<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg014.1st1K-grc1"><div type="textpart" subtype="section" n="19"><note type="marginal">XIX</note><p>Ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας καὶ συγχωρησάντων <lb n="10"/>
                        εἶναι τὸ ἐφ’ ἡμῖν ἐλεύθερόν τε καὶ αὐτεξούσιον καὶ κύριον τῆς τῶν
                        ἀντικειμένων αἱρέσεώς τε καὶ πράξεως <gap reason="omitted"/> ἐπὶ περιεστῶσιν
                        ἀνθρώποις δίκαιος γίνεσθαι πεπιστευμένος ὁμοίως ἰδιώταις τε καὶ νομοθέταις.
                        ἔστι δὲ τοῦτο <lb n="5"/> τὸ συγγινώσκεσθαι μὲν ἀξίους εἶναι τοὺς ἀκουσίως
                        τοιοῦτόν τι πράξαντας, οὐχ ὡς ἐπὶ τῷ γιγνομένῳ πράγματι τῆς κολάσεως
                        ὁριζομένης, ἀλλ’ ἐπὶ <lb n="15"/> τῷ τρόπῳ τῆς πράξεως· ὅπερ οὔτε τῶν ἄλλων
                        τις οὔτε αὐτῶν τούτων <lb n="10"/> ὡς οὐ καλῶς ἔχον αἰτιᾶται. καίτοι τί τῶν
                        δι’ ἄγνοιαν <del>πραττομένων</del> ἁμαρτανόντων ἢ βίᾳ ἧττον ἂν εἶεν
                        συγγνώμης ἄξιοι ⟨οἱ⟩ εἰδότες μὲν ἃ πράττουσιν, οὐκ ἔχοντες δὲ ἐν αὐτοῖς τὴν
                        ἐξουσίαν τοῦ, τούτων αὐτοῖς περιεστώτων, <lb n="15"/> ἃ πάντως αὐτοῖς καὶ ἐξ
                        ἀνάγκης περιεστάναι δεῖ, ἄλλο τι παρ’ ἃ πράττουσιν <lb n="20"/> ⟨πράττειν⟩
                        τῷ τὴν φύσιν αὐτῶν εἶναι τοιαύτην, καὶ εἶναι τὸ κατὰ τὴν οἰκείαν αὐτοῖς
                        φύσιν ἕκαστα πράττειν ὧν πράττουσιν καθ’ εἱμαρμένην, ὡς τοῖς βαρέσιν
                        ἀφεθεῖσιν ἄνωθεν τὸ φέρεσθαι κάτω, καὶ τοῖς περιφερέσι τὸ <lb n="20"/> κατὰ
                        τοῦ πρανοῦς, εἰ ἀφεθεῖεν, ἀφ’ αὐτοῦ κινεῖσθαι; ὅμοιον γὰρ τὸ <del>τοῦ</del>
                        τὸν ἵππον κολάζειν ἀξιοῦν, ὅτι μὴ ἔστιν ἄνθρωπος, καὶ τῶν ἄλλων ζῴων <lb n="25"/> ἕκαστον, ὅτι ταύτης τῆς τύχης καὶ μὴ βελτίονος τετυχήκασίν
                        τινος. ἀλλ’ <lb n="25"/> οὐδεὶς Φάλαρις οὕτως ὠμός τε καὶ ἀνόητος, ὡς ἐπί
                        τινι τῶν οὕτως γινομένων κολάζειν τὸν ποιήσαντα. ἐπὶ τίσιν οὐν αἱ κολάσεις
                        εὔλογοι; οὐκ ἐπ’ ἄλλοις τισίν, ἢ ἐπὶ τοῖς παρὰ τὴν αὑτῶν μοχθηρὰν αἵρεσιν
                        γινομένοις. <note type="footnote">1 ἔχοντας αὐτοὺς B2 τῶν προτρεπομένων Cas.
                            Lond. 0: τῷ προτρεπομένῳ Va¹²: τὸ προτρεπομένω Ε τοὺς παρ’ αὐτῶν λόγους
                            Lond. O: τῶν παρ’ αὐτῶν λόγους Va¹: τῶν παρ’ αὐτοῖς λόγων a2 2 ὧν add.
                            Cas. Lond. 0 αὐτῶν 0: τῶν libri σιωπώντων] primum ω supra vers. V 3
                            ἐπιπλῆττες a1 4 πλείω] fortasse πλεῖ στᾳ 5 κεχωλυμένοι a1 6 fortasse
                            τοῦτο ⟨μὴ⟩ 9 συγχωρήσαιντο Lond. 0: fortasse συνεχώρησαν τῷ 11 τε] τι
                            Cas. lacunam indicavi γὰρ περιεστώτων 0 δίκαιος om. K ἄνθρωποι δίκαιοι
                            Lond. 0 12 πεπιστευμένος Va1² πεπιστευμένοις H: πεπιστευμένοι Lond. 0
                            Casp. Or. καὶ ἰδ. καὶ ν. 0 14 τοῖς γινομένοις πράγμασι τῆς a2
                            πραγματικῆς κολάσεως a1 16 οὐ καλῶς a¹2: ουκαλλῶσ sic V: οὐκ ἄλλως HE
                            πραττομένων delevi: ἀπατωμένων coni. 0: ⟨τῶν⟩ πραττομένων Casp. 0 17 ἢ
                            Cas. Lond. 0: ἠ V: ᾗ Η: οἱ in lit. B²: ἡ a¹² συγγώμης a1 οἱ addidi 18
                            τοῦ om. a2 αυτοῖσ V 19 αυτοῖς V 20 πράττειν add. B²0 (sed post τι v. 19)
                            21 ἕκαστον 0 22 βαρεσιν V 23 αὑτῶν B2 τοῦ del. Β² 25 ὅτι] ὡς Ο τύχης]
                            ψυχῆς a2: ψύχης Lond. τινες 0 27 τὸ κολάσαι 0 εὔλογοι a2: εὔλογον Va1
                            οὐχ 0 28 ἢ om. a¹2</note>
                        <pb n="190"/> ἐφ’ ὧν γὰρ αὐτοὶ τὴν ἐξουσίαν τῆς αἱρέσεως ἔχοντες,
                        καταλιπόντες τὸν <lb n="30"/> σκοπὸν τῶν πραττομένων ὑφ’ αὐτῶν ποιεῖσθαι τό
                        τε καλὸν καὶ τὸν νόμον, κέρδους χάριν ἢ ἡδονῆς τινος, ὑπερορῶντες ἐκείνων,
                        πράττουσι τὰ φαῦλα, τούτους ἀξίους ἡγοῦνται κολάσεως πάντες ἄνθρωποι,
                        συγγνώμην <lb n="66"/>
                        <lb n="5"/> δόντες τοῖς οὐχ οὕτως ἁμαρτάνουσιν. ὅρα δὴ πᾶσιν τοῖς κακοῖς τὸ
                        θαυμαστὸν δόγμα τοῦτο παρὰ τῶν φιλοσόφων μαθοῦσιν διδάσκειν τοὺς
                        διδάσκοντας, ὅτι εἰσὶ καὶ αὐτοὶ συγγνώμης ⟨ἄξιοι⟩, οὐδὲν ἔλαττον τῶν
                        ἀκουσίως <lb n="5"/> ἁμαρτανόντων. οὐ γὰρ ὑπό τινος ἔξωθεν καταναγκάζοντος
                        αὐτοὺς ποιοῦσιν ἃ ποιοῦσιν, ὧν ἴσως ἐνῆν αὐτοῖς καὶ φυλάξασθαι, ἀλλ’ ὑπὸ τῆς
                            <lb n="10"/> φύσεως τῆς ἐν αὐτοῖς οὐδὲν οἷόν τ’ ἐστὶν λαθόντας ποιῆσαι
                        καὶ τίς οὐκ <lb n="10"/> ἂν <sic>αὐτοῖς</sic> τοῖς ἁμαρτανομένοις αἴτιον. εἰ
                        δ’ οὔτ’ ἄλλος τις οὔτ’ οἱ τοῦ δόγματος τούτου κύριοι συγγνώμην δοῖέν τινι
                        ταύτην τῶν ἁμαρτανομένων φέροντι τὴν αἰτίαν ὡς ψεῦδός τι <del>καὶ
                            ψευδεῖ</del> λέγοντι, δῆλον ὡς ὑπὸ τούτων καὶ ὑπὸ τῶν ἄλλων ἀπάντων
                        ὁμοίως πεπίστευται τὸ εἶναι τὸ ἐφ’ ἡμῖν <lb n="15"/>
                        <lb n="15"/> οὐχ οἷον ὑπὸ τούτων πλάσσεται, ὅταν εἰς τὸ πρόβλημα μελετῶντες
                        λέγωσιν, ἀλλ’ οἵῳ εἶναι αὐτῷ <del>δεῖ</del> διὰ τῶν ἔργων οὗτοί τε αὐτοὶ καὶ
                        πάντες ἄνθρωποι μαρτυροῦσιν. εἰ γὰρ ἦσαν οὕτως ἔχειν πεπιστευκότες,
                        συνεγίγνωσκον <lb n="20"/> ἂν πᾶσιν τοῖς ἁμαρτάνουσιν ὡς οὐκ ἔχουσιν τοῦ μὴ
                        πάντα πράττειν ἐξουσίαν.</p></div><div type="textpart" subtype="section" n="20"><p>ἀλλ’ ὅτι μὲν καὶ ἔστι τι ἐφ’ ἡμῖν ὀνομάσαι, καὶ οὐ διὰ <note type="marginal">ΧΧ</note>
                        <lb n="20"/> τὴν ἐξουσίαν ταύτην ἀναιτίως τι γίνεται, τῷ τῶν οὕτως γινομένων
                        αἴτιον τὸν ἄνθρωπον εἶναι, ἀρχὴν αὐτὸν ὄντα τῶν γινομένων ὑφ’ αὑτοῦ, ἱκανὰ
                            <lb n="25"/> μὲν δεῖξαι καὶ τὰ εἰρημένα, ἱκανῶς δ’ ἂν ἐπείσθησαν καὶ οἱ
                        ἀντιλέγειν πρὸς αὐτὸ πειρώμενοι, εἰ κἂν πρὸς ὀλίγον πάντα ἃ πράττουσιν
                        ὑπέμειναν πρᾶξαι ὡς ἀληθεύοντες περὶ ὧν λέγουσιν, πιστεύσαντες τῷ μηδὲν τῶν
                        γινομένων <lb n="30"/>
                        <lb n="25"/> ὑπό τινος οὕτως γίνεσθαι, ὡς καὶ τοῦ μὴ πράττειν αὐτὸ τὴν
                        ἐξουσίαν ἔχοντος τότε. τῷ γὰρ τοῦτο πεπιστευκότι οὐκ ἐπιτιμῆσαί τινι, οὐκ
                        ἐπαινέσαι τινα, οὐ συμβουλεῦσαί τινι, οὐ προτρέ| ψασθαί τινα, οὐκ εὔξασθαι
                            <lb n="68"/> θεοῖς, οὐ χάριν αὐτοῖς γνῶναι περί τινων, οὐκ ἄλλο τι
                        ποιεῖν οἷόν τε τῶν ὀφειλομένων εὐλόγως γίνεσθαι ὑπὸ τῶν καὶ τοῦ ποιεῖν
                        ἕκαστον ὧν <note type="footnote">1 καταλειπόντες (supra ει m1 : ι) V 2 αὑτῶν
                            a2 Cas. 0: αὑτοῦ Va1 (ὑπ’ αὐτῶν Lond) 2. 3 τὸ νόμιμον coni. 0 3 κέρδος
                            a2 5 ὥρα E Cas. Casp. Or. 7 ἄξιοι add. a2 8 ἄξιοι add. B² ante οὐ
                            καταναγκάζοντος a2 Cas.: καταναγκάζοντας Va¹: καταναγκάζοντες Lond. 9 ἃ
                            ποιοῦσιν om. a1 10 fortasse ⟨ἣν⟩ οὐδὲν λαθόντας] ἄλλως coni. 0: ἑκόντας
                            Casp. O: λαχόντας Gercke 10. 11 καὶ— ἂν] ἥτις οὖν Lond. 0: ἥτις οὖν ἐν
                            Gercke 11 τῶν ἁμαρτανομένων coni. 0 αἴτιος a2 alt. οὔτ’ scripsi: οὐδ’
                            libri οἱ τοῦ in lit. B2: οὗτοι (supra οι: ος ut videtur m1) Va 12 ταύτην
                            v. c. (?) V0: ταύτῃ V¹a1² 13 ψεῦδός τι] ψεῦδος τε B²: ψεύδοντι sive
                            ψῦθός τι Casp. 0 καὶ ψευδει sic V: delevi: καὶ ψευδῆ a1² 16 οἷον εἶναι
                            αὐτὸ a2: οἷον εἶναι αὐτῷ Ε δεῖ] δεῖν Lond.: delevi 19 pr. καὶ om. a¹² τι
                            a20: τις Va1 ὀνομάσαι] ἐξουσία Lond. 20 ἀναιτίως] ἐναντίως a2 ούτωσ sic
                            V 21 αὐτοῦ a1² 22 ἀνεπείσθησαν V 23 εἰ κἂν a2: εἰ κἂν sic V: εἵκ ἂν B:
                            εἴη ἂν a¹: ἢ κἂν Ε: οἳ μὴ ἂν Lond. πάντα πρὸς ὀλίγον a1 Lond. ὑπέμεινεν
                            a2: ὑπὸ μένειν E 24 ἂν πρᾶξαι a2 25 ὑπο V τινος Ο: τινων libri 26
                            ἔχοντες a2 πεπιστευκότι Schwartz: πεπιστευμένῳ libri 28 οὐδ’ 0</note>
                        <pb n="191"/> ποιοῦσιν τὴν ἐξουσίαν πεπιστευκότων. ἀλλὰ μὴν ἔξω τούτων
                        ἀβίωτος ὁ τῶν <lb n="5"/> ἀνθρώπων <add cause="omitted">βίος</add> καὶ οὐδὲ
                        τὴν ἀρχὴν ἀνθρώπων ἔτι.</p></div><div type="textpart" subtype="section" n="21"><p>μηδὲ ἐκεῖνο δὲ ἡμῖν <note type="marginal">XXI</note> ἀνεξέταστον
                        παραλελείφθω, εἴ τις ὑποθοῖτο, μηδὲν μᾶλλον ἀληθῆ εἶναι τὸ εἶναί τι οὕτως
                        ἐφ’ ἡμῖν, ὡς ἡμεῖς τε ἀξιοῦμεν καὶ ἡ τῶν πραγμάτων φύσις <lb n="10"/>
                        <lb n="5"/> ἔχειν μαρτυρεῖ, τοῦ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’
                        εἱμαρμένην, ἀλλ’ εἶναι ἐπ’ ἴσης ἑκάτερον ἢ πιστὸν ἢ ἄδηλον αὐτό, ποτέρᾳ δόξῃ
                        πείθεσθαι τοῖς ἀνθρώποις ἀσφαλέστερόν τε καὶ ἀκινδυνότερον, καὶ ποῖον ψεῦδος
                        αἱρετώτερον, πότερον τὸ πάντων γινομένων καθ’ εἱμαρμένην <del>ἢ</del>
                        <lb n="15"/> μὴ οὕτως ἔχειν ὑπολαμβάνειν, ἀλλ’ εἶναι καὶ ἡμᾶς τοῦ τι πρᾶξαι
                        ἢ μὴ <lb n="10"/> πρᾶξαι κυρίους, ἢ ὄντος τινὸς καὶ ἐφ’ ἡμῖν οὕτως, ὡς
                        προειρήκαμεν, πεπεῖσθαι τὸ τοῦτο μὲν ψεῦδος εἶναι, πάντα δὲ καὶ τὰ ὑφ’ ἡμῶν
                        πραττόμενα κατὰ τὴν ἡμετέραν ἐξουσίαν γίνεσθαι κατηναγκασμένως. ἢ γνώριμον
                            <lb n="20"/> ὅτι οἱ μὲν πάντων γινομένων καθ’ εἱμαρμένην αὐτοὺς
                        πείθοντες ὡς ἐξουσίαν ἔχοντάς τινων τοῦ τε πράττειν αὐτὰ καὶ μὴ οὐδὲν ἂν
                        παρὰ τήνδε <lb n="15"/> τὴν πίστιν ἐν τοῖς πραττομένοις ἁμάρτοιεν, τῷ μηδὲ
                        τὴν ἀρχὴν τῶν γινομένων <lb n="25"/> τινὸς ὑφ’ αὑτῶν εἶναι κύριοι, ὥσθ’ ὁ
                        κίνδυνος τῆς κατὰ τοῦτο διαμαρτίας πρόεισιν μέχρι ῥημάτων. εἰ δέ γε, ὄντος
                        τινὸς καὶ ἐφ’ ἡμῖν καὶ μὴ πάντων γινομένων ἐξ ἀνάγκης, πείθεσθαι μὲν μηδενὸς
                        ἡμᾶς εἶναι κυρίους, πολλὰ παραλείψομεν τῶν δεόντως ἂν πραχθέντων ὑφ’ ἡμῶν
                        καὶ <lb n="30"/>
                        <lb n="20"/> διὰ τὸ βουλεύσασθαι περὶ αὐτῶν καὶ διὰ τὸ τοὺς ἐπὶ τοῖς
                        πραττομένοις καμάτους προθύμως ὑφίστασθαι, ἀργότεροι γενόμενοι πρὸς τὸ δι’
                        αὑτῶν τι ποιεῖν διὰ τὴν πίστιν τοῦ, καὶ μηδὲν ἡμῶν πραγματευομένων περὶ <lb n="70"/> τῶν πρακτέων, τὸ ὀφεῖλον <add cause="omitted">ἂν</add>
                        γενέσθαι. οὕτως δὲ τούτων ἐχόντων πρόδηλον ὡς αἱρετώτερον τοῖς φιλοσοφοῦσιν,
                        τὴν ἀκινδυνοτέραν ὁδὸν αὐτούς τε αἱρεῖσθαι <lb n="5"/>
                        <lb n="25"/> καὶ τοὺς ἄλλους ἄγειν.</p></div></div></body></text></TEI>