<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg013.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="7"><pb n="127"/><head>VII. Διὰ τί, εἰ ἡ λύπη πᾶσα κακὸν τῇ ἑαυτῆς φύσει, οὐχὶ καὶ
                                        <lb n="243"/> ἡ ἡδονὴ πᾶσα ἀγαθόν ἔσται τῇ ἑαυτῆς
                                    φύσει.</head><p>Ἢ γὰρ πᾶσαν ἔδει καὶ τὴν ἡδονὴν κακὸν εἶναι οὖσαν ἐναντίον τῇ
                                    λύπῃ ὡς κακὸν κακῷ, ἢ εἰ μὴ ὡς φευκτὸν μηδὲ κακὸν ἡ ἡδονή, ἀλλ᾿
                                    ὡς <lb n="5"/> ἀγαθὸν κακῷ ἀντίκειται, πᾶσαν ἀγαθὸν εἶναι. εἰ
                                    γὰρ εἴη τις ἡδονὴ κακόν, <lb n="10"/> εἴη ἂν τῶν λυπῶν κακῶν
                                    οὐσῶν πασῶν ἡ ἡδονή, ἐναντία οὖσα τῇ λύπῃ, ἡ μὲν ὡς κακὸν κακῷ
                                    ἐναντία, ἡ δὲ ὡς ἀγαθὸν κακῷ, ὅτι δεῖται λόγου. ἢ οὐδὲ λύπη πᾶσα
                                    κακόν, εἴ γε καὶ ἐν τούτοις ἡ ἀρετὴ τοῦ μέσου στοχαστική, <lb n="15"/> καί εἰσιν οἰκεῖαι τῷ σπουδαίῳ καὶ λύπαι τινὲς καὶ
                                    πόνοι. εἴη δ᾿ <lb n="10"/> ἂν κοινότερον ὁ πόνος τῆς λύπης. τὶς
                                    γὰρ πόνος ἡ λύπη. καὶ γὰρ ὥσπερ ἡ ἡδονὴ ταῖς ἐνεργείαις ἑπομένη
                                    καὶ μέρος πως ἢ τέλος οὖσα αὐτῶν παῤ ἐκείνων ἔχει τὸ αἱρετόν τε
                                    καὶ φευκτόν (αἱρεταὶ μὲν γὰρ αἱ ἐπὶ ταῖς αἱρεταῖς <lb n="20"/>
                                    ἐνεργείαις, φευκταὶ δ᾿ αἱ ἐπὶ ταῖς μὴ τοιαύταις), οὕτως εὔλογον
                                    καὶ τὰς λύπας ὑπολαμβάνειν ἐπὶ ἐνεργείαις τισὶ γινομένας παῤ
                                    ἐκείνων καὶ <lb n="15"/> αὐτὰς ἔχειν τὸ αἱρετόν τε καὶ φευκτὸν
                                    ἔμπαλιν τῶν ἡδονῶν. τὰς μὲν γὰρ <lb n="25"/> ἐπὶ ταῖς καλαῖς
                                    γινομένας ἐνεργείαις φευκτὰς εἶναι, τὰς δ᾿ ἐπὶ ταῖς αἰσχραῖς <lb n="244"/> αἱρετάς. εἰ δέ εἰσιν λῦπαί τινες αἱρεταὶ καὶ
                                    πόνοι, εἶεν ἂν καὶ ἡδοναὶ φευκταὶ αἱ ταῖς λύπαις ταύταις
                                    ἐναντίαι. ἐναντίαι δὲ ἡδοναὶ λύπαις αἱ γινόμεναι ἐπὶ ταῖς
                                    τοιαύταις ἐνεργείαις. καὶ διὰ τοῦτο οὐ πᾶσα ἀγαθὸν <lb n="5"/>
                                    <lb n="20"/> ἡδονή, ὅτι μηδὲ πᾶσα λύπη κακόν. ἐλέγετο δέ τι καὶ
                                    τοιοῦτον, ὅτι οὐδὲ τοῖς ὑποθεμένοις πᾶσαν εἶναι λύπην κακὸν
                                    ἀκολουθεῖν ἀνάγκη τὸ ἢ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι ἢ πᾶσαν κακόν,
                                    κειμένου τοῦ τὴν λύπην ἐναντίαν εἶναι <lb n="10"/> τῇ ἡδονῇ. ἐφ᾿
                                    ὧν γὰρ ἡδονῶν ὑπερβολαί τινές εἰσιν, ἐν τούτοις εἰσὶ καὶ αἱρεταί
                                    τινες ἡδοναὶ καὶ φευκταί. αἱ μὲν γὰρ μέσαι αἱρεταί, αἱ δὲ κατὰ
                                        <lb n="25"/> τὰς ὑπερβολὰς φαῦλαι, εἰσὶ δὲ τοῦτο ἔχουσαι αἱ
                                    σωματικαὶ τῶν ἡόνων. ἐφ᾿ ὧν δὲ μή εἰσιν ὑπερβολαὶ τῷ καὶ τὰς ἐπὶ
                                    πλέον αὐτῶν γινομένας ἐν <lb n="15"/> ἐν τῷ αἱρετῷ μένειν, αὗται
                                    πᾶσαι αἱρεταί, οἷαί εἰσιν αἱ ἐπὶ ταῖς κατὰ θεωρίαν ἐνεργείαις.
                                    εἰσὶ δέ τινες καὶ παρὰ φύσιν ἡδοναί, ὁποῖαί εἰσιν αἱ θηριώδεις
                                    τε καὶ νοσηματώδεις, περὶ ὧν εἴρηται ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν,
                                        <lb n="20"/>
                                    <lb n="30"/> αἳ οὔτε κυρίως ἀνθρώπου λέγοιντο ἂν ἡδοναί, ὅτι μὴ
                                    κατὰ φύσιν, οὔτε αἱρεταί οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πάσαις μὲν
                                    αὐταῖς ἔσται λύπη ἐναντίον ὡς κακὸν τῷ κεῖσθαι πᾶσαν εἶναι λύπην
                                    κακόν, τῶν δὲ ἡδονῶν <lb n="25"/> ὅσαι μέν εἰσι παρὰ φύσιν,
                                    αὗται ὡς κακὸν κακῷ τῇ λύπῃ ἔσονται ἐναντίαι, εἴ τις καὶ ταύτας
                                    ἐν ταῖς ἡδοναῖς καταλέγοι, ὅσαι δὲ ἔχουσιν ὑπερβολήν, <lb n="245"/>
                                    <lb n="35"/> ἐπὶ τούτων αἱ μὲν ὡς ἀγαθὸν ἔσονται τῇ λύπῃ
                                    ἐναντίαι, αἱ ἐν μεσότητι καὶ ὡρισμέναι τῷ ὀρθῷ λόγῳ, αἱ δὲ καθ᾿
                                    ὑπερβολήν, ἐν αἷς καὶ <note type="footnote">2 ἐστι Ba Sp. 3 ante
                                        ἢ titulum iterat Ba  Sp. 5 πᾶσαν B2a Sp.: πῶσ ἂν VB 6 πασῶν.
                                        ⟨ἢ⟩ ἡ Vict. Sp. 7 ὅτι—λόγου punctis notat B2 (in mg.: λύσις
                                        οὐ μέντοι ἀκριβής): om. a 8 οὐδὲ Sp.: οὔτε libri 14 λύπας] υ
                                        in lit. V 29 ὧν] ν s. v. V 29. 30 ἑβδόμῳ τῶν Ἠθικῶνν] Eth.
                                        Nic. VII, 1. 1145 a 15s sqq. 31. 32 ἐναντίον ἔσται λύπη Sp.
                                        36 αἷς Sp.: οἷς] libri</note>
                                    <pb n="128"/> αἱ τῶν ἀκολάστων, αὖται δὲ ὡς κακὸν κακῷ, ὧν δὲ
                                    οὐκ ἔστιν ὑπερβολή, <lb n="5"/> αὗται ἂν εἶεν πᾶσαι ὡς ἀγαθὸν
                                    κακῷ τῇ λύπῃ ἐναντίαι.</p></div></div></body></text></TEI>