ λέγοι τις ἂν εὐλόγως τὴν οἰκείαν φύσιν ἀρχὴν ἑκάστου καὶ αἰτίαν εἶναι τῆς τῶν γινομένων ἐν αὐτῷ κατὰ φύσιν τάξεως. ἀπὸ ταύτης γὰρ ὡς ἐπὶ τὸ πλεῖστον οἵ τε βίοι τῶν ἀνθρώπων τὴν τάξιν καὶ αἱ καταστροφαὶ λαμβάνουσιν. ὁρῶμεν γοῦν ὅτι καὶ τὸ σῶμα τῷ τοῖον ἢ τοῖον εἶναι τὴν φύσιν καὶ ἐν νόσοις καὶ ἐν φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ἐξ ἀνάγκης· ἱκαναὶ γὰρ ἐκκροῦσαι τὴν τοιάνδε τάξιν ἐπιμέλειαί τε καὶ ἀέρων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμβουλαὶ θεῶν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατασκευὴν διαφόρους γινομένας ἑκάστῳ τάς τε προαιρέσεις καὶ τὰς πράξεις καὶ τοὺς βίους. ἦθος γὰρ ἀνθρώπων δαίμων κατὰ τὸν Ἡράκλειτον, τουτέστι φύσις. ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ταῖς φυσικαῖς κατασκευαῖς τε καὶ διαθέσεσιν τάς τε πράξεις καὶ τοὺς βίους καὶ τὰς καταστροφὰς αὐτῶν ἀκολούθως ἰδεῖν ἔστι. τῷ μὲν γὰρ φιλοκινδύνῳ καὶ θρασεῖ φύσει βίαιός τις καὶ ὁ θάνατος ὡς ἐπὶ τὸ πλεῖστον (αὕτη γὰρ ἡ τῆς φύσεως εἱμαρμένη), τῷ δέ γε ἀκολάστῳ τὴν φύσιν τό τε ἐν ἡδοναῖς τοιαύταις καταζῆν καὶ ὁ τῶν ἀκρατῶν βίος, ἂν μή τι κάλλιον ἐν αὐτῷ γενόμενον ἐμποδίζῃ, τῷ δὲ καρτερικῷ κατὰ φύσιν αἱ τῶν πόνων ὑπομοναὶ καὶ αἱ κακοπάθειαι καὶ αἱ ἐν τοῖς τοιούτοις τοῦ βίου καταστροφαὶ 1 alt. καὶ infra versum V 1. 2 παρεμποδισθείσης a2 2 οὔτε] fortasse οὐδὲ 3 ἐξ s. v. V: om. a1 ὡς V²a¹²: οὐκ V1 ὥστε] ὅθεν a1 καὶ del. Diels 5 οὐκ ἀεὶ Schultess 0 τοῦ add. Lond. 0 6 τέχνην ⟨τοῦ παρὰ τέχνην⟩ coni. 7 ἔχοι a2 12 τὴν καταστροφὴν a2: αἱ ἀναστροφαὶ B² γοῦν] οὖν a2 ὁρῶμενβίους (18)] Eus. pr. ev. VI, 9. 270c 270d 13 τοῖον bis scripsi cf Al. De an.169,36: τοιὸν bis libri: τοιόνδε bis Eusebius ἐν ante φθοραῖς om. Eusebius a 14 καταστάσει Eusebii p. l. ὁμοίως ἐπὶ πάντων οὐδὲ ἐξ ἀνάγκης Eusebius 15 πολλάκις τὴν Eusebius τοιάνδε a¹: τοιάνδε sic V: τοιὰν δὲ Lond.: τοιαύτην Eusebii p. l. a2 τάξιν] ἕξιν Εusebius τε om. Eusebius ἀέρων] βίων Eusebius 16 συμβουλίαι Eusebius κατὰ—τρόπον] οὕτως Eusebii p. l. 17 κατὰ 0 γινομένας] ἐν Eusebius 17,18 τάς τε om. Eusebius 18 τὰς om. Eusebius τοὺς om. Eusebius βίους ἐξ ἀσκήσεως καὶ ἀπὸ μαθημάτων καὶ ἀπὸ λόγων κρειττόνων βελτιουμένων Eusebius ἀνθρώπῳ Lond. 0 21 ἀκολούθους Lond. Cas. 0 φιλοκινδύνη a1 22 τὸ om. a2 23 γε om. Lond. 0 24 καταγῆν a2 ἂν μή] ἀλλ’ εἴ a²0 αυτῷ V 25 γενόμενον ἐμποδίζῃ scripsi coll. de an. 185,16: γενόμενον ἐκσείσῃ τῆς ⟨ἀκολασίας⟩ Diels: γενόμενος ἐκπισητησ sic V: γενόμενος ἐκ πίση τῆς a1 : γενόμενος ἐκπέσῃ τῆς H : γενόμενον ἐκστῇ τῆς H γρ. ESKa2 (sed γενώμενον a2) Lond. Cas.0 (sed τοῦ pro τῆς Cas. O) τῷ δὲ καρτερικιῷ addidi coll. de an. 185,29 (similiter 0 in adn.) 26 αἱ ἐν τοῖς ES: ἐν τοῖς a2O: μεν τοισ V: μεν τι τοῖς 2: μέντοι τοῖς Ha πάλιν εἰσὶ καθ’ εἱμαρμένην. καὶ τοῖς ἀνελευθέροις δὲ τὴν φύσιν καὶ ἀπλήστοις περὶ κτῆσιν χρημάτων καὶ τὰ τῆς εἱμαρμένης συνῳδά· ἐν ἀδικίαις γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ὁ τῶν τοιούτων βίος, καὶ ἡ τοῦ βίου δὲ καταστροφὴ τοῖς κατ’ αὐτὰ πράττουσιν ἀκόλουθος τούτοις. καὶ ἐπιλέγειν εἰώθασιν τοῖς τοιούτοις, ὅταν ἐν ταῖς ἀκολούθοις τε τοῦ βίου καὶ καθ’ εἱμαρμένην περιστάσεσιν ὦσιν, ὡς ἑαυτοῖς γεγονόσιν αἰτίοις τῶν παρόντων αὐτοῖς κακῶν. καὶ τοῦτ’ ἄν τις παρίστασθαι βουλόμενος τοῖς τὰς μαντείας ἐπαγγελλομένοις τοῦ μὴ πάντως αὐτοὺς ἐπιτυγχάνειν φέροι τὸ αἴτιον, μὴ πάντα τὴν φύσιν ἑκάστου καὶ τὴν εἱμαρμένην εὐοδεῖν, ἀλλὰ γίνεσθαί τινα καὶ παρ’ αὐτήν, εἶναι δὲ τοὺς μάντεις μηνυτὰς τῶν γινομένων καθ’ εἱμαρμένην, ὥσπερ οὖν καὶ τοὺς φυσιογνώμονας. εἰπόντος γοῦν Ζωπύρου τοῦ φυσιογνώμονος περὶ Σωκράτους τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεστῶτα τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον καὶ ἐπὶ τούτοις ὑπὸ τῶν περὶ τὸν Σωκράτη καταγελωμένου οὐδὲν εἶπεν ὁ Σωκράτης ἐψεῦσθαι τὸν Ζώπυρον· ἦν γὰρ ἂν τοιοῦτος ὅσον ἐπὶ τῇ φύσει, εἰ μὴ διὰ τὴν ἐκ φιλοσοφίας ἄσκησιν ἀμείνων τῆς φύσεως ἐγένετο. καὶ αὕτη μὲν ἡ περὶ εἱμαρμένης ὡς ἐπὶ κεφαλαίων εἰπεῖν κατὰ τοὺς ἀπὸ τοῦ Περιπάτου δόξα. Ἡ δὲ κατασκευὴ τῶν εἰρημένων ἔσται φανερωτέρα παρατιθέντων ἡμῶν VΙΙ ταῖς προηγουμέναις τῶν κειμένων ἀποδείξεσιν τὰ ἑπόμενα ἄτοπα τοῖς πάντα καθ’ εἱμαρμένην γίνεσθαι λέγουσιν· μιγνύντες γὰρ οὕτω τὸν λόγον τῇ τε τῶν δοξῶν παρ’ ἀλλήλας θέσει γνωριμώτερον τἀληθὲς ποιήσομεν καὶ πρὸς τούτῳ οὐχ ἕξομεν ἀνάγκην μεμνῆσθαι τῶν αὐτῶν πολλάκις. εὐλόγως γὰρ ἄν τις ἀπορήσαι, πῶς φιλοσοφεῖν τινες λέγοντες καὶ τὴν ἀλήθειαν τὴν ἐν τοῖς οὖσιν μετέρχεσθαι καὶ ταύτην τῶν ἄλλων ἀνθρώπων πλέον ἔχειν τοὺς φιλοσοφοῦντας ὑπολαμβάνοντες καὶ διὰ τοῦτο καὶ τοὺς ἄλλους ἐπὶ τοῦτο προτρέποντες ἐπέδοσαν αὑτοὺς τῇ δόξῃ τῇ πάντα ἐξ ἀνάγκης τε καὶ καθ’ εἱμαρμένην γίνεσθαι λεγούσῃ, ἐφ’ ἣν μόνους ὁρῶμεν καταφεύγοντας τῶν ἰδιωτῶν τοὺς οὐδὲν αὐτοῖς συνειδότας δεξιὸν ἐπὶ τὴν εἱμαρμένην ἀφ’ αὑτῶν 1 εἰσὶ in lit. V 2 ἀπλείστοισ V (corr. V2): ἀπληστοὶς a1 σύνωδα Va2 4 κατ’ αὐτὰ] fortasse κατὰ ταῦτα τούτοις ES: τούτοις διὸ a2 Cas.: τούτουσ V¹ διὸ V²Ha1 Lond. 0: τοῦτο οὖν Schwartz 5 ταῖς] τοῖς Lond. ἀκολούθοισ τε V¹a¹: ἀκολουθοῖσ γε V²: ἀκολουθίαις τε a2 καὶ add. V2a¹²O 5. 6 εἱμαρμένην Η Lond.0 εἱμαρμέναις V: εἱμαρμένας ES: εἱμαρμένης a¹2 Cas. 6 γεγόνοσιν V1 αἴτιοι a2 8 πάντως αὐτοὺς Va1: πάντα αὐτοὺς a2: πάντα αὐτοῖς 0 φέρει a1 10 μηνυτὰς om. Lond 11 εἰπόντος—ἐγένετο (16) Eus. praep. ev. Vl, 9. 270c— 271a Ζωπύρου] ποτε Eusebius 12 περὶ τοῦ Eusebii vulg. 14 Σωκράτην a1 Eusebius εἶπεν] εἶ in lit. V ἐσφάλθαι Eusebius 16 ἡ om. a2 17 ἐν κεφαλαίῳ a2 O  ἡ κατὰ a2 δόξας a1 20 τῇ τὸν λόγον τε 0 τε om. Cas. 21 παραλλήλας Va¹: παράλληλα a2: παραλλήλῳ Lond. Cas. 0 22 τοῦτο a2 οὐκ a2 23 ἀπορῆσαι V¹: ἀπορήσειε V²a¹2 λέγοντες Schwartz: λέγονται (λεγονται V) libri 24 ταύτῃ a2 fortasse recte ἄλλων] prius λ in lit. V 24, 25 τοὺς φιλοσοφοῦντας delevi 25 ὑπολαμβάνοντες a2: υπολαμβάνοντες sic V: ὑπολαμβάνουσι a1 0 26 προτρέποντες] ε post ρ in lit. 2 litt. V τῇ δόξῃ] utrumque ῃ in lit. V τῶν τὴν αἰτίαν τῶν περιεστώτων αὐτοὺς κακῶν μεταφέροντας, δόξῃ οὔτε τοῖς ἐναργέσι συναδούσῃ οὔτε τινὰς πιστὰς ἀποδείξεις τοῦ οὕτως ἔχειν ἐχούσῃ προσέτι τε ἀναιρούσῃ τὸ εἶναί τι ἐφ’ ἡμῖν, οὗ πιστευθέντος τίς ἂν ἄλλη μείζων ἐκ λόγων γένοιτο ζημία; ὅτι μὲν γὰρ παρὰ τὰ ἐναργῆ, δῆλον ἐκ τοῦ πεπιστεῦσθαι μὲν σχεδὸν ὑπὸ πάντων ἰδιωτῶν τε καὶ φιλοσόφων τὸ γίνεσθαί τινα καὶ αὐτομάτως καὶ ἀπὸ τύχης, εἶναι δέ τινα τῶν γινομένων καὶ ἐνδεχομένως γινόμενα καὶ ἔχειν τινὰ χώραν ἐν τοῖς οὖσιν καὶ τὸ μηδὲν μᾶλλον τόδε τοῦδε, τούτων δὲ μηδὲν σώζεσθαι κατὰ τοὺς ἐξ ἀναγκης πάντα γίνεσθαι λέγοντας, εἴ γε σώζει μὲν αὐτὰ τὸ ἐφ’ οἷς σημαινομένοις τὰ ὀνόματα ταῦτα κεῖσθαι πεπίστευται, ταῦτα μὴ κινεῖν· οὐ γὰρ τὸ ἄλλα τινὰ ὑποβάλλοντα σημαινόμενα τοῖς ὀνόμασιν διὰ τοῦ μένειν ἐκεῖνα μένειν ἡγεῖσθαι καὶ τὰ προειρημένα σωζόντων ἐστὶ τὰ κείμενα. οὐ γὰρ σώζεται τὸ γίνεσθαί τινα ἀπὸ τύχης, ἂν ἀνελών τις τὴν τῶν οὕτως γινομένων φύσιν ὄνομα θῆται τοῖς γινομένοις ἐξ ἀνάγκης τὴν τύχην, ἀλλ’ αὐτὰ δεῖξαι δυνάμενα σώζεσθαι, ἐφ’ ὧν τὸ τῆς τύχης ὄνομα κατηγορεῖσθαι πεπίστευται.