οἱ δὲ φάσκοντες ἐξ ΧΧVIII ἀνάγκης ἡμᾶς εἶναί τε καὶ γίνεσθαι τοιούτους, καὶ μὴ καταλιπόντες ἡμῖν τὴν ἐξουσίαν τοῦ ταῦτα πράττειν τε καὶ μή, δι’ ὧν ἂν τοιοῦτοι γενοίμεθα, καὶ διὰ τοῦτο μήτε τοῖς κακοῖς γινομένοις ἐξεῖναι μὴ ταῦτα πράττειν, ἃ πράττοντες γίνονται τοιοῦτοι, μήτε τοῖς ἀγαθοῖς, πῶς οὐχ ὁμολογήσουσιν κάκιστον γεγονέναι τῶν ζῴων ἀπάντων ὑπὸ τῆς φύσεως τὸν ἄνθρωπον, δι’ ὅν φασιν πάντα τἆλλα γενέσθαι ὡς συντελέσαντα πρὸς τὴν τούτου σωτηρίαν; εἰ γὰρ ἡ μὲν ἀρετή τε καὶ ἡ κακία μόναι κατ’ αὐτοὺς ἡ μὲν ἀγαθόν, ἡ δὲ κακόν, καὶ οὐδὲν τῶν ἄλλων ζῴων οὐδετέρου τούτων ἐστὶν ἐπιδεκτικόν, τῶν δὲ ἀνθρώπων οἱ πλεῖστοι κακοί, μᾶλλον δὲ ἀγαθὸς μὲν εἷς ἢ δεύτερος ὑπ’ αὐτῶν γεγονέναι μυθεύεται, ὥσπερ τι·  παράδοξον ζῷον καὶ παρὰ φύσιν σπανιώτερον τοῦ φοίνικος τοῦ παρ’ Αἰθίοψιν, οἱ δὲ πάντες κακοὶ καὶ ἐπίσης ἀλλήλοις τοιοῦτοι, ὡς μηδὲν διαφέρειν ἄλλον ἄλλου, μαίνεσθαι δὲ ὁμοίως πάντας ὅσοι μὴ σοφοί, πῶς οὐκ ἂν ἀθλιώτατον ζῷον ἁπάντων ὁ ἄνθρωπος εἴη, ἔχων τήν τε κακίαν καὶ τὸ μαίνεσθαι σύμφυτα αὑτῷ καὶ συγκεκληρωμένα; ἀλλὰ τὸ μὲν τὰς παραδοξολογίας αὐτῶν τὰς ἐν τοῖς δόγμασιν ἐξετάζειν, δι’ ὧν πρὸς τἀληθῆ διαφωνοῦσιν, πλεῖστον παραιτητέον τοῦ νῦν, ἐπανιτέον δὲ ὅθεν ἐξετραπόμεθα. ἐδείξαμεν δὲ ὅτι ΧΧΙΧ οὕτως ἐπ’ αὐτῷ τῷ φρονίμῳ τὸ εἶναι τοιούτῳ, ὅτι τῆς τοιαύτης ἕξεως καὶ τῆς κτήσεως αὐτῆς αὐτὸς αἴτιος τῷ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος ἔχειν πρότερον τὴν ἐξουσίαν. τὴν μὲν οὖν ἕξιν μηκέτ’ ἔχει ὡς ἐπ’ αὐτῷ (ὥσπερ οὐδὲ τῷ αὐτὸν ἀπὸ ὕψους ἀφέντι τὸ στῆναι καίτοι τοῦ ῥῖψαί τε καὶ μὴ τὴν ἐξουσίαν ἔχοντι), ἐπ’ αὐτῷ δὲ τῶν ἐνεργειῶν ὧν τὴν ἕξιν ἔχων ἐνεργεῖ καὶ μὴ ποιῆσαί τινα. καὶ γὰρ εἰ ὅτι μάλιστα εὔλογον τὸ τὸν φρόνιμον τὰς κατὰ τὸν λόγον καὶ τὴν φρόνησιν ἐνεργείας ἐνεργεῖν, πρῶτον μὲν οὐχ ὡρισμένως αἵδε τινὲς τοιαῦται ἢ μέχρι τοῦδε ἐνεργούμεναι. ἀλλ’ 1 πρῶτας a1 : οὐ πρῶτον Schulthessius 6 post γὰρ add. τὰ δίκαια γινόμεθα δίκαιοι B² 10 γινομένης a2: γενομένοις Cas. 0 μη ταῦτα sic V 13 συντελέσοντα Η Casp. 0 17 fortasse δεύτερός ⟨τις⟩ μηθεύεται a2 21 πάντων a¹² 22 τὰ μὲν a παρὰ τὰς δοξολογίας m1 corr. in τὰς παραδοξολογίας V: τὰς παραδ. ΗB²: παρὰ τὰς δοξολογίας a¹2: παρὰ τ. δ. Schulthess 24 ἐπανητέον a2 τοῦ νῦν] τοίνυν E: τὰ (ὰ in lit) νῦν B ἐδείξαμεν] cf. 197,2 sq. 25 οὕτως del. B² ⟨ἐστὶ⟩ τὸ B² ὅτι] fortasse ὡς ἕξεως m1 corr. ex ἐξετάσεως V: ἐξετάσεως B¹Κa12 Cas. Lond.: ἕξεως B²HEO 26 αὐτὸς om. 0 τοῦ HO: τὸ Va2 27 ἔχειν] σχεῖν Gercke ἔχει scripsi: ἔχειν libri ὡς ἐπ’ Va1²: ἐπ’ Lond. O: οὐκ (in lit.) ἐπ B2 coni. O: μηκέτ’ ἐπ Casp. 0 28 ὑπὸ 0 ρίψ /// αι V 29 ἐπ’ αὐτῷ scripsi: ⟨ἐπὶ⟩ τῶ Gercke: ἐπ’ αὐτῶν libri 30 ἐνεργεῖ ἐπ’ αὐτῷ καὶ B² 31 τὰς add. B² ἔστιν ἐν πλάτει τινὶ πάντα τὰ γινόμενα τοῦτον τὸν τρόπον, καὶ τὸ παρὰ μικρὸν ἐν τούτοις οὐκ ἀναιρεῖ τὸ προκείμενον· ἔπειτα δὲ οὐ κατηναγκασμένως ὁ φρόνιμος ὧν αἱρεῖταί τι πράττει, ἀλλ’ ὡς καὶ τοῦ μὴ πρᾶξαί τι τούτων αὐτὸς ὢν κύριος. εὔλογον γὰρ ἂν δόξαι ποτὲ τῷ φρονίμῳ καὶ ὑπὲρ τοῦ δεῖξαι τὸ τῶν ἐνεργειῶν ἐλεύ |θερον καὶ μὴ ποιῆσαί ποτε τὸ γινόμενον ἂν εὐλόγως ὑπ’ αὐτοῦ, εἰ προείποι τις αὐτῷ μάντις ἐξ ἀνάγκης αὐτὸν τοῦτο πράξειν. τοῦτό τοι καὶ αἳ μάντεις εἶναι λέγουσίν γε ὑφορώμενοι φεύγοντες τοὺς παρὰ πόδας ἐλέγχους οὐδὲν τοιοῦτο προλέγουσιν τοῖς ἐλέγξαι δυναμένοις, ἀλλ’ ὥσπερ τὸ τοὺς χρόνους ὁρίζειν τῶν προλεγομένων ὑπ’ αὐτῶν ὡς ἐσομένων ὡς εὐέλεγκτον φυλάσσονται, οὕτω φεύγουσιν καὶ τὸ λέγειν τι καὶ μαντεύεσθαι τοῖς δυναμένοις παραχρῆμα τὸ ἀντικείμενον ποιῆσαι τοῦ μαντεύματος. τὸ δὲ λέγειν εὔλογον εἶναι τοὺς θεοὺς τὰ ἐσό XXX μενα προειδέναι (ἄτοπον γὰρ τὸ λέγειν ἐκείνους ἀγνοεῖν τι τῶν ἐσομένων) καὶ τοῦτο λαμβάνοντας κατασκευάζειν πειρᾶσθαι δι’ αὐτοῦ τὸ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην οὔτε ἀληθὲς οὔτε εὔλογον. τῆς μὲν γὰρ φύσεως τῆς τῶν πραγμάτων τοῦτο χωρούσης. οὐδένα μᾶλλον εὐλογώτερον εἰδέναι μᾶλλον τῶν θεῶν τὰ μέλλοντα, ἀδυνάτου δ’ οὔσης τὴν τοιαύτην πρόρρησιν καὶ πρόγνωσιν δέχεσθαι, οὐδὲ τοὺς θεοὺς εὔλογον ἔτι γίνεται τὸ εἰδέναι τι τῶν ἀδυνάτων. τὰ γὰρ ἀδύνατα τῇ αὐτῶν φύσει καὶ παρὰ τοῖς θεοῖς τὴν αὐτὴν φυλάττει φύσιν. ἀδύνατον γὰρ καὶ τοῖς θεοῖς ἢ τὸ τὴν διάμετρον ποιῆσαι τῇ πλευρῇ σύμμετρον ἢ τὰ δὶς δύο πέντε εἶναι ἢ τῶν γεγονότων τι μὴ γεγονέναι. οὐδὲ γὰρ τὴν ἀρχὴν βούλονται ἐπὶ τῶν ἀδυνάτων οὕτως γὰρ ἦν ἐν τοῖς λεγομένοις δυσχωρία. οἷς ὁμοίως ἀδύνατον καὶ τὸ ἐν τῇ οἰκείᾳ φύσει ἔχον τὸ δύνασθαι γενέσθαι τε καὶ μὴ ὡς ἐσόμενον πάντως ἢ ὡς μὴ ἐσόμενον οὕτως προειδέναι. εἰ γὰρ ἡ περὶ αὐτῶν πρὸ αὐτῶν πρόγνωσις ἀναιρεῖ τὸ ἐν αὐτοῖς ἐνδεχόμενον, δῆλον ὡς, εἰ σώζοιτο τοῦτο, ἀδύνατος ἂν ἡ περὶ αὐτῶν πρόγνωσις εἴη. ὅτι γὰρ καὶ εἰ κατὰ τούτους τοῦτο οὕτως ἔχει, δῆλον ἐκ τοῦ λαβόντας αὐτούς, ὅτι οἱ θεοὶ προγιγνώσκουσιν τὰ μέλλοντα, δι’ αὐτοῦ κατασκευάζειν τὸ ἐξ ἀνάγκης αὐτὰ γίγνεσθαι, ὡς οὐκ ἂν εἰ μὴ οὕτως γίγνοιτο προγνωσομένων. εἰ δὲ τῇ τῶν θεῶν προγνώσει τε καὶ προαγορεύσει τὸ ἀναγκαῖον ἕπεται, καὶ κατ’ αὐτούς, εἰ μὴ τὸ ἀναγκαῖον ἐν τοῖς γινομένοις εἴη, οὐκ ἂν κατ’ 1 κατὰ τοῦτον ΗΟ 3 πράττειν a2 5 καὶ s. v. V¹ 5. 6 γινόμενον Lond. O: λεγόμενον libri 7 οἳ Casp. Ο: οἱ libri γε scripsi: τε libri: τε del. B² 7. 8 ὑφορώμενοι τε καὶ φεύγοντες B² 8 παραπόδας a¹² λέγουσι a¹² 11 προλέγειν 0 καὶ om. a¹² 16 χωρούσης a2: χωροῦσιν Va¹ οὐδένα a2: οὐδενασ V: οὐδένας a¹: οὐδὲν Lond. μᾶλλον del. B² Lond. 0 17 μᾶλλον del. ES Cas. τῶν θεῶν εἰδέναι ES 18 πρόρρησιν SE Cas. O: πρόσρησιν Va1² 19 τὸ delevi 22 τι] τὸ a¹ 23 ἐπὶ τῶν] ἐπὶ τὴν B ¹a¹²: τι τῶ B²0: τὴν ἐπὶ τῶν Cas. ἡ ἐν SE δυσχέρεια B2 (ἐπεὶ τ.  ἀ. αὐτ τοῖς παρῆν ⟨ἡ⟩ ἐν Diels) 24 τῇ om. 0 25 pr. ὡς om. Lond. 26 ἡ sic add. v. c. V πρὸς B2 28 εἰ del. B²: om. SE: εἰ (ο s. v. m1) V: εἰ a¹2 30 αὐτὰ v. c. Va1²: αὐτῷ V¹: fortasse πάντα ἂν suspectum 32 καὶ fortasse del. οὐκ ἂν Lond. 0: οὐ γὰρ Va¹²: οὐδὲ B² αὐτοὺς οἱ θεοὶ προγινώσκοιεν τὰ μέλλοντα. ὥστε καὶ αὐτοὶ τὴν αὐτὴν ἀδυναμίαν τοῖς θεοῖς φυλάσσουσιν, εἴ γε κατ’ ἀδυναμίαν χρὴ καὶ ἀσθένειαν λέγειν γίνεσθαι τὸ τὰ ἀδύνατα μὴ δύνασθαι. οὐ δὴ τῷ θείω πλέον τι δύνασθαι διὰ τῆς προρρήσεως ἀνάπτουσιν, ἀλλὰ διὰ τοῦ προσλαμβάνειν τοῦτο τὴν φύσιν τὴν τῶν πραγμάτων τοιαύτην εἰσάγουσιν οὐδαμῶς ἀκόλουθα καὶ συνῳδὰ τοῖς γινομένοις τε καὶ ἐναργέσιν λέγοντες. τούτῳ γὰρ προσχρωμένους ἐνέσται πάντα τὰ ἀδύνατα δυνατὰ δεικνύναι τῷ εὔλογον εἶναι μὴ ἀγνοεῖν αὐτὰ τοὺς θεούς. δύναται γάρ τις λαβὼν τὸ ἄτοπον εἶναι τοὺς θεοὺς μὴ εἰδέναι τὸ ἄπειρον πόσων ἐστὶ μέτρων, θέμενος τοῦτο προσλαμβάνειν τὸ δυνατὸν εἶναι γιγνώσκεσθαι τὸ ἄπειρον πόσων ἐστὶ μέτρων. εἰ δὲ τοῦτο, δυνατὸν εἶναι τὸ ἄπειρον ὡρισμένων τινῶν μέτρων. εἰ γὰρ μὴ ἦν, οὐδ’ ἂν οἱ θεοὶ ᾔδεσαν αὐτὸ πόσων ἐστὶ μέτρων. ἐπεὶ δέ, εἰ τὸ προγινώσκειν τὰ μέλλοντά ἐστι τὸ ὁποῖά ἐστι τοιαῦτα αὐτὰ γνωρίζειν ὄντα (ἄλλο γὰρ τὸ προγινώσκειν τοῦ ποιεῖν) δῆλον ὅτι ὁ τὰ ἐνδεχόμενα προγινώσκων ὡς τοιαῦτα προγνώσεται. οὐ γὰρ πρόγνωσις τὸ τὸ ἐνδεχόμενον ὡς ἐσόμενον ἀναγκαίως ἔσεσθαι λέγειν. ὥστε καὶ οἱ θεοὶ τὰ ἐνδεχόμενα ἂν ὡς ἐνδεχόμενα προγιγνώσκοιεν, ᾧ οὐ πάντως ἀκολουθήσει τὸ ἀναγκαῖον διὰ τὴν τοιαύτην πρόγνωσιν. οὕτως δὲ καὶ προλεγόντων ἀκούομεν. οἱ γὰρ μετὰ τοῦ συμβουλεύειν τινὰ αἱρεῖσθαί τε καὶ πράττειν ἃ χρὴ προλέγοντες οὐχ ὡς ἐξ ἀνάγκης ἐσομένων περὶ ὧν προλέγουσιν λέγουσιν . καθόλου δὲ εἰ μὲν πάντα τοῖς θεοῖς δυνατά φασιν εἶναι, ἔσται δὲ καὶ τὰ ἀδύνατα ἐκείνοις δυνατά, οὐ μὴν δειχθήσεται διὰ τῆς ἐκείνων περὶ τῶν μελλόντων προγνώσεως τὸ πάντα ἐξ ἀνάγκης τὰ γινόμενα γίνεσθαι. εἰ δὲ συγχωροῦσιν τὰ ἀδύνατα καὶ τοῖς θεοῖς εἶναι τοιαῦτα, πρῶτον μὲν αὐτοὺς χρὴ δεικνύναι δυνατὴν εἶναι τὴν τοιάνδε πρόγνωσιν, εἶθ’ οὕτως αὐτὴν ἀνατιθέναι τοῖς θεοῖς. οὔτε γὰρ ἐναργὲς οὔτε ὑπὸ τῶν γινομένων ὁμολογούμενον τὸ τοιαύτην τὴν περὶ τῶν μελλόντων πρόγνωσιν ποιεῖσθαι τοὺς θεούς. ἡμεῖς μὲν οὖν οὔτε ἀναιροῦμεν μαντικὴν οὔτε τὴν πρόγνωσιν τῶν θεῶν, ὡς ἔχει φύσεως τὰ πράγματα οὕτως αὐτοὺς περὶ αὐτῶν προλέγειν λέγοντες,