ἀλλὰ τῶν ΧΧΧΙΙ μὲν τοιούτων ἅλις (ἱκανὸν γὰρ ἐφ’ ἑκάστου τὸ ἐνδείξασθαι τὴν τῆς δόξης ἀτοπίαν), ἱκανῶς δ’ οἶμαι δεδηλῶσθαι, πῶς λέγεται τὸ ἐπὶ τῷ φρονίμῳ εἶναι τὸ φρονεῖν καίτοι μὴ δυναμένῳ μὴ φρονεῖν· οὐ γὰρ ὅτι νῦν, ὅτε ἐστὶ φρόνιμος, ἐπ’ αὐτῷ τὸ εἶναι τοιούτῳ (ἦν γὰρ ἂν καὶ τοῦ νῦν μὴ φρονεῖν κύριος), ἀλλ’ ὅτι πρὸ τοῦ τοιοῦτος γενέσθαι εἶχεν ὥσπερ δὲ τοῦ γενέσθαι οὕτως δὲ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος τὴν ἐξουσίαν, δι’ ἣν προειρήκαμεν αἰτίαν πρὸς τὸ γενέσθαι τοιοῦτος συνήργησεν αὑτῷ. ἐπὶ δὲ τῶν θεῶν οὐκ εἴη ἂν τὸ εἶναι τοιούτοις (ὅπερ ἦν καὶ αὐτὸ ἐν τοῖς ὑπ’ αὐτῶν ἀπορουμένοις), ὅτι γάρ ἐστιν αὐτῶν ἐν τῇ φύσει τὸ τοιοῦτον, οὐδὲν δὲ τῶν οὕτως ὑπαρχόντων ἐπ’ αὐτῷ. διὰ τοῦτο γὰρ τὰ μὲν ἐκείνων ἀγαθὰ τίμιά τε καὶ μακαριστά, μεῖζόν τι τῶν ἐπαινετῶν ἀγαθῶν ἔχοντα, ὅτι τὴν ἀρχὴν ἡ φύσις αὐτῶν ἀνεπίδεκτός ἐστιν, ἡμεῖς δὲ ἐπὶ τῇ κτήσει τῶν ἀρετῶν ἐπαινούμεθα, ὅτι, τῆς φύσεως ἡμῶν ἐπιδεκτικῆς οὔσης καὶ τοῦ χείρονος, οὐκ ὠκνήσαμεν πρὸς τὰ βελτίω, καὶ τῶν μὲν χειρόνων ἀνιδρωτὶ καὶ χωρὶς καμάτων περιγίνεσθαι δοκούντων, τῆς δὲ ἀρετῆς μετὰ πόνων τε καὶ μετὰ καμάτων καὶ πολλῶν ἱδρώτων. ἔχει μέντοι καὶ ὁ φρόνιμος ἐπὶ τῶν καθέκαστα πράξεων τοῦ καὶ μὴ πράττειν αὐτὰς τὴν ἐξουσίαν, εἴποτε κἀκείνοις πράξεις τινὲς γίνοιντο περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν. οὐ γὰρ ἀφῄρηται τὴν ἐξουσίαν οὔτε ὁ Πύθιος τοῦ τῷ αὐτῷ χρῆσαί τε καὶ  μή, οὔτε ὁ Ἀσκληπιὸς τοῦ παρίστασθαι. πάντες γοῦν σχεδὸν ἄνθρωποι καταφεύγουσιν ἐπ᾿   αὐτόν, ἔνθα ἂν ἐπιφανέστατος ᾖ, πεπιστευκότες ὅτι τοῖς σπουδάζουσιν αὐτὸν ἔχειν ἰατρὸν μᾶλλον τῶν οὐ σπουδαζόντων ἐπιδίδωσιν αὑτόν. 1 ἀναιρεῖν] ἀν add. v. c. V 2 ἂν addidi καὶ om. a¹² 3 ἢ Lond. 0 ου sic V: οὐ rel 7 δι a2 7. 8 τὸ— εἶναι τὸ φρονεῖν] ἐν μηδενὶ ὂν (ὂν φύσει ES) τὸ φρονεῖν φύσει γρ. ES 8 pr. τὸ] ὸ in lit. V φρονεῖν καίτοι] ρονειν καίτοι in mg. V1 δυναμένῳ μὴ scripsi: δυναμένων τὸ Va¹²: δυναμένου τὸ μὴ B²: δυναμένῳ τὸ οὐ Lond. 0: δυναμένῳ οὐ Cas.: [ μὴ] δυναμένῳ τότε οὐ coni. 0: δυναμένῳ τότε οὐ Casp. 0 ὅτι del. B²: ἔτι Gercke 10 alt. τοῦ ES: δὲ τοῦ V: / / / / τοῦ B: δὲ τοῦ a¹2: γὰρ τοῦ H mg.: δὴ τοῦ Casp. 0 11 καὶ δι᾿  ἣν Lond. 0 12 αὐτῷ V 13 οὐκ εἴη scripsi: οὐκέτ’ libri: οὐκ ἔστ’ ES τοιοῦτοι Gercke ὑπ’ ἐκείνων 0 14 τὸ add. HO 15 ἐπ’ αὐτῶν Gercke μὲν om. 0 16 μακάριστα V 17 αὐτῶν ⟨τοῦ χείρονος⟩ 0 ἀνεπίδεκτος ὧν ἐναντίων B² τῇ om. 0 κτίσει a¹² 19 καὶ] καίτοι Gercke fortasse recte 20 παραγίνεσθαι Casp. 0 22 εἴποτε] εἴτε V1 (corr. v. c) 24 ἀφήρτηται a2 τοῦ τῷ a¹2: τοῦ τῶ sic V: τούτῳ ES: του τῷ Cas. χρῆσαι Grotius (in vers.) Schwartz: χρῆσθαί τε καὶ v. c. V: χρήσεται καὶ V1 25 ἀσκληπιοσ V παρίστασθαι coni. 0: προίστασθαι libri fortasse παρίστασθαι ⟨τε καὶ μή) 27 οὐ v. c. Va¹²: ὡσ V1 28 αὐτὸν V Τὸ δὲ λέγειν ἡγεῖσθαι τοὺς οὐχ ἡγουμένους ἐν τῷ σώζεσθαι τὴν XXXIII καθ’ ὁρμὴν τῶν ζῴων ἐνέργειαν ἤδη σώζεσθαι καὶ τὸ ἐφ’ ἡμῖν τῷ μὴ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς ὁρμῶσιν εἶναι καὶ διὰ τοῦτο ἐρωτᾶν, εἰ μὴ ἐνέργημά τι τὸ ἐφ’ ἡμῖν ἐστι, καὶ λαβόντας ἐπὶ τούτῳ πάλιν ἐρωτᾶν, εἰ μὴ τῶν ἐνεργημάτων τὰ μὲν εἶναι δοκεῖ καθ’ ὁρμήν, τὰ δ’ οὐ καθ’ ὁρμήν, ὃ λαβόντας πάλιν προστιθέναι τούτῳ τὸ μὴ τῶν ἐνεργημάτων μέν, μὴ καθ’ ὁρμὴν δὲ εἶναί τι ἐφ’ ἡμῖν, οὗ καὶ αὐτοῦ συγχωρούμενου ἐπὶ τούτοις λαμβάνειν τὸ πᾶν τὸ καθ’ ὁρμὴν γινόμενον ἐπὶ τοῖς οὕτως ἐνεργοῦσιν εἶναι, ἐπειδὴ ἐν μηδενὶ τῶν ἄλλως ἐνεργουμένων ἐστί, καὶ διὰ τοῦτο λέγειν σώζεσθαι κατ’ αὐτοὺς καὶ τὸ τοιοῦτον ἐφ’ ἡμῖν, ὃ δυνατὸν ὑφ’ ἡμῶν γενέσθαι τε καὶ μή, εἶναι δὴ καὶ τὰ οὕτως γινόμενα ἐν τοῖς καθ’ ὁρμὴν γινομένοις ἔστι , πῶς οὐ παντάπασιν ἀγνοούντων ταῦτα, πρὸς ἃ ποιοῦνται τοὺς λόγους; οὐ γὰρ εἰ ἐν τοῖς καθ’ ὁρμὴν ἐνεργουμένοις τὸ ἐφ’ ἡμῖν εἶναι συγκεχώρηται, διὰ τοῦ λόγου ἤδη πᾶν τὸ καθ’ ὁρμὴν ἐνεργούμενον ἐφ’ ἡμῖν. ταῦτα γὰρ μόνα τῶν καθ’ ὁρμὴν γινομένων τὸ ἐφ’ ἡμῖν ἔχει, ὅσα κατὰ λογικὴν ὁρμὴν ἐνεργεῖται. λογικὴ δ’ ἐστὶν ὁρμὴ ⟨ἡ⟩ ἐν τοῖς βουλευτικοῖς τε καὶ προαιρετικοῖς γινομένη, τουτέστιν ἡ τῶν ἀνθρώπων, ὅταν ἐπὶ τούτοις γίνηται. τῶν γὰρ ἄλλων ζῴων αἱ καθ’ ὁρμὴν ἐνέργειαι οὐ τοιαῦται, ὅτι μηκέτ’ ἐν ἐκείνοις ἐξουσία τοῦ καὶ μὴ ποιῆσαι τὸ καθ’ ὁρμὴν ἐνερ| γούμενον. διὸ ἐν ταῖς καθ’ ὁρμὴν τὸ ἐφ’ ἡμῖν, οὐ μὴν διὰ τοῦτο πᾶσα καθ’ ὁρμὴν ἐνέργεια γινομένη τὸ ἐφ’ ἡμῖν ἔχει. πῶς δ’ οὐκ ἀγνοούντων τὰ ὑφ’ αὑτῶν γινόμενα τὸ τῇ ΧΧΧΙV ἀληθείᾳ τῶν γινομένων, ἣν ἀναιροῦσιν διὰ τοῦ δόγματος, αὐτῇ πρὸς τὸ κεχρῆσθαι πρὸς κατασκευὴν τοῦ ἀναιροῦντος αὐτὴν δόγματος; λαβόντες γὰρ τὸ ἕκαστον τῶν συνεστώτων φύσει καθ’ εἱμαρμένην εἶναι τοιοῦτον, ὁποῖόν ἐστι, ὡς ταὐτοῦ ὄντος τοῦ τε φύσει καὶ τοῦ καθ’ εἱμαρμένην, προστιθέασιν τὸ οὐκοῦν κατὰ τὴν εἱμαρμένην καὶ αἰσθήσεται τὰ ζῷα καὶ ὁρμήσει, καὶ τὰ μὲν τῶν ζῴων ἐνεργήσει μόνον τὰ δὲ πράξει τὰ λογικά, καὶ τὰ μὲν ἁμαρτήσεται τὰ δὲ κατορθώσει. ταῦτα γὰρ τούτοις κατὰ φύσιν μέν, ὄντων δὲ καὶ ἁμαρτημάτων καὶ κατορθωμάτων καὶ τῶν τοιούτων 1 ἡγεῖσθαι] ⟨οὐχ⟩ ἡγεῖσθαι Casp. Ο: πλᾶνασθαι B2: ληρεῖν sive νηπιάζεσθαι Gercke: ⟨ἄτοπα⟩ ἡγεῖσθαι Heine οὐχ sic V: del. Casp. 0 2 μὴ sic V: μὴ rel. (τὸ μὴ Casp. 0) 4 ἐνέργήμάτι V: ἐνἐρωτήματι ES τι τὸ] τι τῶν coni. 0 4. 5 εἰ μὴ — ἐρωτᾶν om. a¹² 6 τούτῳ] ῳ in lit. B μὴ scripsi: μήτε libri: del. Heine: μηδὲν B² 7 δὲ ⟨μηδὲ⟩ Heine τι] τὸ Gercke: τε a2: del. B² οὖ καὶ αὐτοῦ (καὶ in lit.) B: οὐκ αὐτοῦ (ὐ in lit. 3 litt.) V: οὐκ αὐτοῦ a¹2: καὶ αὐτοῦ Lond. 0 10 τούτου Lond. 0 12 ἔστι delevi: coll. post παντάπασιν B² οὐ corr. ex οὖν V ἀγνοοῦντες B² ταυτα V 17 ἡ addidi 18 γίνεται 0 19 οὐ] αἱ a2 του V 20 μή τι a¹² τῶν . . ἐνεργουμένων coni. 0 22 οὐκ] υ in lit. V γινόμενα] λεγόμενα Casp. 0 23 αὐτην (sic, supra ν: ι) προστὸ (i. e. αὐτῇ) V: αὐτῇ Lond. 0: αὐτὴν πρὸς τὸ KB (his verbis B² lineolam subducit, i. e. del.) a¹2 Cas.: αὐτῆ πρὸς τὸ HES 24 nonne χρῆσθαι αὐτὸν a¹2 26 ωσταυτοῦ sic V 28 μόνον] χρόνον a1 29. 30 fortasse κατὰ φύσιν. ⟨κ ατὰ φύ φύσιν⟩ μὲν ⟨οὖν ⟩ ὄντων [δὲ] καὶ 30 μενόντων τῶν δὲ a² φύσεων καὶ ποιοτήτων μὴ ἀγνοουμένων, καὶ ἔπαινοι καὶ ψόγοι καὶ κολάσεις καὶ τιμαί. ταῦτα γὰρ οὕτως ἔχει ἀκολουθίας τε καὶ τάξεως’. οὐ μὴν ἀκολουθεῖ ταῦτα ἔτι τοῦτον γίνεσθαι τὸν τρόπον τοῖς τὴν φύσιν τε καὶ τὰ γινόμενα κατὰ φύσιν εἰς τὴν εἱμαρμένην τε καὶ τὴν ἀνάγκην μεταφέρουσιν. κατὰ φύσιν μὲν γὰρ τοῖς πρακτικοῖς τε καὶ λογικοῖς ζῴοις τὸ καὶ ἁμαρτάνειν καὶ κατορθοῦν δύνασθαι τῷ μηδέτερον αὐτῶν ποιεῖν κατηναγκασμένως, καὶ τοῦτ’ ἀληθές ἐστι καὶ τοῦτον ἔχει τὸν τρόπον. οὐ μὴν τοῖς πάντα ἃ ποιοῦμεν ἐξ ἀνάγκης ἡμᾶς ποιεῖν λέγουσιν ἕπεται τοὺς μὲν κατορθοῦν τῶν λογικῶς ἐνεργούντων, τοὺς δ’ ἁμαρτάνειν. ἐξ ἀνάγκης δὲ πάντα ποιοῦμεν καθ’ σὓς ἀδύνατον μὲν τῶνδέ τινων περιεστώτων μὴ πράσσειν ἡμᾶς, τὰ δ’ ἐξ ἀνάγκης ἡμᾶς ἀεὶ περιστήσεται ταῦτα δι’ ἃ πράσσομεν. οὐ γὰρ τὸν ὁπωσοῦν χαρίεν ποιοῦντα καθορθοῦν τις λέγει, ἀλλ’ οὐδ’ ἁμαρτάνειν τὸν ὁπωσοῦν φαῦλόν τι πράττοντα, ἀλλ’ εἰ ὁπωσοῦν ἐν ἐξουσίᾳ τις ὢν τῶν χειρόνων αἱρεῖται καὶ πράσσει ἠ τὰ βελτίω τοῦτον λέγομεν κατορθοῦν. τὸν γοῦν τὰ αὐτὰ ταῦτα ἀπὸ τύχης ποιήσαντα οὐκέτι λέγομεν κατορθοῦν ὡς τοῦ κατορθοῦν τὴν κρίσιν οὐκ ἀπὸ τῶν πραττομένων ἔχοντος μόνον, ἀλλὰ πολὺ πρότερον ἀπὸ τῆς ἕξεώς τε καὶ δυνάμεως ἀφ’ ἧς πράσσεται. καὶ ὁ αὐτὸς λόγος ἐπὶ τῶν ἁμαρτημάτων. ὧν δὲ ἡ ἐξουσία τοῦ πράττειν ἄλλα τινὰ παρ’ ἃ πράττουσιν ὑπὸ τῶν περιεστώτων ἀφῄρηται, οὐδὲν αὐτοὶ συντελοῦσιν εἰς τὸ τὰ αὐτοῖς περιεστάναι δι’ ἃ πράττουσιν. πῶς ἂν ἔτι τούτους τις ἢ ἁμαρτάνειν ἢ κατορθοῦν λέγοι; οὔτε γὰρ τῆς τοιαύτης ἕξεως, ἀφ’ ἧς τῶνδέ τινων περιεστώτων περὶ τὸ τάδε τινὰ πράττειν ὁρμὴ γίνεται, αὐτός ἐστιν ἐν ἐξουσίᾳ οὔτε τοῦ τὰ περιεστῶτα τοιαῦτα εἶναι. διὰ τοῦτο γὰρ τῶν ἀλόγων ζῴων οὐδὲν τούτων κατηγορεῖται. ἀγόμενος δὴ ἐπὶ τὸ πράττειν ὑπό τε ἕξεως καὶ περιστάσεών τινων μηδενὸς κύριος αὐτὸς τοῦ μὴ τοῦτον ἔχειν τὸν τρόπον, οὐδ’ ἂν ἁμαρτάνειν ἔτι ἢ κατορθοῦν ἐπὶ τοῖς οὕτως πραττομένοις λέγοιτο. ἐπεὶ δὲ οἵ τε ἔπαινοι καὶ ψόγοι, κολάσεις τε καὶ τιμαὶ ἐπὶ τοῖς ἁμαρτήμασίν τε καὶ κατορθώμασιν, ὡς καὶ αὐτοὶ λέγουσιν, δῆλον ὡς ἀναιρουμένων τούτων ἀναιροῖτ’ ἂν κἀκείνων ἕκαστον. τὸ δὲ κατορθοῦν ἐπὶ τῶν θεῶν οὐ κυρίως ἂν λέγοιτο, ἀλλ’ ὡς ἴσον τῷ τὰ ἀγαθὰ 1 ποιητήτων a2 ἔπαινοι m1 corr. ex ἐπαινουμενου V 1. 2 τιμαὶ καὶ κολάσεις HO 2 τομαὶ a1 3 ἔτι ταῦτα a¹² 4 alt. τὴν om. a2 ἀνάγκην V 7 μὴν τοῖς Va¹: μέντοι γε τοῖς a2: μέντοι γε ES: μέντοι γε ὅτι Lond. 0 8 πάντα] pr. α in lit. V: πάντα ⟨ποιεῖν ἃ⟩ Schwartz ἕπεται scripsi: ἔπειτα libri 10.11 περιστώτων a 11 τὰ] fortasse ταῦτα 12 ταῦτα suspectum 13 ἁμαρτάνειν sic V 14 εἰ v. c. V: om. a¹2 15 τὰ βελτίω HESO: /////βελτίω B: ἡ τὰ βελτίων sic V: ἢ τὰ βελτίω a¹² 16 του V 18 τῶν V 19 ὧν H: ημὦν sic V: ἡμῶν a¹2: εἰ γὰρ (del. δὲ B²: οἷς Lond. 0 19. 20 ἃ πράττομεν B² 20 αὐτοὶ] αὐτοὶ sic V: αὐτοῖς a¹² τὰ om. ES: ταῦτα (conl. v.12 Diels 21 αυτοῖσ V ⟨περιιστά- μενα⟩ περιεστάναι B² τούτοις a2 23 ἢ ὁρμὴ K: ὁρμὴν a¹² 24 ἐν om. a2 25 δὲ a12 28 οἵ τε v. c. corr. ex οὔτε V 29 τιμαὶ] τι s. v. V 30 τὸ ποιεῖν, εἴ γε ἐν οἷς μὲν τὸ κατορθοῦν, ἐν τούτοις καὶ τὸ ἁμαρτάνειν, ἐν τούτοις ἀνεπίδεκτον δὲ ἁμαρτημάτων τὸ θεῖον. διὰ τοῦτο γὰρ οὐδὲ ἐπαινοῦμεν τοὺς θεούς, ὅτι κρείττους εἰσὶν ἢ κατ’ ἐπαίνους καὶ τὰ ἐφ’ οἷς οἱ ἔπαινοι κατορθώματα. μηδὲ ἐκεῖνον δὲ παραλείπωμεν τὸν λόγον, ᾧ θαρροῦσιν ΧΧΧV ὡς δεικνύναι δυναμένου τῶν προκειμένων τι. λέγουσιν γὰρ οὐ γὰρ ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ πεπρωμένη, * * * οὐκ ἔστι δὲ αἶσα, οὐδὲ ἔστι μὲν αἶσα, οὐκ ἔστι δὲ νέμεσις, οὐδὲ ἔστι μὲν νέμεσις. οὐκ ἔστι δὲ νόμος, οὐδ’ ἔστι μὲν νόμος, οὐδ’ ἔστιν δὲ λόγος ὀρθὸς προστακτικὸς μὲν ὧν ποιητέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. ἀλλὰ ἀπαγορεύεται μὲν τὰ ἁμαρτανόμενα, προστάττεται δὲ τὰ κατορθώματα. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἁμαρτήματα καὶ κατορθώματα. ἀλλ’ εἰ ἔστιν ἁμαρτήματα καὶ κατορθώματα, ἔστιν ἀρετὴ καὶ κακία, εἰ δὲ ταῦτα, ἔστι καλὸν καὶ αἰσχρόν. ἀλλὰ τὸ μὲν καλὸν ἐπαινετόν, τὸ δὲ αἰσχρὸν ψεκτόν. οὐκ ἄρα ἐστὶ μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ ἐπαινετὸν καὶ ψεκτόν. ἀλλὰ τὰ μὲν ἐπαινετὰ τιμῆς ἄξια, τὰ δὲ ψεκτὰ κολάσεως. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι δὲ τιμὴ καὶ κόλασις, ἀλλ’ ἔστιν μὲν τιμὴ γέρως ἀξίωσις, ἡ δὲ κόλασις ἐπανόρθωσις. οὐκ ἄρα ἔστι μὲν τοιαύτη ἡ εἱμαρμένη, οὐκ ἔστι ⟨δὲ⟩ γέρως ἀξίωσις καὶ ἐπανόρθωσις. εἰ δὲ ταῦτα, ⟨οὐκ⟩ ἀπείρηται μὲν εἶναι πάντων γινομένων καθ’ εἱμαρμένην κατορθώματά τε καὶ ἁμαρτήματα καὶ τιμαὶ καὶ κολάσεις καὶ γέρως ἀξιώσεις καὶ ἔπαινοι καὶ ψόγοι’.