οἱ δὲ φάσκοντες ἐξ ΧΧVIII ἀνάγκης ἡμᾶς εἶναί τε καὶ γίνεσθαι τοιούτους, καὶ μὴ καταλιπόντες ἡμῖν τὴν ἐξουσίαν τοῦ ταῦτα πράττειν τε καὶ μή, δι’ ὧν ἂν τοιοῦτοι γενοίμεθα, καὶ διὰ τοῦτο μήτε τοῖς κακοῖς γινομένοις ἐξεῖναι μὴ ταῦτα πράττειν, ἃ πράττοντες γίνονται τοιοῦτοι, μήτε τοῖς ἀγαθοῖς, πῶς οὐχ ὁμολογήσουσιν κάκιστον γεγονέναι τῶν ζῴων ἀπάντων ὑπὸ τῆς φύσεως τὸν ἄνθρωπον, δι’ ὅν φασιν πάντα τἆλλα γενέσθαι ὡς συντελέσαντα πρὸς τὴν τούτου σωτηρίαν; εἰ γὰρ ἡ μὲν ἀρετή τε καὶ ἡ κακία μόναι κατ’ αὐτοὺς ἡ μὲν ἀγαθόν, ἡ δὲ κακόν, καὶ οὐδὲν τῶν ἄλλων ζῴων οὐδετέρου τούτων ἐστὶν ἐπιδεκτικόν, τῶν δὲ ἀνθρώπων οἱ πλεῖστοι κακοί, μᾶλλον δὲ ἀγαθὸς μὲν εἷς ἢ δεύτερος ὑπ’ αὐτῶν γεγονέναι μυθεύεται, ὥσπερ τι·  παράδοξον ζῷον καὶ παρὰ φύσιν σπανιώτερον τοῦ φοίνικος τοῦ παρ’ Αἰθίοψιν, οἱ δὲ πάντες κακοὶ καὶ ἐπίσης ἀλλήλοις τοιοῦτοι, ὡς μηδὲν διαφέρειν ἄλλον ἄλλου, μαίνεσθαι δὲ ὁμοίως πάντας ὅσοι μὴ σοφοί, πῶς οὐκ ἂν ἀθλιώτατον ζῷον ἁπάντων ὁ ἄνθρωπος εἴη, ἔχων τήν τε κακίαν καὶ τὸ μαίνεσθαι σύμφυτα αὑτῷ καὶ συγκεκληρωμένα; ἀλλὰ τὸ μὲν τὰς παραδοξολογίας αὐτῶν τὰς ἐν τοῖς δόγμασιν ἐξετάζειν, δι’ ὧν πρὸς τἀληθῆ διαφωνοῦσιν, πλεῖστον παραιτητέον τοῦ νῦν, ἐπανιτέον δὲ ὅθεν ἐξετραπόμεθα. ἐδείξαμεν δὲ ὅτι ΧΧΙΧ οὕτως ἐπ’ αὐτῷ τῷ φρονίμῳ τὸ εἶναι τοιούτῳ, ὅτι τῆς τοιαύτης ἕξεως καὶ τῆς κτήσεως αὐτῆς αὐτὸς αἴτιος τῷ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος ἔχειν πρότερον τὴν ἐξουσίαν. τὴν μὲν οὖν ἕξιν μηκέτ’ ἔχει ὡς ἐπ’ αὐτῷ (ὥσπερ οὐδὲ τῷ αὐτὸν ἀπὸ ὕψους ἀφέντι τὸ στῆναι καίτοι τοῦ ῥῖψαί τε καὶ μὴ τὴν ἐξουσίαν ἔχοντι), ἐπ’ αὐτῷ δὲ τῶν ἐνεργειῶν ὧν τὴν ἕξιν ἔχων ἐνεργεῖ καὶ μὴ ποιῆσαί τινα. καὶ γὰρ εἰ ὅτι μάλιστα εὔλογον τὸ τὸν φρόνιμον τὰς κατὰ τὸν λόγον καὶ τὴν φρόνησιν ἐνεργείας ἐνεργεῖν, πρῶτον μὲν οὐχ ὡρισμένως αἵδε τινὲς τοιαῦται ἢ μέχρι τοῦδε ἐνεργούμεναι. ἀλλ’ 1 πρῶτας a1 : οὐ πρῶτον Schulthessius 6 post γὰρ add. τὰ δίκαια γινόμεθα δίκαιοι B² 10 γινομένης a2: γενομένοις Cas. 0 μη ταῦτα sic V 13 συντελέσοντα Η Casp. 0 17 fortasse δεύτερός ⟨τις⟩ μηθεύεται a2 21 πάντων a¹² 22 τὰ μὲν a παρὰ τὰς δοξολογίας m1 corr. in τὰς παραδοξολογίας V: τὰς παραδ. ΗB²: παρὰ τὰς δοξολογίας a¹2: παρὰ τ. δ. Schulthess 24 ἐπανητέον a2 τοῦ νῦν] τοίνυν E: τὰ (ὰ in lit) νῦν B ἐδείξαμεν] cf. 197,2 sq. 25 οὕτως del. B² ⟨ἐστὶ⟩ τὸ B² ὅτι] fortasse ὡς ἕξεως m1 corr. ex ἐξετάσεως V: ἐξετάσεως B¹Κa12 Cas. Lond.: ἕξεως B²HEO 26 αὐτὸς om. 0 τοῦ HO: τὸ Va2 27 ἔχειν] σχεῖν Gercke ἔχει scripsi: ἔχειν libri ὡς ἐπ’ Va1²: ἐπ’ Lond. O: οὐκ (in lit.) ἐπ B2 coni. O: μηκέτ’ ἐπ Casp. 0 28 ὑπὸ 0 ρίψ /// αι V 29 ἐπ’ αὐτῷ scripsi: ⟨ἐπὶ⟩ τῶ Gercke: ἐπ’ αὐτῶν libri 30 ἐνεργεῖ ἐπ’ αὐτῷ καὶ B² 31 τὰς add. B² ἔστιν ἐν πλάτει τινὶ πάντα τὰ γινόμενα τοῦτον τὸν τρόπον, καὶ τὸ παρὰ μικρὸν ἐν τούτοις οὐκ ἀναιρεῖ τὸ προκείμενον· ἔπειτα δὲ οὐ κατηναγκασμένως ὁ φρόνιμος ὧν αἱρεῖταί τι πράττει, ἀλλ’ ὡς καὶ τοῦ μὴ πρᾶξαί τι τούτων αὐτὸς ὢν κύριος. εὔλογον γὰρ ἂν δόξαι ποτὲ τῷ φρονίμῳ καὶ ὑπὲρ τοῦ δεῖξαι τὸ τῶν ἐνεργειῶν ἐλεύ |θερον καὶ μὴ ποιῆσαί ποτε τὸ γινόμενον ἂν εὐλόγως ὑπ’ αὐτοῦ, εἰ προείποι τις αὐτῷ μάντις ἐξ ἀνάγκης αὐτὸν τοῦτο πράξειν. τοῦτό τοι καὶ αἳ μάντεις εἶναι λέγουσίν γε ὑφορώμενοι φεύγοντες τοὺς παρὰ πόδας ἐλέγχους οὐδὲν τοιοῦτο προλέγουσιν τοῖς ἐλέγξαι δυναμένοις, ἀλλ’ ὥσπερ τὸ τοὺς χρόνους ὁρίζειν τῶν προλεγομένων ὑπ’ αὐτῶν ὡς ἐσομένων ὡς εὐέλεγκτον φυλάσσονται, οὕτω φεύγουσιν καὶ τὸ λέγειν τι καὶ μαντεύεσθαι τοῖς δυναμένοις παραχρῆμα τὸ ἀντικείμενον ποιῆσαι τοῦ μαντεύματος. τὸ δὲ λέγειν εὔλογον εἶναι τοὺς θεοὺς τὰ ἐσό XXX μενα προειδέναι (ἄτοπον γὰρ τὸ λέγειν ἐκείνους ἀγνοεῖν τι τῶν ἐσομένων) καὶ τοῦτο λαμβάνοντας κατασκευάζειν πειρᾶσθαι δι’ αὐτοῦ τὸ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην οὔτε ἀληθὲς οὔτε εὔλογον. τῆς μὲν γὰρ φύσεως τῆς τῶν πραγμάτων τοῦτο χωρούσης. οὐδένα μᾶλλον εὐλογώτερον εἰδέναι μᾶλλον τῶν θεῶν τὰ μέλλοντα, ἀδυνάτου δ’ οὔσης τὴν τοιαύτην πρόρρησιν καὶ πρόγνωσιν δέχεσθαι, οὐδὲ τοὺς θεοὺς εὔλογον ἔτι γίνεται τὸ εἰδέναι τι τῶν ἀδυνάτων. τὰ γὰρ ἀδύνατα τῇ αὐτῶν φύσει καὶ παρὰ τοῖς θεοῖς τὴν αὐτὴν φυλάττει φύσιν. ἀδύνατον γὰρ καὶ τοῖς θεοῖς ἢ τὸ τὴν διάμετρον ποιῆσαι τῇ πλευρῇ σύμμετρον ἢ τὰ δὶς δύο πέντε εἶναι ἢ τῶν γεγονότων τι μὴ γεγονέναι. οὐδὲ γὰρ τὴν ἀρχὴν βούλονται ἐπὶ τῶν ἀδυνάτων οὕτως γὰρ ἦν ἐν τοῖς λεγομένοις δυσχωρία. οἷς ὁμοίως ἀδύνατον καὶ τὸ ἐν τῇ οἰκείᾳ φύσει ἔχον τὸ δύνασθαι γενέσθαι τε καὶ μὴ ὡς ἐσόμενον πάντως ἢ ὡς μὴ ἐσόμενον οὕτως προειδέναι. εἰ γὰρ ἡ περὶ αὐτῶν πρὸ αὐτῶν πρόγνωσις ἀναιρεῖ τὸ ἐν αὐτοῖς ἐνδεχόμενον, δῆλον ὡς, εἰ σώζοιτο τοῦτο, ἀδύνατος ἂν ἡ περὶ αὐτῶν πρόγνωσις εἴη. ὅτι γὰρ καὶ εἰ κατὰ τούτους τοῦτο οὕτως ἔχει, δῆλον ἐκ τοῦ λαβόντας αὐτούς, ὅτι οἱ θεοὶ προγιγνώσκουσιν τὰ μέλλοντα, δι’ αὐτοῦ κατασκευάζειν τὸ ἐξ ἀνάγκης αὐτὰ γίγνεσθαι, ὡς οὐκ ἂν εἰ μὴ οὕτως γίγνοιτο προγνωσομένων. εἰ δὲ τῇ τῶν θεῶν προγνώσει τε καὶ προαγορεύσει τὸ ἀναγκαῖον ἕπεται, καὶ κατ’ αὐτούς, εἰ μὴ τὸ ἀναγκαῖον ἐν τοῖς γινομένοις εἴη, οὐκ ἂν κατ’ 1 κατὰ τοῦτον ΗΟ 3 πράττειν a2 5 καὶ s. v. V¹ 5. 6 γινόμενον Lond. O: λεγόμενον libri 7 οἳ Casp. Ο: οἱ libri γε scripsi: τε libri: τε del. B² 7. 8 ὑφορώμενοι τε καὶ φεύγοντες B² 8 παραπόδας a¹² λέγουσι a¹² 11 προλέγειν 0 καὶ om. a¹² 16 χωρούσης a2: χωροῦσιν Va¹ οὐδένα a2: οὐδενασ V: οὐδένας a¹: οὐδὲν Lond. μᾶλλον del. B² Lond. 0 17 μᾶλλον del. ES Cas. τῶν θεῶν εἰδέναι ES 18 πρόρρησιν SE Cas. O: πρόσρησιν Va1² 19 τὸ delevi 22 τι] τὸ a¹ 23 ἐπὶ τῶν] ἐπὶ τὴν B ¹a¹²: τι τῶ B²0: τὴν ἐπὶ τῶν Cas. ἡ ἐν SE δυσχέρεια B2 (ἐπεὶ τ.  ἀ. αὐτ τοῖς παρῆν ⟨ἡ⟩ ἐν Diels) 24 τῇ om. 0 25 pr. ὡς om. Lond. 26 ἡ sic add. v. c. V πρὸς B2 28 εἰ del. B²: om. SE: εἰ (ο s. v. m1) V: εἰ a¹2 30 αὐτὰ v. c. Va1²: αὐτῷ V¹: fortasse πάντα ἂν suspectum 32 καὶ fortasse del. οὐκ ἂν Lond. 0: οὐ γὰρ Va¹²: οὐδὲ B² αὐτοὺς οἱ θεοὶ προγινώσκοιεν τὰ μέλλοντα. ὥστε καὶ αὐτοὶ τὴν αὐτὴν ἀδυναμίαν τοῖς θεοῖς φυλάσσουσιν, εἴ γε κατ’ ἀδυναμίαν χρὴ καὶ ἀσθένειαν λέγειν γίνεσθαι τὸ τὰ ἀδύνατα μὴ δύνασθαι. οὐ δὴ τῷ θείω πλέον τι δύνασθαι διὰ τῆς προρρήσεως ἀνάπτουσιν, ἀλλὰ διὰ τοῦ προσλαμβάνειν τοῦτο τὴν φύσιν τὴν τῶν πραγμάτων τοιαύτην εἰσάγουσιν οὐδαμῶς ἀκόλουθα καὶ συνῳδὰ τοῖς γινομένοις τε καὶ ἐναργέσιν λέγοντες. τούτῳ γὰρ προσχρωμένους ἐνέσται πάντα τὰ ἀδύνατα δυνατὰ δεικνύναι τῷ εὔλογον εἶναι μὴ ἀγνοεῖν αὐτὰ τοὺς θεούς. δύναται γάρ τις λαβὼν τὸ ἄτοπον εἶναι τοὺς θεοὺς μὴ εἰδέναι τὸ ἄπειρον πόσων ἐστὶ μέτρων, θέμενος τοῦτο προσλαμβάνειν τὸ δυνατὸν εἶναι γιγνώσκεσθαι τὸ ἄπειρον πόσων ἐστὶ μέτρων. εἰ δὲ τοῦτο, δυνατὸν εἶναι τὸ ἄπειρον ὡρισμένων τινῶν μέτρων. εἰ γὰρ μὴ ἦν, οὐδ’ ἂν οἱ θεοὶ ᾔδεσαν αὐτὸ πόσων ἐστὶ μέτρων. ἐπεὶ δέ, εἰ τὸ προγινώσκειν τὰ μέλλοντά ἐστι τὸ ὁποῖά ἐστι τοιαῦτα αὐτὰ γνωρίζειν ὄντα (ἄλλο γὰρ τὸ προγινώσκειν τοῦ ποιεῖν) δῆλον ὅτι ὁ τὰ ἐνδεχόμενα προγινώσκων ὡς τοιαῦτα προγνώσεται. οὐ γὰρ πρόγνωσις τὸ τὸ ἐνδεχόμενον ὡς ἐσόμενον ἀναγκαίως ἔσεσθαι λέγειν. ὥστε καὶ οἱ θεοὶ τὰ ἐνδεχόμενα ἂν ὡς ἐνδεχόμενα προγιγνώσκοιεν, ᾧ οὐ πάντως ἀκολουθήσει τὸ ἀναγκαῖον διὰ τὴν τοιαύτην πρόγνωσιν. οὕτως δὲ καὶ προλεγόντων ἀκούομεν. οἱ γὰρ μετὰ τοῦ συμβουλεύειν τινὰ αἱρεῖσθαί τε καὶ πράττειν ἃ χρὴ προλέγοντες οὐχ ὡς ἐξ ἀνάγκης ἐσομένων περὶ ὧν προλέγουσιν λέγουσιν . καθόλου δὲ εἰ μὲν πάντα τοῖς θεοῖς δυνατά φασιν εἶναι, ἔσται δὲ καὶ τὰ ἀδύνατα ἐκείνοις δυνατά, οὐ μὴν δειχθήσεται διὰ τῆς ἐκείνων περὶ τῶν μελλόντων προγνώσεως τὸ πάντα ἐξ ἀνάγκης τὰ γινόμενα γίνεσθαι. εἰ δὲ συγχωροῦσιν τὰ ἀδύνατα καὶ τοῖς θεοῖς εἶναι τοιαῦτα, πρῶτον μὲν αὐτοὺς χρὴ δεικνύναι δυνατὴν εἶναι τὴν τοιάνδε πρόγνωσιν, εἶθ’ οὕτως αὐτὴν ἀνατιθέναι τοῖς θεοῖς. οὔτε γὰρ ἐναργὲς οὔτε ὑπὸ τῶν γινομένων ὁμολογούμενον τὸ τοιαύτην τὴν περὶ τῶν μελλόντων πρόγνωσιν ποιεῖσθαι τοὺς θεούς. ἡμεῖς μὲν οὖν οὔτε ἀναιροῦμεν μαντικὴν οὔτε τὴν πρόγνωσιν τῶν θεῶν, ὡς ἔχει φύσεως τὰ πράγματα οὕτως αὐτοὺς περὶ αὐτῶν προλέγειν λέγοντες, ἀλλ’ οὐδὲ ἀφαιρούμεθα τῶν ἀνθρώπων τὸ ἀπὸ XXXI μαντικῆς χρήσιμον, ὃ γίνεται τῷ δύνασθαί τινα καὶ φυλάξασθαί τι, μὴ φυλαξάμενον ἂν μὴ συμβουλεύσαντος τοῦ θεοῦ· οἱ δὲ ὑμνοῦντες τὴν μαντικὴν 2 γε] γὰρ O: fortasse γοῦν 3 δύνασθαι] γίνεσθαι B1 4. 5 προσλαμβάνειν scripsi: προλαμβάνειν libri 7 τούτῳ Va¹: τούτων a2 προσχρωμένοις 0 ἔνεσται V δυνατὰ add. Casp. 0 8 γάρ a2: εἰ γάρ Va1 9 εἰδεναι V 9.10 μέτρων, θέμενος asp. 0: θέμενος μέτρων libri: μέτρων 0 Schwartz 10 τούτῳ a2 Schwartz ἀδύνατον a2 10. 11 γιγνώσκεσθαι—εἶναι om. a 11 ἀδύνατον a2 12 μέτρον a1² ἦν οὕτως οὐδ’ a² 13 εἰ τὰ corr. in εἰ τὸ V: ///τὸ B μέλλοντα τά ἐστι a alt. τὸ Va¹: καὶ a2 ποῖα K 15 ὁ addidi τὰ sic V 16 τὸ τὸ] τὸ 0 17 ἂν post ὡς ἐνδεχόμενα coll. a¹ 20 ὧν] οὖ Cas.: αὐτῶν coni. 0 20. 21 προλέγουσιν ⟨λέγουσιν⟩ scripsi: προλέγουσιν a¹ 2: λέγουσιν V: ⟨λέγουσι⟩ πρ. Casp. 0 21 τοῖς ES Cas. 0: τὰ τοῖς V: τὰ δυνατὰ τοῖς a¹² 22 τῆς s. v. V: om. ES 23 τῆς τῶν ESa2 Cas. 27 τοιαύτην] ταύτην 0 31 ὃ] ὅτι a2 μη V 32 οἱ δὲ S Lond. 0: δ᾿  VH: om. B: δι’ a2 Cas.: εἰ δ’ H mg.: δ’ Eα1 καὶ κατὰ τὸν αὐτῶν λόγον μόνον σώζεσθαι λέγοντες αὐτήν, καὶ ταύτῃ τῇ πίστει τοῦ πάντα καθ’ εἱμαρμένην γίνεσθαι χρώμενοι πρὸς τῷ μηδὲν ἀληθὲς λέγειν προσέτι καὶ ἄτοπά τινα καὶ ἀλλότρια παντάπασιν θεῶν πέρι αὐτῶν τολμῶσι λέγειν. πῶς γὰρ οὐκ ἄτοπα τὰ περὶ τούτων ὑπ’ αὐτῶν λεγόμενα; ἀπορούντων γάρ τινων πρὸς αὐτούς, τί δήποτε, εἰ πάντα τὰ γινόμενα ἐξ ἀνάγκης γίνεται, αἱ παρὰ τῶν θεῶν μαντεῖαι μὲν γίγνονται συμβουλαῖς ἐοικυῖαι ὡς δυναμένων δι’ ὃ ἤκουσαν καὶ φυλάξασθαί τι καὶ ποιῆσοι τῶν ἀκουσάντων, καὶ δὴ καὶ τὸν τῷ Λαΐῳ δοθέντα χρησμὸν παρεχομένων, δι’ οὗ λέγει πρὸς αὐτὸν ὁ Πύθιος περὶ τοῦ μὴ δεῖν παιδοποιεῖσθαι εἰ γὰρ φυτεύσεις παῖδα, ἀποκτενεῖ σ’ ὁ φύς καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος’’ οὔ φασιν, ὡς κηρύττει τὰ συγγράμματα αὐτῶν, οὕτως αὐτὸν χρῆσαι ὡς οὐκ εἰδότα ὅτι μὴ πεισθήσεται (παντὸς γὰρ μᾶλλον ᾔδει), ἀλλ’ ὅτι μηδὲν μὲν αὐτοῦ τοιοῦτον χρήσαντος οὐδὲν ἔμελλεν τῶν κατὰ τὴν περιπέτειαν τὴν περὶ τὸν Λάιόν τε καὶ τὸν Οἰδίπουν γενομένων γίνεσθαι. οὔτε γὰρ ἂν ἐξέθηκεν ὁ Λάιος τὸν γενόμενον αὐτῷ παῖδα, ὡς ἐξέθηκεν, οὔτ’ ἀναιρεθεὶς ὁ παῖς ὑπὸ τοῦ βουκόλου καὶ δοθεὶς πρὸς εἰσποίησιν τῷ Κορινθίῳ Πολύβῳ, ἀνδρωθεὶς καὶ περιτυχών τῷ Λαΐῳ κατὰ τὴν ὁδὸν ἀγνοῶν τε καὶ ἀγνοούμενος ἀπέκτεινεν αὐτόν. οὐ γὰρ ἄν ποτε ὡς υἱὸς ἔνδον παρ’ αὐτῶν τρεφόμενος ἠγνόησε τοὺς γονεῖς, ὡς τὸν μὲν αὐτῶν ἀποκτεῖναι, τὴν δὲ ἀγαγέσθαι πρὸς γάμον. ὅπως οὖν πάντα ταῦτα σωθῇ καὶ πληρωθῇ τὸ τῆς εἱμαρμένης δρᾶμα, φαντασίαν ὁ θεὸς διὰ τοῦ χρησμοῦ τῷ Λσΐῳ παρέσχεν ὡς δυναμένῳ φυλάξασθαι τὰ λεγόμενα, καὶ ἐπεὶ μεθυσθεὶς ἐπαιδοποιήσατο, ἐξέθηκεν τὸ γενόμενον παιδίον ὡς διαφθερῶν, ἥτις ἔκθεσις αἰτία τῶν ἀνοσίων μύθων ἐγένετο. εἶτά τις ταῦτα λέγων πῶς ἢ σώζει μαντικήν, ἢ περὶ θεῶν εὐσεβεῖς διδάσκει προλήψεις, ἢ χρήσιμόν τι δείκνυσιν ἔχουσαν τὴν μαντικήν; ἡ μὲν γὰρ μαντικὴ δοκεῖ τῶν μελλόντων 1 αὑτῶν SΕ Lond. 0: αὐτοῦ V 1. 2 καὶ ταύτῃ Lond. 0: καὶ ταύτην Va¹² Cas.: καίτοι Casp. O: καὶ διὰ ταύτην Gercke 2 τῇ addidi χρώμενοι a¹²: χρώμενοσ (supra σ: ι m 1) V1: χρώμενος 4 ἄτοπα] α in lit. V τὰ add. v. c. V τούτων V: αὐτῶν a2: (τὰ περὶ) τούτων om. a1 6 μὲν del. B² 7 δι’ ἃ ἤκουσαν HO 8. 9 παραδεχομένων a¹2 9 διὸ οὐ K: δι’ ὃ 0 λέγει] cf. Euripides Phoen. 19 10 φυτεύσεις] τεκνώσεις Euripides φύς] παῖς a2 12 οὔ addidi κηρύττει B2 0: κηρύττειν Va¹² τα V αὐτῶν a¹2 scil. Stoicorum: οὐτων (sic, supra    ν: ι) V: αὐτῷ ⟨οὐχ⟩ οὕτως Usenerus 1> οὐχ ὡς B² Cas.: μὴ ὡς Lond. 0 ουκ V παντὸς a¹2 Casp. O: πάντοσ (supra ος: ως m1) V: πάντως Lond. 0: τὸ SE ἤδι V1 (corr. m1) αλλ’οτι sic V 14 μηδὲ ἓν αὐ. Gercke τῶν B Lond. 0: τῷ Va1² 14.15 περιπετείαν V 15 γινομένων 0 16 ἀνέθηκεν (ἐξ supra ἀν v. c.) V 17 ἤγουν ἀναληφθείς B² 18 καὶ add. v. c. V 20 αὐτῶν Schwartz: αὐτὸν libri τὸν] ν s. v. V 21 ταῦτα πάντα a¹² 24 διαφερων (sic, supra φ: θ v. c. V: διαφέρον ES: διαφθερῶν a¹² 25 τίς et del. πῶς B² 26 ἣ περὶ sic V εὐσεβεῖς SE: εὐσεβέας 0: εὐσεβείας libri προλήψεις v. c. corr. ex πρόληψις V προαγόρευσις εἶναι, οἱ δὲ τὸν Ἀπόλλω ποιητὴν ὧν προαγορεύει ποιοῦσιν. ὃ γὰρ οὐκ ἂν οὕτως ἐγένετο μὴ τοῦτον τὸν τρόπον χρήσαντος τοῦ θεοῦ, καὶ διὰ τοῦτο οὕτως ἔχρησεν, ὅπως γένηται τὰ ἐπ’ αὐτοῖς γενόμενα, πῶς οὐκ ἔργα τοῦ χρήσαντος, ἀλλ’ οὐ μήνυσις τῶν ἐσομένων; ἀλλ’ εἰ καὶ δεῖ πλέον τι τῶν ἄλλων μάντεων ἔχειν τοὺς θεούς, ὡς καὶ συμπράσσειν τοῖς ἐσομένοις πρὸς τὸ γίνεσθαι συνεργούμενον (καὶ γὰρ οἱ ποιηταὶ τοῦτό γε περὶ θεῶν ὑμνοῦντες διατελοῦσιν, ὅτι ἄρα εἰσὶ δωρητῆρες ἐάων) κατά γε τὰ ὑπὸ τούτων λεγόμενα εἰς ἀγαθὸν μὲν οὐδὲν ὁ Πύθιος τῷ Λαΐῳ συντελεῖ, ἀγωνίζεται δὲ καὶ πάντα πράττει πρὸς τὸ μηδὲν τῶν ἀνοσιωτάτων τε καὶ ἀσεβεστάτων παρελθεῖν τὸν οἶκον αὐτοῦ. ὧν ἀκούσας τίς οὐκ ἂν εὐσεβεστέραν εἴποι τὴν λεγομένην ὑπὸ τῶν περὶ Ἐπίκουρον ἀπρονοησίαν τῆς τοιαύτης προνοίας; πῶς δὲ συνῳδὰ ἀλλήλοις τὸ ὁμοῦ μὲν θεὸν λέγειν τὴν εἱμαρμένην καὶ χρῆσθαι τοῖς οὖσίν τε καὶ γινομένοις ἐν τῷ κόσμῳ ἐπὶ σωτηρίᾳ αὐτοῦ τε τοῦ κόσμου καὶ τῆς τῶν ἐν αὐτῷ τάξεως, ὁμοῦ δὲ τοιαῦτα περὶ αὐτῆς λέγειν ὡς παραλαμβάνειν πρὸς τὰς πράξεις τὰς ἀνοσιωτάτας διὰ τὴν περὶ αὐτὰ σπουδὴν καὶ τὸν Πύθιον συνεργόν; ἐπὶ τίνων γὰρ σωτηρίᾳ ἐροῦσι χρῆσθαι τὴν εἱμαρμένην πατρὸς ὑπὸ παιδὸς ἀναιρέσει καὶ γάμῳ μητρὸς καὶ παιδὸς ἀνοσίῳ καὶ γενέσει παίδων ἀδελφῶν καὶ πατρί; τί τῆς ἐν κόσμῳ διοικήσεως ἐκ τούτων ἔχειν εὔλογον τὴν σωτηρίαν, ὡς καὶ τὸν Ἀπόλλω φοβεῖσθαι μή τι παρέλθῃ τούτων ἄπρακτον; πότερον ἐμπόδια μὴ γινόμενα τῇ τῶν ἀνθρώπων κατὰ πόλεις τε καὶ νόμους οἰκήσει, ἢ τῇ τῶν στοιχείων τοῦ κόσμου σωτηρίᾳ, ἢ τῇ τῶν θείων εὐτάκτῳ τε καὶ ἀιδίῳ περιφορᾷ ἢ τίνι τῶν ἐξ ὧν τὸν κόσμον συνεστάναι τε καὶ διοικεῖσθαι κατὰ λόγον συμβέβηκεν; δῆλον δ’ ὅτι, κἂν ἄλλον τινὰ μῦθον πάλιν ἀκούσωσιν παρά τινος τῶν τραγῳδοποιῶν, οἷς ἔργον τὰ τοιαῦτα πλάσματα, ἢ γυναῖκά τινα διὰ ζηλοτυπίαν ἐπιβουλεύσασαν μὲν ἀλλοτρίοις τέκνοις, ἀποκτείνασαν δὲ τὰ ἑαυτῆς, ἢ Θυέστην τινὰ δυστυχῆ γέροντα τῶν σαρκῶν τῶν παίδων αὐτοῦ ἐσθίοντα Ἀτρέως τινὸς ἀδελφοῦ τοιαύτην παραθέντος αὐτῷ τράπεζαν, πιστεύουσί τε τοῖς μύθοις ὡς γεγονόσι καὶ τὴν εἱμαρμένην τε καὶ πρόνοιαν δι’ αὐτῶν κατασκευάζουσιν, ὥσπερ ἔργον ποιούμενοι 2 ὃ γὰρ libri: εἰ γὰρ B2 ἐγίνετο a¹2 3 καὶ ⟨ἃ⟩ διὰ 0 γενόμενα] ο in lit. V 4 ἀλλ’ οὐ] ἀλλου V: om. K: ἀλλὰ ES συνεργοῦντας Casp. O (supra συνεργούμενον B²: τοῖς ἀγαθοῖς αὐτοὺς δεῖ συνεργεῖν) 7 διατελωῦσιν a2 ἆρα V δοτῆρες a12 γε scripsi: δὲ libri 8 Λαί a¹2 8. 9 συντελεῖ Cas.: συντέλει Va²: συνετέλει a1: συνεργεῖ Η γρ. 0 9 δὲ] om. a¹2: γὰρ Lond. 0 10 ὦν τίς (τίς in lit.) ἀκούσας (litura 3 litt.) οὐκ Β 12 σύνωδα V 15 παραλαμβάνει a2 15. 16 ἀνοσιωτάτους Lond. 17 πατέρα μὲν a2 ἀναιρεθῆναι a2 18 ἀδελφῶν a¹2: ἀδελφων (sic, supra ω: ι m1) V¹: ἀδελφῶ/// B: ἀδελφῷ HO (παίδων ἀδελφῶν πατρί Casp. 0) 19 τῆς v. c. Va¹²: τῶν V¹: fortasse τῆς ⟨τῶν⟩ 20 τούτων B2H γρ. ES Lond. 0: τούτῳ Va¹2: τοῦτο K 21 ἐμποδιεῖ γρ. ES νομοὺς Lond. 0 24 κατὰ λόγον om. 0 26 ζηλωτυπίαν V ἐπιβουλευσαμένην 0 27 τὰ] καὶ a2 28 παιδίων 0 αὑτοῦ V 29 πιστεύσουσι Schwartz τε v. c. VB²: δε V¹: δὲ a¹2: δὴ ΗΟ 30 κατασκευάσουσι Schwartz ἃ βούλονται κατασκευάζειν δι’ αὐτῶν τῶν κατασκευῶν ἀναιρεῖν. καίτοι μακρῷ βέλτιον ἂν ἦν καὶ εὐγνωμονέστερον ἀναιρεῖν τὰς ὑποθέσεις διὰ τὴν τῶν ἑπομένων αὐταῖς ἀτοπίαν, ἢ τοῖς οὕτως τόποις διὰ τὰς ὑποθέσεις παρίστασθαι. οἱ δὲ καὶ πιστεύουσιν τοῖς ἀτοπωτάτοις ῥᾳδίως καὶ τοῦ κατὰ λόγον αὐτὰ γενέσθαι αἰτίας τινὰς λέγειν οὐκ ὀκνοῦσιν.