VIII. Ὅτι ἡ ἀρετὴ οὔτε γένος οὔτε ὅλον. θὔτε γένος μέν, ὅτι τὸ γένος οὐ συναναιρεῖται ἑνὶ τῶν εἰδῶν ἀναιρουμένῳ, ἡ δὲ ἀρετὴ συναναιρεῖται μιᾷ (εἴτε γὰρ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἀλλήλαις, ἡστινοσοῦν ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ ἀρετή, ἔσται γε οὕτως καὶ ἕν τι τῶν εἰδῶν τἄλλα εἴδη συναναιροῦν, ὃ οὐδὲ αὐτὸ ὑγιὲς εἶναι δοκεῖ, εἴτε μὴ ἀντακολουθοῦσι, φρονήσεως ἀναιρουμένης ἀναιροῖτο ἂν ἡ ἀρετὴ τῷ κατὰ τὸν ὀρθὸν λόγον ἐν πάσαις αὐταῖς τὸ εἶναι, ὁ δ’ δρθὸς λόγος ἀπὸ φρονήσεως), ὅλον δὲ οὐκ ἂν εἴη ἡ ἀρετή, ὅτι τὸ μέρος οὐκ ἐπιδέχεται τὸν τοῦ ὅλου λόγον ἐν τοῖς ἀνομοιομερέσιν, διαφέρουσι δὲ ἀλλήλων αἱ ἀρεταὶ καὶ τὸν τῆς ἀρετῆς ἐπιδέχονται λόγον. ἢ ἐν οἷς τὸ μὲν πρῶτόν ἐστι, τὸ δὲ δεύτερον, ὡς ἀναιρουμένου τοῦ πρώτου ἀναιρεῖσθαι τό τε κοινὸν καὶ τὰ ἄλλα τὰ μετ’ αὐτό, ταῦτα τῶν πολλαχῶς λεγομένων ἐστὶ τῶν ἀφ’ ἑνὸς ἢ πρὸς ἂν λεγομένων, ὥστ’ εἰ καὶ ἡ ἀρετὴ μιᾶς τινος ἀναιρουμένης ἀναιροῖτο, εἴη ἂν καὶ αὕτη τῶν οὕτως λεγομένων. ἢ μᾶλλον ῥητέον τὸν δοκοῦντα συνωνύμως τῶν ἀρετῶν ὅρον τῆς ἀρετῆς κατηγορεῖσθαι κοινότερον εἶναι καὶ οὐκ ἴδιον τῆς ὅλης ἀρετῆς ἧς αὗται μέρη. εἴη δ’ ἂν ἐκείνῃ λόγος ἡ πάσης λογικῆς ψυχῆς ἕξις ἀρίστη, ὅς λόγος οὐ καθεκάστῃ τῶν ἀρετῶν ἐφαρμόζει. δοκεῖ δὲ καὶ Ἀριστοτέλης ὅλον τι λέγειν τὴν τέλειον ἀρετὴν ἀλλ’ οὐ γένος. Περὶ τῆς ἀπορίας ταύτης καὶ ἐν τοῖς ὑστέροις εἴρηταί τι·