<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg014.1st1K-grc1"><div type="textpart" subtype="section" n="22"><p>Οὐ χεῖρον δέ, τούτων προτεθεωρημένων καὶ αὐτὰ τὰ περὶ τῆς εἱμαρμένης <note type="marginal">ΧΧΙΙ</note> ὑπ’ αὐτῶν λεγόμενα παραθεμένους ἰδεῖν, εἴ
                        τινα τοιαύτην ἔχει βίαν, ὡς εὔλογον εἶναι διὰ τὴν πρὸς τὸ ἀληθὲς οἰκειότητα
                        καὶ τῶν ἐναργῶν <lb n="10"/> οὕτως ὑπερορᾶν. ἔσται δὲ ἡμῖν καὶ ὁ περὶ τούτων
                        λόγος ἐπὶ τοσοῦτον, <lb n="30"/> ἐφ’ ὅσον ἐστὶ χρήσιμος πρὸς τὰ προκείμενα.
                        φασὶν δὴ τὸν κόσμον τόνδε, ἕνα ὄντα καὶ πάντα τὰ ὄντα ἐν αὑτῷ περιέχοντα,
                        καὶ ὑπὸ φύσεως διοικούμενον ζωτικῆς τε καὶ λογικῆς καὶ νοερᾶς, ἔχειν τὴν τῶν
                        ὄντων <lb n="15"/>
                        <note type="footnote">1 fortasse ποιοῦσιν ⟨ἢ μὴ ποιεῖν ἔχειν⟩ 2 ἀνθρώπων
                            βίος a2: ἀνθρώπων Va1 3 ὑποθοῖτο V: ὑπόθοιτο a¹¹: ὑποτίθοιτο Lond.:
                            ὑποθεῖτο K ἀληθῆ sic V: ἀληθεῖ K 4 τε om. a1 5 μαρτυρεῖ a12: μαρτυρεῖν
                            VΗ 6 fortasse οὐ τ ῶν 8 πάντως γινόμενον Η γρ. ἢ del. B²: τὰ Lond. 0 9
                            τουτί vel τοῦ τί V: τοῦ τε 11 τὸ om. <lb n="0"/> fortasse τῷ 11. 12
                            πραττόμενα] exspectas πράττεσθαι δοκοῦντα καὶ 12 γίνεσθαι Cas. Lond. 0:
                            γίνεται libri ἢ] οὐ 0 16 κύριος a1 ὥσδ᾿ —ἡμᾶς εἶναι (18) om. a1 τούτων 0
                            18 πάντων τῶν 0 πείθεσθαι μὲν] πεισθείημεν B²: διὰ τὸ πείθεσθαι aut
                            πειθόμενοι coni. 0 ἡμᾶς εἶναι Va¹: εἶναι ἡμᾶς Η: ὄντας a2 19
                            παραλείψομεν Β²: παραλίπομεν V: παραλείπομεν a¹2: παραλείποιμεν Lond. 20
                            alt. τὸ Cas. Lond. 0: τοῦ libri 21 γευόμενοι, sed υ et μ litura obscurae
                            V: γινόμενοι E αὐτῶν V 23 ὄρειλον <lb n="0"/> ἂν add. Schwartz 24 αυτοὺσ
                            V 24. 25 τε αἱρεῖσθαι a2: ἐπαίρεσθαι Va¹: τε ἑλέσθαι B² 27 προθεμένους
                            a¹² 30 ἐφόσον V 31 αὐτῷ V</note>
                        <pb n="192"/> διοίκησιν ἀίδιον κατὰ εἱρμόν τινα καὶ τάξιν προιοῦσαν, τῶν
                        πρώτων τοῖς μετὰ ταῦτα γινομένοις αἰτίων γινομένων καὶ τούτῳ τῷ τρόπῳ
                        συνδεομένων ἀλλήλοις ἀπάντων, καὶ μήτε οὕτως τινὸς ἐν αὐτῷ γινομένου, ὡς μὴ
                        πάντως ἐπακολουθεῖν αὐτῷ καὶ συνῆφθαι ὡς αἰτίῳ ἕτερόν τι, μήτ’ αὖ τῶν <lb n="20"/>
                        <lb n="5"/> ἐπιγινομένων τινὸς ἀπολελύσθαι δυναμένου τῶν προγεγονότων, ὡς μή
                        τινι ἐξ αὐτῶν ἀκολουθεῖν ὥσπερ συνδεόμενον, ἀλλὰ παντί τε τῷ γενομένῳ ἕτερόν
                        τι ἐπακολουθεῖν, ἠρτημένον ⟨ἐξ⟩ αὐτοῦ ἐξ ἀνάγκης ὡς αἰτίου, καὶ <lb n="25"/>
                        πᾶν τὸ γινόμενον ἔχειν τι πρὸ αὐτοῦ, ᾧ ὡς αἰτίῳ συνήρτηται. μηδὲν γὰρ
                        ἀναιτίως μήτε εἶναι μήτε γίνεσθαι τῶν ἐν τῷ κόσμῳ διὰ τὸ μηδὲν <lb n="10"/>
                        εἶναι τῶν ἐν αὐτῷ ἀπολελυμένον τε καὶ κεχωρισμένον τῶν προγεγονότων ἀπάντων.
                        διασπᾶσθαι γὰρ καὶ διαιρεῖσθαι καὶ μηκέτι τὸν κόσμον ἕνα μένειν <lb n="30"/>
                        αἰεί, κατὰ μίαν τάξιν τε καὶ οἰκονομίαν διοικούμενον, εἰ ἀναίτιός τις
                        εἰσάγοιτο κίνησις· ἣν εἰσάγεσθαι, εἰ μὴ πάντα τὰ ὄντα τε καὶ γινόμενα ἔχοι
                        τινὰ αἴτια προγεγονότα, οἷς ἐξ ἀνάγκης ἕπεται· ὅμοιόν τε εἶναί <lb n="72"/>
                        <lb n="15"/> φασιν καὶ ὁμοίως ἀδύνατον τὸ ἀναιτίως τῷ γίνεσθαί τι ἐκ μὴ
                        ὄντος. τοιαύτην δὲ οὖσαν τὴν τοῦ παντὸς διοίκησιν ἐξ ἀπείρου εἰς ἄπειρον
                        ἐναργῶς τε καὶ ἀκαταστρόφως γίνεσθαι. οὔσης δέ τινος διαφορᾶς ἐν τοῖς
                        αἰτίοις, <lb n="5"/> ἣν ἐκτιθέντες (σμῆνος γὰρ αἰτίων καταλέγουσιν, τὰ μὲν
                        προκαταρκτικά, τὰ δὲ συναίτια, τὰ δὲ ἑκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ ἄλλο τι·
                        οὐδὲν γὰρ <lb n="20"/> δεῖ τὸν λόγον μηκύνειν πάντα τὰ λεγόμενα παρατιθέμενα
                        τὸ βούλημα αὐτῶν <lb n="10"/> δεῖξαι τοῦ περὶ τῆς εἱμαρμένης δόγματος),
                        ὄντων δὴ πλειόνων αἰτίων, ἐπ’ ἴσης ἐπὶ πάντων αὐτῶν ἀληθές φασιν εἶναι τὸ
                        ἀδύνατον εἶναι, τῶν αὐτῶν ἀπάντων περιεστηκότων περί τε τὸ αἴτιον καὶ ἐστιν
                        αἴτιον, ὁτὲ μὲν δὴ μὴ οὑτωσί πως συμβαίνειν, ὁτὲ δὲ οὕτως. ἔσεσθαι γάρ, εἰ
                        οὕτως <lb n="15"/>
                        <lb n="25"/> γίνοιτο, ἀναίτιόν τινα κίνησιν. τὴν δὲ εἱμαρμένην αὐτὴν καὶ τὴν
                        φύσιν καὶ τὸν λόγον, καθ’ ὃν διοικεῖται τὸ πᾶν, θεὸν εἶναί φασιν, οὖσαν ἐν
                        τοῖς οὖσίν τε καὶ γινομένοις ἅπασιν καὶ οὕτως χρωμένην ἁπόντων τῶν ὄντων τῇ
                        οἰκείᾳ φύσει πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν. καὶ τοιαύτη μὲν <note type="footnote">2 συνδεδεμένων a2 3 ἀπάντων ἀλλήλοις a¹² γενομένου
                            Gercke 6 ἐπακολουθεῖν Lond. 0 παντί B²0: πάντῃ Va¹2 7 ἐξ add. 0 8 πρὸ]
                            ἐξ (in mg. πρὸ) 10 pr. τῶν om. 0 13 εἰ s. v. V 14 ἔχει a12 15 τωι sic v.
                            c. s, v. V: om. EH 16 ἐνεργῶς Usener 17 supra ἀκαταστρόφως: μετὰ B² 18
                            ἐκτίθενται H γρ. E σμῆνος E Cas. O: μηνὸς Va¹² αἰτίων E Cas. 0: αἴτιον
                            Va¹2 σμῆνος— αἰτίων] μηδὲν ἀναίτιον] sic Lond. 19 ἑκτικά K Cas. Lond.:
                            ἀκτικά V: ἀρκτικά E: ἐκτικά a1² 20 εἰς πάντα Lond. 0: ἢ σύμπαντα Usener:
                            διὰ (vel εἰς) τὸ πάντα Gercke παρατιθέμενα Va1: παρατιθεμένους HKR Cas.
                            Lond. 0 παρατιμέμενους a2: παρατιθέντας in lit. Β (s. v. βουλομένους
                            Β2): παρατιθέμενον Gercke 21 δὲ 0: δ’ ἤδη 23. 24 ὁτὲ μὲν δὴ μὴ οὑτωσί
                            πως συμβαίνειν Usenerus: ὁτὲ δε μὴ ἢ ὁτε δε μη οὕτως εἴπως συμβαίνει
                            (sic acc. et spir. supra η, οτε, ουτως del.) V: ὅτε δὲ μὴ ηοτεδεμη οὕτως
                            πως συμβαίνει Β¹: ὁτὲ μὲν ὁτὲ δὲ μή, οὕτως εἴπως συμβαίνει Η: ὁτὲ μὲν
                            ὁτὲ δὲ μὴ οὕτως πως συμβαίνειν Ε: ὅτε μὲν καὶ ὥ ὅτε δὲ μὴ οὕτω
                            συμβαίνειν K: ὁτε μὲν οὑτωσί πως συμβαίνειν B2: ὁτὲ μὲν δὲ μὴ οὕτως
                            συμβαίνειν a1 Lond.: ὁτὲ μὲν ὁτὲ δὲ μὴ οὕτω συμβαίνειν a2: ὁτε μὲν μὴ
                            οὕτω συμβαίνειν Cas.: ὁτὲ μὲν δὴ μὴ οὕτω συμβαίνειν 0 24 οὕτως ⟨εἴ πως
                            συμβαίνει. ἔσεσθαι 0 27 χρωμένην a¹2 χρωμένησ V</note>
                        <pb n="193"/> ὡς διὰ βραχέων εἰπεῖν ἡ περὶ τῆς εἱμαρμένης ὑπ’ αὐτῶν
                        καταβεβλημένη δόξα.</p></div><div type="textpart" subtype="section" n="23"><p>ἔτι δὲ τὸ ψεῦδος τῶν λεγομένων οὐ λόγων τινῶν οὐδὲ ἐλέγχων <lb n="25"/>
                        <note type="marginal">XXIII</note> ἔξωθεν δεόμενον, ἀλλ’ αὐτόθεν γνώριμον.
                        τίς γὰρ ἔλεγχος λόγου φανερώτερος τοῦ μὴ ἐφαρμόζειν τούτοις περὶ ὧν λέγεται;
                        τὸ γοῦν πρῶτον <lb n="5"/> εἰρημένον ὡς πάντων τῶν ὄντων αἰτίων τινῶν
                        γινομένων τῶν μετὰ ταῦτα καὶ τοῦτον τὸν τρόπον ἐχομένων ἀλλήλων τῶν
                        πραγμάτων τῷ δίκην ἁλύσεως <lb n="30"/> τοῖς πρώτοις συνηρτῆσθαι τὰ δεύτερα,
                        ὃ ὥσπερ οὐσίαν τῆς εἱμαρμένης ὑποτίθενται, πῶς οὐ φανερῶς ἀπᾴδει τῶν
                        πραγμάτων; εἰ γὰρ τῶν τέκνων οἱ πατέρες αἴτιοι καὶ δεῖ κατ’ οἰκειότητα τὰς
                        αἰτίας ἀπαιτεῖν, <lb n="74"/>
                        <lb n="10"/> ὡς ἀνθρώπου μὲν ἄνθρωπον αἴτιον εἶναι, ἵππου δ’ ἵππον, τίνος
                        αἴτιοι τῶν μετ’ αὐτοὺς οἱ τὴν ἀρχὴν μηδὲ γήμαντες, τίνος δὲ οἱ παῖδες οἱ πρὸ
                        τῆς ἡλικίας διαφθαρέντες; πολλὰ γὰρ τῶν γινομένων, ὑπὸ τῆς κατὰ τὸ ποσὸν <lb n="5"/> ἐκλείψεως ἢ μὴ κινηθέντα ἢ φθαρέντα πρότερον, οὐδενὸς ἔφθη
                        γενόμενα <del>τῷ</del> κατὰ τὴν ὑπάρχουσαν δύναμιν αὐτοῖς αἴτια. τίνος δὲ
                        ἐροῦσιν αἴτια <lb n="15"/> τὰ ἔν τισιν μέρεσιν τοῦ σώματος φυόμενα
                        περιττώματα; τίνος δὲ τὰ τέρατά <lb n="10"/> τε καὶ γινόμενα παρὰ φύσιν, ἃ
                        τὴν ἀρχὴν οὐδὲ διαμένειν οἷά τε; εἰ δ’ ὁ μὲν <del>εἰ</del> φλοιὸς ἐν τοῖς
                        φυτοῖς ἕνεκα τοῦ περικαρπίου, τὸ δὲ περικάρπιον τοῦ καρποῦ χάριν, καὶ
                        ἀρδεύεται μὲν ἴνα τρέφηται, τρέφεται δὲ ἵνα καρποφορῇ, ἀλλ’ ἔστιν γε πολλὰ
                        ἐν αὐτοῖς εὑρεῖν καὶ μὴ τοῦτον γινόμενα <lb n="15"/>
                        <lb n="20"/> τὸν τρόπον. τίνος γὰρ ἄν τις εἴποι τὰ σεσηπότα καὶ τὰ ξηρὰ τῶν
                        καρπῶν αἴτια τῶν μετὰ ταῦτα; τίνος δὲ τήν τινων φύλλων διδυμότητα; ἐξ ὧν
                        φανερὸν τοῖς ὁρᾶν τἀληθῆ βουλομένοις τε καὶ δυναμένοις, ὅτι, ὥσπερ <lb n="20"/> οὐ πᾶν τὸ δυνατὸν ἐνεργεῖν ⟨ἐνεργεῖ⟩, οὕτως οὐδὲ πᾶν, ὃ ἂν
                        γένοιτο αἴτιον, καὶ ἔστιν αἴτιον ἤδη ἢ γέγονεν ἢ γενήσεται. ἀλλ’ οὐδὲ πᾶν τὸ
                        γεγονὸς εὐθὺς τῷ <lb n="25"/> εἶναι ἤδη καὶ αἴτιόν ἐστιν ἐσομένου τινός. τὸ
                        δ’ ὁμόσε χωροῦντας μὲν λέγειν καὶ ταῦτα, καταφεύγειν δὲ ἐπὶ τὸ ἄδηλον εἶναί
                        τινος αἴτια (ὥσπερ <lb n="25"/> ἀμέλει καὶ ἐπὶ τῆς προνοίας τῆς κατ’ αὐτοὺς
                        ἀναγκάζονται ποιεῖν πολλάκις) εὐπορίαν ἐστὶ τοῖς ἀπόροις υηχανωμένων. τούτῳ
                        γὰρ χρωμένους ἐνέσται περὶ πάντων τῶν ἀτοπωτάτων λέγειν ὡς καὶ ὄντων καὶ
                        εὐλόγους <lb n="30"/> ἐχόντων τινὰς αἰτίας, ἡμῖν δὲ ἀδήλους ἔτι.</p></div><div type="textpart" subtype="section" n="24"><p>ἆρ’ οὖν τούτων οὕτως ἐχόντων <lb n="30"/>
                        <note type="marginal">ΧΧΙV</note> ἀναιτίως τι γενήσεται καἴ τοῦθ’ ἡμῶν ὁ
                        λόγος προξενεῖ; ἢ δύναται | <lb n="76"/>
                        <note type="footnote">1 τῆν a2 3 γνωριμώτερος (mg. φανερώτερος) H 4 τούτοις
                            a12: τοῦτο (ν supra alt. ο v. c.) V: τούτω τούτω B¹E λέγεται v. c. Va¹2:
                            λέγονται V¹ 5 εἰρημένον V: εἰρημένων a¹2 πάντων τῶν V: περιῶ a2: περτῶν
                            τῶν a1: τῶν Β² alt. τῶν om. a¹2 6 τούτῳ τῷ τρόπῳ Ο: τούτων τὸν τρόπον
                            Cas. 7 συνῆρτῆσθαι sic V 8 οὐ φανερῶς om. a12 : φανερῶς om. Cas.: οὐ
                            φανερωτέροις Ε 9 εἰκειότητα a2 ἀπατεῖν a1 10 ἵπον V 11 τὴν del. B² 12
                            ἡλικίας] κ in lit. V τὸ ποσὸν] τόπον a1 13 ἐλλείψεως a¹² alterum ἢ in
                            lit. V 14 τῷ del. B²0 15 περιπτώματα a2 16.17 εἰ δ’ ὁ μὲν a¹2: εἴδομεν
                            εἰ V: εἴδομεν εἰ Η 18 τρέφεται τρέφεται a12: τρέρηται τρέρηται Lond. 19
                            καρποφορῇ] alt. ο in lit. V 20 σησεπότα a2 ξηρανθέντα τῶν mg. E:
                            ξηρανθέντα τὰ 0 21 διδημότητα a2 23 πᾶν τὸ Sehwartz: πάντα libri ἐνεργεῖ
                            addidi 24 εὐθὺς] ς in lit. V 25, 26 λέγειν μὲν καὶ ταῦτα εἶναι σἴτια
                            καταφεύγειν B² 26 fortasse αἰτίαν 29 ἔν ἐσται V 31 ⟨ἢ⟩ ἀναιτίως Scultess
                            0 λόγος] alt. ο in lit. V Suppl. Arist. ΙΙ 2 Alex. scripta
                            minora.</note>
                        <pb n="194"/> σώζεσθαι τὸ μηδὲν ἀναιτίως τῶν γινομένων γίνεσθαι καὶ τοῦτον
                        τὸν τρόπον ἐχόντων ὡς ἡμεῖς λέγομεν τῶν πραγμάτων. ἂν γὰρ παυσάμενοι τῆς
                        ἀλύσεως τῶν σἰτίων καὶ τοῦ τοῖς πρώτοις γενομένοις λέγειν ἐξ ἀνάγκης <lb n="5"/> ἕπεσθαι τὸ αἰτίοις φύσει ὀφείλειν γίνεσθαι ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν
                        τὸ σἴτιον <lb n="5"/> περιέχουσιν, ἀπὸ τῶν γινομένων τε καὶ ὑστέρων τὴν
                        ἀπόδοσιν τῶν αἰτίων ποιώμεθα ἔτι τε τῶν γινομένων κυρίως ζητῶμεν τὰς αἰτίας,
                        οὔτε ἀναιτίως τι τῶν γινομένων γενήσεται οὔτε διὰ τοῦτο ἐξ ἀνάγκης καθ’
                        εἱμαρμένην <lb n="10"/> τοιαύτην πᾶν τὸ γινόμενον ἔσται. οὐκ ἐξ ἀνάγκης μὲν
                        γὰρ ὁ Σωφρονίσκος τῷ εἶναι ἤδη καὶ πατήρ ἐστι καὶ αἴτιός τινι τῶν μετ’
                        αὐτόν. <lb n="10"/> εἰ μέντοι Σωκράτης εἴη ἐξ ἀνάγκης, αὐτῷ τῆς γενέσεως
                        Σωφρονίσκος ἐξ ἀνάγκης αἴτιος. ὡς γὰρ θεμελίου μὲν ὄντος οὐκ ἀναγκαῖον
                        οἰκίαν γενέσθαι, <lb n="15"/> οἰκίας δὲ οὔσης προκαταβεβλῆσθαι τὸν θεμέλιον,
                        ἀνάγκη οὕτως ἔχειν ὑποληπτέον καὶ ἐν τοῖς γινομένοις φύσει τὰ αἴτια ἐξ
                        ἀνάγκης, οὐ τοῖς πρώτοις ἐξ ἀνάγκης ἑπόμενον τὸ αἰτίοις εἶναί τινων, ἀλλὰ
                        τοῖς ὑστέροις <lb n="20"/>
                        <lb n="15"/> γινομένοις τὸ ἐξ ἀνάγκης ἔχειν τι τῶν πρὸ αὐτῶν αἴτιον. ἔστι δέ
                        τινα τῶν γινομένων καὶ τοιαῦτα, ὡς ἔχειν μὲν αἴτιόν τι, οὐ μὴν οἰκεῖον οὐδὲ
                        προηγούμενον, ἀλλ’ ὡς ἡμῖν ἔθος λέγειν κατὰ συμβεβηκός. ὁ γὰρ εὑρεθεὶς
                        θησαυρὸς ὑπὸ τοῦ διὰ τὸ φυτεύειν σκάπτοντος ἔχει μὲν τὸ σκάπτειν <lb n="25"/> αἴτιον, ἀλλ’ οὐκ οἰκεῖον οὐδὲ γενόμενον δι᾿  αὐτόν. τὰ μὲν γὰρ κυρίως <lb n="20"/> αἴτια ἢ ἐξ ἀνάγκης μόνον ὡς τούτοις δοκεῖ καὶ ὡς ἐπὶ τὸ πολὺ
                        ἑπόμενον ἔχει τὸ αἴτιον, τὰ δὲ κατὰ συμβεβηκὸς οὕτως αἴτια σπανίως γίνεται
                        τῶν <lb n="30"/> τοιούτων αἴτια. ὥστε τοῖς τοῦτον τὸν τρόπον λέγουσιν ἅμα
                        μὲν ἕπεται τὸ μηδὲν ἀναιτίως γίνεσθαι λέγειν, ἅμα δὲ τὸ σώζειν τό τε ἀπὸ
                        τύχης καὶ αὐτομάτως γίνεσθαί τινα καὶ εἶναι καὶ τὸ ἐφ’ ἡμῖν καὶ τὸ
                        ἐνδεχόμενον <lb n="78"/>
                        <lb n="25"/> ἐν τοῖς πράγμασιν ἀλλ’ οὐ φωνὴν μόνον.</p></div></div></body></text></TEI>