Τὰ δὲ λέγειν μὴ ἀναιρεῖσθαι πάντων γινομένων καθ’ εἱμαρμένην τὸ Χ δυνατόν τε καὶ ἐνδεχόμενον τῷ δυνατὸν μὲν εἶναι γενέσθαι τοῦτο ὃ ὑπ’ οὐδενὸς κωλύεται γενέσθαι, κἂν μὴ γένηται (τῶν δὲ καθ’ εἱμαρμένην γινομένων οὐ κεκωλῦσθαι τὰ ἀντικείμενα γενέσθαι· διὸ καίτοι μὴ γινόμενα ὅμως ἐστὶ δυνατά), καὶ τοῦ μὴ κεκωλῦσθαι γενέσθαι αὐτὰ ἀπόδειξιν φέρειν τὸ ἡμῖν τὰ κωλύοντα αὐτὰ ἂν ἄγνωστα εἶναι πάντως μέν τινα ὄντα (ἃ γάρ ἐστιν αἴτια τοῦ γίνεσθαι τὰ ἀντικείμενα αὐτοῖς καθ’ εἱμαρμένην, ταῦτα καὶ τοῦ μὴ γίνεσθαι τούτοις αἴτια, εἴ γε ὥς φασιν ἀδύνατον τῶν αὐτῶν περιεστώτων γίνεσθαι τὰ ἀντικείμενα· ἀλλ’ ὅτι μὴ ἡμῖν ἐστι γνώριμά τινα ἅ ἐστι, διὰ τοῦτο ἀκώλυτον αὐτῶν τὸ μὴ γίνεσθαι λέγουσιν), τὸ δὴ ταῦτα λέγειν πῶς οὐ παιζόντων ἐστὶν ἐν οὐ παιδιᾶς λόγοις δεομένοις; τὸ γὰρ ἡμᾶς ἀγνοεῖν, οὐδὲν πρὸς τὸ εἶναι ἢ μὴ εἶναι τὰ πράγματα· δῆλοι γάρ εἰσιν οἱ λέγοντες οὕτως ὡς τῇ ἡμετέρᾳ γνωρίσει τὸ δυνατὸν ἔσται κατ’ αὐτούς. τοῖς γὰρ γνωρίζειν αὐτῶν τὰ αἴτια δυναμένοις (οὗτοι δ’ ἂν εἶεν 1 γεγονός. τὸ Lond. O: γεγονώς. τὸ E2K δὲ om. a1 3 ἦν ἐν θατέρῳ HS: ην ενθ’ ατερωι sic V: ην ἐν θατέρω sic Β: ἦν ἔν |θατέρῳ Ε: ἦν ἐνδεχόμενον ἐν θατέρῳ a¹² αὑτῷ scripsi: αὐτῶν libri ἀντικειμένῳ scripsi: ἀντικειμένων V: καὶ τῶν ἀντικειμένων a²: καὶ τὸ ἀντικείμενον a1 5 τε del. V²: om. a¹² 6 ἐστιν ἐν αὐτοῖς V: ἐν αὐτοῖς ἐνδεχόμενόν ἐστιν a¹²: ἐν αὐτοῖς B: ἐν αὐτοῖς ἐστιν O τὰ om. 0 7 τῶν ἀντικειμένων ὄντα V²a¹: τοῖς ἀντικειμένοις ων sic V¹: τοῖς ἀντικειμένοις ὧν a² τέ ἐστιν ἐν οἷς ἐστιν V²,¹²: ἐν οἷς ἐστιν V¹: ἐν οἷς τέ ἐστιν ESK 9 τε καὶ 0 10.11 ὅντινα οὖν a2 11 ἐναντίων] τ in lit. V εἰ γὰρ—ἐπιδεκτικὰ τοῦ ἐναντίου (12)] μὴ τοῦ ἐναντίου a2: τοῦ ἐναντίου ES 14 cf. quae disputavi de sequentibus in Mus. Rhen. XLIV, 613 sq. μὴ (μ add. v. c. V, corr. ex ἢ Ε, ἢ S)] εἰ γὰρ τὰ ἐξ ἀνάγκης ὄντα ἔν τινι ἀνεπίδεκτα τοῦ ἐναντίου αὐτῷ τὰ ἐπιδεκτικὰ a2 16 κἂν] ἂν a¹² δὲ v. c. Va¹: om. a2 16.17 γενομένων 0 17 κεκωλῦσθαι Usener: κεκώλυται litbri 18 φέρει HO 19 αὐτὰ V²a¹²: αὐτὰ ἂν V1 20 γενέσθαι a1 21 γενέσθαι a¹² τούτοις] οὔτοι Gercke εἴ γε a¹2: ουει γε sic V: οὗ εἴ γε ES 23 ἅ om. av μὴ sic V: μὴ a¹2 24 τοιαῦτα 0 παιδείας a2 26 ὡς s. v. V γνωρίσει V2a¹²: γνωρίζει V¹: γνωρίζειν S 27 δυναμένοις] δ in lit. V οἱ μάντεις) οὐκ ἔσται δυνατὰ ὄντα δυνατοῖς εἰδόσιν μὲν αὐτὰ κεκωλυκέναι ἀγνοοῦσιν δὲ ὑφ’ ἡμῶν κωλύοντες. σώζοντες δὲ τὴν τοῦ δυνατοῦ φύσιν οὕτως ὡς εἰρήκαμεν διὰ τοῦτό φασιν μηδὲ τὰ γιγνόμενα καθ’ εἱμαρμένην καίτοι ἀπαραβάτως γινόμενα ἐξ ἀνάγκης γίνεσθαι, ὅτι ἐστὶν αὐτοῖς δυνατὸν γενέσθαι καὶ τὸ ἀντικείμενον, δυνατὸν οὕτως ὡς προείρηται. ἀλλὰ ταῦτα μὲν παιζόντων ὥσπερ εἶπόν ἐστιν, ἀλλ’ οὐ παρισταμένων δόγματι. ὅμοιον δὲ τούτῳ καὶ τὸ λέγειν, τὸ ἀξίωμα τὸ ἔσται αὔριον ναυμαχία’ ἀληθὲς μὲν εἶναι δύνασθαι, οὐ μέντοι καὶ ἀναγκαῖον. ἀναγκαῖον μὲν γὰρ τὸ ἀεὶ ἀληθές, τοῦτο δὲ οὐκέτ’ ἀληθὲς μένει, ἐπειδὰν ἡ ναυμαχία γένηται. εἰ δὲ μὴ τοῦτο ἀναγκαῖον, οὐδὲ τὸ ὑπ’ αὐτοῦ σημαινόμενον τὸ ἐξ ἀνάγκης ἔσεσθαι ναυμαχίαν. εἰ δὲ ἔσται μὲν οὐκ ἐξ ἀνάγκης ἀληθές, ἀληθοῦς ὄντος τοῦ ἔσεσθαι ναυμαχίαν, οὐκ ἐξ ἀνάγκης δέ, ἐνδεχομένως δηλονότι. εἰ δὲ ἐνδεχομένως, οὐκ ἀναιρεῖται τὸ ἐνδεχομένως τινὰ γενέσθαι ὑπὸ τοῦ πάντα γίνεσθαι καθ᾿  εἱμαρμένην. πάλιν γὰρ καὶ τοῦτο ὅμοιον τῷ προειρημένῳ · ὁμοῦ γὰρ παιζόντων ὁμοῦ δὲ ἀγνοούντων περὶ ὧν λέγουσιν. οὔτε γὰρ πᾶν τὸ ἐξ ἀνάγκης γιγνόμενον ἀναγκαῖον, εἴ γε τὸ μὲν ἀναγκαῖον ἀίδιον, τὸ δὲ ἐξ ἀνάγκης γινόμενον ὑπ’ αὐτοῦ τοῦ γίνεσθαι τοιοῦτον εἶναι κεκώλυται, οὔτε τὸ ἀξίωμα τὸ τοῦτο λέγον ἀναγκαῖον, εἴ γε μὴ τὸ ὑπ’ αὐτοῦ σημαινόμενον τοιοῦτον. οὐ γὰρ πᾶν ἀξίωμα, ἐν τὸ ἀναγκαῖον περιέχεται, ἀναγκαῖον ἤδη εἴ γε μήν· οὐ γὰρ ταύτῃ τὸ ἀναγκαῖον ἀξίωμα κρίνεται, ἀλλὰ τῷ μὴ μεταπίπτειν δύνασθαι εἰς ψεῦδος ἐξ ἀληθοῦς. εἰ τοίνυν μὴ ἀναγκαῖον, οὐδὲν κεκώλυται ἀληθὲς εἶναι ὡς τὸ ἔσται αὔριον ναυμαχία’· εἰ γὰρ ὡς ἀναγκαῖον λεγόμενον διὰ τὴν τοῦ ἀναγκαίου προσθήκην οὐκ ἀληθές, εἰ μὴ λέγοιτο ἀναγκαῖον τῇ τοῦ ἐξ ἀνάγκης προσθέσει, ἀληθὲς ἂν μένοι ὁμοίως τῷ χωρὶς τῆσδε τῆς προσθήκης λεγομένῳ. ἀλλ’ εἰ τότ’ ἀληθές, ἀληθὲς ἔσται, ἐνστάσης τῆς αὔριον, ἀξίωμα τὸ ἐξ ἀνάγκης γεγονέναι ναυμαχίαν. εἰ δὲ ἐξ ἀνάγκης, οὐκ ἐνδεχομένως. καὶ γὰρ εἰ ἀληθές ἐστι τὸ αὔριον ἔσται ναυμαχία’, ἀεὶ γενέσθαι ναυμαχίαν καθ’ εἱμαρμένην ἔσται, εἴ γε 1 εἰδόσιν V: εἰσι a2: εἴδοσι a1 κεχωλυκέναι a¹ 1. 2 ὄντα — κωλύοντες] αὐτὰ τοῖς εἰδόσι δυνάμενα αὐτὰ (αὐτὰ om. Ο) κεκωλυκέναι, ἀγνοοῦσι δὲ ἡμῖν τὰ κωλύοντα δυνατὰ ἔσται Lond. 0 4 ἐν αὐτοῖς K 5 ἀντικειμενον V δυνατοῦ (alt.) Lond. 0 ὡς] λεγομένου ὡς Lond. 0 6 τοῦτο 0 μὲν] μὴ a1 7 λέγ. καὶ τὸ ἀξ a2 9 μένει Usenerus: μὲν libri ἐπειδὰν ἡ Va1 Lond.: ἐπειδὰν δὲ ἡ a2: εἰ μὴ ἐπειδὰν B²: ἐπειδὰν μὴ ἡ Usenerus sed cf. l. c. p. γένηται ἀληθές a² 10 ἀνάγκης] εἱμαρμένης Ηeine 11 ἔσεται a2 13 ἐνδεχομενον ωσ i. e. ἐνδεχομένως (alt.) V: ἐνδεχόμενον ὡς a¹2 (ἐνδεχόμενον ὥστε γενέσθαι Β2) 14 πάντα λέγοντος γίνεσθαι Lond. 0 πάλιν] εἰ πάντα Η γρ. ES ⟨ὅμοιον τῷ προειρημένῳ⟩· ὁμοῦ scripsi 15 γὰρ παιζόντων V: μὲν γὰρ παιζόντων B: παιζόντων ἐστὶ a¹2 16 γενόμενον 0 17 γίνεσθαι] σθαι in lit. V 18 μὴ τὸ Lond. 0: τό μὴ Va¹: τὸ a2: del. B²; cf. l. c. 614 sq. 19 μὴ τοιοῦτον B2 20 εἴ γε μὴν Va¹: om. a2: εἴ γε μὴ B2: fortasse δεῖ λέγειν οὐ γὰρ del. B² ἀναγκαῖον om. a2 22 ὡς delevi 23 λεγόμενον scripsi: γινόμενον libri 24 λέγοιτο scripsi: γίνοιτο (γένοιτο KES) libri 25 τότ’ scripsi: τοῦτ’ libri 26 ἐνστάσει a² γεγόνεναι V 27 δὲ] γὰρ O πάντα τὰ γινόμενα καθ’ εἱμαρμένην. ἀλλ’ εἰ καθ’ εἱμαρμένην, ἀπαραβάτως, εἰ δ’⟩ ἀπαραβάτως, οὐκ ἐνδέχεται μὴ γενέσθαι, ὃ δὲ οὐκ ἐνδέχεται μὴ γενέσθαι, τοῦτο ἀδύνατον μὴ γενέσθαι, ὃ δὲ ἀδύνατον μὴ γενέσθαι, πῶς οἷόν τε τοῦτο λέγειν ἐνδέχεσθαι καὶ μὴ γενέσθαι; τὸ γὰρ ἀδύνατον μὴ γενέσθαι ἀναγκαῖον γενέσθαι. πάντα ἄρα τὰ καθ’ εἱμαρμένην γινόμενα ἐξ ἀνάγκης ἔσται κατ’ αὐτούς, ἀλλ’ οὐχὶ καὶ ἐνδεχομένως, ὡς παίζοντες λέγουσιν. Ἀκολουθεῖ δὲ τῷ πάντα τὰ γινόμενα προκαταβεβλημέναις καὶ ὡρισμέναις ΧΙ καὶ προυπαρχούσαις τισὶν αἰτίαις ἔσεσθαι τὸ καὶ βουλεύεσθαι τοὺς ἀνθρώπους μάτην περὶ τῶν πρακτέων αὐτοῖς. εἰ δὲ τὸ βουλεύεσθαι μάτην, μάτην ἂν ἄνθρωπος εἴη βουλευτικός. καίτοι εἰ μηδὲν μάτην ἡ φύσις ποιεῖ τῶν προηγουμένων, τὸ δὲ βουλευτικὸν εἶναι ζῷον τὸν ἄνθρωπον προηγουμένως ὑπὸ τῆς φύσεως, ἀλλ’ οὐ κατ’ ἐπακολούθημά τι καὶ σύμπτωμα τοῖς προηγουμένως γινομένοις γίνοιτο, συνάγοιτο ἂν ⟨τὸ⟩ μὴ εἶναι μάτην τοὺς ἀνθρώπους βουλευτικούς. ὅτι δὲ τὸ βουλεύεσθαι μάτην πάντων γινομένων ἐξ ἀνάγκης, ῥᾴδιον γνῶναι τὴν τοῦ βουλεύεσθαι χρείαν εἰδόσιν. ὁμολογεῖται δὴ πρὸς ἀπάντων τὸ τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον τοῦτο παρὰ τῆς φύσεως ἔχειν πλέον τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ’ ἔχειν παρ’ αὐτῆς κριτὴν τῶν προσπιπτουσῶν φαντασιῶν περί τινων ὡς αἱρετῶν τὸν λόγον, ᾧ χρώμενος, εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα, οἷα τὴν ἀρχὴν ἐφάνη, καὶ ἔστι, συγκατατίθεταί τε τῇ φαντασίᾳ καὶ οὕτως μέτεισιν αὐτά, εἰ δὲ ἀλλοῖα φαίνεται ἢ ἄλλο τι αὖ αἱρετώτερον, ἐκεῖνο αἱρεῖται καταλείπων τὸ τὴν ἀρχὴν ὡς αἱρετὸν αὐτῷ φανέν. πολλὰ γοῦν ταῖς πρώταις φαντασίαις ἡμῖν ἀλλοῖα δόξαντα οὐκέτ’ ἔμεινεν ἐπὶ τῆς προλήψεως ἐλέγξαντος αὐτὰ τοῦ λόγου. διὸ πραχθέντα ἂν ὅσον ἐπὶ τῇ αὐτῶν γενομένῃ φαντασίᾳ γενομένη , διὰ τὸ βουλεύσασθαι περὶ αὐτῶν οὐκ ἐπράχθη, ἡμῶν τοῦ τε βουλεύσασθαι καὶ τῆς αἱρέσεως τῶν ἐκ τῆς βουλῆς ὄντων κυρίων. διὰ τοῦτο γοῦν οὔτε περὶ τῶν ἀιδίων βουλευόμεθα οὔτε περὶ τῶν ὁμολογουμένως γινομένων ἐξ ἀνάγκης, ὅτι μηδὲν ἡμῖν ἐκ τοῦ περὶ αὐτῶν βουλεύεσθαι περιγίνεται πλέον. ἀλλ’ οὐδὲ περὶ τῶν ἐξ ἀνάγκης μὲν μὴ γινομένων, ἐπ’ ἄλλοις δέ τισιν ὄντων βουλευόμεθα, ὅτι μηδὲ ἀπὸ τῆς περὶ ἐκείνων βουλῆς ὄφελός τι ἡμῖν· ἀλλ’ οὐδὲ περὶ τῶν ἡμῖν μὲν πρακτῶν, παρεληλυθότων δὲ βουλευόμεθα, ὅτι 2 δ᾿  om. Va¹ 4 καὶ s. v. V 9 ἔσεσθαι] fortasse ἕ π ε σ θ αι 10 αὑτοῖς 0 10. 11 μάτην μάτην ἂν a¹: μάτην μάτην V: μάτην ἂν a² 12 φύσιν a2 14 τὸ add. a¹² cf. 208,2 16 βουλευεσθαι V χρείαν] ρ in lit. V 17 δὲ Cas. Lond. 0 ἄλλον Lond. 18 τοῦτο om. 0 τοῦτο παρὰ τῆς φύσεως — λόγου (25)] cf. Eusebius praep. ev. V, 9. 272a: ἀλλ’ ἐναργῶς φαίνεται τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος μόνος τοῦτο κτλ. ἔχων Eusebius 19 ἔχειν τῶν προσπιπτόντων κριτὴν τὸν λόγον Eusebius τῶν om. a¹² 21 τε] τι K: om. ES Eusebius 22 ἢ B¹ES: εἰ VB²a¹²: καὶ Lond. 0 ἢ—δόξαντα (24) om. Εusebius 23 αὐχὴν a2 25 ἐλέγξαντος] γ s. v. V λόγου διὰ τὸ συμβουλεύσασθαι (βουλεύσασθαι p. l.) περὶ αὐτῶν Eusebius 26 γενομένη sic i. e. del. V: γενομένῃ B2: γινομένῃ a¹² 28 ὄντωσ κυρίωσ V¹ (corr. v. c ) γοῦν] γὰρ 0 μηδὲ τῇ περὶ τούτων βουλῇ πλέον τι ἡμῖν γίνεται. βουλευόμεθα δὲ περὶ μόνων τῶν ὑφ’ ἡμῶν τε πραττομένων καὶ μελλόντων, δῆλον ὡς ἕξοντές τι διὰ τούτου πλέον εἰς τὴν αἵρεσίν τε καὶ πρᾶξιν αὐτῶν. εἰ γάρ, ἐν οἷς οὐδὲν ἡμῖν πλέον ἐκ τοῦ βουλεύεσθαι τοῦ βουλεύεσθαι αὐτοῦ μόνου περιγίνεται, οὐ βουλευόμεθα, δῆλον ὡς ἐν οἷς βουλευόμεθα πλέον τι ἕξοντες ἐκ τοῦ βουλεύεσθαι παρὰ τὸ βουλεύσασθαι βουλευόμεθα περὶ αὐτῶν ἐπ’ αὐτό τε τὸ βουλεύσασθαι περιγίνεται καὶ περὶ τῶν ἄλλων βουλευομένοις περὶ ὧν προειρήκαμεν. τί ποτ’ οὖν τὸ περιγινόμενον ἐκ τῆς βουλῆς; τὸ ἔχοντας ἡμᾶς ἐξουσίαν τῆς αἱρέσεως τῶν πρακτέων, ὃ οὐκ ἂν ἐπράξαμεν μὴ βουλευσάμενοι τῷ ἄλλο πρᾶξαι ἂν διὰ τὸ εἶξαι τῇ προσπεσούσῃ φαντασίᾳ, τοῦτο αἱρετώτερον ὑπὸ λόγου φανὲν αἱρεῖσθαί τε καὶ πράττειν πρὸ ἐκείνου· ὃ γίνοιτ’ ἄν, εἰ μὴ πάντα πράττομεν κατηναγκασμένως. εἰ δὲ εἴημεν πάντα ἃ πράττομεν πράττοντες διά τινας αἰτίας προκαταβεβλημένας ὡς μηδεμίαν ἔχειν ἐξουσίαν τοῦ πρᾶξαι τόδε τι καὶ μή, ἀλλ’ ἀφωρισμένως ἕκαστον πράττειν ὧν πράττομεν, παραπλησίως τῷ θερμαίνοντι πυρὶ καὶ τῷ λίθῳ τῷ κάτω φερομένῳ καὶ τῷ κατὰ τοῦ πρανοῦς κυλιομένῳ κυλίνδρῳ, τί πλέον ἡμῖν εἰς τὸ πράττειν ἐκ τοῦ βουλεύσασθαι περὶ τοῦ πραχθησομένου γίνεται; ὃ γὰρ ἂν ἐπράξαμεν μὴ βουλευσάμενοι, τοῦτο καὶ μετὰ τὸ βουλεύσασθαι πράττειν ἀνάγκη, ὥστ’ οὐδὲν ἡμῖν πλέον ἐκ τοῦ βουλεύσασθαι αὐτοῦ τοῦ βουλεύσασθαι περιγίνεται. ἀλλὰ μὴν τοῦτο καὶ ἐπὶ τῶν ⟨οὐκ⟩ ἐφ’ ἡμῖν δυνάμενοι ποιεῖν ὡς ἄχρηστον ἂν παρῃτούμεθα. ἄχρηστον ἄρα τὸ βουλεύσασθαι, καὶ ἐφ’ ὧν αὐτῷ ὥς τι χρήσιμον ἡμῖν παρεχομένῳ χρώμεθα. ᾧ εἴπετο τὸ μάτην ἡμῖν ὑπὸ τῆς φύσεως τὸ βουλευτικοῖς εἶναι δεδόσθαι. ᾧ προστεθέντος τοῦ αὐτοῖς γε τούτοις καὶ κοινῶς πᾶσιν σχεδὸν τοῖς φιλοσοφοῦσιν δοκοῦντος, τοῦ μηδὲν ὑπὸ τῆς φύσεως γίνεσθαι μάτην, ἀναιροῖτο ἄν, ᾧ εἴπετο τὸ μάτην ἡμᾶς εἶναι βουλευτικούς. 1 πλέον τι Lond. 0: δέόντι Va¹2 βουλευόμεθα] cf. Eusebius pr. ev. VI, 9. 272b: βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα (βουλόμεθα p. l.) πράττειν· εἰ δέ ποτε μὴ βουλευσάμενοι πράττοιμεν, πολλάκις μετανοοῦμεν καὶ μεμφόμεθα ἑαυτοῖς τῆς ἀβουλίας· ἀλλὰ κἂν ἄλλους ἴδωμεν ἀβούλως πράττοντας ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν ἀξιοῦμέν τε συμβούλοις τοῖσδε χρῆσθαι ὡς ἐφ’ ἡμῖν ὄντων τῶν τοιούτων 2 ἡμων V 3 ἔξοντός a2 τοῦτο 0 4 τοῦ βουλεύεσθαι addidi cf. v. 20 5. 6 πλέον—βουλευόμεθα om. a¹2 6 τὸ corr. ex τοῦ B: τὸυ sic V: τοῦ HESO 6 (et 7) βουλεύσασθαι] βουλεύεσθαι 6—8 fortasse αὐτῶν. ⟨εἰ δέ τι⟩ ἐπ’ αὐτό γε τ. β. π. [ καὶ] π. τῶν ἄλλ. βουλ. π. ὧν προειρήκαμεν, τί ποτ’ κτλ. 6 παρὰ τοῦ βουλεύεσθαι περὶ αὐτῶν ἐπ’ αὐτὸ τὸ βουλεύεσθαι περιγίνεται πλέον coni. Casp. 0 7 τε om. a¹² καὶ] πλέον ἢ Lond. 9 ἐξουσίαν V: τὴν ἐξουσίαν 0 10 ἄλλου sic V: ἄλλο HB²: ἄλλου B¹a1²: ἄλλο τι Cas. εἷξαι V πρόσ πεσούσηι V 12 εἴη μὴ a¹2 14 ἐξουσίαν ἔχειν a1² 16 καταφερομένῳ· a¹² τῷ κατὰ om. a1 ² 21 οὐκ add. Lond. 0 παραιτούμεθα Cas. 0 22 ὥς τι] fortasse ὡς ⟨εἴς⟩ τι 23 παρεχομένωι V: παρεχόμενοι v. c. V: παρεχομένων ES: παρεχομένη a1² 23—180,2 ᾧ εἵπετο— ἀντικείμενα] dubito num haec Alexandri sint v. c. V: ὡς V¹a¹²: οἷς Lond. alt. τὸ B²: τοῦ libri 24 ᾧ v. c. V: ὡς V¹a¹2: οἷς Lond. 24. 25 κινῶς a¹¹ 25 τοῦ B²: τὸ litbri 26 ἀναιρεῖτο a¹2: ἀνῃρεῖτο Cas. ᾧ B²: ὡς Va1²: οἷς Lond. βουλευτικοῖς K: βουλευτικοῦς a¹² ομένων ὑφ’ ἡμῶν μὴ ἔχειν ἡμᾶς τοιαύτην ὑφ’ ἡμῶν μὴ ἔχειν ἡμᾶς τοιαύτην ἐξουσίαν, ὡς δύνασθαι τὰ ἀντικείμενα. | Ἀναιρουμένου δὲ ὡς ἐδείχθη τοῦ βουλεύσασθαι κατ’ αὐτοὺς ἀναιρεῖται 40 ΧΙΙ καὶ τὸ ἐφ’ ἡμῖν προδήλως. τοῦτο γὰρ ἐφ’ ἡμῖν πάντες, ὅσοι μὴ θέσει τινὶ παρίστανται, παρειλήφασιν εἶναι, οὗ ἡμεῖς μὲν καὶ τοῦ πραχθῆναι καὶ τοῦ μὴ πραχθῆναι κύριοι, οὐχ ἑπόμενοί τισιν ἔξωθεν ἡμᾶς περιστᾶσιν αἰτίοις οὐδὲ ἐνδιδόντες αὐτοῖς, ᾗ ἐκεῖνα ἄγει, καὶ ἡ προαίρεσις, τὸ ἴδιον ἔργον τῶν ἀνθρώπων, περὶ ταὐτό· ἡ γὰρ ἐπὶ τὸ προκριθὲν ἐκ τῆς βουλῆς μετὰ ὀρέξεως ὁρμὴ προαίρεσις. διὸ οὐδὲ ἐπὶ τοῖς ἀναγκαίως γινομένοις ἡ προαίρεσις οὔτε ἐπὶ τοῖς μὴ ἀναγκαίως μὲν μὴ δι’ ἡμῶν δέ , ἀλλ’ οὐδὲ ἐν πᾶσιν τοῖς δι’ ἡμῶν, ἀλλ’ ἐν τούτοις τοῖς γινομένοις δι’ ἡμῶν, ὧν ἡμεῖς καὶ τοῦ πρᾶξαι καὶ τοῦ μὴ πρᾶξαι κύριοι. ὁ γὰρ βουλευόμενος περί τινος ἤτοι περὶ τοῦ δεῖν αὐτὸ πράττειν ἢ μὴ πράττειν βουλεύεται, ἢ σπουδάζων ὡς περὶ ἀγαθόν τι ζητεῖ, δι’ ὧν ἂν τούτου τύχοι· κἂν μὲν ἀδυνάτῳ τινὶ ζητῶν ἐντύχῃ, τοῦ μὲν ἀφίσταται, ἀφίσταται δὲ ὁμοίως καὶ τῶν δυνατῶν μέν, οὐκ ὄντων δὲ ἐπ’ αὐτῷ, μένει δὲ ἐν τῇ περὶ τοῦ προκειμένου ζητήσει, ἕως ἂν ἐντύχῃ τινί, οὖ τὴν ἐξουσίαν αὐτὸς ἔχειν πέπεισται, μεθ’ ὃ παυσάμενος τοῦ βουλεύεσθαι ὡς ἀναγαγών τὴν ζήτησιν ἐφ’ αὐτό, ὅ ἐστιν ἀρχὴ τῶν πράξεων, ἄρχεται τῆς πρὸς τὸ προκείμενον πράξεως. γίνεται δὲ καὶ ἡ ζήτησις αὐτῷ ὡς ἐξουσίαν ἔχοντι τοῦ πράττειν καὶ τὰ ἀντικείμενα. καθ’ ἕκαστον γὰρ τῶν ὑπὸ τὴν βουλὴν ἡ ζήτησις βουλευομένῳ γίνεται, πότερον τοῦτο ἢ τὸ ἀντικείμενον αὐτῷ πρακτέον μοι, κἂν πάντα λέγῃ γίνεσθαι καθ’ εἱμαρμένην. ἐλέγχει γὰρ ἡ ἐν τοῖς πρακτοῖς ἀλήθεια τὰς περὶ αὐτῶν ἡμαρτημένας δόξας· ἣν πλάνην κοινῶς πάντας ἀνθρώπους ὑπὸ τῆς φύσεως πεπλανῆσθαι πῶς οὐκ ἄτοπον λέγειν; ὅτι γὰρ ταύτην ἔχειν τὴν ἐξουσίαν ἐν τοῖς πρακτοῖς προειλήφαμεν, ὡς δύνασθαι διαιρεῖσθαι τὸ ἀντικείμενον, καὶ μὴ πᾶν ὃ αἱρούμεθα ἔχειν προκαταβεβλημένας αἰτίας, δι’ ἃς οὐχ οἷόν τε ἡμᾶς μὴ τοῦτο αἱρεῖσθαι, ἱκανὴ δεῖξαι καὶ ἡ ἐπὶ τοῖς αἱρεθεῖσιν γινομένη πολλάκις μετάνοια. ὡς γὰρ ἐνὸν ἡμῖν καὶ μὴ ᾑρῆσθαι καὶ μὴ πεπραχέναι τοῦτο μετανοοῦμέν τε καὶ μεμφόμεθα αὑτοῖς τῆς περὶ τὴν βουλὴν ὀλιγωρίας. ἀλλὰ κἂν ἄλλους ἴδωμεν 2 δύνασθαι ⟨πράττειν⟩ 0 5 οὗ] Casp. Ο 6. 7 παριστᾶσιν a¹2 : περιισταμένοις B2 7 αὐτοῖς (αὐτοισ V) a¹²: αὑτοῖς Β: αὑτοὺς Lond. 0: αὐτοὶ ES: αὐτοὺς Cas. ᾗ ἂν 0 ἄγει B2a¹2: ἄγη sic V: ἄγη B1HES: ἄγῃ O 8 περὶ ταὐτό] τοῦτο ES: περὶ ταὐτεξούσιον Casp. 0 τὸ om. 0 10 alt. μὴ] ἡμιν (sic i. e. ἡμιν corr. v. c in μὴ) V: ἡμῖν a12: μὴ B2Η: εἰ μὴ Lond. 0 δὲ add. B² 12 pr. καὶ om. a¹² κύριοι ἐσμέν HO 14 ἀγαθόν HB² Cas.: αγαθών sic V: ἀγαθῶν a² 15 ἀδυνάτατωι sic V ἐντύχῃ scripsi: τύχῃ V: τύχοι a¹2: ἐντύχοι as. τοῦ] κἂν Lond. 16 μένει B2 Lond. 0: εἰ Va¹ 17 ἐντύχοι B2 18 πέπεισται] πεπίστευται a¹2 ἀναγαγών] alterum γ in lit. V 19, 20 προσκείμενον 0 21 καθ’ sic V 23 γίνεσθαι] ι in lit. V 26 τοισ V 27 διαιρεῖσθαι] fortasse αἱρεῖσθ αι 28 αἰρεισθαι V 30 ἡμῖν καὶ τὸ μὴ a¹² ἡρεῖσθαι a¹2 31 ἰδῶμεν V μὴ καλῶς περὶ τῶν πρακτέων διαλαμβάνοντας, κἀκείνοις ἐπικαλοῦμεν ὡς ἁμαρτάνουσιν, ἀξιοῦμεν δὲ συμβούλοις τοιοῖσδε χρῆσθαι ὡς ἐφ’ ἡμῖν ὂν τό τε παραλαμβάνειν αὐτοὺς συμβούλους ὄντας ἢ μὴ παραλαμβάνειν τοὺς πρᾶξαι ἂν διὰ τὴν τῶν τοιούτων παρουσίαν ἄλλα καὶ τινὰ καὶ μὴ ταῦτα ἃ πράσσομεν. ἀλλ’ ὅτι μὲν τὸ ἐφ’ ἡμῖν ἐπὶ τούτων κατηγορεῖται, ὧν ἐν ἡμῖν ἡ ἐξουσία τοῦ ἑλέσθαι καὶ τὰ ἀντικείμενα, γνώριμον ὂν καὶ ἐξ αὐτοῦ, ἱκανὰ ὑπομνῆσαι καὶ τὰ προειρημένα.