<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg013.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="8"><head>VIII. Ὅτι ἡ ἀρετὴ οὔτε γένος οὔτε ὅλον.</head><p>θὔτε γένος μέν, ὅτι τὸ γένος οὐ συναναιρεῖται ἑνὶ τῶν εἰδῶν
                                    ἀναιρουμένῳ, <lb n="10"/>
                                    <lb n="5"/> ἡ δὲ ἀρετὴ συναναιρεῖται μιᾷ (εἴτε γὰρ
                                    ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἀλλήλαις, ἡστινοσοῦν ἀναιρουμένης
                                    ἀναιρεῖται καὶ ἡ ἀρετή, ἔσται γε οὕτως καὶ ἕν τι τῶν εἰδῶν τἄλλα
                                    εἴδη συναναιροῦν, ὃ οὐδὲ αὐτὸ ὑγιὲς <lb n="15"/> εἶναι δοκεῖ,
                                    εἴτε μὴ ἀντακολουθοῦσι, φρονήσεως ἀναιρουμένης ἀναιροῖτο ἂν ἡ
                                    ἀρετὴ τῷ κατὰ τὸν ὀρθὸν λόγον ἐν πάσαις αὐταῖς τὸ εἶναι, ὁ δ’
                                    δρθὸς <lb n="10"/> λόγος ἀπὸ φρονήσεως), ὅλον δὲ οὐκ ἂν εἴη ἡ
                                    ἀρετή, ὅτι τὸ μέρος <lb n="20"/> οὐκ ἐπιδέχεται τὸν τοῦ ὅλου
                                    λόγον ἐν τοῖς ἀνομοιομερέσιν, διαφέρουσι δὲ ἀλλήλων αἱ ἀρεταὶ
                                    καὶ τὸν τῆς ἀρετῆς ἐπιδέχονται λόγον. ἢ ἐν οἷς τὸ μὲν πρῶτόν
                                    ἐστι, τὸ δὲ δεύτερον, ὡς ἀναιρουμένου τοῦ πρώτου ἀναιρεῖσθαι <lb n="246"/> τό τε κοινὸν καὶ τὰ ἄλλα τὰ μετ’ αὐτό, ταῦτα τῶν
                                    πολλαχῶς λεγομένων <lb n="15"/> ἐστὶ τῶν ἀφ’ ἑνὸς ἢ πρὸς ἂν
                                    λεγομένων, ὥστ’ εἰ καὶ ἡ ἀρετὴ μιᾶς τινος ἀναιρουμένης
                                    ἀναιροῖτο, εἴη ἂν καὶ αὕτη τῶν οὕτως λεγομένων. <lb n="5"/> ἢ
                                    μᾶλλον ῥητέον τὸν δοκοῦντα συνωνύμως τῶν ἀρετῶν ὅρον τῆς ἀρετῆς
                                    κατηγορεῖσθαι κοινότερον εἶναι καὶ οὐκ ἴδιον τῆς ὅλης ἀρετῆς ἧς
                                    αὗται μέρη. εἴη δ’ ἂν ἐκείνῃ λόγος ἡ πάσης λογικῆς ψυχῆς ἕξις
                                    ἀρίστη, ὅς <lb n="20"/> λόγος οὐ καθεκάστῃ τῶν ἀρετῶν ἐφαρμόζει.
                                    δοκεῖ δὲ καὶ Ἀριστοτέλης <lb n="10"/> ὅλον τι λέγειν τὴν τέλειον
                                    ἀρετὴν ἀλλ’ οὐ γένος.</p><p><del>Περὶ τῆς ἀπορίας ταύτης καὶ ἐν τοῖς ὑστέροις εἴρηταί
                                        τι·</del></p></div></div></body></text></TEI>