VI. Ὅτι τῇ ἡδονῇ ἡ λύ πη ἐστὶν ἐναντίον ἀλλ’ οὐ πόνος. Ὁ μὲν γὰρ πόνος σωματικήν τινα θλῖψιν ἐμφαίνει, ἡ δὲ λύπη ψυχικὴν συστολήν. εἰ μὲν οὖ καὶ ἡ ἡδονὴ πᾶσα ἦν ἐν σωματικῇ διαχύσει, ἦν ἂν ὁ πόνος αὐτῇ ἐναντίος, ἐπεὶ δ’ ἐστὶν ἡδονὴ διάχυσίς τις τῆς ψυχῆς οὐ διὰ σώματος οὐδ’ ἐπὶ σώματι γινομένη μόνῳ, οὐκ ἂν εἴη τῇ τοιαύτῃ ἡδονῇ ἐναντίον πόνος, ἀλλὰ λύπη. ἡ μὲν γὰρ λύπη καὶ ἐπὶ ταῖς θλίψεσι τοῦ σώματος καὶ αὐτῆς τῆς ψυχῆς ἐφ’ αὐτῆς, ὥσπερ καὶ ἡ ἡδονή, ὁ δὲ πόνος ἐπὶ σώματι μόνον. διὸ εἴη ἂν ἁπλῶς μὲν ἡδονῇ λύπη ἐναντία, τινὶ δὲ ἡδονῇ ἡ ὡς πόνος. τῇ γὰρ σωματικῇ διαχύσει καὶ τῇ τοῦ σώματος εὐσθενείᾳ καὶ τῇ ἐπὶ τούτοις ἡδονῇ εἴη ἂν ἡ τοῦ σώματος θλῖψίς τε καὶ ὀδύνη ἐναντία. ὁ δὲ ἐπὶ τῆς ψυχῆς λεγόμενος πόνος, ὡς λέγονταί τινες φιλόπονοι, οὐδὲ τὴν ἀρχὴν ἐναντίος ἡδονῇ· μεθ’ ἡδονῆς γοῦν γίνεται. εἰ δέ τις ἐπὶ τῷ πονεῖν λυποῖτο, ἡ λύπη ἄν, οὐχ ὁ πόνος εἴη τὸ ἐναντίον τῇ ἡδονῇ. οὔσης δὲ λύπης τῇ ἡδονῇ ἐναντίας πᾶσα μὲν λύπη κακὸν εὐλόγως ἂν λέγοιτο· τῇ γὰρ αὐτῆς φύσει φευκτή. ἡ δ’ ἡδονὴ οὐ πᾶσα ἀγαθόν, ἀλλ’ ὅσαι μὲν τῶν ἐνεργειῶν τῶν ἐφ’ αἷς ἡ ἡδονὴ ὑπερβολὴν ἔχουσιν, ἕξουσιν ὁμοίως καὶ αἱ ἐπ’ αὐταῖς ὑπερβολὴν ἡδοναί, τοιαῦται δ’ αἱ σωματικαί. διότι τούτων αἱ μὲν σύμμετροι αἱρεταί, ὁποῖαί εἰσιν καὶ αἱ περὶ τὰ ἀναγκαῖα τὰ πρὸς τὸ σῶμα (αἱρετὰ γὰρ καὶ τὰ ἀναγκαῖα), αἱ δ’ ὑπερβάλλουσαι φευκταί, ὁποῖαί εἰσιν αἱ τῶν ἀκολάστων, καὶ εἴη ἂν ἐπ’ αὐτῶν καὶ ἡ λύπη ὡς ἔνδειά τις κακόν, καὶ ἡ ὑπερβάλλουσα ἡδονὴ ὡς ὑπερβολή τις, ἡ δὲ σύμμετρος ἀγαθὸν ἐν μεσότητί πως οὖσα τῶν προειρημένων. ὧν δ’ ἡδονῶν μὴ ἔστιν ὑπερβολή (τοιαῦται δ’ εἰσίν, ὅσαι ἐπὶ ἐνεργείαις γίνονται, ὅσων τὸ αἱρετὸν ἐκ τῆς ἐπιδόσεως τε καὶ προσθήκης αὔξεται, ὁποῖαί εἰσιν αἱ γινόμεναι κατὰ τὰς ἀρετάς), ἐπὶ τούτων οὐδὲ τῶν ἡδονῶν ἔσται τις ὑπερβολή· διὸ αἱ τοιαῦται αἱρεταί τε καὶ ἀγαθαὶ τῇ οἰκείᾳ φύσει πᾶσαι. | 1 τοῖσ] ταῖσ a Sp. 2 κακόν VB¹: ἐναντίον ὡς κακὸν κακῷ B2a Sp. τὸ ἐφ’ οἷς μηδὲ γενόμενον VB¹: ἐλλείψει β Sp. 8 διαχύσει Vict. (ubique restituit): διαλύσει litbri 9 ὁ om. a Sp. αὐτῇ Sp.: αὐτῆς libri διάλυσις V 10. 11 τῇ τοιαύτῃ ἡδονῇ Sp.: τῆς τοιαύτης ἡδονῆς libri 13 ἐναντία V: ἐναντίον Βa 14 διαλύσει V 19 τῇ ἡδονῇ B2 Sp: τῆς ἡδονῆς libri bis 21 ὅσαι B2a Sp.: ὅσα libri 22 αὐταῖς] υ in lit. V 23 διό coni. Sp. 21 post τῶν add. ἐνεργειῶν, εἰ δὲ τῶν B2a: τῶν ⟨ἐνεργειῶν ἡδονῶν⟩ coni. Sp.