Ἃ δὲ ἀποροῦσιν πρὸς τὸ εἶναι τοιοῦτον τὸ ἐφ’ ἡμῖν, ὁποῖον ἡ ΧΧVΙ κοινὴ πρόληψις τῶν ἀνθρώπων πεπίστευκεν, ἀπορεῖν μὲν οὐκ ἄλογον, τὸ δὲ τοῖς ἀπορουμένοις ἐποχουμένους ὡς ὁμολογουμένοις ἀναιρεῖν μέν, ἃ οὕτως ἐναργῆ, σκιαγραφίαν δέ τινα καὶ παιδιὰν ἀποφαίνειν τὸν τῶν ἀνθρώπων βίον καὶ συναγωνίζεσθαι τοῖς ἀπορουμένοις καθ’ αὑτῶν, πῶς οὐ παντάπασιν ἄλογον; οὐδὲ γὰρ τῷ μὴ δυναμένῳ λύειν τινὰ τῶν Ζήνωνος λόγων τῶν κατὰ τῆς κινήσεως ἤδη κίνησιν ἀναιρετέον. ἱκανωτέρα γὰρ ἡ τοῦ πράγματος ἐνάργεια πρὸς συγκατάθεσιν πάσης τῆς διὰ λόγων ἀναιρούσης αὐτὸ πιθανότητος. οὐ χεῖρον δὲ ἴσως καὶ ἡμᾶς τῶν ἀπορουμένων ὑπ’ αὐτῶν, οἷς μάλιστα θαρροῦσιν, ταῦτα προχειρισαμένους ἐξετάσαι, πῶς ἔχει. ἴσως γὰρ οὐδὲ ἄγαν φανεῖται εἰς αὐτά. ἔστι δή τι τῶν ἀπορουμένων ὑπ’ αὐτῶν καὶ τοιοῦτον. εἰ, φασίν, ταῦτά ἐστιν ἐφ’ ἡμῖν, ὧν καὶ τὰ ἀντικείμενα δυνάμεθα, καὶ ἐπὶ τοῖς τοιούτοις οἴ τε ἔπαινοι καὶ οἱ ψόγοι, προτροπαί τε καὶ ἀποτροπαί, κολάσεις τε καὶ τιμαί, οὐκ ἔσται τὸ φρονίμοις εἶναι καὶ τὰς ἀρετὰς ἔχειν ἐπὶ τοῖς ἔχουσιν, ὅτι μηκέτ’ εἰσὶν τῶν ἀντικειμένων κακιῶν ταῖς ἀρεταῖς δεκτικοί, ὁμοίως δὲ οὐδὲ αἱ κακίαι ἐπὶ τοῖς κακοῖς· οὐδὲ γὰρ ἐπὶ τούτοις τὸ μηκέτ’ εἶναι κακοῖς· ἀλλὰ 1 ἐπάπειρον V 2 ὡς μητε (sic) v. c. V: ὡς V1a¹² 3 τι μὴ a¹2 εἶναι om. Lond. 5 ἂν om. 0 τοῦτον ante τὸν colloc. HO 9 γίνεται] νεται in lit. V: om. Cas. 10 τοιοῦτον] τούτων 0 γίνεται 0 πάντων V1 (corr. v. c.) 11 alt. τὴν om. a 12 ραδιουργία V 13 alt. τὸ om. 0 14 πεπίστευκεν a12: πεπιστευκεναι sic V: πεπιστευκέναι Ε 16 ἃ Va1²: τὰ B²HE Cas. 0 τῶν om. 0 18 πῶς οὐ B²E mg. O: πῶς (corr. ex ὡσ m1) οὖν Va¹: ὡς οὖν a2 ἄλογον E mg. Lond. 0: ὀλίγον Va¹²: ὀλίγωρον B² οὐδὲ γὰρ τῷ μὴ (sic transq. μὴ τῷ m¹) VB²: οὐδὲν γὰρ μὴ τῷ KB¹: οὐδὲ γὰρ μὴ τῷ a2: οὐ γὰρ O 20 ἐνάργεια Lond. O: ἐνέργεια libri 23 οὐδὲ V¹: οὐδὲν v. c. Va¹2 εἰς αὐτά] fortasse δύ σλυτα 25 τοιούτοις] αὐτοῖς Gercke 27 εἶναι ⟨ἐπὶ τοῖς φρονίμοις⟩ Gercke ἔχει a1 27. 28 ὅτι μὴ δὲ τισὶ (supr δ: κ, supra  ισ: εἰ v. c., accentus supr μη et δε deleti) V: ὅτι μηκέτισι B1: ὅτι μηκέτεισι B²: ὅτι μηκέτι εἰσὶ Η: ὅτι μὴ δέ τισι a¹2: ὅτι μηδέ εἰσι Lond. 0 28 κακιῶν [corr. m1 (v. c.?) ex κἀκεινῶν] V0: κακείνων a¹² δεκτικοί v. c. VB (οι in lit. 0 δεκτικαὶ V¹a12 29 οὐδὲ γὰρ ἐπὶ (corr. v. c. ex οὐδὲ γὰρ ἐπεὶ μὴ) VB²: οὐδὲ γὰρ ἐπεὶ μὴ a¹²: οὐδ’ ἐπὶ H mg.: οὐδὲ γὰρ οὐδ’ ἐπὶ E : οὐδὲ γὰρ ἐπὶ μὲν Cas. Lond. 0 μὴν ἄτοπον τὸ μὴ λέγειν τὰς ἀρετὰς καὶ τὰς κακίας ἐφ’ ἡμῖν μηδὲ τοὺς ἐπαίνους καὶ τοὺς ψόγους ἐπὶ τούτων γίνεσθαι· οὐκ ἄρα τὸ ἐφ’ ἡμῖν τοιοῦτον. οἱ συγχωρήσαντες ἀναποβλήτους τὰς ἀρετάς τε καὶ τὰς κακίας εἶναι, XXVII ἴσως προχειρότερον λαμβανόμενον λέγοιμεν ἂν κατὰ τοῦτο τὰς ἕξεις ἐπὶ τοῖς ἔχουσιν εἶναι, καθόσον πρὸ τοῦ λαβεῖν αὐτὰς ἐπ’ αὐτοῖς ἦν καὶ μὴ λαβεῖν. οἵ τε γὰρ τὰς ἀρετὰς ἔχοντες καὶ τοῦ τῶν βελτιόνων ἀμελεῖν ἑλόμενοι τὰ βελτίω αὐτοῖς αἴτιοι τῆς τῶν ἀρετῶν ἐγένοντο κτήσεως, οἵ τε τὰς κακίας ἔχοντες παραπλησίως. ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν τεχνῶν λόγος· καὶ γὰρ τῶν τεχνιτῶν ἕκαστος πρὸ μὲν τοῦ τὴν τέχνην ἔχειν εἶχεν καὶ τοῦ μὴ γενέσθαι τὴν ἐξουσίαν, γενόμενος δὲ οὐκέτ’ ἔσται κύριος τοῦ μὴ γεγονέναι τε καὶ εἶναι τοιοῦτος. αἱ γὰρ γενέσεις τῶν τοιούτων ἐφ’ ἡμῖν, καὶ διὰ τοῦτο οὐχ ὅμοιον τὸ ἀληθὲς ἐπί τε τῶν μελλόντων καὶ ἐπὶ τῶν ὄντων τε καὶ γεγονότων, ὅτι τὸ μὲν ὄν τε καὶ γεγονὸς οὐχ σἷόν τε ἢ μὴ εἶναι ἢ μὴ γεγονέναι, τὸ δὲ μέλλον γίνεσθαι ἐνδέχεται καὶ μὴ γίνεσθαι. διὸ πρὸ μὲν τοῦ τὴν ἀρετὴν ἔχειν τόνδε τινὰ ἀληθὲς ἦν τὸ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι τοιοῦτον, ὃ δὲ τοιοῦτον γίνεται, τοῦτο καὶ γενόμενον ἀληθὲς οὕτως λέγειν γεγονέναι. εἰ μὲν οὖν ἦν ἐκ γενετῆς ὁ φρόνιμος τοιοῦτος καὶ τοῦτο πρὸς τοῖς ἄλλοις τοῖς ὑπὸ τῆς φύσεως αὐτῷ δεδομένοις εἶχεν παρ’ ἐκείνης λαβών, οὐδ’ ὅλως ἂν ἦν ἐπ’ αὐτῷ τὸ εἶναι τοιούτῳ, ὥσπερ οὐδὲ τὸ εἶναι δίποδι ἢ λογικῷ, οὐδ’ ἂν ἐπῃνεῖτο ἔτι ἐπὶ τῷ τοιοῦτος εἶναι, ἀλλ’ ἐθαυμάζετο ὡς ἔχων παρὰ τῆς θείας φύσεως δῶρον τηλικοῦτον. ὡς γὰρ τῶν ὑγιαινόντων, ὅσοι μὲν ἀσθενεῖς ὄντες τὴν φύσιν διὰ τῆς οἰκείας ἐπιμελείας εἰσὶ τοιοῦτοι, τούτους μὲν ἐπαινοῦμεν ὡς ἑαυτῶν πρόνοιαν τὴν προσήκουσαν ποιουμένους, δι’ ἣν πρόνοιαν οὔκ εἰσιν ἐν τῷ νοσεῖν, τοὺς δὲ ἐκ φύσεως ὑγιεινοὺς καὶ τοὺς νοσοῦντας ἄνευ πραγματείας καὶ φροντίδων οὐκέτι μὲν ἐπαινοῦμεν, μακαρίζομεν δὲ ὡς χωρὶς καμάτων τοῦτο ἔχοντας, ὃ καὶ τοῖς ἄλλοις ἀγαπητόν, εἰ καὶ μετὰ καμάτου παρείη, τὸν αὐτὸν τρόπον ἢ καὶ ἔτι μᾶλλον ἐπὶ τῶν ἀρετῶν ἐποιοῦμεν ἄν, εἰ ἦσαν ἐκ φύσεώς τισιν παροῦσαι, ὅπερ ἀμέλει ποιοῦμεν ἐπὶ τῶν θεῶν. ἐπεὶ δὲ ἀδύνατον ἡμῖν τοῦτο, καὶ οὐδὲν ἀδύνατον δεῖ παρὰ τῆς φύσεως ἀπαιτεῖν (αὕτη γὰρ δυνατῷ τε καὶ ἀδυνάτῳ μέτρον· 2 ψόγος a2 γίνεσθαι ἐπὶ τούτοις Ε 3 οἱ om. Β: ἡμεῖς δὲ B2 (supra  lit. 2 litt.): οἷς ΕΟ: ὃ vel οὐ vel del. Gercke: fortasse ἢ alt. τὰς om. 0 4 ἴσως del. 0 λαμβάνοντες λέγοιεν Lond. 0: λαμβανόμενοι Gercke 5 ἐπ’ Cas.: ἔτι V1a¹2: ἔτι ἐπ B² Lond. 0 6 τοῦ τῶν E : τουτωι (sic) V: τούτῳ a1 : τούτων a2: τὸ τῶν Lond.: ἐξὸν καὶ τῶν Cas. Casp. O: ἐξὸν καὶ τὸ τῶν 0 9 τεχνιτῶν sic V τὴν om. a 12 ὁμοίως 0 13 ὄντων] μενόντων a12: μὲν ὄντων Lond. τὸ μὲν ὄν H  γρ. O: μόνον V1: μένον v. c. Va¹: μὲν ὄν Lond.: ὄν a2 14 pr. ἢ] ἦν 0 15 καὶ s. v. V1 17 ἦν om. ΒΟ ἐκ γενετῆς] εγγενετὴσ (sic, scc. deletus) V 18 καὶ μὴ a2 τοῖς om. 0 τῆς om. a¹2 19 δεχομένοις 0 22 ὑγιαινόντων B2E mg. Lond. 0: ἐπαινούντων Va¹² 25 καὶ τοὺς μὴ E Lond. O: καὶ μὴ vel καὶ διὰ τοῦτο μὴ Gercke νοσουντας sic V: εὐεκτοῦντας B² καὶ—νοσοῦντας delevi 26 ἄνευ] εὔευ a2 φροντίδος 0 27 alt. καὶ om. 0: del. B2 28 ἢ Casp. Ο: εἰ libri 31 τῆς τελειότης μὲν γὰρ ἡ ἀρετὴ καὶ ἡ ἀκρότης τῆς οἰκείας φύσεως ἑκάστου, ἀδύνατον δὲ ἀτελές τι ὃν ἐν τελειότητι εἶναι, ἀτελὲς δὲ τὸ γενόμενον εὐθὺ τῷ γενέσθαι), οὐδὲ τὴν ἀρετὴν οἷόν τε τὸν ἄνθρωπον ἔχοντα φῦναι. οὐ μὴν ἀσύμβολος ἡ φύσις αὐτῷ πρὸς τὴν κτῆσιν αὐτῆς, ἀλλ’ ἔχει παρ’ αὐτῆς δύναμίν τε καὶ ἐπιτηδειότητα δεκτικὴν αὐτῆς, ἣν οὐδὲν τῶν ἄλλων ζῴων ἔχει. καὶ διὰ τήνδε τὴν δύναμιν ὁ ἄνθρωπος τῶν ἄλλων ζῴων φύσει διαφέρει, καίτοι πολλῶν ζῴων ἀπολειπόμενος ἐν τοῖς σωματικοῖς πλεονεκτήμασιν. εἰ μὲν οὖν οὕτως εἴχομεν παρ’ αὐτῆς τὴν δύναμιν τὴν τῶν ἀρετῶν δεκτικήν, ὡς προιόντες καὶ τελειούμενοι καὶ ταύτην λαμβάνειν, ὡς τὸ περιπατεῖν, ὡς τὸ ὀδόντας, ὡς τὸ γένεια φύειν, ὡς ἄλλο τι τῶν ἐπιγινομένων ἡμῖν κατὰ φύσιν, οὐδ’ οὕτως ἂν ἐφ’ ἡμῖν ἦσαν αἱ ἀρεταὶ ὥσπερ οὐδὲ τῶν προειρημένων τι, ἐπεὶ δὲ μὴ τοῦτον τὸν τρόπον αὐτὰς κτώμεθα (εἰ γὰρ ἦν ὥσπερ τὰ ἄλλα, οὕτως δὲ καὶ φρόνησίς τε καὶ ἀρετὴ τοῖς ἀνθρώποις συγγενῆ, πάντες ἂν ἢ οἵ γε πλεῖστοι, ὥσπερ τῶν ἄλλων κατὰ φύσιν αὐτοῖς τυγχάνουσιν, οὕτως οὐ τὴν δύναμιν τὴν τῶν ἀρετῶν δεκτικὴν μόνην, ἀλλὰ καὶ τὰς ἀρετὰς αὐτὰς παρ’ ἐκείνης ἂν εἴχομεν καὶ οὐδὲν οὐδ’ οὕτως ἂν ἔδει ἐπαίνων ἢ ψόγων ἤ τινος τῶν τοιούτων ἐπὶ δὲ ταῖς ἀρεταῖς τε καὶ κακίαις θειοτέραν πρόφασίν τε καὶ οὐσίαν τῆς παρουσίας αὐτῶν ἔχουσιν), ἐπεὶ δὴ οὐχ οὕτως ἔχει (οὐ γὰρ τοὺς πάντας οὐδὲ τοὺς πλείστους ὁρῶμεν τὰς ἀρετὰς ἔχοντας, ὃ τῶν κατὰ φύσιν γινομένων ση|μεῖόν ἐστιν, ἀλλ’ ἀγαπητὸν ἕνα που λαβεῖν τοιοῦτον, ὃς δι’ ἀσκήσεώς τε καὶ διδασκαλίας δείκνυσιν τὴν τῶν ἀνθρώπων πρὸς τὰ ἄλλα ζῷα φυσικὴν πλεονεξίαν, δι’ αὑτοῦ προστιθεὶς τὸ ἀναγκαῖον ἐνδέον ἡμῶν τῇ φύσει), διὰ τοῦτο ἐφ’ ἡμῖν τέ ἐστιν ἡ τῶν ἀρετῶν κτῆσις καὶ οὐκ ἄχρηστοι οὐδὲ μάτην οὔτε οἱ ἔπαινοι οὔτε οἱ ψόγοι οὔτε ⟨αἱ⟩ πρὸς βελτίω προτροπαὶ οὔθ’ ἡ διὰ τῶν βελτιόνων ἐθῶν κατὰ τοὺς νόμους ἀγωγή. τῶν μὲν γὰρ φύσει τισὶν ὑπαρχόντων οὐδὲν οἷόν τε ὑπό τινος ἔθους ἀλλοῖον γενέσθαι (οὐχ οὕτως πολλάκις τὸ βάρος ἔχον ἀναρριφθήσεται, ὡς ἐθισθῆναι κατὰ τὴν αὐτοῦ φύσιν ἄνω φέρεσθαι), τὰ δὲ ἤθη τῶν ἀνθρώπων τοῖα καὶ τοῖα διὰ τῶν διαφερόντων ἐθῶν γίνεται. 1 ἡ del. Schwartz 2 εὐθυ.σ sic H 3 τῷ ἀνθρώπῳ Lond. 0 ἔχοντα add. B² συμφῦναι Lond. 0 4 μὴν] μέντοι Lond. 0 αυτῆς V 5 αυτῆς V 7 πολλῶν] τῶν ἄλλων 0 8 εἴχομεν Cas. O: ἔχομεν libri 9 τε καὶ τελ. a2 12 δὲ μὴ (sic coll. m1 quod scripserat μὴ δὲ) V: μηδὲ a¹² εἰ γὰρ ἦν Lond. 0: οὐ γὰρ ἦν Va¹: οὕτω ἦν a2: ἦ γὰρ ἂν ἦν B2: εἰ μὲν γὰρ ἦν Cas. 13 καὶ πάντες B2 14 ἂν αὐτῶν ἐτύγχανον καὶ Β²: αὐτῶν τύγχανοιεν Lond. 0: αὔτως τυγχάνουσιν Gercke 14> 15 οὕτως οὐ τὴν B²E: οὕτως οὖν τὴν Va¹2: οὕτως οὖν καὶ τὴν K: οὕτως οὖν οὐ τὴν Cas.: οὕτως οὖν οὐδὲ τὴν Lond. 0 16 ἂν εἴχομεν ⟨εἴ et ο in lit.) Cas.: ἂν ἔχωμεν Va¹: ἂν ἔχομεν E: ἀνέχομεν a2 17 δὲ delevi ἔπαινοί τε καὶ ψόγοι γίνονται post κακίαις ins. B² 18 οὐσίαν] ὁσίαν Casp. 0: αἰτίαν Gercke εἴχομεν Cas. 0 δὴ οὐχ scripsi: δ’ οὐχ libri: οὖν οὐχ in lit. Β² 20 ἀγαπητὸν] ν in lit. V 21 ὃς] ς s. v. V 22 τα V αὐτοῦ V 23 τί ἐστιν Lond. 0 24 οὐδὲ] οὔτε 0 pr. οὔτε] ύτ in lit. V 25 οὔτε αἱ πρὸς βελτίω B²: οὐ πρὸς βελτίων V¹: οὔτε πρὸς βελτίων v. c. Va¹²: οὔτε αἱ πρὸς βέλτιον HEO: οὔτε πρὸς βελτίω Cas.: οὔτε πρὸς βέλτιον Lond. 27 οὐχ] οὐδ’ vel οὐ γὰρ Gercke 28 ἀναριφθήσεται V παρὰ Gercke 29 τοιὰ—τοιὰ V καὶ ἐπὶ μὲν τῶν φύσει πρώτας τὰς ἕξεις κτησάμενοι οὕτως ἐνεργοῦμεν κατ’ αὐτάς (οὐ γὰρ ἰδόντες πολλάκις τὴν ὁρατικὴν ἕξιν κτώμεθα, ἀλλ’ ἔχοντες αὐτὴν οὕτως ὁρῶμεν), ἐπὶ δὲ τῶν οὐ φύσει ἐκ τῶν ἐνεργειῶν τὰς ἕξεις κτώμεθα. οὐ γὰρ ἄλλως τέκτων τις ἂν γένοιτο μὴ πολλάκις ἐνεργήσας τὰς τοῦ τέκτονος ἐνεργείας κατὰ τὰς ὑποθήκας τοῦ διδάσκοντος. ὥστ’ ἐπεὶ καὶ τὰς ἀρετὰς οὕτως κτώμεθα (ἐνεργοῦντες γὰρ καὶ τὰ σωφρονικὰ γινόμεθα σώφρονες), οὐκ ἂν ἡμῖν ὑπάρχοιεν φύσει. οἱ δὲ φάσκοντες ἐξ ΧΧVIII ἀνάγκης ἡμᾶς εἶναί τε καὶ γίνεσθαι τοιούτους, καὶ μὴ καταλιπόντες ἡμῖν τὴν ἐξουσίαν τοῦ ταῦτα πράττειν τε καὶ μή, δι’ ὧν ἂν τοιοῦτοι γενοίμεθα, καὶ διὰ τοῦτο μήτε τοῖς κακοῖς γινομένοις ἐξεῖναι μὴ ταῦτα πράττειν, ἃ πράττοντες γίνονται τοιοῦτοι, μήτε τοῖς ἀγαθοῖς, πῶς οὐχ ὁμολογήσουσιν κάκιστον γεγονέναι τῶν ζῴων ἀπάντων ὑπὸ τῆς φύσεως τὸν ἄνθρωπον, δι’ ὅν φασιν πάντα τἆλλα γενέσθαι ὡς συντελέσαντα πρὸς τὴν τούτου σωτηρίαν; εἰ γὰρ ἡ μὲν ἀρετή τε καὶ ἡ κακία μόναι κατ’ αὐτοὺς ἡ μὲν ἀγαθόν, ἡ δὲ κακόν, καὶ οὐδὲν τῶν ἄλλων ζῴων οὐδετέρου τούτων ἐστὶν ἐπιδεκτικόν, τῶν δὲ ἀνθρώπων οἱ πλεῖστοι κακοί, μᾶλλον δὲ ἀγαθὸς μὲν εἷς ἢ δεύτερος ὑπ’ αὐτῶν γεγονέναι μυθεύεται, ὥσπερ τι·  παράδοξον ζῷον καὶ παρὰ φύσιν σπανιώτερον τοῦ φοίνικος τοῦ παρ’ Αἰθίοψιν, οἱ δὲ πάντες κακοὶ καὶ ἐπίσης ἀλλήλοις τοιοῦτοι, ὡς μηδὲν διαφέρειν ἄλλον ἄλλου, μαίνεσθαι δὲ ὁμοίως πάντας ὅσοι μὴ σοφοί, πῶς οὐκ ἂν ἀθλιώτατον ζῷον ἁπάντων ὁ ἄνθρωπος εἴη, ἔχων τήν τε κακίαν καὶ τὸ μαίνεσθαι σύμφυτα αὑτῷ καὶ συγκεκληρωμένα; ἀλλὰ τὸ μὲν τὰς παραδοξολογίας αὐτῶν τὰς ἐν τοῖς δόγμασιν ἐξετάζειν, δι’ ὧν πρὸς τἀληθῆ διαφωνοῦσιν, πλεῖστον παραιτητέον τοῦ νῦν, ἐπανιτέον δὲ ὅθεν ἐξετραπόμεθα. ἐδείξαμεν δὲ ὅτι ΧΧΙΧ οὕτως ἐπ’ αὐτῷ τῷ φρονίμῳ τὸ εἶναι τοιούτῳ, ὅτι τῆς τοιαύτης ἕξεως καὶ τῆς κτήσεως αὐτῆς αὐτὸς αἴτιος τῷ καὶ τοῦ μὴ γενέσθαι τοιοῦτος ἔχειν πρότερον τὴν ἐξουσίαν. τὴν μὲν οὖν ἕξιν μηκέτ’ ἔχει ὡς ἐπ’ αὐτῷ (ὥσπερ οὐδὲ τῷ αὐτὸν ἀπὸ ὕψους ἀφέντι τὸ στῆναι καίτοι τοῦ ῥῖψαί τε καὶ μὴ τὴν ἐξουσίαν ἔχοντι), ἐπ’ αὐτῷ δὲ τῶν ἐνεργειῶν ὧν τὴν ἕξιν ἔχων ἐνεργεῖ καὶ μὴ ποιῆσαί τινα. καὶ γὰρ εἰ ὅτι μάλιστα εὔλογον τὸ τὸν φρόνιμον τὰς κατὰ τὸν λόγον καὶ τὴν φρόνησιν ἐνεργείας ἐνεργεῖν, πρῶτον μὲν οὐχ ὡρισμένως αἵδε τινὲς τοιαῦται ἢ μέχρι τοῦδε ἐνεργούμεναι. ἀλλ’ 1 πρῶτας a1 : οὐ πρῶτον Schulthessius 6 post γὰρ add. τὰ δίκαια γινόμεθα δίκαιοι B² 10 γινομένης a2: γενομένοις Cas. 0 μη ταῦτα sic V 13 συντελέσοντα Η Casp. 0 17 fortasse δεύτερός ⟨τις⟩ μηθεύεται a2 21 πάντων a¹² 22 τὰ μὲν a παρὰ τὰς δοξολογίας m1 corr. in τὰς παραδοξολογίας V: τὰς παραδ. ΗB²: παρὰ τὰς δοξολογίας a¹2: παρὰ τ. δ. Schulthess 24 ἐπανητέον a2 τοῦ νῦν] τοίνυν E: τὰ (ὰ in lit) νῦν B ἐδείξαμεν] cf. 197,2 sq. 25 οὕτως del. B² ⟨ἐστὶ⟩ τὸ B² ὅτι] fortasse ὡς ἕξεως m1 corr. ex ἐξετάσεως V: ἐξετάσεως B¹Κa12 Cas. Lond.: ἕξεως B²HEO 26 αὐτὸς om. 0 τοῦ HO: τὸ Va2 27 ἔχειν] σχεῖν Gercke ἔχει scripsi: ἔχειν libri ὡς ἐπ’ Va1²: ἐπ’ Lond. O: οὐκ (in lit.) ἐπ B2 coni. O: μηκέτ’ ἐπ Casp. 0 28 ὑπὸ 0 ρίψ /// αι V 29 ἐπ’ αὐτῷ scripsi: ⟨ἐπὶ⟩ τῶ Gercke: ἐπ’ αὐτῶν libri 30 ἐνεργεῖ ἐπ’ αὐτῷ καὶ B² 31 τὰς add. B² ἔστιν ἐν πλάτει τινὶ πάντα τὰ γινόμενα τοῦτον τὸν τρόπον, καὶ τὸ παρὰ μικρὸν ἐν τούτοις οὐκ ἀναιρεῖ τὸ προκείμενον· ἔπειτα δὲ οὐ κατηναγκασμένως ὁ φρόνιμος ὧν αἱρεῖταί τι πράττει, ἀλλ’ ὡς καὶ τοῦ μὴ πρᾶξαί τι τούτων αὐτὸς ὢν κύριος. εὔλογον γὰρ ἂν δόξαι ποτὲ τῷ φρονίμῳ καὶ ὑπὲρ τοῦ δεῖξαι τὸ τῶν ἐνεργειῶν ἐλεύ |θερον καὶ μὴ ποιῆσαί ποτε τὸ γινόμενον ἂν εὐλόγως ὑπ’ αὐτοῦ, εἰ προείποι τις αὐτῷ μάντις ἐξ ἀνάγκης αὐτὸν τοῦτο πράξειν. τοῦτό τοι καὶ αἳ μάντεις εἶναι λέγουσίν γε ὑφορώμενοι φεύγοντες τοὺς παρὰ πόδας ἐλέγχους οὐδὲν τοιοῦτο προλέγουσιν τοῖς ἐλέγξαι δυναμένοις, ἀλλ’ ὥσπερ τὸ τοὺς χρόνους ὁρίζειν τῶν προλεγομένων ὑπ’ αὐτῶν ὡς ἐσομένων ὡς εὐέλεγκτον φυλάσσονται, οὕτω φεύγουσιν καὶ τὸ λέγειν τι καὶ μαντεύεσθαι τοῖς δυναμένοις παραχρῆμα τὸ ἀντικείμενον ποιῆσαι τοῦ μαντεύματος. τὸ δὲ λέγειν εὔλογον εἶναι τοὺς θεοὺς τὰ ἐσό XXX μενα προειδέναι (ἄτοπον γὰρ τὸ λέγειν ἐκείνους ἀγνοεῖν τι τῶν ἐσομένων) καὶ τοῦτο λαμβάνοντας κατασκευάζειν πειρᾶσθαι δι’ αὐτοῦ τὸ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην οὔτε ἀληθὲς οὔτε εὔλογον. τῆς μὲν γὰρ φύσεως τῆς τῶν πραγμάτων τοῦτο χωρούσης. οὐδένα μᾶλλον εὐλογώτερον εἰδέναι μᾶλλον τῶν θεῶν τὰ μέλλοντα, ἀδυνάτου δ’ οὔσης τὴν τοιαύτην πρόρρησιν καὶ πρόγνωσιν δέχεσθαι, οὐδὲ τοὺς θεοὺς εὔλογον ἔτι γίνεται τὸ εἰδέναι τι τῶν ἀδυνάτων. τὰ γὰρ ἀδύνατα τῇ αὐτῶν φύσει καὶ παρὰ τοῖς θεοῖς τὴν αὐτὴν φυλάττει φύσιν. ἀδύνατον γὰρ καὶ τοῖς θεοῖς ἢ τὸ τὴν διάμετρον ποιῆσαι τῇ πλευρῇ σύμμετρον ἢ τὰ δὶς δύο πέντε εἶναι ἢ τῶν γεγονότων τι μὴ γεγονέναι. οὐδὲ γὰρ τὴν ἀρχὴν βούλονται ἐπὶ τῶν ἀδυνάτων οὕτως γὰρ ἦν ἐν τοῖς λεγομένοις δυσχωρία. οἷς ὁμοίως ἀδύνατον καὶ τὸ ἐν τῇ οἰκείᾳ φύσει ἔχον τὸ δύνασθαι γενέσθαι τε καὶ μὴ ὡς ἐσόμενον πάντως ἢ ὡς μὴ ἐσόμενον οὕτως προειδέναι. εἰ γὰρ ἡ περὶ αὐτῶν πρὸ αὐτῶν πρόγνωσις ἀναιρεῖ τὸ ἐν αὐτοῖς ἐνδεχόμενον, δῆλον ὡς, εἰ σώζοιτο τοῦτο, ἀδύνατος ἂν ἡ περὶ αὐτῶν πρόγνωσις εἴη. ὅτι γὰρ καὶ εἰ κατὰ τούτους τοῦτο οὕτως ἔχει, δῆλον ἐκ τοῦ λαβόντας αὐτούς, ὅτι οἱ θεοὶ προγιγνώσκουσιν τὰ μέλλοντα, δι’ αὐτοῦ κατασκευάζειν τὸ ἐξ ἀνάγκης αὐτὰ γίγνεσθαι, ὡς οὐκ ἂν εἰ μὴ οὕτως γίγνοιτο προγνωσομένων. εἰ δὲ τῇ τῶν θεῶν προγνώσει τε καὶ προαγορεύσει τὸ ἀναγκαῖον ἕπεται, καὶ κατ’ αὐτούς, εἰ μὴ τὸ ἀναγκαῖον ἐν τοῖς γινομένοις εἴη, οὐκ ἂν κατ’ 1 κατὰ τοῦτον ΗΟ 3 πράττειν a2 5 καὶ s. v. V¹ 5. 6 γινόμενον Lond. O: λεγόμενον libri 7 οἳ Casp. Ο: οἱ libri γε scripsi: τε libri: τε del. B² 7. 8 ὑφορώμενοι τε καὶ φεύγοντες B² 8 παραπόδας a¹² λέγουσι a¹² 11 προλέγειν 0 καὶ om. a¹² 16 χωρούσης a2: χωροῦσιν Va¹ οὐδένα a2: οὐδενασ V: οὐδένας a¹: οὐδὲν Lond. μᾶλλον del. B² Lond. 0 17 μᾶλλον del. ES Cas. τῶν θεῶν εἰδέναι ES 18 πρόρρησιν SE Cas. O: πρόσρησιν Va1² 19 τὸ delevi 22 τι] τὸ a¹ 23 ἐπὶ τῶν] ἐπὶ τὴν B ¹a¹²: τι τῶ B²0: τὴν ἐπὶ τῶν Cas. ἡ ἐν SE δυσχέρεια B2 (ἐπεὶ τ.  ἀ. αὐτ τοῖς παρῆν ⟨ἡ⟩ ἐν Diels) 24 τῇ om. 0 25 pr. ὡς om. Lond. 26 ἡ sic add. v. c. V πρὸς B2 28 εἰ del. B²: om. SE: εἰ (ο s. v. m1) V: εἰ a¹2 30 αὐτὰ v. c. Va1²: αὐτῷ V¹: fortasse πάντα ἂν suspectum 32 καὶ fortasse del. οὐκ ἂν Lond. 0: οὐ γὰρ Va¹²: οὐδὲ B² αὐτοὺς οἱ θεοὶ προγινώσκοιεν τὰ μέλλοντα. ὥστε καὶ αὐτοὶ τὴν αὐτὴν ἀδυναμίαν τοῖς θεοῖς φυλάσσουσιν, εἴ γε κατ’ ἀδυναμίαν χρὴ καὶ ἀσθένειαν λέγειν γίνεσθαι τὸ τὰ ἀδύνατα μὴ δύνασθαι. οὐ δὴ τῷ θείω πλέον τι δύνασθαι διὰ τῆς προρρήσεως ἀνάπτουσιν, ἀλλὰ διὰ τοῦ προσλαμβάνειν τοῦτο τὴν φύσιν τὴν τῶν πραγμάτων τοιαύτην εἰσάγουσιν οὐδαμῶς ἀκόλουθα καὶ συνῳδὰ τοῖς γινομένοις τε καὶ ἐναργέσιν λέγοντες. τούτῳ γὰρ προσχρωμένους ἐνέσται πάντα τὰ ἀδύνατα δυνατὰ δεικνύναι τῷ εὔλογον εἶναι μὴ ἀγνοεῖν αὐτὰ τοὺς θεούς. δύναται γάρ τις λαβὼν τὸ ἄτοπον εἶναι τοὺς θεοὺς μὴ εἰδέναι τὸ ἄπειρον πόσων ἐστὶ μέτρων, θέμενος τοῦτο προσλαμβάνειν τὸ δυνατὸν εἶναι γιγνώσκεσθαι τὸ ἄπειρον πόσων ἐστὶ μέτρων. εἰ δὲ τοῦτο, δυνατὸν εἶναι τὸ ἄπειρον ὡρισμένων τινῶν μέτρων. εἰ γὰρ μὴ ἦν, οὐδ’ ἂν οἱ θεοὶ ᾔδεσαν αὐτὸ πόσων ἐστὶ μέτρων. ἐπεὶ δέ, εἰ τὸ προγινώσκειν τὰ μέλλοντά ἐστι τὸ ὁποῖά ἐστι τοιαῦτα αὐτὰ γνωρίζειν ὄντα (ἄλλο γὰρ τὸ προγινώσκειν τοῦ ποιεῖν) δῆλον ὅτι ὁ τὰ ἐνδεχόμενα προγινώσκων ὡς τοιαῦτα προγνώσεται. οὐ γὰρ πρόγνωσις τὸ τὸ ἐνδεχόμενον ὡς ἐσόμενον ἀναγκαίως ἔσεσθαι λέγειν. ὥστε καὶ οἱ θεοὶ τὰ ἐνδεχόμενα ἂν ὡς ἐνδεχόμενα προγιγνώσκοιεν, ᾧ οὐ πάντως ἀκολουθήσει τὸ ἀναγκαῖον διὰ τὴν τοιαύτην πρόγνωσιν. οὕτως δὲ καὶ προλεγόντων ἀκούομεν. οἱ γὰρ μετὰ τοῦ συμβουλεύειν τινὰ αἱρεῖσθαί τε καὶ πράττειν ἃ χρὴ προλέγοντες οὐχ ὡς ἐξ ἀνάγκης ἐσομένων περὶ ὧν προλέγουσιν λέγουσιν . καθόλου δὲ εἰ μὲν πάντα τοῖς θεοῖς δυνατά φασιν εἶναι, ἔσται δὲ καὶ τὰ ἀδύνατα ἐκείνοις δυνατά, οὐ μὴν δειχθήσεται διὰ τῆς ἐκείνων περὶ τῶν μελλόντων προγνώσεως τὸ πάντα ἐξ ἀνάγκης τὰ γινόμενα γίνεσθαι. εἰ δὲ συγχωροῦσιν τὰ ἀδύνατα καὶ τοῖς θεοῖς εἶναι τοιαῦτα, πρῶτον μὲν αὐτοὺς χρὴ δεικνύναι δυνατὴν εἶναι τὴν τοιάνδε πρόγνωσιν, εἶθ’ οὕτως αὐτὴν ἀνατιθέναι τοῖς θεοῖς. οὔτε γὰρ ἐναργὲς οὔτε ὑπὸ τῶν γινομένων ὁμολογούμενον τὸ τοιαύτην τὴν περὶ τῶν μελλόντων πρόγνωσιν ποιεῖσθαι τοὺς θεούς. ἡμεῖς μὲν οὖν οὔτε ἀναιροῦμεν μαντικὴν οὔτε τὴν πρόγνωσιν τῶν θεῶν, ὡς ἔχει φύσεως τὰ πράγματα οὕτως αὐτοὺς περὶ αὐτῶν προλέγειν λέγοντες,