Ἀναιρουμένου δὲ ὡς ἐδείχθη τοῦ βουλεύσασθαι κατ’ αὐτοὺς ἀναιρεῖται 40 ΧΙΙ καὶ τὸ ἐφ’ ἡμῖν προδήλως. τοῦτο γὰρ ἐφ’ ἡμῖν πάντες, ὅσοι μὴ θέσει τινὶ παρίστανται, παρειλήφασιν εἶναι, οὗ ἡμεῖς μὲν καὶ τοῦ πραχθῆναι καὶ τοῦ μὴ πραχθῆναι κύριοι, οὐχ ἑπόμενοί τισιν ἔξωθεν ἡμᾶς περιστᾶσιν αἰτίοις οὐδὲ ἐνδιδόντες αὐτοῖς, ᾗ ἐκεῖνα ἄγει, καὶ ἡ προαίρεσις, τὸ ἴδιον ἔργον τῶν ἀνθρώπων, περὶ ταὐτό· ἡ γὰρ ἐπὶ τὸ προκριθὲν ἐκ τῆς βουλῆς μετὰ ὀρέξεως ὁρμὴ προαίρεσις. διὸ οὐδὲ ἐπὶ τοῖς ἀναγκαίως γινομένοις ἡ προαίρεσις οὔτε ἐπὶ τοῖς μὴ ἀναγκαίως μὲν μὴ δι’ ἡμῶν δέ , ἀλλ’ οὐδὲ ἐν πᾶσιν τοῖς δι’ ἡμῶν, ἀλλ’ ἐν τούτοις τοῖς γινομένοις δι’ ἡμῶν, ὧν ἡμεῖς καὶ τοῦ πρᾶξαι καὶ τοῦ μὴ πρᾶξαι κύριοι. ὁ γὰρ βουλευόμενος περί τινος ἤτοι περὶ τοῦ δεῖν αὐτὸ πράττειν ἢ μὴ πράττειν βουλεύεται, ἢ σπουδάζων ὡς περὶ ἀγαθόν τι ζητεῖ, δι’ ὧν ἂν τούτου τύχοι· κἂν μὲν ἀδυνάτῳ τινὶ ζητῶν ἐντύχῃ, τοῦ μὲν ἀφίσταται, ἀφίσταται δὲ ὁμοίως καὶ τῶν δυνατῶν μέν, οὐκ ὄντων δὲ ἐπ’ αὐτῷ, μένει δὲ ἐν τῇ περὶ τοῦ προκειμένου ζητήσει, ἕως ἂν ἐντύχῃ τινί, οὖ τὴν ἐξουσίαν αὐτὸς ἔχειν πέπεισται, μεθ’ ὃ παυσάμενος τοῦ βουλεύεσθαι ὡς ἀναγαγών τὴν ζήτησιν ἐφ’ αὐτό, ὅ ἐστιν ἀρχὴ τῶν πράξεων, ἄρχεται τῆς πρὸς τὸ προκείμενον πράξεως. γίνεται δὲ καὶ ἡ ζήτησις αὐτῷ ὡς ἐξουσίαν ἔχοντι τοῦ πράττειν καὶ τὰ ἀντικείμενα. καθ’ ἕκαστον γὰρ τῶν ὑπὸ τὴν βουλὴν ἡ ζήτησις βουλευομένῳ γίνεται, πότερον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτῷ πρακτέον μοι, κἂν πάντα λέγῃ γίνεσθαι καθ’ εἱμαρμένην. ἐλέγχει γὰρ ἡ ἐν τοῖς πρακτοῖς ἀλήθεια τὰς περὶ αὐτῶν ἡμαρτημένας δόξας· ἣν πλάνην κοινῶς πάντας ἀνθρώπους ὑπὸ τῆς φύσεως πεπλανῆσθαι πῶς οὐκ ἄτοπον λέγειν; ὅτι γὰρ ταύτην ἔχειν τὴν ἐξουσίαν ἐν τοῖς πρακτοῖς προειλήφαμεν, ὡς δύνασθαι διαιρεῖσθαι τὸ ἀντικείμενον, καὶ μὴ πᾶν ὃ αἱρούμεθα ἔχειν προκαταβεβλημένας αἰτίας, δι’ ἃς οὐχ οἷόν τε ἡμᾶς μὴ τοῦτο αἱρεῖσθαι, ἱκανὴ δεῖξαι καὶ ἡ ἐπὶ τοῖς αἱρεθεῖσιν γινομένη πολλάκις μετάνοια. ὡς γὰρ ἐνὸν ἡμῖν καὶ μὴ ᾑρῆσθαι καὶ μὴ πεπραχέναι τοῦτο μετανοοῦμέν τε καὶ μεμφόμεθα αὑτοῖς τῆς περὶ τὴν βουλὴν ὀλιγωρίας. ἀλλὰ κἂν ἄλλους ἴδωμεν 2 δύνασθαι ⟨πράττειν⟩ 0 5 οὗ] Casp. Ο 6. 7 παριστᾶσιν a¹2 : περιισταμένοις B2 7 αὐτοῖς (αὐτοισ V) a¹²: αὑτοῖς Β: αὑτοὺς Lond. 0: αὐτοὶ ES: αὐτοὺς Cas. ᾗ ἂν 0 ἄγει B2a¹2: ἄγη sic V: ἄγη B1HES: ἄγῃ O 8 περὶ ταὐτό] τοῦτο ES: περὶ ταὐτεξούσιον Casp. 0 τὸ om. 0 10 alt. μὴ] ἡμιν (sic i. e. ἡμιν corr. v. c in μὴ) V: ἡμῖν a12: μὴ B2Η: εἰ μὴ Lond. 0 δὲ add. B² 12 pr. καὶ om. a¹² κύριοι ἐσμέν HO 14 ἀγαθόν HB² Cas.: αγαθών sic V: ἀγαθῶν a² 15 ἀδυνάτατωι sic V ἐντύχῃ scripsi: τύχῃ V: τύχοι a¹2: ἐντύχοι as. τοῦ] κἂν Lond. 16 μένει B2 Lond. 0: εἰ Va¹ 17 ἐντύχοι B2 18 πέπεισται] πεπίστευται a¹2 ἀναγαγών] alterum γ in lit. V 19, 20 προσκείμενον 0 21 καθ’ sic V 23 γίνεσθαι] ι in lit. V 26 τοισ V 27 διαιρεῖσθαι] fortasse αἱρεῖσθ αι 28 αἰρεισθαι V 30 ἡμῖν καὶ τὸ μὴ a¹² ἡρεῖσθαι a¹2 31 ἰδῶμεν V μὴ καλῶς περὶ τῶν πρακτέων διαλαμβάνοντας, κἀκείνοις ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν, ἀξιοῦμεν δὲ συμβούλοις τοιοῖσδε χρῆσθαι ὡς ἐφ’ ἡμῖν ὂν τό τε παραλαμβάνειν αὐτοὺς συμβούλους ὄντας ἢ μὴ παραλαμβάνειν τοὺς πρᾶξαι ἂν διὰ τὴν τῶν τοιούτων παρουσίαν ἄλλα καὶ τινὰ καὶ μὴ ταῦτα ἃ πράσσομεν. ἀλλ’ ὅτι μὲν τὸ ἐφ’ ἡμῖν ἐπὶ τούτων κατηγορεῖται, ὧν ἐν ἡμῖν ἡ ἐξουσία τοῦ ἑλέσθαι καὶ τὰ ἀντικείμενα, γνώριμον ὂν καὶ ἐξ αὐτοῦ, ἱκανὰ ὑπομνῆσαι καὶ τὰ προειρημένα. τοιούτου δ’ ὄντος αὐτοῦ, τὸ XΙΙΙ μὲν δεικνύναι τοῦτο σωζόμενον κατὰ τοὺς πάντα λέγοντας γίνεσθαι καθ’ εἱμαρμένην οὐδὲ ἐπιχειροῦσιν τὴν ἀρχήν (ἴσασιν γὰρ ἐγχειρήσαντες ἀδυνάτοις), ὡς δὲ ἐπὶ τῆς τύχης ἄλλο τι σημαινόμενον ὑποθέντες τῷ τῆς τύχης ὀνόματι παράγειν πειρῶνται τοὺς ἀκούοντας αὐτῶν ὡς σώζοντες καὶ αὐτοὶ τὸ ἀπὸ τύχης γίνεσθαί τινα, οὕτως δὲ καὶ ἐπὶ τοῦ ἐφ’ ἡμῖν ποιοῦσιν. ἀναιροῦντες γὰρ τὸ ἐξουσίαν ἔχειν τὸν ἄνθρωπον τῆς αἱρέσεώς τε καὶ πράξεως τῶν ἀντικειμένων λέγουσιν ἐφ’ ἡμῖν εἶναι τὸ γινόμενον καὶ δι’ ἡμῶν. ἐπεὶ γάρ, φασίν, τῶν ὄντων τε καὶ γινομένων αἱ φύσεις ἕτεραί τε καὶ διάφοροι (οὐ γὰρ αἱ αὐταὶ τῶν ἐμψύχων τε καὶ τῶν ἀψύχων, ἀλλ’ οὐδὲ τῶν ἐμψύχων ἀπάντων αἱ αὐταὶ πάλιν· αἱ γὰρ κατ’ εἶδος τῶν ὄντων διαφοραὶ τὰς τῶν φύσεων αὐτῶν διαφορὰς δεικνύουσιν), γίνεται δὲ τὰ ὑφ’ ἑκάστου γινόμενα κατὰ τὴν οἰκείαν φύσιν, τὰ μὲν ὑπὸ λίθου κατὰ τὴν λίθου, τὰ δ’ ὑπὸ πυρὸς κατὰ τὴν πυρὸς καὶ τὰ ὑπὸ ζῴου κατὰ τὴν ὑπὸ ζῴου, οὐδὲν μὲν τῶν κατὰ τὴν οἰκείαν φύσιν ὑφ’ ἑκάστου γινομένων δύνασθαί φασιν ἄλλως ἔχειν, ἀλλ’ ἕκαστον τῶν γινομένων ὑπ’ αὐτῶν γίνεσθαι κατηναγκασμένως, κατ’ ἀνάγκην οὐ τὴν ἐκ βίας, ἀλλ’ ἐκ τοῦ μὴ δύνασθαι τὸ μὴ πεφυκὸς οὕτως (ὄντων τῶν περιεστώτων τοιούτων ὡς ἀδύνατον αὐτῷ μὴ περιεστάναι) τότε ἄλλως πως καὶ μὴ οὕτως κινηθῆναι. μήτε γὰρ τὸν λίθον, εἰ ἀπὸ ὕψους ἀφεθείη τινός, δύνασθαι μὴ φέρεσθαι κάτω μηδενὸς ἐμποδίζοντος — τῷ βαρύτητα μὲν ἔχειν αὐτὸν ἐν αὑτῷ, ταύτην δ’ εἶναι ⟨τὴν⟩ τῆς τοιαύτης κινήσεως κατὰ φύσιν αἰτίαν , ὅταν καὶ τὰ ἔξωθεν αἴτια τὰ πρὸς τὴν κατὰ φύσιν κίνησιν τῷ λίθῳ συντελοῦντα παρῇ, ἐξ ἀνάγκης τὸν λίθον ὡς πέφυκεν φέρεσθαι· πάντως δ’ αὐτῷ καὶ ἐξ 1 πρακτέων] πρα v. c. s. v. V ὡς in lit. B Schulthess 0: οἷς Va12 τοιοῖσδε] fortasse τοιούσδε, scil. τοὺς μὴ καλῶς διαλαμβ. (v. 1) 3 αὐτοὺς—ὄντας] fortasse αὑτοῖς συμβουλεύ σοντας τοὺς Va¹²: τῷ B2: τοῦ ES Cas.: ὡς Lond. 0: fortasse κ αὶ τὸ 4 καὶ del. V¹: καὶ a12 5 ἃ v. c. s. v. V ἡμῶν 0 9 γὰρ ⟨ἂν⟩ Schwartz ἐγχειρήσαντες Va¹2: ἐγχειρήσοντες B2: ἐπιχειρήσοντες 0 11 σώζεσθαι καὶ αὐτοῖς H γρ. ES 14 τὸ B² Lond.: τό τε Cas.: τε sic V: τε a¹2 καὶ del. B² idem in mg.: ἴσως δεῖ λέγειν: λέγουσιν ἐφ’ ἡμῖν εἶναι τὸ ὑπό τε τῆς εἱμαρμένης γινόμενον καὶ δι’ ἡμῶν 15 ἐπεὶ] ἐπὶ ve] εἰσὶ Gercke 16 διάφοραι sic V 21 ὑπὸ om. Cas. 0 μὲν] δὲ S: μὴν Gercke 23 τὴν] μὴν Gercke fortasse ἀλλ ⟨ὰ τὴν⟩ 24 μὴ s. v. v. c. (?) V: om. ES: δὴ Gercke οὕτως] ὅλως Gercke ὡς add. Lond. 25 pr. μὴ sic V περιεστάναι καὶ ἀδύνατον τότε a¹2 26 μηδὲ Gercke 28 τὴν addidi κατὰ del. 0: κάτω Casp. 0 αἰτίαν add. B² ὅταν] ὥστ’ ἂν Schwartz bene 29 παρῆν sic V1 29. 30 παρῇ ὡς ἐξ Lond. 0 ἀνάγκης παρεῖναι ταῦτα τὰ αἴτια, δι’ ἃ κινεῖται τότε, — οὐ μόνον μὴ δυνάμενον μὴ κινεῖσθαι τούτων μὴ παρόντων, ἀλλὰ καὶ ἐξ ἀνάγκης κινεῖσθαι τότε, καὶ γίνεσθαι τὴν τοιαύτην κίνησιν ὑπὸ τῆς εἱμαρμένης διὰ τοῦ λίθου· ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. ὡς δὲ ἐπὶ τῶν ἀψύχων ἔχει, οὕτως δὲ καὶ ἐπὶ τῶν ζῴ ων ἔχειν φασίν. εἶναι γάρ τινα καὶ τοῖς ζῴοις κίνησιν κατὰ φύσιν, ταύτην δ’ εἶναι τὴν καθ’ ὁρμήν· πᾶν γὰρ ζῷον ὡς ζῷον κινούμενον κινεῖσθαι τὴν καθ’ ὁρμὴν κίνησιν ὑπὸ τῆς εἱμαρμένης διὰ ζῴου γινομένην. οὕτως δὲ τούτων ἐχόντων, καὶ γινομένων ὑπὸ τῆς εἱμαρμένης κινήσεών τε καὶ ἐνεργειῶν ἐν τῷ κόσμῳ τῶν μὲν διὰ γῆς, ἂν οὕτω τύχῃ, τῶν δὲ δι’ ἀέρος, τῶν δὲ διὰ πυρός, τῶν δὲ δι’ ἄλλου τινός, γινομένων δέ τινων καὶ διὰ ζῴων (τοιαῦται δὲ αἱ καθ’ ὁρμὴν κινήσεις), τὰς διὰ τῶν ζῴων ὑπὸ τῆς εἱμαρμένης γινομένας ἐπὶ τοῖς ζῴοις εἶναι λέγουσιν, ὁμοίως δὲ ὡς πρὸς τὸ ἀναγκαῖον τοῖς ἄλλοιςγινομένας ἅπασιν, τῷ δεῖν καὶ τοῖς ἐξ ἀνάγκης τὰ ἔξωθεν αἴτια παρεῖναι τότε, ὥστε αὐτὰ τὴν ἐξ ἑαυτῶν τε καὶ καθ’ ὁρμὴν κίνησιν ἐξ ἀνάγκης οὕτω πως ἐνεργεῖν. ὅτι δὲ αὗται μὲν δι’ ὁρμῆς τε καὶ συγκαταθέσεως, ἐκείνων δὲ αἱ μὲν διὰ βαρύτητα γίνονται, αἱ δὲ διὰ θερμότητα, αἱ δὲ κατ’ ἄλλην τινά , ταύτην μὲν ἐπὶ τοῖς ζῴοις λέγοντες, οὐκέτι δὲ ἐκείνων ἑκάστην, τὴν μὲν ἐπὶ τῷ λίθῳ, τὴν δὲ ἐπὶ τῷ πυρί. καὶ τοιαύτη μὲν αὐτῶν ἡ περὶ τοῦ ἐφ’ ἡμῖν δόξα ὡς δι’ ὀλίγων εἰπεῖν. ἔνεστι δ’ ὁρᾶν, XΙV εἰ ταῦτα λέγοντες σώζουσιν τὰς κοινὰς περὶ τοῦ ἐφ’ ἡμῖν πάντων ἀνθρώπων προλήψεις. οἱ γὰρ ἀπαιτοῦντες αὐτούς, πῶς οἷόν τε πάντων ὄντων καθ’ εἱμαρμένην τὸ ἐφ’ ἡμῖν σώζεσθαι, οὐκ ὄνομα μόνον τοῦ ἐφ’ ἡμῖν τιθέντες τοῦτ’ ἀπαιτοῦσιν, ἀλλὰ καὶ σημαινόμενον ἐκεῖνο τὸ αὐτεξούσιον. διὰ γὰρ τὸ τοιοῦτον εἶναι τὸ ἐφ’ ἡμῖν πεπιστεῦσθαι εὐθύνουσιν τοὺς ἐξ ἀνάγκης πάντα γίνεσθαι λέγοντας. οἱ δὲ δέον αὐτόθεν μὴ σώζεσθαι λέγειν καὶ τοῦ μὴ σώζεσθαι ζητεῖν τε καὶ παρέχεσθαι τὰς αἰτίας, ἐπεὶ τοῦτο ἑώρων παντάπασιν ἄδοξόν τε ὂν καὶ πολλὰ τῶν καὶ αὐτοῖς τοῦ ἐφ’ ἡμῖν πᾶσάν τε ταὐτὸ δεικνὺς συνοδεῦον τῷ τῆς εἱμαρμένης λόγῳ, ⟨τῷ⟩ διὰ τῆς ὁμωνυμίας παρακρούεσθαι τοὺς ἀκούοντας ἡγοῦνται φεύγειν τὰ ἄτοπα, ὅσα ἕπεται τοῖς μηδὲν ἐφ’ ἡμῖν εἶναι λέγουσιν. ταῦτα δὲ λέγοντας αὐτοὺς πρῶτον μὲν ἂν ἀπαιτήσαι τις εὐλόγως, τί δή ποτε ἄλλου δι’ ἄλλων 2 δυνάμενον a12: δυναμενων sic V¹: δυναμένων B1 ES: δυναμένου B² κινῆσθαι a1 μὴ om. a1 5 δὲ om. 0: δὴ ES 7 τὴν add. B² ὑπὸ] διὰ 0 10 πυρός, ⟨τῶν δὲ δι’ ὕδατος⟩ coni. 0 13 ἀναγκαῖον] γ in lit. V 14 γινομένοις Schwartz 16 ὁρμησ V συγκαταθέσεως a¹2: νυνθέσεωσ sic V: συνθέσεως HBES 18 lacunam indicavi 21 περὶ B²: ἐπὶ libri 26 λέγοντες ES Lond. ⟨ὅτε⟩ δέον Lond. 0 αὐτόθεν] αὐτοῖς Lond. 28 καὶ αὐτοῖς] παρ’ αὐτοὺς λεγόμενα (λεγομένων O) περὶ Lond. 0 τοῦ] περὶ τοῦ B²: τῶ ES 29 post ἡμῖν B2 add. δοκούντων ἀναιρετικόν πᾶσαν] ὡς ἂν Lond. πᾶσαν— συνοδεῦον] μὴ συνοδεύοντα coni. 0 δεικνύναι Lond. λόγῳ, πειρώμενοί τε B² τῷ add. Schwartz 30 φεύγειν ⟨τε⟩ Lond. 0 31 λέγοντασ] τασ in lit. V 32 ἄλλου] ἄλλως v. c. V γινομένων ὑπὸ τῆς εἱμαρμένης, καὶ διὰ τῆς οἰκείας φύσεως τῶν ὄντων ἑκάστου τῆς εἱμαρμένης ἐνεργούσης, ἐπὶ μὲν τῶν ἄλλων οὐδενὸς τὸ ἐπ’ αὐτοῖς εἶναι κατηγοροῦσιν, ἐπὶ δὲ τῶν ζῴων μόνον. δι’ ἃ γὰρ λέγουσιν ἐπὶ τῶν ζῴων τὰ διὰ τοῦ ζῴου γινόμενα, ταῦτ’ ἔνεστι καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου λέγειν. ἐπεὶ γὰρ οὐκ ἄλλως γένοιτο τὰ διὰ τοῦ ζῴου γινόμενα, μὴ ὁρμήσαντος τοῦ ζῴου, ἀλλὰ διὰ τὸ συγκατατίθεσθαι μὲν τὸ ζῷον καὶ ὁρμῆσαι γίνεται, μὴ συγκαταθεμένου δὲ οὐ γίνεται, ταῦτα ἐπὶ τῷ ζῴω φασὶν εἶναι, ἐξ ἀνάγκης μὲν ἐσόμενα ὑπ’ αὐτοῦ (οὐ γὰρ οἷόν τε ἄλλως), τῷ δὲ μὴ δύνασθαι δι’ ἄλλου τινὸς ἢ διὰ τούτου γενέσθαι, μηδ’ ἄλλως ἢ οὕτως διὰ τούτου, τὸ εἶναι αὐτὰ ἐπὶ τῷ ζῴῳ οἰηθέντες. ἀλλὰ τοῦτό γε καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου λέγειν ἔστιν. οὔτε γὰρ τὸ διὰ τοῦ πυρὸς γινόμενον ὑπ’ ἄλλου τινὸς ἂν γένοιτο οὔτ’ ἄλλως διὰ τοῦ πυρὸς ἢ διὰ τοῦ θερμῆναι, ὥστ’, ἐπεὶ μηδ’ ἄλλως γένοιτο τὰ διὰ τοῦ πυρὸς γινόμενα ἢ θερμήναντος τοῦ πυρός, καὶ θερμήναντος μὲν αὐτοῦ ἔσται, μὴ θερμήναντος δὲ οὐκ ἔσται, εἴη ἂν ἐπὶ τῷ πυρὶ ταῦτα. τὰ δ’ αὐτὰ καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων ἔσται λέγειν. τί γὰρ δεῖ μακρολογεῖν γεγονότος τοῦ λεγομένου γνωρίμου; ὀνομάτων μὲν οὖν οὐδεὶς φθόνος, τὸ δ’ ἡγεῖσθαι πλέον τι τοῖς ζῴοις διδόναι ἐν τοῖς γινομένοις δι’ αὐτῶν παρὰ τἆλλα, δι’ ὧν τι καὶ αὐτῶν γίνεται, μηδὲν πλέον τοῦ ἐπ’ αὐτοῖς ὀνόματος τηροῦντας αὐτοῖς, τοῦτ’ αὐτὸ αἰτιατέον, ὡς αὐτῶν ἀπατωμένων διὰ τὴν τοῦ ὀνόματος κοινωνίαν, ἢ ὡς τοῦ ἄλλους ἀπατᾶν προαιρουμένων. ἐπὶ τούτῳ δὲ ἐκεῖνο ἄν τις αὐτῶν θαυμάσειεν, τί παθόντες ἐν τῇ ὁρμῇ τε καὶ συγκαταθέσει τὸ ἐφ’ ἡμῖν φασιν εἶναι, δι’ ὃ καὶ ὁμοίως ἐν πᾶσιν τοῖς ζῴοις τηροῦσιν αὐτό. οὐ γὰρ τὸ ἐφ’ ἡμῖν ἐν τῷ φαντασίας προσπεσούσης εἶξαί τε ἐξ ἑαυτῶν τῇ φαντασίᾳ καὶ ὁρμῆσαι ἐπὶ τὸ φανέν, ἀλλὰ τοῦτο μὲν ἂν ἴσως εἴη τοῦ ἑκουσίου κατασκευαστικόν τε καὶ δεικτικόν. οὐ μὴν ταὐτὸν τό τε ἑκούσιον καὶ τὸ ἐφ’ ἡμῖν. ἑκούσιον μὲν γὰρ τὸ ἐξ ἀβιάστου γινόμενον συγκαταθέσεως, ἐφ’ ἡμῖν δὲ τὸ γινόμενον μετὰ τῆς κατὰ λόγον τε καὶ κρίσιν συγκαταθέσεως. διὸ εἴ τι μὲν ἐφ’ ἡμῖν, τοῦτο καὶ ἑκούσιον, οὐ μὴν πᾶν τὸ ἑκούσιον ἐφ’ ἡμῖν. ἑκουσίως μὲν γὰρ καὶ τὰ ἄλογα ζῷα, ὅσα κατὰ τὴν ὁρμήν τε καὶ συγκατάθεσιν τὴν ἐν αὐτοῖς ⟨ποιει⟩, ποιεῖ, τὸ δὲ ἐπ’ αὐτῷ τι εἶναι τῶν γινομένων ὑπ’ αὐτοῦ ἴδιον ἀνθρώπου. τοῦτο γάρ ἐστιν αὐτῷ τῷ εἶναι λογικῷ τὸ ἔχειν ἐν αὐτῷ λόγον τῶν προσπιπτουσῶν φαντασιῶν καὶ ὅλως τῶν πρακτέων τε καὶ μὴ κριτήν τε καὶ 1 γινομένου ES Lond. 2. 3 ἐπ’ αὐτοῖς] ἐφ’ἡμῖν 0 4 fortasse ἐπὶ τῷ ζῴῳ 6 μὴ] fortasse ἢ 7 fortasse ὁρμῆ σαν συγκατατιθεμένου a¹2 ταῦτα] διὰ τοῦτο B² ἐπ’ αὐτῷ 0: ἐπ’ αὐτοῦ Cas. 9 ἄλλως] ἄλλω a12 10 τούτου] ου in lit. V τὸ in lit. B²: τῷ libri 13 ὡς δ’ 0 15 αὐτα V 16 ἐφ᾿ ] ὑφ’ Cas. Lond. 0 17 λεγομένου] inter ο et μ lit. 1 litt. V γνωρίμου V οὖν] γὰρ τᾶλλα V τις a¹2 γίνηται 0 20 τοῦτ’ αὐτὸ] τοῦτ’ αὐτοῖς Η: τοῦτο ES 21 τοῦ (alt.) Va¹²: τοὺς KES0: fortasse τὸ 27 γὰρ om. 0 λόγον] λο in lit. V 31 ποιεῖ add. Schwartz 32 τι εἶναι H γρ. ES0: τιθέναι Va¹² ὑπ’ αὐτοῦ] ὑπὸ τοῦ K: ὑπ’ τοῦ a2 33 τῷ Lond. 0: τὸ Va12: τὸ corr. ex τῷ B ἐν αὐτῷ V τῶν om. O εὑρετήν. διὸ τὰ μὲν ἄλλα ζῷα, ἃ εἴκει ταῖς φαντασίαις μόναις, κατ’ αὐτὰς ἔχει τῶν συγκαταθέσεών τε καὶ τῶν κατὰ τὰς πράξεις ὁρμῶν αἰτίας, ὁ δὲ ἄνθρωπος ἔχει τῶν προσπιπτουσῶν ἔξωθεν φαντασιῶν αὐτῷ περὶ τῶν πρακτέων κριτὴν τὸν λόγον, χρώμενος ἑκάστην αὐτῶν ἐξετάζει, μὴ μόνον εἰ φαίνεται τοιαύτη, ὁποία φαίνεται, ἀλλὰ καὶ εἰ ἔστι. κἂν εὕρῃ ζητῶν κατὰ τὸν λόγον ἀλλοῖον αὐτῆς τοῦ φαίνεσθαι τὸ εἶναι, οὐ διότι τοιάδε τις φαίνεται συνεχώρησεν αὐτῇ, ἀλλ’, ὅτι μὴ καὶ ἔστι τοιαύτη, ἐνίσταται πρὸς αὐτήν. οὕτως γοῦν καὶ ἡδέων τινῶν φαινομένων πολλάκις ἀπέχεται, καίτοι ὄρεξιν ἔχων αὐτῶν, ὅτι μὴ τὸν λόγον ἔσχεν τῷ φαινομένῳ συνᾴδοντα, ὁμοίως δὲ καὶ συμφέροντα φανέντα τινὰ παρῃτήσατο, τῷ λόγῳ τοῦτο δόξαν. εἰ δὲ τὸ ἐφ’ ἡμῖν ἐστι ἐν τῇ λογικῇ συγκαταθέσει, ἥτις διὰ τοῦ βουλεύεσθαι γίνεται, οἱ δὲ ἐν τῇ συγκαταθέσει τε καὶ ὁρμῇ φασιν εἶναι, ὅτι καὶ ἀλόγως γίνεται, δῆλοι δι’ ὧν λέγουσιν ῥᾳθυμότερον περὶ τοῦ ἐφ’ ἡμῖν διαλαμβάνοντες, ὅτι οὔτε ὅτι ποτ’ ἐστὶν αὐτό, οὔτε ἐν τίνι γίνεται, λέγουσιν. τὸ γὰρ εἶναι λογικῷ οὐδὲν ἄλλο ἐστίν, ἢ τὸ ἀρχὴν πράξεων εἶναι. ὡς γὰρ ἄλλῳ ἐν ἄλλῳ τὸ εἶναι, τῷ μὲν ζῴῳ ἐν τῷ ὁρμητικῷ, τῷ δὲ πυρὶ ἐν τῷ θερμῷ τε καὶ θερμαντικῷ, ἄλλῳ δὲ ἐν ἄλλῳ, οὕτως δὲ τῷ ἀνθρώπῳ ἐν τῷ λογικῷ, ὃ ἴσον ἐστὶ τῷ ἐν αὐτῷ ἀρχὴν ἔχειν τοῦ καὶ ἑλέσθαι τι καὶ μή· καὶ τὸ αὐτὸ ἄμφω, ὥστε ὁ τοῦτο ἀναιρῶν ἀναιρεῖ τὸν ἄνθρωπον. ἐοίκασιν δὲ παραλελοιπότες τὸν λόγον ἐν τῇ ὁρμῇ τὸ ἐφ’ ἡμῖν τίθεσθαι, ὅτι μηκέτ’ ἐν τῷ βουλεύεσθαι λέγουσιν αὐτοῖς τὸ ἐφ’ ἡμῖν εἶναι προχωρεῖ τὸ σόφισμα. ἐπὶ μὲν γὰρ τῆς ὁρμῆς ἔχουσιν λέγειν τὸ ἐπὶ τοῖς ζῴοις εἶναι τὰ γινόμενα καθ’ ὁρμήν, ὅτι μὴ οἷά τε χωρὶς ὁρμῆς τὰ δι’ αὐτῶν γινόμενα ποιεῖν, εἰ δ’ ἐν τῷ βουλεύεσθαι τὸ ἐφ’ ἡμῖν, ἔνθεν οὐκέτ’ αὐτοῖς εἴπετο τὸ μὴ δύνασθαι τὰ δι’ ἀνθρώπου γινόμενα ἄλλως γενέσθαι τῷ τὸν ἄνθρωπον ὄντα βουλευτικὸν μὴ πάντα τὰ γινόμενα δι’ αὐτοῦ βουλευόμενον ποιεῖν. οὐ γὰρ πάντα, ἃ ποιοῦμεν, βουλευσάμενοι ποιοῦμεν, ἀλλὰ πολλάκις μέν, οὐ συγχωροῦντος τοῦ καιροῦ τῶν πραχθῆναι δεόντων τῷ βουλεύσασθαι χρόνον, καὶ μὴ βουλευσάμενοί τινα ποιοῦμεν, πολλάκις δὲ καὶ δι’ ἀργίαν ἤ τινα ἄλλην αἰτίαν. εἰ δὲ τὰ μὲν βουλευσαμένων ἡμῶν, τὰ δὲ καὶ μὴ βουλευσαμένων γίνεται, οὐκέτι χώραν ἔχει τὸ λέγειν τὸ τὰ διὰ τοῦ βουλεύεσθαι γινόμενα 1 εὑρέτην V ἄλλα] ἄλογα l. 2 κατ’ αὐτὰς] καὶ ταύτας Η γρ.ES 2 πράξεις v. c. Va¹²: τάξεις V¹ES 3 προσπιπτουσῶν] σων in lit. m1 sive v. c. s. v. V αὐτῷ φαντασιῶν a12 5 ὁποία] ὅμοια Lond. 6 ζητῶν] ζη Supra vers. V αὐτοῖς 0 9 καιτοι V ὄρεξιν ἔχων B²HES: ἔχων ὄρεξιν a12: ὄρεξιν V 11 ⟨ὅτι⟩ τῷ Lond. 0 13 ὅτι περ B² 14 ὅτι addidi: ante ῥαθυμότερον (13) Casp. Or. (,,vel λέγουσιν del.“ 15 αὐτῷ a¹² λογικὸν Lond. 0 16 ἠ V ἄλλῳ ἐν Cas. Ο: ἀπλῶς ἐν Casp. 0: ἄλλως libi 18 alt. ἐν om. a¹² αὑτῷ scripsi: αὐτῷ Lond. O: τῷ Va¹2 19 ἑλέσθαι scripsi: ἔχεσθαι libri: ἐνεργεῖν B² τι] τοῦ coni. 0 ἄμφω] scil. τὸ λογικὸν et ἄνθρωπος (καὶ τὸ αὐτὸ ἀφιέναι coni. Casp. 0) 20 παραλελιπότεσ V: παραλελειπότες H 24 μὴ HSB in lit. Lond. 0: μὴν sic V: μὴν a¹² 25 ἡμιν V 27 ποιεῖ a2 30 ἀργιαν V 32 λέγειν τὸ om. 0 ἐπὶ τῷ ἀνθρώπῳ εἶναι τῷ μὴ δύνασθαι ἄλλως τι δι’ αὐτοῦ γίνεσθαι. ὥστ’, εἰ τὰ μὲν βουλευσάμενοι, τὰ δὲ μὴ βουλευσάμενοι ποιοῦμεν, οὐκέθ’ οὕτως τὰ δι’ ἡμῶν γινόμενα ἀπλῶς γίνεται, ὡς τὰ γινόμενα διὰ τῶν ζῴων ἢ διὰ τοῦ πυρὸς ἢ διὰ τῶν βαρέων δύο σωμάτων. εἰ δ’ ἔχομεν καὶ τοῦ βουλευσάμενοί τι ποιεῖν παρὰ τῆς φύσεως τὴν ἐξουσίαν, δῆλον ὡς ἔχοιμεν ἂν ἐξουσίαν καὶ τοῦ διὰ τοῦ βουλεύσασθαι ἄλλο τι πρᾶξαι, καὶ μὴ πάντως τοῦτο ὃ καὶ βουλευσάμενοι ἦν ἂν βουλευοίμεθα. τὸ δ’ ἐποχουμένους ΧV τῷ εἰ δὴ τῶν αὐτῶν περιεστώτων ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἐνεργήσει τις, ἀναίτιον κίνησιν εἰσάγεσθαι’ διὰ τοῦτο λέγειν μὴ δύνασθαι οὗ πράξει τις πρᾶξαι τὸ ἀντικείμενον, μήποτε καὶ αὐτὸ τῶν ὁμοίως τοῖς προειρημένοις παρορωμένων. οὐ γὰρ πάντως ἀεὶ τὰ γινόμενα κατὰ αἰτίαν ἔξωθεν ἔχει τοῦ γίνεσθαι τὴν αἰτίαν. διὰ γὰρ τὴν τοιαύτην ἐξουσίαν ἐστί τι ἐφ’ ἡμῖν, ὅτι τῶν οὕτως γινομένων ἡμεῖς ἐσμεν κύριοι, ἀλλ’ οὐκ ἔξωθέν τις αἰτία. διὸ οὐκ ἀναιτίως τὰ οὕτω γινόμενα γίνεται, παρ’ ἡμῶν τὴν αἰτίαν ἔχοντα. ὁ γὰρ ἄνθρωπος ἀρχὴ καὶ αἰτία τῶν δι’ αὐτοῦ γινομένων πράξεων, καὶ τοῦτό ἐστι τὸ εἶναι ἀνθρώπῳ τὸ τοῦ πράττειν οὕτως τὴν ἀρχὴν ἔχει ἐν αὑτῷ, ὡς τῇ σφαίρᾳ τὸ κατὰ τοῦ πρανοῦς κυλιομένῃ φέρεσθαι. διὸ τῶν μὲν ἄλλων ἕκαστον ἕπεται ταῖς ἔξωθεν αὐτῷ περιεστώσαις αἰτίαις, ὁ δ’ ἄνθρωπος οὔχ, ὅτι ἐστὶν αὐτῷ τὸ εἶναι ἐν τῷ ἔχειν ἀρχήν τε καὶ αἰτίαν ἐν αὐτῷ, ὡς μὴ πάντως ἕπεσθαι τοῖς περιεστῶσιν ἔξωθεν αὐτῷ. καὶ γὰρ εἰ ἦν ἡμῖν ἡ περὶ τῶν πρακτέων κρίσις πρὸς ἕνα γινομένη σκοπόν, ἴσως ἂν εἶχέ τινα λόγον τὸ ἀεὶ περὶ τῶν αὐτῶν ὁμοίας ἡμῖν γίνεσθαι τὰς κρίσεις. ἐπεὶ δ’ οὐχ οὕτως ἔχει (αἱρούμεθα γάρ, ἃ αἱρούμεθα, ποτὲ μὲν διὰ τὸ καλόν τι, ποτὲ δὲ διὰ τὸ ἡδύ, ποτὲ δὲ διὰ τὸ σύμφορον, καὶ οὐ ταὐτὰ τούτων ποιητικά), ἐνδέχεται νῦν μὲν ἐπὶ τὸ καλὸν κινηθέντα ἡμᾶς τάδε τῶν περιεστώτων προκείμενα, αὖθις δὲ ἄλλα, πρὸς τὸ ἡδύ ἢ τὸ συμφέρον τὴν ἀναφορὰν τῆς κρίσεως ποιουμένους. ὡς γὰρ οὐ ζητοῦμεν ἄλλην τινὰ αἰτίαν, δι’ ἣν κατὰ βαρύτητα τὴν ἐν αὐτῇ ἡ γῆ φέρεται κάτω, ἢ δι’ ἣν αἰτίαν, ἃ πράσσει τὸ ζῷον, πράσσει καθ’ ὁρμήν, τῷ ταύτην ἕκαστον αὐτῶν τὴν αἰτίαν ἐξ αὐτοῦ πρὸς τὰ γινόμενα συντελεῖν, τοιοῦτον ὂν τὴν φύσιν, οὕτως οὐδ’ ἐπὶ τῶν ἄλλοτ’ 1 ⟨οὐκ⟩ ἐπὶ Schulthess τῷ ἀνθρώπῳ Lond. 0: τῶν ἀνθρώπων Va12: τοῖς ἀνθρώποις B² γινεσθαι V 3 ὡς δ᾿  Ο 5 τι ⟨καὶ τοῦ μὴ βουλευσάμενοι⟩ Schwartz 6 ἂν addidi ⟨μὴ⟩ βουλεύσασθαι Schulthess 7 βουλευσαμένων Cas. 0 ἦν ἂν a¹2: ην αν (sic) V: ην ἂν sic B: ἢν ἂν K βουλευώμεθα a² καὶ ⟨μὴ⟩ βουλευσάμενοι ⟨ἂν ἐπράξαμεν· μάτ⟩ην ⟨γὰρ⟩ ἂν β. Schwartz 7. 8 ἐποχουμένους scipsi, cf. 196,15: ἐποχουμένων libri 8 τῷ εἰ δὴ Schwartz: τωιειδει V: τῷ εἴδει a¹2: τῷ εἰ Casp. 0 ὅτε .. ὅτε Lond. 0 9 νομίζειν κίνησιν B² ⟨καὶ διὰ B2 Cas. Gercke 12 ἔχει] χει in lit. V 13 ἐστί ἔτι Cas. 14 alt. οὐκ add. Schultess 0 ἀναιτίως ⟨τῶν ἔξωθεν⟩ Cas. 15 τὴν supra vers. V αὐτου V 17 lacunam indicavi 20 ⟨ὡς⟩ μὴ scripsi: μὴ Va¹2: τὸ μὴ H: τῷ μὴ SO: τοῦ μὴ E 21 καὶ] εἰ 0 εἰ addidi ἦν om. a¹2 22 ἂν addidi εἶχέ Lond. 0: εἰ δὲ Va1² τῶν om. HO 23 ὁμοίως a1² 25 σύμφορον Ba¹: συμφορον V: συμφέρον a2 26 lacunam indicavi 27 ἄλλα ⟨αἱρεῖσθα⟩ Schultess 0 28 κατὰ τὴν B² 29 αὐτῃ V πράσσει] σσει in lit. V 30 ὁρμην V fortasse τῷ ⟨διὰ⟩ ταύτην ἄλλως ὑφ’ ἡμῶν γινομένων ἐπὶ περιεστῶσι τοῖς ἄλλοις ἄλλην τινὰ αἰτίαν ἀπαιτητέον παρ’ αὐτὸν τὸν ἄνθρωπον. τοῦτο γὰρ ἦν τὸ ἀνθρώπῳ εἶναι, τὸ γὰρ ἀρχὴ καὶ αἰτία εἶναι τῶν δι’ αὐτοῦ γινομένων πράξεων. τὸ δὲ λέγειν καὶ τοὺς βουλευσαμένους τῷ φαινομένῳ συγκατατίθεσθαι, καὶ διὰ τοῦτο καὶ τῇ φαντασίᾳ ὁμοίως τοῖς ἄλλοις ζῴοις ἕπεσθαι, οὐκ ἀληθές. οὐ γὰρ φαντασία τὸ φαινόμενον πᾶν. ἡ μὲν γὰρ φαντασία ἁπλῆ τε καὶ χωρὶς λόγου ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων γίνεται, ἐοικυῖα ταῖς αἰσθητικαῖς ἐνεργείαις, διὸ καὶ τὴν ἰσχὺν ἐν τοῖς ἀλόγοις ζῴοις ἔχει μάλιστα, φαίνεται δέ τινα καὶ διὰ λόγου τε καὶ παρὰ συλλογισμοῦ τὴν αἰτίαν τοῦ φαίνεσθαι λαμβάνοντα, ἃ οὐκέτ’ ἄν τις φαντασίας λέγοι. ὁ γὰρ διὰ τὸν γινόμενον παρ’ αὐτοῖς ἐν τῷ βουλεύεσθαι συλλογισμὸν συγκαταθέμενός τινι αὐτὸς αὐτῷ τῆς συγκαταθέσεως αἴτιος.