ἀλλ’ ὅτι μὲν καὶ ἔστι τι ἐφ’ ἡμῖν ὀνομάσαι, καὶ οὐ διὰ ΧΧ τὴν ἐξουσίαν ταύτην ἀναιτίως τι γίνεται, τῷ τῶν οὕτως γινομένων αἴτιον τὸν ἄνθρωπον εἶναι, ἀρχὴν αὐτὸν ὄντα τῶν γινομένων ὑφ’ αὑτοῦ, ἱκανὰ μὲν δεῖξαι καὶ τὰ εἰρημένα, ἱκανῶς δ’ ἂν ἐπείσθησαν καὶ οἱ ἀντιλέγειν πρὸς αὐτὸ πειρώμενοι, εἰ κἂν πρὸς ὀλίγον πάντα ἃ πράττουσιν ὑπέμειναν πρᾶξαι ὡς ἀληθεύοντες περὶ ὧν λέγουσιν, πιστεύσαντες τῷ μηδὲν τῶν γινομένων ὑπό τινος οὕτως γίνεσθαι, ὡς καὶ τοῦ μὴ πράττειν αὐτὸ τὴν ἐξουσίαν ἔχοντος τότε. τῷ γὰρ τοῦτο πεπιστευκότι οὐκ ἐπιτιμῆσαί τινι, οὐκ ἐπαινέσαι τινα, οὐ συμβουλεῦσαί τινι, οὐ προτρέ| ψασθαί τινα, οὐκ εὔξασθαι θεοῖς, οὐ χάριν αὐτοῖς γνῶναι περί τινων, οὐκ ἄλλο τι ποιεῖν οἷόν τε τῶν ὀφειλομένων εὐλόγως γίνεσθαι ὑπὸ τῶν καὶ τοῦ ποιεῖν ἕκαστον ὧν 1 καταλειπόντες (supra ει m1 : ι) V 2 αὑτῶν a2 Cas. 0: αὑτοῦ Va1 (ὑπ’ αὐτῶν Lond) 2. 3 τὸ νόμιμον coni. 0 3 κέρδος a2 5 ὥρα E Cas. Casp. Or. 7 ἄξιοι add. a2 8 ἄξιοι add. B² ante οὐ καταναγκάζοντος a2 Cas.: καταναγκάζοντας Va¹: καταναγκάζοντες Lond. 9 ἃ ποιοῦσιν om. a1 10 fortasse ⟨ἣν⟩ οὐδὲν λαθόντας] ἄλλως coni. 0: ἑκόντας Casp. O: λαχόντας Gercke 10. 11 καὶ— ἂν] ἥτις οὖν Lond. 0: ἥτις οὖν ἐν Gercke 11 τῶν ἁμαρτανομένων coni. 0 αἴτιος a2 alt. οὔτ’ scripsi: οὐδ’ libri οἱ τοῦ in lit. B2: οὗτοι (supra οι: ος ut videtur m1) Va 12 ταύτην v. c. (?) V0: ταύτῃ V¹a1² 13 ψεῦδός τι] ψεῦδος τε B²: ψεύδοντι sive ψῦθός τι Casp. 0 καὶ ψευδει sic V: delevi: καὶ ψευδῆ a1² 16 οἷον εἶναι αὐτὸ a2: οἷον εἶναι αὐτῷ Ε δεῖ] δεῖν Lond.: delevi 19 pr. καὶ om. a¹² τι a20: τις Va1 ὀνομάσαι] ἐξουσία Lond. 20 ἀναιτίως] ἐναντίως a2 ούτωσ sic V 21 αὐτοῦ a1² 22 ἀνεπείσθησαν V 23 εἰ κἂν a2: εἰ κἂν sic V: εἵκ ἂν B: εἴη ἂν a¹: ἢ κἂν Ε: οἳ μὴ ἂν Lond. πάντα πρὸς ὀλίγον a1 Lond. ὑπέμεινεν a2: ὑπὸ μένειν E 24 ἂν πρᾶξαι a2 25 ὑπο V τινος Ο: τινων libri 26 ἔχοντες a2 πεπιστευκότι Schwartz: πεπιστευμένῳ libri 28 οὐδ’ 0 ποιοῦσιν τὴν ἐξουσίαν πεπιστευκότων. ἀλλὰ μὴν ἔξω τούτων ἀβίωτος ὁ τῶν ἀνθρώπων βίος καὶ οὐδὲ τὴν ἀρχὴν ἀνθρώπων ἔτι. μηδὲ ἐκεῖνο δὲ ἡμῖν XXI ἀνεξέταστον παραλελείφθω, εἴ τις ὑποθοῖτο, μηδὲν μᾶλλον ἀληθῆ εἶναι τὸ εἶναί τι οὕτως ἐφ’ ἡμῖν, ὡς ἡμεῖς τε ἀξιοῦμεν καὶ ἡ τῶν πραγμάτων φύσις ἔχειν μαρτυρεῖ, τοῦ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην, ἀλλ’ εἶναι ἐπ’ ἴσης ἑκάτερον ἢ πιστὸν ἢ ἄδηλον αὐτό, ποτέρᾳ δόξῃ πείθεσθαι τοῖς ἀνθρώποις ἀσφαλέστερόν τε καὶ ἀκινδυνότερον, καὶ ποῖον ψεῦδος αἱρετώτερον, πότερον τὸ πάντων γινομένων καθ’ εἱμαρμένην ἢ μὴ οὕτως ἔχειν ὑπολαμβάνειν, ἀλλ’ εἶναι καὶ ἡμᾶς τοῦ τι πρᾶξαι ἢ μὴ πρᾶξαι κυρίους, ἢ ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν οὕτως, ὡς προειρήκαμεν, πεπεῖσθαι τὸ τοῦτο μὲν ψεῦδος εἶναι, πάντα δὲ καὶ τὰ ὑφ’ ἡμῶν πραττόμενα κατὰ τὴν ἡμετέραν ἐξουσίαν γίνεσθαι κατηναγκασμένως. ἢ γνώριμον ὅτι οἱ μὲν πάντων γινομένων καθ’ εἱμαρμένην αὐτοὺς πείθοντες ὡς ἐξουσίαν ἔχοντάς τινων τοῦ τε πράττειν αὐτὰ καὶ μὴ οὐδὲν ἂν παρὰ τήνδε τὴν πίστιν ἐν τοῖς πραττομένοις ἁμάρτοιεν, τῷ μηδὲ τὴν ἀρχὴν τῶν γινομένων τινὸς ὑφ’ αὑτῶν εἶναι κύριοι, ὥσθ’ ὁ κίνδυνος τῆς κατὰ τοῦτο διαμαρτίας πρόεισιν μέχρι ῥημάτων. εἰ δέ γε, ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν καὶ μὴ πάντων γινομένων ἐξ ἀνάγκης, πείθεσθαι μὲν μηδενὸς ἡμᾶς εἶναι κυρίους, πολλὰ παραλείψομεν τῶν δεόντως ἂν πραχθέντων ὑφ’ ἡμῶν καὶ διὰ τὸ βουλεύσασθαι περὶ αὐτῶν καὶ διὰ τὸ τοὺς ἐπὶ τοῖς πραττομένοις καμάτους προθύμως ὑφίστασθαι, ἀργότεροι γενόμενοι πρὸς τὸ δι’ αὑτῶν τι ποιεῖν διὰ τὴν πίστιν τοῦ, καὶ μηδὲν ἡμῶν πραγματευομένων περὶ τῶν πρακτέων, τὸ ὀφεῖλον ἂν γενέσθαι. οὕτως δὲ τούτων ἐχόντων πρόδηλον ὡς αἱρετώτερον τοῖς φιλοσοφοῦσιν, τὴν ἀκινδυνοτέραν ὁδὸν αὐτούς τε αἱρεῖσθαι καὶ τοὺς ἄλλους ἄγειν. Οὐ χεῖρον δέ, τούτων προτεθεωρημένων καὶ αὐτὰ τὰ περὶ τῆς εἱμαρμένης ΧΧΙΙ ὑπ’ αὐτῶν λεγόμενα παραθεμένους ἰδεῖν, εἴ τινα τοιαύτην ἔχει βίαν, ὡς εὔλογον εἶναι διὰ τὴν πρὸς τὸ ἀληθὲς οἰκειότητα καὶ τῶν ἐναργῶν οὕτως ὑπερορᾶν. ἔσται δὲ ἡμῖν καὶ ὁ περὶ τούτων λόγος ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον ἐστὶ χρήσιμος πρὸς τὰ προκείμενα. φασὶν δὴ τὸν κόσμον τόνδε, ἕνα ὄντα καὶ πάντα τὰ ὄντα ἐν αὑτῷ περιέχοντα, καὶ ὑπὸ φύσεως διοικούμενον ζωτικῆς τε καὶ λογικῆς καὶ νοερᾶς, ἔχειν τὴν τῶν ὄντων 1 fortasse ποιοῦσιν ⟨ἢ μὴ ποιεῖν ἔχειν⟩ 2 ἀνθρώπων βίος a2: ἀνθρώπων Va1 3 ὑποθοῖτο V: ὑπόθοιτο a¹¹: ὑποτίθοιτο Lond.: ὑποθεῖτο K ἀληθῆ sic V: ἀληθεῖ K 4 τε om. a1 5 μαρτυρεῖ a12: μαρτυρεῖν VΗ 6 fortasse οὐ τ ῶν 8 πάντως γινόμενον Η γρ. ἢ del. B²: τὰ Lond. 0 9 τουτί vel τοῦ τί V: τοῦ τε 11 τὸ om. fortasse τῷ 11. 12 πραττόμενα] exspectas πράττεσθαι δοκοῦντα καὶ 12 γίνεσθαι Cas. Lond. 0: γίνεται libri ἢ] οὐ 0 16 κύριος a1 ὥσδ᾿ —ἡμᾶς εἶναι (18) om. a1 τούτων 0 18 πάντων τῶν 0 πείθεσθαι μὲν] πεισθείημεν B²: διὰ τὸ πείθεσθαι aut πειθόμενοι coni. 0 ἡμᾶς εἶναι Va¹: εἶναι ἡμᾶς Η: ὄντας a2 19 παραλείψομεν Β²: παραλίπομεν V: παραλείπομεν a¹2: παραλείποιμεν Lond. 20 alt. τὸ Cas. Lond. 0: τοῦ libri 21 γευόμενοι, sed υ et μ litura obscurae V: γινόμενοι E αὐτῶν V 23 ὄρειλον ἂν add. Schwartz 24 αυτοὺσ V 24. 25 τε αἱρεῖσθαι a2: ἐπαίρεσθαι Va¹: τε ἑλέσθαι B² 27 προθεμένους a¹² 30 ἐφόσον V 31 αὐτῷ V διοίκησιν ἀίδιον κατὰ εἱρμόν τινα καὶ τάξιν προιοῦσαν, τῶν πρώτων τοῖς μετὰ ταῦτα γινομένοις αἰτίων γινομένων καὶ τούτῳ τῷ τρόπῳ συνδεομένων ἀλλήλοις ἀπάντων, καὶ μήτε οὕτως τινὸς ἐν αὐτῷ γινομένου, ὡς μὴ πάντως ἐπακολουθεῖν αὐτῷ καὶ συνῆφθαι ὡς αἰτίῳ ἕτερόν τι, μήτ’ αὖ τῶν ἐπιγινομένων τινὸς ἀπολελύσθαι δυναμένου τῶν προγεγονότων, ὡς μή τινι ἐξ αὐτῶν ἀκολουθεῖν ὥσπερ συνδεόμενον, ἀλλὰ παντί τε τῷ γενομένῳ ἕτερόν τι ἐπακολουθεῖν, ἠρτημένον ⟨ἐξ⟩ αὐτοῦ ἐξ ἀνάγκης ὡς αἰτίου, καὶ πᾶν τὸ γινόμενον ἔχειν τι πρὸ αὐτοῦ, ᾧ ὡς αἰτίῳ συνήρτηται. μηδὲν γὰρ ἀναιτίως μήτε εἶναι μήτε γίνεσθαι τῶν ἐν τῷ κόσμῳ διὰ τὸ μηδὲν εἶναι τῶν ἐν αὐτῷ ἀπολελυμένον τε καὶ κεχωρισμένον τῶν προγεγονότων ἀπάντων. διασπᾶσθαι γὰρ καὶ διαιρεῖσθαι καὶ μηκέτι τὸν κόσμον ἕνα μένειν αἰεί, κατὰ μίαν τάξιν τε καὶ οἰκονομίαν διοικούμενον, εἰ ἀναίτιός τις εἰσάγοιτο κίνησις· ἣν εἰσάγεσθαι, εἰ μὴ πάντα τὰ ὄντα τε καὶ γινόμενα ἔχοι τινὰ αἴτια προγεγονότα, οἷς ἐξ ἀνάγκης ἕπεται· ὅμοιόν τε εἶναί φασιν καὶ ὁμοίως ἀδύνατον τὸ ἀναιτίως τῷ γίνεσθαί τι ἐκ μὴ ὄντος. τοιαύτην δὲ οὖσαν τὴν τοῦ παντὸς διοίκησιν ἐξ ἀπείρου εἰς ἄπειρον ἐναργῶς τε καὶ ἀκαταστρόφως γίνεσθαι. οὔσης δέ τινος διαφορᾶς ἐν τοῖς αἰτίοις, ἣν ἐκτιθέντες (σμῆνος γὰρ αἰτίων καταλέγουσιν, τὰ μὲν προκαταρκτικά, τὰ δὲ συναίτια, τὰ δὲ ἑκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ ἄλλο τι· οὐδὲν γὰρ δεῖ τὸν λόγον μηκύνειν πάντα τὰ λεγόμενα παρατιθέμενα τὸ βούλημα αὐτῶν δεῖξαι τοῦ περὶ τῆς εἱμαρμένης δόγματος), ὄντων δὴ πλειόνων αἰτίων, ἐπ’ ἴσης ἐπὶ πάντων αὐτῶν ἀληθές φασιν εἶναι τὸ ἀδύνατον εἶναι, τῶν αὐτῶν ἀπάντων περιεστηκότων περί τε τὸ αἴτιον καὶ ἐστιν αἴτιον, ὁτὲ μὲν δὴ μὴ οὑτωσί πως συμβαίνειν, ὁτὲ δὲ οὕτως. ἔσεσθαι γάρ, εἰ οὕτως γίνοιτο, ἀναίτιόν τινα κίνησιν. τὴν δὲ εἱμαρμένην αὐτὴν καὶ τὴν φύσιν καὶ τὸν λόγον, καθ’ ὃν διοικεῖται τὸ πᾶν, θεὸν εἶναί φασιν, οὖσαν ἐν τοῖς οὖσίν τε καὶ γινομένοις ἅπασιν καὶ οὕτως χρωμένην ἁπόντων τῶν ὄντων τῇ οἰκείᾳ φύσει πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν. καὶ τοιαύτη μὲν 2 συνδεδεμένων a2 3 ἀπάντων ἀλλήλοις a¹² γενομένου Gercke 6 ἐπακολουθεῖν Lond. 0 παντί B²0: πάντῃ Va¹2 7 ἐξ add. 0 8 πρὸ] ἐξ (in mg. πρὸ) 10 pr. τῶν om. 0 13 εἰ s. v. V 14 ἔχει a12 15 τωι sic v. c. s, v. V: om. EH 16 ἐνεργῶς Usener 17 supra ἀκαταστρόφως: μετὰ B² 18 ἐκτίθενται H γρ. E σμῆνος E Cas. O: μηνὸς Va¹² αἰτίων E Cas. 0: αἴτιον Va¹2 σμῆνος— αἰτίων] μηδὲν ἀναίτιον] sic Lond. 19 ἑκτικά K Cas. Lond.: ἀκτικά V: ἀρκτικά E: ἐκτικά a1² 20 εἰς πάντα Lond. 0: ἢ σύμπαντα Usener: διὰ (vel εἰς) τὸ πάντα Gercke παρατιθέμενα Va1: παρατιθεμένους HKR Cas. Lond. 0 παρατιμέμενους a2: παρατιθέντας in lit. Β (s. v. βουλομένους Β2): παρατιθέμενον Gercke 21 δὲ 0: δ’ ἤδη 23. 24 ὁτὲ μὲν δὴ μὴ οὑτωσί πως συμβαίνειν Usenerus: ὁτὲ δε μὴ ἢ ὁτε δε μη οὕτως εἴπως συμβαίνει (sic acc. et spir. supra η, οτε, ουτως del.) V: ὅτε δὲ μὴ ηοτεδεμη οὕτως πως συμβαίνει Β¹: ὁτὲ μὲν ὁτὲ δὲ μή, οὕτως εἴπως συμβαίνει Η: ὁτὲ μὲν ὁτὲ δὲ μὴ οὕτως πως συμβαίνειν Ε: ὅτε μὲν καὶ ὥ ὅτε δὲ μὴ οὕτω συμβαίνειν K: ὁτε μὲν οὑτωσί πως συμβαίνειν B2: ὁτὲ μὲν δὲ μὴ οὕτως συμβαίνειν a1 Lond.: ὁτὲ μὲν ὁτὲ δὲ μὴ οὕτω συμβαίνειν a2: ὁτε μὲν μὴ οὕτω συμβαίνειν Cas.: ὁτὲ μὲν δὴ μὴ οὕτω συμβαίνειν 0 24 οὕτως ⟨εἴ πως συμβαίνει. ἔσεσθαι 0 27 χρωμένην a¹2 χρωμένησ V ὡς διὰ βραχέων εἰπεῖν ἡ περὶ τῆς εἱμαρμένης ὑπ’ αὐτῶν καταβεβλημένη δόξα. ἔτι δὲ τὸ ψεῦδος τῶν λεγομένων οὐ λόγων τινῶν οὐδὲ ἐλέγχων XXIII ἔξωθεν δεόμενον, ἀλλ’ αὐτόθεν γνώριμον. τίς γὰρ ἔλεγχος λόγου φανερώτερος τοῦ μὴ ἐφαρμόζειν τούτοις περὶ ὧν λέγεται; τὸ γοῦν πρῶτον εἰρημένον ὡς πάντων τῶν ὄντων αἰτίων τινῶν γινομένων τῶν μετὰ ταῦτα καὶ τοῦτον τὸν τρόπον ἐχομένων ἀλλήλων τῶν πραγμάτων τῷ δίκην ἁλύσεως τοῖς πρώτοις συνηρτῆσθαι τὰ δεύτερα, ὃ ὥσπερ οὐσίαν τῆς εἱμαρμένης ὑποτίθενται, πῶς οὐ φανερῶς ἀπᾴδει τῶν πραγμάτων; εἰ γὰρ τῶν τέκνων οἱ πατέρες αἴτιοι καὶ δεῖ κατ’ οἰκειότητα τὰς αἰτίας ἀπαιτεῖν, ὡς ἀνθρώπου μὲν ἄνθρωπον αἴτιον εἶναι, ἵππου δ’ ἵππον, τίνος αἴτιοι τῶν μετ’ αὐτοὺς οἱ τὴν ἀρχὴν μηδὲ γήμαντες, τίνος δὲ οἱ παῖδες οἱ πρὸ τῆς ἡλικίας διαφθαρέντες; πολλὰ γὰρ τῶν γινομένων, ὑπὸ τῆς κατὰ τὸ ποσὸν ἐκλείψεως ἢ μὴ κινηθέντα ἢ φθαρέντα πρότερον, οὐδενὸς ἔφθη γενόμενα τῷ κατὰ τὴν ὑπάρχουσαν δύναμιν αὐτοῖς αἴτια. τίνος δὲ ἐροῦσιν αἴτια τὰ ἔν τισιν μέρεσιν τοῦ σώματος φυόμενα περιττώματα; τίνος δὲ τὰ τέρατά τε καὶ γινόμενα παρὰ φύσιν, ἃ τὴν ἀρχὴν οὐδὲ διαμένειν οἷά τε; εἰ δ’ ὁ μὲν εἰ φλοιὸς ἐν τοῖς φυτοῖς ἕνεκα τοῦ περικαρπίου, τὸ δὲ περικάρπιον τοῦ καρποῦ χάριν, καὶ ἀρδεύεται μὲν ἴνα τρέφηται, τρέφεται δὲ ἵνα καρποφορῇ, ἀλλ’ ἔστιν γε πολλὰ ἐν αὐτοῖς εὑρεῖν καὶ μὴ τοῦτον γινόμενα τὸν τρόπον. τίνος γὰρ ἄν τις εἴποι τὰ σεσηπότα καὶ τὰ ξηρὰ τῶν καρπῶν αἴτια τῶν μετὰ ταῦτα; τίνος δὲ τήν τινων φύλλων διδυμότητα; ἐξ ὧν φανερὸν τοῖς ὁρᾶν τἀληθῆ βουλομένοις τε καὶ δυναμένοις, ὅτι, ὥσπερ οὐ πᾶν τὸ δυνατὸν ἐνεργεῖν ⟨ἐνεργεῖ⟩, οὕτως οὐδὲ πᾶν, ὃ ἂν γένοιτο αἴτιον, καὶ ἔστιν αἴτιον ἤδη ἢ γέγονεν ἢ γενήσεται. ἀλλ’ οὐδὲ πᾶν τὸ γεγονὸς εὐθὺς τῷ εἶναι ἤδη καὶ αἴτιόν ἐστιν ἐσομένου τινός. τὸ δ’ ὁμόσε χωροῦντας μὲν λέγειν καὶ ταῦτα, καταφεύγειν δὲ ἐπὶ τὸ ἄδηλον εἶναί τινος αἴτια (ὥσπερ ἀμέλει καὶ ἐπὶ τῆς προνοίας τῆς κατ’ αὐτοὺς ἀναγκάζονται ποιεῖν πολλάκις) εὐπορίαν ἐστὶ τοῖς ἀπόροις υηχανωμένων. τούτῳ γὰρ χρωμένους ἐνέσται περὶ πάντων τῶν ἀτοπωτάτων λέγειν ὡς καὶ ὄντων καὶ εὐλόγους ἐχόντων τινὰς αἰτίας, ἡμῖν δὲ ἀδήλους ἔτι.