μηδὲ ἐκεῖνο δὲ ἡμῖν XXI ἀνεξέταστον παραλελείφθω, εἴ τις ὑποθοῖτο, μηδὲν μᾶλλον ἀληθῆ εἶναι τὸ εἶναί τι οὕτως ἐφ’ ἡμῖν, ὡς ἡμεῖς τε ἀξιοῦμεν καὶ ἡ τῶν πραγμάτων φύσις ἔχειν μαρτυρεῖ, τοῦ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην, ἀλλ’ εἶναι ἐπ’ ἴσης ἑκάτερον ἢ πιστὸν ἢ ἄδηλον αὐτό, ποτέρᾳ δόξῃ πείθεσθαι τοῖς ἀνθρώποις ἀσφαλέστερόν τε καὶ ἀκινδυνότερον, καὶ ποῖον ψεῦδος αἱρετώτερον, πότερον τὸ πάντων γινομένων καθ’ εἱμαρμένην ἢ μὴ οὕτως ἔχειν ὑπολαμβάνειν, ἀλλ’ εἶναι καὶ ἡμᾶς τοῦ τι πρᾶξαι ἢ μὴ πρᾶξαι κυρίους, ἢ ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν οὕτως, ὡς προειρήκαμεν, πεπεῖσθαι τὸ τοῦτο μὲν ψεῦδος εἶναι, πάντα δὲ καὶ τὰ ὑφ’ ἡμῶν πραττόμενα κατὰ τὴν ἡμετέραν ἐξουσίαν γίνεσθαι κατηναγκασμένως. ἢ γνώριμον ὅτι οἱ μὲν πάντων γινομένων καθ’ εἱμαρμένην αὐτοὺς πείθοντες ὡς ἐξουσίαν ἔχοντάς τινων τοῦ τε πράττειν αὐτὰ καὶ μὴ οὐδὲν ἂν παρὰ τήνδε τὴν πίστιν ἐν τοῖς πραττομένοις ἁμάρτοιεν, τῷ μηδὲ τὴν ἀρχὴν τῶν γινομένων τινὸς ὑφ’ αὑτῶν εἶναι κύριοι, ὥσθ’ ὁ κίνδυνος τῆς κατὰ τοῦτο διαμαρτίας πρόεισιν μέχρι ῥημάτων. εἰ δέ γε, ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν καὶ μὴ πάντων γινομένων ἐξ ἀνάγκης, πείθεσθαι μὲν μηδενὸς ἡμᾶς εἶναι κυρίους, πολλὰ παραλείψομεν τῶν δεόντως ἂν πραχθέντων ὑφ’ ἡμῶν καὶ διὰ τὸ βουλεύσασθαι περὶ αὐτῶν καὶ διὰ τὸ τοὺς ἐπὶ τοῖς πραττομένοις καμάτους προθύμως ὑφίστασθαι, ἀργότεροι γενόμενοι πρὸς τὸ δι’ αὑτῶν τι ποιεῖν διὰ τὴν πίστιν τοῦ, καὶ μηδὲν ἡμῶν πραγματευομένων περὶ τῶν πρακτέων, τὸ ὀφεῖλον ἂν γενέσθαι. οὕτως δὲ τούτων ἐχόντων πρόδηλον ὡς αἱρετώτερον τοῖς φιλοσοφοῦσιν, τὴν ἀκινδυνοτέραν ὁδὸν αὐτούς τε αἱρεῖσθαι καὶ τοὺς ἄλλους ἄγειν. Οὐ χεῖρον δέ, τούτων προτεθεωρημένων καὶ αὐτὰ τὰ περὶ τῆς εἱμαρμένης ΧΧΙΙ ὑπ’ αὐτῶν λεγόμενα παραθεμένους ἰδεῖν, εἴ τινα τοιαύτην ἔχει βίαν, ὡς εὔλογον εἶναι διὰ τὴν πρὸς τὸ ἀληθὲς οἰκειότητα καὶ τῶν ἐναργῶν οὕτως ὑπερορᾶν. ἔσται δὲ ἡμῖν καὶ ὁ περὶ τούτων λόγος ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον ἐστὶ χρήσιμος πρὸς τὰ προκείμενα. φασὶν δὴ τὸν κόσμον τόνδε, ἕνα ὄντα καὶ πάντα τὰ ὄντα ἐν αὑτῷ περιέχοντα, καὶ ὑπὸ φύσεως διοικούμενον ζωτικῆς τε καὶ λογικῆς καὶ νοερᾶς, ἔχειν τὴν τῶν ὄντων 1 fortasse ποιοῦσιν ⟨ἢ μὴ ποιεῖν ἔχειν⟩ 2 ἀνθρώπων βίος a2: ἀνθρώπων Va1 3 ὑποθοῖτο V: ὑπόθοιτο a¹¹: ὑποτίθοιτο Lond.: ὑποθεῖτο K ἀληθῆ sic V: ἀληθεῖ K 4 τε om. a1 5 μαρτυρεῖ a12: μαρτυρεῖν VΗ 6 fortasse οὐ τ ῶν 8 πάντως γινόμενον Η γρ. ἢ del. B²: τὰ Lond. 0 9 τουτί vel τοῦ τί V: τοῦ τε 11 τὸ om. fortasse τῷ 11. 12 πραττόμενα] exspectas πράττεσθαι δοκοῦντα καὶ 12 γίνεσθαι Cas. Lond. 0: γίνεται libri ἢ] οὐ 0 16 κύριος a1 ὥσδ᾿ —ἡμᾶς εἶναι (18) om. a1 τούτων 0 18 πάντων τῶν 0 πείθεσθαι μὲν] πεισθείημεν B²: διὰ τὸ πείθεσθαι aut πειθόμενοι coni. 0 ἡμᾶς εἶναι Va¹: εἶναι ἡμᾶς Η: ὄντας a2 19 παραλείψομεν Β²: παραλίπομεν V: παραλείπομεν a¹2: παραλείποιμεν Lond. 20 alt. τὸ Cas. Lond. 0: τοῦ libri 21 γευόμενοι, sed υ et μ litura obscurae V: γινόμενοι E αὐτῶν V 23 ὄρειλον ἂν add. Schwartz 24 αυτοὺσ V 24. 25 τε αἱρεῖσθαι a2: ἐπαίρεσθαι Va¹: τε ἑλέσθαι B² 27 προθεμένους a¹² 30 ἐφόσον V 31 αὐτῷ V διοίκησιν ἀίδιον κατὰ εἱρμόν τινα καὶ τάξιν προιοῦσαν, τῶν πρώτων τοῖς μετὰ ταῦτα γινομένοις αἰτίων γινομένων καὶ τούτῳ τῷ τρόπῳ συνδεομένων ἀλλήλοις ἀπάντων, καὶ μήτε οὕτως τινὸς ἐν αὐτῷ γινομένου, ὡς μὴ πάντως ἐπακολουθεῖν αὐτῷ καὶ συνῆφθαι ὡς αἰτίῳ ἕτερόν τι, μήτ’ αὖ τῶν ἐπιγινομένων τινὸς ἀπολελύσθαι δυναμένου τῶν προγεγονότων, ὡς μή τινι ἐξ αὐτῶν ἀκολουθεῖν ὥσπερ συνδεόμενον, ἀλλὰ παντί τε τῷ γενομένῳ ἕτερόν τι ἐπακολουθεῖν, ἠρτημένον ⟨ἐξ⟩ αὐτοῦ ἐξ ἀνάγκης ὡς αἰτίου, καὶ πᾶν τὸ γινόμενον ἔχειν τι πρὸ αὐτοῦ, ᾧ ὡς αἰτίῳ συνήρτηται. μηδὲν γὰρ ἀναιτίως μήτε εἶναι μήτε γίνεσθαι τῶν ἐν τῷ κόσμῳ διὰ τὸ μηδὲν εἶναι τῶν ἐν αὐτῷ ἀπολελυμένον τε καὶ κεχωρισμένον τῶν προγεγονότων ἀπάντων. διασπᾶσθαι γὰρ καὶ διαιρεῖσθαι καὶ μηκέτι τὸν κόσμον ἕνα μένειν αἰεί, κατὰ μίαν τάξιν τε καὶ οἰκονομίαν διοικούμενον, εἰ ἀναίτιός τις εἰσάγοιτο κίνησις· ἣν εἰσάγεσθαι, εἰ μὴ πάντα τὰ ὄντα τε καὶ γινόμενα ἔχοι τινὰ αἴτια προγεγονότα, οἷς ἐξ ἀνάγκης ἕπεται· ὅμοιόν τε εἶναί φασιν καὶ ὁμοίως ἀδύνατον τὸ ἀναιτίως τῷ γίνεσθαί τι ἐκ μὴ ὄντος. τοιαύτην δὲ οὖσαν τὴν τοῦ παντὸς διοίκησιν ἐξ ἀπείρου εἰς ἄπειρον ἐναργῶς τε καὶ ἀκαταστρόφως γίνεσθαι. οὔσης δέ τινος διαφορᾶς ἐν τοῖς αἰτίοις, ἣν ἐκτιθέντες (σμῆνος γὰρ αἰτίων καταλέγουσιν, τὰ μὲν προκαταρκτικά, τὰ δὲ συναίτια, τὰ δὲ ἑκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ ἄλλο τι· οὐδὲν γὰρ δεῖ τὸν λόγον μηκύνειν πάντα τὰ λεγόμενα παρατιθέμενα τὸ βούλημα αὐτῶν δεῖξαι τοῦ περὶ τῆς εἱμαρμένης δόγματος), ὄντων δὴ πλειόνων αἰτίων, ἐπ’ ἴσης ἐπὶ πάντων αὐτῶν ἀληθές φασιν εἶναι τὸ ἀδύνατον εἶναι, τῶν αὐτῶν ἀπάντων περιεστηκότων περί τε τὸ αἴτιον καὶ ἐστιν αἴτιον, ὁτὲ μὲν δὴ μὴ οὑτωσί πως συμβαίνειν, ὁτὲ δὲ οὕτως. ἔσεσθαι γάρ, εἰ οὕτως γίνοιτο, ἀναίτιόν τινα κίνησιν. τὴν δὲ εἱμαρμένην αὐτὴν καὶ τὴν φύσιν καὶ τὸν λόγον, καθ’ ὃν διοικεῖται τὸ πᾶν, θεὸν εἶναί φασιν, οὖσαν ἐν τοῖς οὖσίν τε καὶ γινομένοις ἅπασιν καὶ οὕτως χρωμένην ἁπόντων τῶν ὄντων τῇ οἰκείᾳ φύσει πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν. καὶ τοιαύτη μὲν 2 συνδεδεμένων a2 3 ἀπάντων ἀλλήλοις a¹² γενομένου Gercke 6 ἐπακολουθεῖν Lond. 0 παντί B²0: πάντῃ Va¹2 7 ἐξ add. 0 8 πρὸ] ἐξ (in mg. πρὸ) 10 pr. τῶν om. 0 13 εἰ s. v. V 14 ἔχει a12 15 τωι sic v. c. s, v. V: om. EH 16 ἐνεργῶς Usener 17 supra ἀκαταστρόφως: μετὰ B² 18 ἐκτίθενται H γρ. E σμῆνος E Cas. O: μηνὸς Va¹² αἰτίων E Cas. 0: αἴτιον Va¹2 σμῆνος— αἰτίων] μηδὲν ἀναίτιον] sic Lond. 19 ἑκτικά K Cas. Lond.: ἀκτικά V: ἀρκτικά E: ἐκτικά a1² 20 εἰς πάντα Lond. 0: ἢ σύμπαντα Usener: διὰ (vel εἰς) τὸ πάντα Gercke παρατιθέμενα Va1: παρατιθεμένους HKR Cas. Lond. 0 παρατιμέμενους a2: παρατιθέντας in lit. Β (s. v. βουλομένους Β2): παρατιθέμενον Gercke 21 δὲ 0: δ’ ἤδη 23. 24 ὁτὲ μὲν δὴ μὴ οὑτωσί πως συμβαίνειν Usenerus: ὁτὲ δε μὴ ἢ ὁτε δε μη οὕτως εἴπως συμβαίνει (sic acc. et spir. supra η, οτε, ουτως del.) V: ὅτε δὲ μὴ ηοτεδεμη οὕτως πως συμβαίνει Β¹: ὁτὲ μὲν ὁτὲ δὲ μή, οὕτως εἴπως συμβαίνει Η: ὁτὲ μὲν ὁτὲ δὲ μὴ οὕτως πως συμβαίνειν Ε: ὅτε μὲν καὶ ὥ ὅτε δὲ μὴ οὕτω συμβαίνειν K: ὁτε μὲν οὑτωσί πως συμβαίνειν B2: ὁτὲ μὲν δὲ μὴ οὕτως συμβαίνειν a1 Lond.: ὁτὲ μὲν ὁτὲ δὲ μὴ οὕτω συμβαίνειν a2: ὁτε μὲν μὴ οὕτω συμβαίνειν Cas.: ὁτὲ μὲν δὴ μὴ οὕτω συμβαίνειν 0 24 οὕτως ⟨εἴ πως συμβαίνει. ἔσεσθαι 0 27 χρωμένην a¹2 χρωμένησ V ὡς διὰ βραχέων εἰπεῖν ἡ περὶ τῆς εἱμαρμένης ὑπ’ αὐτῶν καταβεβλημένη δόξα. ἔτι δὲ τὸ ψεῦδος τῶν λεγομένων οὐ λόγων τινῶν οὐδὲ ἐλέγχων XXIII ἔξωθεν δεόμενον, ἀλλ’ αὐτόθεν γνώριμον. τίς γὰρ ἔλεγχος λόγου φανερώτερος τοῦ μὴ ἐφαρμόζειν τούτοις περὶ ὧν λέγεται; τὸ γοῦν πρῶτον εἰρημένον ὡς πάντων τῶν ὄντων αἰτίων τινῶν γινομένων τῶν μετὰ ταῦτα καὶ τοῦτον τὸν τρόπον ἐχομένων ἀλλήλων τῶν πραγμάτων τῷ δίκην ἁλύσεως τοῖς πρώτοις συνηρτῆσθαι τὰ δεύτερα, ὃ ὥσπερ οὐσίαν τῆς εἱμαρμένης ὑποτίθενται, πῶς οὐ φανερῶς ἀπᾴδει τῶν πραγμάτων; εἰ γὰρ τῶν τέκνων οἱ πατέρες αἴτιοι καὶ δεῖ κατ’ οἰκειότητα τὰς αἰτίας ἀπαιτεῖν, ὡς ἀνθρώπου μὲν ἄνθρωπον αἴτιον εἶναι, ἵππου δ’ ἵππον, τίνος αἴτιοι τῶν μετ’ αὐτοὺς οἱ τὴν ἀρχὴν μηδὲ γήμαντες, τίνος δὲ οἱ παῖδες οἱ πρὸ τῆς ἡλικίας διαφθαρέντες; πολλὰ γὰρ τῶν γινομένων, ὑπὸ τῆς κατὰ τὸ ποσὸν ἐκλείψεως ἢ μὴ κινηθέντα ἢ φθαρέντα πρότερον, οὐδενὸς ἔφθη γενόμενα τῷ κατὰ τὴν ὑπάρχουσαν δύναμιν αὐτοῖς αἴτια. τίνος δὲ ἐροῦσιν αἴτια τὰ ἔν τισιν μέρεσιν τοῦ σώματος φυόμενα περιττώματα; τίνος δὲ τὰ τέρατά τε καὶ γινόμενα παρὰ φύσιν, ἃ τὴν ἀρχὴν οὐδὲ διαμένειν οἷά τε; εἰ δ’ ὁ μὲν εἰ φλοιὸς ἐν τοῖς φυτοῖς ἕνεκα τοῦ περικαρπίου, τὸ δὲ περικάρπιον τοῦ καρποῦ χάριν, καὶ ἀρδεύεται μὲν ἴνα τρέφηται, τρέφεται δὲ ἵνα καρποφορῇ, ἀλλ’ ἔστιν γε πολλὰ ἐν αὐτοῖς εὑρεῖν καὶ μὴ τοῦτον γινόμενα τὸν τρόπον. τίνος γὰρ ἄν τις εἴποι τὰ σεσηπότα καὶ τὰ ξηρὰ τῶν καρπῶν αἴτια τῶν μετὰ ταῦτα; τίνος δὲ τήν τινων φύλλων διδυμότητα; ἐξ ὧν φανερὸν τοῖς ὁρᾶν τἀληθῆ βουλομένοις τε καὶ δυναμένοις, ὅτι, ὥσπερ οὐ πᾶν τὸ δυνατὸν ἐνεργεῖν ⟨ἐνεργεῖ⟩, οὕτως οὐδὲ πᾶν, ὃ ἂν γένοιτο αἴτιον, καὶ ἔστιν αἴτιον ἤδη ἢ γέγονεν ἢ γενήσεται. ἀλλ’ οὐδὲ πᾶν τὸ γεγονὸς εὐθὺς τῷ εἶναι ἤδη καὶ αἴτιόν ἐστιν ἐσομένου τινός. τὸ δ’ ὁμόσε χωροῦντας μὲν λέγειν καὶ ταῦτα, καταφεύγειν δὲ ἐπὶ τὸ ἄδηλον εἶναί τινος αἴτια (ὥσπερ ἀμέλει καὶ ἐπὶ τῆς προνοίας τῆς κατ’ αὐτοὺς ἀναγκάζονται ποιεῖν πολλάκις) εὐπορίαν ἐστὶ τοῖς ἀπόροις υηχανωμένων. τούτῳ γὰρ χρωμένους ἐνέσται περὶ πάντων τῶν ἀτοπωτάτων λέγειν ὡς καὶ ὄντων καὶ εὐλόγους ἐχόντων τινὰς αἰτίας, ἡμῖν δὲ ἀδήλους ἔτι. ἆρ’ οὖν τούτων οὕτως ἐχόντων ΧΧΙV ἀναιτίως τι γενήσεται καἴ τοῦθ’ ἡμῶν ὁ λόγος προξενεῖ; ἢ δύναται | 1 τῆν a2 3 γνωριμώτερος (mg. φανερώτερος) H 4 τούτοις a12: τοῦτο (ν supra alt. ο v. c.) V: τούτω τούτω B¹E λέγεται v. c. Va¹2: λέγονται V¹ 5 εἰρημένον V: εἰρημένων a¹2 πάντων τῶν V: περιῶ a2: περτῶν τῶν a1: τῶν Β² alt. τῶν om. a¹2 6 τούτῳ τῷ τρόπῳ Ο: τούτων τὸν τρόπον Cas. 7 συνῆρτῆσθαι sic V 8 οὐ φανερῶς om. a12 : φανερῶς om. Cas.: οὐ φανερωτέροις Ε 9 εἰκειότητα a2 ἀπατεῖν a1 10 ἵπον V 11 τὴν del. B² 12 ἡλικίας] κ in lit. V τὸ ποσὸν] τόπον a1 13 ἐλλείψεως a¹² alterum ἢ in lit. V 14 τῷ del. B²0 15 περιπτώματα a2 16.17 εἰ δ’ ὁ μὲν a¹2: εἴδομεν εἰ V: εἴδομεν εἰ Η 18 τρέφεται τρέφεται a12: τρέρηται τρέρηται Lond. 19 καρποφορῇ] alt. ο in lit. V 20 σησεπότα a2 ξηρανθέντα τῶν mg. E: ξηρανθέντα τὰ 0 21 διδημότητα a2 23 πᾶν τὸ Sehwartz: πάντα libri ἐνεργεῖ addidi 24 εὐθὺς] ς in lit. V 25, 26 λέγειν μὲν καὶ ταῦτα εἶναι σἴτια καταφεύγειν B² 26 fortasse αἰτίαν 29 ἔν ἐσται V 31 ⟨ἢ⟩ ἀναιτίως Scultess 0 λόγος] alt. ο in lit. V Suppl. Arist. ΙΙ 2 Alex. scripta minora. σώζεσθαι τὸ μηδὲν ἀναιτίως τῶν γινομένων γίνεσθαι καὶ τοῦτον τὸν τρόπον ἐχόντων ὡς ἡμεῖς λέγομεν τῶν πραγμάτων. ἂν γὰρ παυσάμενοι τῆς ἀλύσεως τῶν σἰτίων καὶ τοῦ τοῖς πρώτοις γενομένοις λέγειν ἐξ ἀνάγκης ἕπεσθαι τὸ αἰτίοις φύσει ὀφείλειν γίνεσθαι ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν τὸ σἴτιον περιέχουσιν, ἀπὸ τῶν γινομένων τε καὶ ὑστέρων τὴν ἀπόδοσιν τῶν αἰτίων ποιώμεθα ἔτι τε τῶν γινομένων κυρίως ζητῶμεν τὰς αἰτίας, οὔτε ἀναιτίως τι τῶν γινομένων γενήσεται οὔτε διὰ τοῦτο ἐξ ἀνάγκης καθ’ εἱμαρμένην τοιαύτην πᾶν τὸ γινόμενον ἔσται. οὐκ ἐξ ἀνάγκης μὲν γὰρ ὁ Σωφρονίσκος τῷ εἶναι ἤδη καὶ πατήρ ἐστι καὶ αἴτιός τινι τῶν μετ’ αὐτόν. εἰ μέντοι Σωκράτης εἴη ἐξ ἀνάγκης, αὐτῷ τῆς γενέσεως Σωφρονίσκος ἐξ ἀνάγκης αἴτιος. ὡς γὰρ θεμελίου μὲν ὄντος οὐκ ἀναγκαῖον οἰκίαν γενέσθαι, οἰκίας δὲ οὔσης προκαταβεβλῆσθαι τὸν θεμέλιον, ἀνάγκη οὕτως ἔχειν ὑποληπτέον καὶ ἐν τοῖς γινομένοις φύσει τὰ αἴτια ἐξ ἀνάγκης, οὐ τοῖς πρώτοις ἐξ ἀνάγκης ἑπόμενον τὸ αἰτίοις εἶναί τινων, ἀλλὰ τοῖς ὑστέροις γινομένοις τὸ ἐξ ἀνάγκης ἔχειν τι τῶν πρὸ αὐτῶν αἴτιον. ἔστι δέ τινα τῶν γινομένων καὶ τοιαῦτα, ὡς ἔχειν μὲν αἴτιόν τι, οὐ μὴν οἰκεῖον οὐδὲ προηγούμενον, ἀλλ’ ὡς ἡμῖν ἔθος λέγειν κατὰ συμβεβηκός. ὁ γὰρ εὑρεθεὶς θησαυρὸς ὑπὸ τοῦ διὰ τὸ φυτεύειν σκάπτοντος ἔχει μὲν τὸ σκάπτειν αἴτιον, ἀλλ’ οὐκ οἰκεῖον οὐδὲ γενόμενον δι᾿  αὐτόν. τὰ μὲν γὰρ κυρίως αἴτια ἢ ἐξ ἀνάγκης μόνον ὡς τούτοις δοκεῖ καὶ ὡς ἐπὶ τὸ πολὺ ἑπόμενον ἔχει τὸ αἴτιον, τὰ δὲ κατὰ συμβεβηκὸς οὕτως αἴτια σπανίως γίνεται τῶν τοιούτων αἴτια. ὥστε τοῖς τοῦτον τὸν τρόπον λέγουσιν ἅμα μὲν ἕπεται τὸ μηδὲν ἀναιτίως γίνεσθαι λέγειν, ἅμα δὲ τὸ σώζειν τό τε ἀπὸ τύχης καὶ αὐτομάτως γίνεσθαί τινα καὶ εἶναι καὶ τὸ ἐφ’ ἡμῖν καὶ τὸ ἐνδεχόμενον ἐν τοῖς πράγμασιν ἀλλ’ οὐ φωνὴν μόνον. πῶς γὰρ οὐ φανερῶς τὸ λέγειν ΧΧV ψεῦδος πᾶν τὸ ἑπόμενόν τινι ἐξ ἐκείνου τὴν αἰτίαν τοῦ εἶναι ἔχειν καὶ πᾶν τὸ προηγούμενόν τινος αἴτιον ὑπάρχειν ἐκείνῳ; ὁρῶμεν γὰρ ὅτι τὰ ἐφεξῆς ἀλλήλοις ὄντα τῷ χρόνῳ οὐ πάντα διὰ τὰ ἔμπροσθεν καὶ πρὸ αὐτῶν γεγονότα γίνεται. οὔτε γὰρ τὸ βαδίσαι διὰ τὸ ἀναστῆναι, οὔτε νὺξ διὰ τὴν ἡμέραν, οὔτε ὁ τῶν Ἰσθμίων ἀγὼν διὰ τὸν τῶν Ὀλυμπίων, ἀλλ’ 1 τῶν s. v. v. c. V 3 ἀλύσεως Schultess 0: ἀναλύσεως libri αἰτιων V ante λέγει (λέγειν corr. v. c.) lit. 4 litt. V 4 φύσει ὀφείλειν γ.B2 Cas.: φησὶν ὀφείλειν γ. (sic ν sive υ et ει superscr. v. c.) V: φησὶν ὀφείλειν γ. a¹2: φησὶν ὀφείλειν φύσιν γ.H: φησὶ γ. ὀφείλειν E: τισιν ὄφειλον γ. Lond. 0 6 κυρίας Lond. 0 7 ἀνάγκης (ἀνάγκη K) γενήσεται a2 8 πᾶν τὸ B²: πάντοθεν libri μὲν om. a12 9 ἔσται 0 10 εἴη add. v. c. V: exh. a¹² 11 αἴτιος ante Σωφρονίσκος colloc. B² μὲν om. 0 οἰκεῖαν a 12 προκαταβεβλῆσθαι] alt. β add. v. c. V 13 ἐξ ἀνάγκης del. B²: fortasse ⟨τὰ⟩ ἐξ ἀ. 13.14 οὐ τοῖς πρώτοις (m1 scripserat αὐτοῖς πρώτης (sic), sed οὐ τοῖς corr. v. c., πρώτοις m1) V: οὐκ αὐτοῖς πρώτοις a2: αὐτοῖς πρώτοις a1: αὐτοῖς ἠρώτησεν Ε 19 ἀλλ’ οὐκ] οὐ μὴν Η fortasse αὐτ ό 20 καὶ] fortasse ἢ 21 τὸ αἰτιατὸν B²: τοιοῦτον Lond.: fortasse τὸ ⟨οὖ⟩ αἴτια τῶν] τὰ 0 24 αὐτομάτου 0 τινα B² Lond. 0: τινας sic V: τινας a¹2 25. 26 ψεῦδος τὸ λέγειν HB²: τὸ λ. τὸ . Cas. 28 τὰ] τὸ KE 29 βαδίζειν 0 οὐδὲ διὰ τὸν χειμῶνα τὸ θέρος. ὅθεν καὶ θαυμάσειεν ἄν τις αὐτοὺς τὴν τῶν αἰτίων ἀπόδοσιν τοῦτον ποιουμένους τὸν τρόπον ὡς αἰεὶ τὸ πρῶτον γεγονὸς αἰτιᾶσθαι τοῦ μετὰ τοῦτο καὶ ποιεῖν ἐπισύνδεσίν τινα καὶ συνέχειαν τῶν αἰτίων, καὶ ταύτην τοῦ μηδὲν ἀναιτίως γίνεσθαι φέρονται τὴν αἰτίαν. ὁρῶμεν γὰρ ἐπὶ πολλῶν ⟨τὸ⟩ αὐτὸ καὶ τοῖς πρώτοις καὶ τοῖς ὑστέροις γινομένοις ὂν αἴτιον. τοῦ γοῦν ἀναστῆναι καὶ τοῦ περιπατῆσαι τὸ αὐτὸ αἴτιον, οὐ γὰρ τὸ ἀναστῆναι τοῦ περιπατῆσαι, ἀλλ’ ἀμφοτέρων ὁ ἀναστὰς καὶ περιπατῶν αἴτιος καὶ ἡ τούτου προαίρεσις. ὁρῶμεν δ’ ὅτι καὶ νυκτὸς καὶ ἡμέρας τάξιν τινὰ ἐχουσῶν πρὸς ἀλλήλας ἓν καὶ ταὐτὸν αἴτιον, ὁμοίως δὲ καὶ τῆς τῶν καιρῶν μεταβολῆς· οὐ γὰρ ὁ χειμὼν αἴτιος τοῦ θέρους, ἀλλ’ ἐκείνων τε καὶ τούτου ἡ τοῦ θείου σώματος κίνησίς τε καὶ περιφορὰ καὶ ἡ κατὰ τὸν λοξὸν κύκλον ἔγκλισις, καθ’ ἣν ὁ ἥλιος κινούμενος ἁπάντων ὁμοίως τῶν προειρημένων αἴτιος. καὶ ὅτι μὴ ⟨ἡ⟩ νὺξ τῆς ἡμέρας αἰτία ἢ ὁ χειμὼν τοῦ θέρους μηδὲ ἐμπέπλεκται ταῦτα ἀλλήλοις ἁλύσεως δίκην, ἂν ἕως ταῦτα γίνεται, ἢ εἰ μὴ οὕτως γίνοιτο, διασπασθήσεται ἡ τοῦ κόσμου τε καὶ τῶν ἐν αὐτῷ γινομένων τε καὶ ὄντων ἕνωσις. ἱκανὰ γὰρ τὰ θεῖα καὶ ἡ τούτων περιφορὰ τὴν τῶν γινομένων ἐν τῷ κόσμῳ συνέχειαν φυλάσσειν. ἀλλ’ οὐδὲ τὸ περιπατεῖν ἀναίτιον, ἐπεὶ μὴ ἐκ τοῦ ἀναστῆναι τὴν αἰτίαν ἔχει. ὥστ’ οὐχ οὕτως αἰτίων εἱρμὸς ὑπ’ αὐτῶν λεγόμενος εὐλόγως ἂν τοῦ μηδὲν· ἀναιτίως γίνεσθαι φέροιτο τὴν αἰτίαν. ὡς γὰρ αἱ κινήσεις καὶ οἱ χρόνοι ἔχουσι μέν τινα αἰτίαν (οὐ μὴν οὔτε ἡ κίνησις τὴν πρὸ αὐτῆς οὔτε ὁ χρόνος τὸν πρὸ αὐτοῦ χρόνον), οὕτως ἔχει καὶ τὰ ἐν αὐτοῖς τε καὶ τὰ δι’ αὐτῶν γινόμενα πράγματα. τῆς μὲν γὰρ συνεχείας τῶν γινομένων ἐστί τις αἰτία, δι’ ἣν ὁ κόσμος εἷς τε καὶ ἀίδιος κατὰ τὸ αὐτό τε καὶ ὡσαύτως ἀεὶ διοικούμενος, καὶ δεῖ ταύτην ζητεῖν τε καὶ ⟨μὴ⟩ παραλιπεῖν τῆν αἰτίαν, οὐ μὴν χρὴ τοιαύτην ὑπολαμβάνειν, ὡς ἐκ τοῦ πρεσβυτέρου γίνεσθαι τὸ νεώτερον, ὡς ὁρῶμεν γινόμενον ἐπὶ τῆς τῶν ζῴων γενέσεως. εὔλογον δὲ καὶ ἀρχήν τινα ἐν τοῖς αἰτίοις εἶναι λέγειν, οὐκέτ’ ἄλλην πρὸ αὐτῆς ἀρχὴν καὶ αἰτίαν ἔχουσαν. οὐ γὰρ εἰ πάντα τὰ γινόμενα πάντα αἴτια ἔχει, ἤδη καὶ πάντων εἶναί τινας αἰτίας ἀνάγκη. οὐ 2 αἰτίων Β² Cas. 0: ἰσθμίων Va1² 3 τοῦ] τὸ Cas. 0 ποιεῖ V1 (corr. v. c.) 4 φέρεσθαι B² 5 τὸ αὐτὸ B²: τὸ E: αὐτὸ rel. 6 το (sic) ante αὐτὸ add. v. c. V 9 ἐχουσῶν Lond. B²0: ἔχουσιν Va¹2 10 καιρῶν] καρπῶν a12 11 ἐκείνου 0 τούτου v. c. Va2: τούτω V1 ⟨ἡ⟩ τοῦ B² 12 ἔγκλισις a1²: ἔγκλησις V 13 αἴτιος] τι s. v. V: αἴτιον KEa2 ὅτι del. 0 ἡ addidi νῦξ V 14 ἐμπλέκεται a12 ταῦτα om. 15 ἂν ἕως ταῦτα a¹2: αν ἕως ταῦτα sic V: ἕως ἂν ταῦτα Cas. 0: fortasse ⟨οὐ διὰ τοῦτ’⟩ ἀναιτίως ταῦτα γίνεται γίνοιτο] γένοιτο Lond. 0 16 pr. τε om. 0 19 οὐχ i. e. υχ del. v. c.) V οὕτως] ὁ τῶν B² fortasse recte αὐτῶν v. c. V: αὐτοῦ V¹a¹2 24 γινομένων] αἰτίων 0 26 καὶ] αὶ in lit. V μὴ παραλιπεῖν B²: παραλιπειν V: παραλιπεῖν a¹2: παραλίπειν Ε: παραλαβεῖν Cas. Ο μὴν] γὰρ Lond. ὡς HEB²0: ἕως Va¹²: ὥστ Casp. 0 29 ἔχουσαν a¹²: ἔχουσα V πάντα ante τὰ del. V: exh. a¹² 30 πάντα om. E0 γὰρ πάντα τὰ ὄντα γίνεται. πῶς γὰρ οὐκ ἄτοπον τὸ λέγειν ἐπ’ ἄπειρον εἶναι τὰ αἴτια καὶ τὸν εἱρμὸν αὐτῶν καὶ τὴν ἐπισύνδεσιν ὡς μήτε πρῶτόν τι εἶναι μήτε ἔσχατον; τὸ γὰρ μηδὲν εἶναι πρῶτον αἴτιον λέγειν ἀναιρεῖν ἐστι τὸ αἴτιον· ἀναιρουμένης γὰρ ἀρχῆς ἀναιρεῖσθαι καὶ τὸ μετ’ αὐτὴν ἀνάγκη. ἀναιροῖτο δ’ ἂν καὶ ἐπιστήμη κατὰ τὸν λόγον τοῦτον, εἴ γε ἐπιστήμη μέν ἐστι κυρίως ἡ τῶν πρώτων αἰτίων γνῶσις, οὐκ ἔστι δὲ κατ’ αὐτοὺς ἐν τοῖς αἰτίοις τὸ πρῶτον. οὐ πᾶσά τε τάξεως παράβασις ἀναιρετικὴ τῶν ἐν οἷς γίνεται· γίνεσθαι γὰρ ἔνια καὶ παρὰ τὴν τοῦ βασιλέως τάξιν οὐκ ἀδύνατον, ἃ οὐ πάντως τῆς βασιλείας ἤδη γίνεται φθαρτικά, οὐδὲ εἴ τι τοιοῦτον ἐν τῷ κόσμῳ γίνοιτο, πάντως ἤδη τοῦτο λύει τὴν εὐδαιμονίαν τοῦ κόσμου, καθάπερ οὐδὲ τὴν τοῦ οἴκου καὶ τὴν τοῦ δεσπότου ἡ τυχοῦσα τῶν οἰκετῶν ῥᾳδιουργία.