Ἦν μὲν δι’ εὐχῆς μοι, μέγιστοι αὐτοκράτορες ΔΣεβῆρε καὶ Ἀντωνῖνε, I αὐτῷ γενομένῳ παρ’ ὑμῖν ἰδεῖν τε ὑμᾶς καὶ προσειπεῖν καὶ καθομολογῆσαι χάριν ἀνθ’ ὧν ἔπαθον εὖ παρ’ ὑμῶν πολλάκις, αἰεὶ τυχών πάντων ὧν ἠξίωσα μετὰ μαρτυρίας ἧς δίκαιος εἶναι τυγχάνειν τοιαῦτα αἰτούμενος. ἐπεὶ δὲ ἐφεῖται, καὶ εἰ μὴ παρών τις τοῖς ἱεροῖς θύειν δύναται, τὸ θύειν αὐτοῖς πανταχόθεν τε καὶ πανταχοῦ καὶ πέμπειν ἀναθήματα, ἃ μὴ κομίζειν αὐτὸς οἷόν τε, ἐθάρσησα πρὸς ὑμᾶς τῇ πρὸς τὸ θεῖον ἐξουσίᾳ, καί τινα ἀπαρχὴν ὑμῖν τῶν ἡμετέρων καρπῶν ἀνάθημα πέμψαι οἰκειότατον ὑμῖν ἀναθημάτων ἁπάντων. τί γὰρ ἂν οἰκειότερον τοῖς γνησίως φιλοσοφίαν τιμῶσίν τε καὶ προάγουσιν ἀνάθημα γένοιτο βιβλίου ὑπισχνουμένου θεωρίαν φιλόσοφον;  περιέχει τε τὸ βιβλίον τὴν δόξαν τὴν Ἀριστοτέλους, ἣν ἔχει περί τε εἱμαρμένης καὶ τοῦ ἐφ’ ἡμῖν, οὖ τῆς φιλοσοφίας προίσταμαι ὑπὸ τῆς ὑμετέρας μαρτυρίας διδάσκαλος αὐτῆς κεκηρυγμένος. ἔστι δὲ οὐδενὸς δεύτερον τῶν κατὰ φιλοσοφίαν δογμάτων τουτὶ τὸ δόγμα· ἥ τε γὰρ ἀπ’ αὐτοῦ χρεία πανταχοῦ τε καὶ ἐπὶ πάντα διατείνει (οὐ γὰρ ὁμοίως περὶ τὰς πράξεις ἔχουσιν οἵ τε πάντα ἐξ ἀνάγκης καὶ καθ’ εἱμαρμένην γίγνεσθαι πεπιστευκότες καὶ οἷς δοκεῖ γίνεσθαί τινα καὶ μὴ τοῦ πάντως ἔσεσθαι προκαταβεβλημένας αἰτίας ἔχοντα), ἥ τε εὕρεσις τῆς ἀληθείας τῆς ἐν αὐτῇ χαλεπωτάτη τῷ δοκεῖν τῶν δοξῶν ἑκατέρᾳ πολλὰ ἀντιμαρτυρεῖν τῶν ἐναργῶν. 4 αὑτῷ V ὑμῖν ἰδεῖν τε om. 0 4. 5 χάριν καθομολογῆσαι a2 5 πολλακισ V 6 ἧς Va¹: ὧν a2: ὢν mg.: ὡς Lond. Diels: τῆς B²: ὡς ὧν coni. 0: fortasse del. εἶναι] εἴην coni. 0 7 ἐφεῖται in mg. ἐντέλλεται V τοῖς θεοῖς δύναται Cas.0 8 ἀναθύματα a1 9 τε ἦν ἐθάρσησα Cas. 0 ἡμᾶς a1 ἐξουσίᾳ] μιμήσει B² τινας Lond. 9.10 ἀπαρχὴν HESO Cas. B2: ἀπαρχῆς Va12 : ἀπ’ ἀρχῆς K: ἀπαρχὰς Lond. 10 καὶ ἀνάθημα B² ἡμῖν a2 13 περιέχει B2: περισχεῖν a2: περιέχειν Va1 τε] δὲ coni. O: γὰρ Diels τε τὸ βιβλίον] καὶ Lond. 0 13.14 τε περί τε a2 14 προίσταται a2 16.17 ἀπ’αὐτοῦ] ἀπανταχοῦ a1 18 τε καὶ καθ’ a² 19 alt. καὶ] ἃ καὶ a2O 20 ἔχοντα a1: ἔχοντες V²: ἔχουσιν V¹a²0 εὕρεσιν a2 ἐν αὐτῷ coni. Casp. 0 21 τῷ δοκεῖν Va¹: ἐστιν (ἐστιν del.) δοκεῖ τῷ δοκεῖν E: δοκεῖ τῷ δοκεῖν a² ἑκατέρα a1² ἐπεὶ δὲ ἐνίων δογμάτων ἡ κατασκευὴ διὰ τὴν πρὸς τοὺς μὴ ὁμοίως λέγοντας ἀντιλογίαν γίνεται φανερωτέρα (ὧν ἐν τοῖς μάλιστα κατ᾿ αὐτοῦ τε εἶεν μείζω ἢ κατὰ τὴν Ἀριστοτέλους δόξαν εἰπεῖν), ποιήσομαι τὸν λόγον πρὸς τοὺς οὐχ ὁμοίως ἐκείνῳ περὶ τούτων εἰρηκότας. ὅπως ἐν τῇ τῶν λεγομένων παραθέσει φανερώτερον ὑμῖν τἀληθὲς γένηται. ἔστι δὲ ἡ τῶν λόγων τῶν ἡμετέρων προαίρεσις οὐ πρὸς ἐπίδειξιν νενευκυῖα, ἀλλὰ πρὸς ἐξέτασίν τε καὶ διδασκαλίαν τῶν προκειμένων ἀκριβεστέραν, ἣν καὶ ὑμᾶς πᾶσιν οἷς πράσσετε ὁρᾶν ἔνεστιν ἐζηλωκότας. οὐδεμίαν γοῦν πρᾶξιν ὑμῶν ἔστιν εὑρεῖν, ἣ τὴν φαντασίαν πρὸ τῆς ἀληθείας σκοπὸν πεποίηται. εἰ δέ τι κατὰ σχολὴν ἐντυγχάνουσιν ὑμῖν τῷ βιβλίῳ δεῖσθαι δόξει ῥηθῆναι γνωριμώτερον, ἀξιῶ τιμηθῆναι καὶ ταύτῃ τῇ τιμῇ πρὸς ὑμῶν καὶ γραφῆναί μοι περὶ τῶν ζητουμένων· οὐδὲ γὰρ ῥᾴδιον πάντα γνώριμα ποιῆσαι δι’ ἑνὸς βιβλίου αὐτά τε τὰ προκείμενα καὶ οἷς τις χρῆται πρὸς τὴν μήνυσιν αὐτῶν. Τὸ μὲν οὖν εἶναί τι τὴν εἱμαρμένην καὶ αἰτίαν εἶναι τοῦ γίνεσθαί II τινα κατ’ αὐτὴν ἱκανῶς ἡ τῶν ἀνθρώπων συνίστησιν πρόληψις (οὐ γὰρ κενὸν οὐδ’ ἄστοχον τἀληθοῦς ἡ κοινὴ τῶν ἀνθρώπων φύσις, καθ’ ἣν περί τινων ὁμοδοξοῦσιν ἀλλήλοις, ὅσοι γε αὐτῶν μὴ διά τινας προκαταβεβλημένας δόξας ὑφ’ αὑτῶν διὰ τὸ σώζειν βούλεσθαι τὴν πρὸς αὐτὰς ἀκολουθίαν ἄλλως ἀναγκάζονται λέγειν· δι’ ἣν αἰτίαν οὐδὲ Ἀναξαγόρας ὁ Kλαζομένιος, καίτοι τἄλλα ὢν ἐν τοῖς τὴν φυσικὴν φιλοσοφίαν φιλοσοφήσασιν οὐκ ἀπερριμμένος, οὐκ ἀξιόπιστος ἀντιμαρτυρῶν τῇ κοινῇ τῶν ἀνθρώπων πίστει περὶ εἱμαρμένης· λέγει γὰρ οὗτός γε μηδὲν τῶν γινομένων γίνεσθαι καθ’ εἱμαρμένην, ἀλλ’ εἶναι κενὸν τοῦτο τοὔνομα), τί δέ ποτ’ ἐστὶν ἡ εἱμαρμένη καὶ ἐν τίσιν, οὐκέθ’ οὐ γὰρ μόνον οὐκ ἀλλήλοις ἅπαντες, ἀλλ’ οὐδὲ ἡ τῶν ἀνθρώπων κοινὴ πρόληψις ἱκανὴ τοῦτο μηνῦσαι. οὔτε γὰρ ἀλλήλοις ἅπαντες, ἀλλ’ οὐδὲ αὐτὸς αὑτῷ τις περὶ αὐτῆς αἰεὶ αὐτῷ τὰ αὐτὰ δοξάζει. πρὸς γὰρ τοὺς καιρούς τε καὶ τὰς περιεστώσας τύχας καὶ 1 ἡ add. Diels μὴ V²a¹2: om. V¹: in lit. B 2 ἀντιλογγια sic V1 (corr. V2): ἐν ἀντιλογίαν Β μάλιστα] pr. α in lit. V lacunam indicavi 3 τε] τει ειεν (in mg. τι ut videtur v. c.) V: τει ειεν sic B: τί εἶεν HSa2: εἶεν (in mg. εἰρηκότες) Ε: τί εἴη? K: τί εἴη ἂν Cas. 0: οὐδὲν οἶμαι a1 Lond. μεῖζον Cas. ἢ a¹2: ει (sic) VH τε—ἢ om. C vacuo relicto  10 litt. τὴν om. 0 4 εἰρηκότας] ας in lit. V 5 ἡμῖν a1² 6 νευνευκυῖα V 8 πράσσεται a2 γοῦν] οὖν E: γὰρ 0 ἐστιν V 9 ἣ V( infra versum)a¹ : ἐν ᾗ a20 πεποίησθε Cas. 0 τι om. a2 10 ἡμῖν a2 δεῖσθαι om. a2 δόξει V2a¹²: δόξαι V¹: δόξει ⟨τινὰ⟩ coni. 0 ῥηθῆναι δεῖν Cas. 11 πρὸς Va¹: παρ’ a2 12 ῥάδιων V1 (corr. V2) 14 ad sequentia cf. Alex. De anima 179,25 sq. τι] τε coni.0 20 τἄλλα ὢν ἐν τοῖς V²a¹²Ο: ἄλλα ων αυτοῖς V¹: ἄλλα ὢν αὐτοῖς ES2 (sed τἄλλα S²) 21 ἀπεριμμένος Va1: ἀπερριμένος a2 οὐκ] ἀλλ’ H: del. Casp. 0 22 τῶν γινομένων μηδὲν a2 23 δή ποτ’ οὖν a2 24 οὐκέΘ᾿  V: οὐ καθόλου ES: οὐκέτι a12O οὐ γὰρ—οὐδὲ (25) delevi 25 μηνύσαι V 26 αὐτῷ om. a2 O τὴν περὶ τῆς εἱμαρμένης δόξαν μεταφέρουσιν. ὅσοι μὲν γὰρ αὐτῶν πάντα καθ’ εἱμαρμένην γίνεσθαι λέγουσιν, τὴν εἱμαρμένην ὑπολαμβάνουσιν ἀπαράβατόν τινα αἰτίαν εἶναι καὶ ἀναπόδραστον, εἰσὶ δ’ οἷς οὐ πάντα τὰ γινόμενα γίνεσθαι δοκεῖ καθ’ εἱμαρμένην, ἀλλ’ εἶναί τινας ὑπολαμβάνουσιν τῶν γινομένων καὶ ἄλλας αἰτίας· ἀλλ’ οὐδὲ τὴν εἱμαρμένην αὐτὴν τὸ πάγιόν τε καὶ ἀπαράβατον ἔχειν τίθενται, ἀλλὰ γίνεσθαί τινα καὶ τῶν καθ’ εἱμαρμένην γίνεσθαι πεφυκότων οὐ κατ’ αὐτήν, ἀλλὰ παρὰ μοῖραν, ὡς οἱ ποιηταί φασιν, καὶ παρὰ τὴν εἱμαρμένην. ἔστι δ’ οἷς ποτὲ πάντα γίνεσθαι τὰ γινόμενα δοκεῖ καθ’ εἱμαρμένην καὶ μάλιστ’ ἂν αὐτοῖς τὰ τῆς τύχης ἀντι- πίπτῃ, κατορθοῦντες δὲ ἐν τοῖς προκειμένοις αὑτοὺς αἰτίους εἶναι τῶν κατορθωμάτων ὑπολαμβάνουσιν, ὡς οὐκ ἂν ἀπαντησάντων τῶν ἀπηντηκότων, εἰ μὴ αὐτοὶ τάδε μᾶλλον ἔπραξαν ἀντὶ τῶνδε, ὡς ἔχοντες καὶ τοῦ μὴ πράττειν αὐτὰ τὴν ἐξουσίαν. δι’ ἣν διαφωνίαν ἀναγκαία τοῖς φιλοσοφοῦσιν ἡ ζήτησις ἡ περὶ τῆς εἱμαρμένης, οὐκ εἰ ἔστιν, ἀλλὰ τί ποτ’ ἐστὶν καὶ ἐν τίσιν τῶν γινομένων τε καὶ ὄντων ἐστὶν ἡ τοιαύτη φύσις. ὅτι μὲν οὖν 8 III αἰτίαν τινὰ τὴν εἱμαρμένην τοῖς γινομένοις ὧν εἶναι λέγουσιν πάντες οἱ περὶ εἱμαρμένης λέγοντές τι, γνώριμον (ταύτην γὰρ ἀποδιδόασίν τε καί φασιν αἰτίαν εἶναι τοῦ γίνεσθαι τὰ γινόμενα ὃν τρόπον γίνεται), ἐπεὶ δὲ πλεοναχῶς λέγεται τὰ αἴτια, ἀναγκαῖον τοῖς ἐν τάξει τὸ πρόβλημα μετιοῦσιν πρῶτον λαβεῖν, ὑπὸ τίνα τρόπον τῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην· οὐδὲν γὰρ τῶν πολλαχῶς λεγομένων γνώριμον χωρὶς τῆς οἰκείας διαιρέσεως λεγόμενον. διαιρεῖται δὴ τὰ τῶν γινομένων αἴτια εἰς τρόπους αἰτίων τέσσαρας, καθὼς αἰτίας Ἀριστοτέλης δέδειχεν. τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικά, τὰ δὲ ὕλης ἐπέχει λόγον, ἔστι δέ τις ἐν αὐτοῖς καὶ ἡ κατὰ τὸ εἶδος αἰτία· παρὰ δὲ τὰς τρεῖς ταύτας αἰτίας ἐστὶν αἴτιον ἐν αὐτοῖς καὶ τὸ τέλος, οὗ χάριν καὶ τὸ γινόμενον γίνεται. καὶ τοσαῦται μὲν αἱ τῶν αἰτίων διαφοραί. ὅτι γὰρ ἂν αἴτιον ᾖ τινος, ὑπὸ τούτων τι τῶν αἰτίων ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ πάντα τὰ γινόμενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει τὸν ἀριθμὸν τὸν εἰρημένον. γνωριμωτέρα 4 δοκεῖ γίνεσθαι a1 5 οὐδὲ a¹0: οὐ a2: ουδε sic V 7 κατ’ αὐτὴν Va1: κατὰ ταύτην a2 9 εἱμαρμένην] ην in lit. V τύχης (supra τυ lit.) V: ψυχῆς a2: ψυχοῖς K 12 ἔπραξαν om. a1 14 ἡ om. a2 15 τε καὶ ὄντων om.0 τοιάδε a¹ οὖν om. 0 16 ὧν del. V2 17 τε] τι V¹ (corr. V2) 18 γίνεται V2a1: γίνεσθαι V¹a² 19 τὰ αἴτια om. a1 πρῶτον V²a¹: πρώτην V¹a² 22 δὴ] δὲ Eusebii vulg. 0 διαιρεῖται—τιθέναι τὴν εἱμαρμένην (169,3)] Euseb. praep. ev. VI, 9. 1—16 268a— 270b τόπους Cas. Lo ond. αἰτιῶν Eusebius Lond.0 23 καθὼς V2a¹: καθὼσ αἰτίασ V¹: καθ’ ἃς αἰτίας a2: καθὼς ὁ θεῖος Eusebius Lond. 0 fortasse recte: καθὼς θεῖος Cas. δέδειχεν] cf. Arist. ΜΜetaph. Ι, 3. 983a23 sqq. ποιητὰ Εusebii pars librorum 24 ἐπέχοντα Eusebii vulg. τὸ om. Eusebii p. l. 25 τὰς om. Cas. ἐν αὐτοῖς αἴτιον Eusebius 25 et 26 τὸ om. Eusebius 26 αἱ τῶν om. Eusebii p. l. 27 τι τούτων Eusebius ὃν a² 28 μὴ] καὶ B² γινόμενά τις σκέψαιτο, εὑρήσει οὐχ B² 28. 29 τοσούτων — δεόμενα Eusebius (τὰ δὲ p. l.): om. (signo in mg. adposito V) codd. a¹² 29 τὸν εἰρ. ἀρ. Eusebius δ’ ἂν αὐτῶν ἡ διαφορὰ γίγνοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν γινομένων ὁραθείη. ἔστω δὴ ἐπ’ ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων δεικνυμένη διαίρεσις. τοῦ δὲ ἀνδοιάντος ὡς μὲν ποιητικὸν αἴτιον ὁ ποιήσας τεχνίτης, ὃν ἀνδριαντοποιὸν καλοῦμεν, ὡς δὲ ἡ ὕλη ὁ ὑποκείμενος χαλκὸς ἢ λίθος ἢ ὅτι ἂν ᾖ τὸ ὑπὸ τοῦ τεχνίτου σχηματιζόμενον κατὰ τὴν τέχνην· αἴτιον γὰρ καὶ τοῦτο τοῦ γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα. ἔστι δὲ καὶ τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον, δι’ ὅ ἐστιν εἶδος δισκεύων ἢ ἀκοντίζων ἢ ἐπ’ ἄλλου τινὸς ὡρισμένου σχήματος. οὐ μόνα δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέσεως αἴτιά ἐστιν· οὐδενὸς γὰρ τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέλος, οὗ χάριν γεγονός ἐστι, ἢ τιμή τινος ἢ εἰς θεοὺς εὐσέβειά τις. ἄνευ γὰρ τοιαύτης αἰτίας οὐδ’ ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο. ὄντων τοίνυν τοσούτων τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων γνώριμον τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν καταριθμοῖμεν ἀναλογίαν σώζουσαν πρὸς τὰ γινόμενα κατ’ αὐτὴν τῷ τοῦ ἀνδριάντος δημιουργῷ τεχνίτῃ. τούτου δ’ οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη περὶ τῶν ποιητικῶν