V. Ἀ πορία ὅτι ἡ κοινὴ ἡδονὴ ἡ ὡς γένος λαμβανομένη οὕτ’ ἀγαό όν ἐστιν οὔ τε κακὸν οὔ τ’ ἀδιάφορον. Εἰ ἡ κοινὴ ἡδονὴ ἡ ὡς γένος λαμβανομένη οὔτ’ ἀγαθόν ἐστιν οὔτε κακόν, διότι ἡ μὲν ἀγαθόν ἐστιν αὐτῆς ἡ δὲ κακόν (τὸ γὰρ κοινὸν οὐκ ἔστιν ἕν τι τῶν ὑπὸ τὸ κοινόν), οὐδ’ ἀδιάφορος ἔσται, εἴ γέ εἰσί τινες καὶ ἡδοναὶ ἀδιάφοροι, ὥσπερ καὶ αἱ μὲν ἀγαθαί, αἱ δὲ μοχθηραί. ταῦτα δ’ ἄν τις ζητήσειεν καὶ ἐπὶ τῶν ἐνεργειῶν, ὧν τέλη πως αἱ ἡδοναί, διὸ καὶ συνδιαιροῦνται αὐταῖς. εἰ γὰρ τῶν ἐνεργειῶν αἱ μέν εἰσιν ἀγαθαί, αἱ δὲ μοχθηραί, αἱ δὲ ἀδιάφοροι, ἡ κοινὴ καὶ ὡς γένος ἐνέργεια λαμβανομένη οὔτ’ ἀγαθὸν οὔτε κακὸν οὔτ’ ἀδιάφορον ἔσται. ἀλλὰ μὴν πᾶν τὸ ὂν ἀναγκαῖον ἢ ἀγαθὸν ἢ κακὸν ἢ ἀδιάφορον εἶναι. ἢ πᾶν τὸ ὃν ἐν ὑποστάσει καὶ τὸ εἶναι καθ’ αὐτὸ δυνάμενον· εἰ δέ τι κοινὸν εἴη, ὑφ’ ὃ ταῦτα πάντα ἐστίν, ἐκεῖνο οὐκέτι σἷόν τε τούτων τι εἶναι τῷ πάντα ἔχειν ὑφ’ αὐτό. οὐδὲ γὰρ ἐπεὶ πᾶν ζῷον τὸ ἐν ὑποστάσει ὃν ἢ λογικόν ἐστιν ἢ ἄλογον, διὰ τοῦτο καὶ τὸ κοινὸν τὸ ὡς γένος κατὰ τῶν ἐν ὑποστάσει κατηγορούμενον ἐν θατέρῳ τούτων ἐστί. οὔτε οὖν ἡ κοινὴ ἡδονὴ οὔτε ἡ κοινὴ ἐνέργεια ἔσονται ἢ ἀγαθὰ ἢ κακὰ ἢ ἀδιάφορα, πάσης ἡδονῆς καὶ πάσης ἐνεργείας τῆς ἐν ὑποστάσει τούτων τι ἐχούσης. ἐπεὶ δὲ αἱ ἡδοναὶ ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται, συνδιαιροῦνται, καὶ αἱ μὲν ἐπιγινόμεναί τε καὶ ἑπόμεναι ταῖς ἀγαθαῖς ἐνεργείαις ἀγαθαί, αἱ δὲ ταῖς μοχθηραῖς μοχθηραί. ἀδιάφοροι δὲ αἱ ταῖς ἀδαφόροις, ἐπιζητήσαι τις ἂν, πῶς χρὴ περὶ λύπης λέγειν, ἐπειδὴ αὕτη ἐναντία τῇ ἡδονῇ. εἰ γὰρ καὶ ταύτην λέγοι τις συνδιαιρεῖσθαι ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνεται, πρῶτον μὲν τίνα τρόπον ἡ διαίρεσις ἔσται; πότερον τὰς μὲν ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινομένας ἐροῦμεν κακάς, τὰς δὲ ἐπὶ ταῖς μοχθηραῖς ἀγαθάς, τὰς δὲ ἐπὶ ταῖς ἀδιαφόροις ἀδιαφόρους; ἢ ἄτοπον τὸ λέγειν ἐν ἀγαθῷ εἶναι τὸ λυπούμενον ἐπὶ ταῖς μοχθηραῖς ἐνεργείαις, ὃς ἐνεργεῖ; ἐν κακῷ γὰρ ὁ τοιοῦτος. πῶς γὰρ οὐκ ἐν κακῷ ὁ ἐν τοιαύταις ἐνεργείαις ὤν; ἔπειτα ἡ μὲν ἡδονὴ εὐλόγως ἐδόκει συνδιαιρεῖσθαι ταῖς πρὸ αὐτῆς ἐνεργείαις (κατ’ οἰκειότητα γὰρ τὴν πρὸς αὐτὰς ἐγίνετο καὶ ὡς τέλος τι ἦν αὐτῶν), ἡ δὲ λύπη ἀλλοτριότητός ἐστι σημεῖον τοῖς ἐφ’ οἷς γίνεται. ἢ εὔλογον δι’ αὐτὸ τὴν ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινομένην εἶναι κακήν, διότι ἀλλοτρία ἐστὶ τῶν ἀγαθῶν, καὶ διὰ ταῦτα τὴν ἐπὶ ταῖς κακαῖς ἀγαθήν, ὅτι ἐστί τις ἀλλοτρία τῶν κακῶν, ὅτι τε ὁ λέγων τὴν τοιαύτην λύπην ἀγαθὸν οὐ τὰς ἐνεργείας ἐφ’ αἷς γίνεται, τίθησιν ἀγαθὰς εἶναι, ἀλλὰ τὴν ἀλλοτριότητα πρὸς τὰς τοιαύτας ἐνεργείας ἢ περιστάσεις τε καὶ τύχας. ἢ ὅλως ἄτοπον τὸ τὴν λύπην 5 οὐδ’ scripsi: οῦτ’ libri ἀδιάφορόν ἐστιν coni. Sp. 6 ἀδιάφοροι scripsi (,,indiferenttes“ Bagolinus): διάφοροι libri ταῦτα δ’] ταὐτόν coni. Sp. 10 ἀδιάφοροι V 11 ᾖ πᾶν coni. Sp. 14 pr. ἢ] ή V 15.16 κατηγορούμενον] inter ο et ν una littera erasa V 16 θατέρω V 21 ἀδιαφόροις] φ in lit. V 26 ἐν add. B2a Sp. alt. τὸ] τὸν B2a Sp. 27.28 πῶς γὰρ οὐκ] ως γὰρ οὐκ in lit. V 31 τοῖς Vict.: τῆς libri δι’ αὐτὸ] fortasse διὰ ὰ τὸ οὕτως διαιρεῖν. δοκεῖ γὰρ ἡ λύπη τῇ ἑαυτῆς φύσει κακὸν εἶναι τοῖς ἔχουσιν αὐτήν. ἀλλ’ εἰ λύπη κακόν, τὸ δ’ ἐναντίον τῷ κακῷ ἀγαθὸν ἢ κακόν, δεήσει καὶ τὴν ἡδονὴν ἐναντίαν οὖσαν τῇ λύπῃ ἀγαθὸν ἢ κακὸν εἶναι. εὑρέθη δὲ οὔτε πᾶσα ἀγαθὸν οὔσα οὔτε πᾶσα κακόν, ἣν δέ τις καὶ ἀδιάψγορος. ἄρ’ οὖν ἡ μὲν ἀγαθὴ οὕτως ἔσται ἐναντία τῇ λύπῃ, ὡς ἀγαθὸν κακῷ, ἡ δὲ μοχθηρὰ ὡς κακὸν κακῷ; ἀλλ’ εἰ οὕτως, τί χρὴ περὶ τῆς ἀδιαφόρου λέγειν; ἦν γὰρ ἐπὶ ταῖς ἀδιαφόροις ἐνεργείαις γινομένη, ἥτις οὐκ ἔσται ἐναντία λύπῃ, ἔσται τῷ κακῷ οὐ μόνον κακὸν καὶ ἀγαθὸν ἐναντία, ἀλλὰ καὶ ἀδιάφορον, ὅπερ οὐ δοκεῖ. ἢ χρὴ τῶν ἡδονῶν καθόλου διαίρεσιν ποιησάμενον λαβεῖν τὰς μέν τινας αὐτῶν εἶναι κατὰ φύσιν τοῖς ἡδομένοις αὐτάς, τὰς δὲ παρὰ φύσιν. κατὰ φύσιν μὲν τὰς γινομένας ἐπὶ ταῖς κατὰ φύσιν ἡδομένοις ἐνεργείαις, παρὰ φύσιν δὲ ὧν καὶ ἐνέργειαι τοιαῦται. ἑκάστῳ γὰρ ζῴῳ εἰσί τινες οἰκεῖαί τε καὶ κατὰ φύσιν αὐτῶν ἐνέργειαι. καὶ γὰρ ἀνθρώπου εἰσὶν ἐνέργειαί τινες κατὰ τὴν ἀνθρώπου γινόμεναι φύσιν, καὶ ἵππου κατὰ τὴν τοῦ ἵππου, καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων ὁμοίως, ὧν καὶ τὰς ἡδονὰς κατὰ φύσιν καὶ αὐτὰς χρὴ λέγειν ἐκείνοις, τὰς δ’ ἐπὶ ταῖς ὑπό τινων οὐ κατὰ τὴν οἰκείαν φύσιν αὐτῶν γινομέναις ἐνεργείαις ἡδονὰς παρὰ φύσιν (διὸ καὶ ὁμωνύμους ἐκείνας), ὧν τὰς μὲν κατὰ φύσιν ἑκάστοις καὶ ἡδονὰς κυρίως εἶναι ῥητέον, τὰς δὲ παρὰ φύσιν ἐκείνοις τοῖς ἡδομένοις αὐτὰς ἡδονάς, οὐ μὴν κυρίως τε καὶ ἁπλῶς ἡδονάς, ὥσπερ καὶ ὑγιεινὰ τὰ μὲν ἀπλῶς, τὰ δὲ τοῖσδε, καὶ τὰς μὲν ἀληθῶς τε καὶ κυρίως ἡδονὰς ἀγαθὰς εἶναι τοῖς ἡδομένοις αὐτὰς ῥητέον, τὰς δὲ παρὰ φύσιν γινομένας τισὶν οὐκ οὔσας ἀπλῶς ἡδονὰς μοχθηράς τε καὶ κακάς. εἰ δὴ μάλιστα ἄνθρωπος καὶ κατὰ φύσιν ἔχων μάλιστα ὁ ἀγαθός, εἶεν ἂν καὶ ἀνθρώπῳ κατὰ φύσιν ἡδοναὶ μάλιστα αἱ τούτῳ φαινόμεναι, καὶ ἡδέα οἷς οὖτος χαίρει. ὅσα δὲ τούτῳ δυσχερῆ, ταῦτα παρὰ φύσιν τε καὶ οὐχ πλῶς ἡδέα, εἰ καὶ ἥδοιντό τινες ἐπ’ αὐτοῖς. διάφεροιεν δ’ ἂν καὶ τῶν κατὰ φύσιν ἑκάστῳ ἡδονῶν τῷ αἱ μὲν αὐτῶν μᾶλλον, αἱ δὲ ἧττον οἰκεῖαι εἶναι. οὕτω δ’ ἂν εἴη τῇ λύπῃ κακῷ ὄντι ἡ κυρίως τε καὶ ἁπλῶς ἡδονὴ ἐναντία οὖσα ἀγαθὸν πᾶσα, εἰ καὶ μὴ ὁμοίως, αἱ δὲ παρὰ φύσιν οὕτε ἡδοναὶ ἁπλῶς οὔτε ἀγαθαί, εἶεν δ’ ἂν καὶ ἐπὶ τοῖς ἀδιαφόροις τοιαῦται· οὐδὲ γὰρ τὰ ἀδιάφορα ἐν τοῖς κατὰ φύσιν. ἡδονῇ δὲ ἐναντίον λύπη, ἀλλ’ οὐ πόνος, εἴ γε πόνος θλῖψιν σωματικὴν δηλοῖ καὶ λύπην τινά, ἀλλ’ οὐ τὴν ἁπλῶς. ἡ δὲ λύπη ἡ καθόλου τὴν τοιάνδε ψυχικὴν διάθεσιν σημαίνει, εἴτ’ ἐπὶ θλίψει γίνοιτο σωματικῇ εἴτ’ ἐαὶ διαθέσει τινὶ ψυχικῇ, ὥσπερ καὶ ἡ ἡδονὴ οὐχὶ σωματικὴ μόνον, ἀλλὰ καὶ ψυχική. τῇ κοινῇ οὖν ἡδονῇ λύπη κοινὴ οὖσα ἐναντίον, ἡ δ’ ἐπὶ ταῖς παρὰ φύσιν ἡδονή, 1 δοκεῖ] εῑ in lit. V 8 οὐκ] fortasse εἰ λύπῃ a: λύπη V ἔσται γὰρ οὕτω τῷ Sp. 11 δὲ δὲ V 12 ἡδομένοις scripsi: ἡδομένας VB: γινομέναις Ba Sp. 20 ἐκεῖνοισ sic V 20. 21 οὐ μὴν—ἡδονάς om. Ba Sp. 31 lacunam indicavi 34 καθόλον Sp. ψυχικὴν] κὴν in litt. 5 litterarum V 35 pr. εἴτ’ B2a Sp.: εἴδ’ VΒ 37 λύπη ⟨ἡ⟩ coni. Sp. fortasse τοῖς ἡδονὴ—p. 126,1 ἀγαθὸν in lit. V φθείρουσα τὴν ἐπὶ τοῖς κατὰ φύσιν ἡδονὴν οὖσαν ἀγαθὸν, ὁμοίως τῇ οἰκείᾳ λύπῃ, εἴη ἂν καὶ αὐτὴ κακόν ὡς ὑπερβολὴ γὰρ τὸ ἐφ’ οἷς μηδὲ γενόμενον, ὡς εἶναι πᾶσαν μὲν λύπην κακόν, τῶν δ’ ἡδονῶν τὰς μὲν κατὰ φύσιν τε καὶ κυρίως ἡδονὰς ὡς ἀγαθὰ ἐναντίας εἶναι ταῖς λύπαις, τὰς δὲ παρὰ φύσιν ὡς κακὸν κακῷ. VI. Ὅτι τῇ ἡδονῇ ἡ λύ πη ἐστὶν ἐναντίον ἀλλ’ οὐ πόνος. Ὁ μὲν γὰρ πόνος σωματικήν τινα θλῖψιν ἐμφαίνει, ἡ δὲ λύπη ψυχικὴν συστολήν. εἰ μὲν οὖ καὶ ἡ ἡδονὴ πᾶσα ἦν ἐν σωματικῇ διαχύσει, ἦν ἂν ὁ πόνος αὐτῇ ἐναντίος, ἐπεὶ δ’ ἐστὶν ἡδονὴ διάχυσίς τις τῆς ψυχῆς οὐ διὰ σώματος οὐδ’ ἐπὶ σώματι γινομένη μόνῳ, οὐκ ἂν εἴη τῇ τοιαύτῃ ἡδονῇ ἐναντίον πόνος, ἀλλὰ λύπη. ἡ μὲν γὰρ λύπη καὶ ἐπὶ ταῖς θλίψεσι τοῦ σώματος καὶ αὐτῆς τῆς ψυχῆς ἐφ’ αὐτῆς, ὥσπερ καὶ ἡ ἡδονή, ὁ δὲ πόνος ἐπὶ σώματι μόνον. διὸ εἴη ἂν ἁπλῶς μὲν ἡδονῇ λύπη ἐναντία, τινὶ δὲ ἡδονῇ ἡ ὡς πόνος. τῇ γὰρ σωματικῇ διαχύσει καὶ τῇ τοῦ σώματος εὐσθενείᾳ καὶ τῇ ἐπὶ τούτοις ἡδονῇ εἴη ἂν ἡ τοῦ σώματος θλῖψίς τε καὶ ὀδύνη ἐναντία. ὁ δὲ ἐπὶ τῆς ψυχῆς λεγόμενος πόνος, ὡς λέγονταί τινες φιλόπονοι, οὐδὲ τὴν ἀρχὴν ἐναντίος ἡδονῇ· μεθ’ ἡδονῆς γοῦν γίνεται. εἰ δέ τις ἐπὶ τῷ πονεῖν λυποῖτο, ἡ λύπη ἄν, οὐχ ὁ πόνος εἴη τὸ ἐναντίον τῇ ἡδονῇ. οὔσης δὲ λύπης τῇ ἡδονῇ ἐναντίας πᾶσα μὲν λύπη κακὸν εὐλόγως ἂν λέγοιτο· τῇ γὰρ αὐτῆς φύσει φευκτή. ἡ δ’ ἡδονὴ οὐ πᾶσα ἀγαθόν, ἀλλ’ ὅσαι μὲν τῶν ἐνεργειῶν τῶν ἐφ’ αἷς ἡ ἡδονὴ ὑπερβολὴν ἔχουσιν, ἕξουσιν ὁμοίως καὶ αἱ ἐπ’ αὐταῖς ὑπερβολὴν ἡδοναί, τοιαῦται δ’ αἱ σωματικαί. διότι τούτων αἱ μὲν σύμμετροι αἱρεταί, ὁποῖαί εἰσιν καὶ αἱ περὶ τὰ ἀναγκαῖα τὰ πρὸς τὸ σῶμα (αἱρετὰ γὰρ καὶ τὰ ἀναγκαῖα), αἱ δ’ ὑπερβάλλουσαι φευκταί, ὁποῖαί εἰσιν αἱ τῶν ἀκολάστων, καὶ εἴη ἂν ἐπ’ αὐτῶν καὶ ἡ λύπη ὡς ἔνδειά τις κακόν, καὶ ἡ ὑπερβάλλουσα ἡδονὴ ὡς ὑπερβολή τις, ἡ δὲ σύμμετρος ἀγαθὸν ἐν μεσότητί πως οὖσα τῶν προειρημένων. ὧν δ’ ἡδονῶν μὴ ἔστιν ὑπερβολή (τοιαῦται δ’ εἰσίν, ὅσαι ἐπὶ ἐνεργείαις γίνονται, ὅσων τὸ αἱρετὸν ἐκ τῆς ἐπιδόσεως τε καὶ προσθήκης αὔξεται, ὁποῖαί εἰσιν αἱ γινόμεναι κατὰ τὰς ἀρετάς), ἐπὶ τούτων οὐδὲ τῶν ἡδονῶν ἔσται τις ὑπερβολή· διὸ αἱ τοιαῦται αἱρεταί τε καὶ ἀγαθαὶ τῇ οἰκείᾳ φύσει πᾶσαι. | 1 τοῖσ] ταῖσ a Sp. 2 κακόν VB¹: ἐναντίον ὡς κακὸν κακῷ B2a Sp. τὸ ἐφ’ οἷς μηδὲ γενόμενον VB¹: ἐλλείψει β Sp. 8 διαχύσει Vict. (ubique restituit): διαλύσει litbri 9 ὁ om. a Sp. αὐτῇ Sp.: αὐτῆς libri διάλυσις V 10. 11 τῇ τοιαύτῃ ἡδονῇ Sp.: τῆς τοιαύτης ἡδονῆς libri 13 ἐναντία V: ἐναντίον Βa 14 διαλύσει V 19 τῇ ἡδονῇ B2 Sp: τῆς ἡδονῆς libri bis 21 ὅσαι B2a Sp.: ὅσα libri 22 αὐταῖς] υ in lit. V 23 διό coni. Sp. 21 post τῶν add. ἐνεργειῶν, εἰ δὲ τῶν B2a: τῶν ⟨ἐνεργειῶν ἡδονῶν⟩ coni. Sp. VII. Διὰ τί, εἰ ἡ λύπη πᾶσα κακὸν τῇ ἑαυτῆς φύσει, οὐχὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθόν ἔσται τῇ ἑαυτῆς φύσει. Ἢ γὰρ πᾶσαν ἔδει καὶ τὴν ἡδονὴν κακὸν εἶναι οὖσαν ἐναντίον τῇ λύπῃ ὡς κακὸν κακῷ, ἢ εἰ μὴ ὡς φευκτὸν μηδὲ κακὸν ἡ ἡδονή, ἀλλ᾿ ὡς ἀγαθὸν κακῷ ἀντίκειται, πᾶσαν ἀγαθὸν εἶναι. εἰ γὰρ εἴη τις ἡδονὴ κακόν, εἴη ἂν τῶν λυπῶν κακῶν οὐσῶν πασῶν ἡ ἡδονή, ἐναντία οὖσα τῇ λύπῃ, ἡ μὲν ὡς κακὸν κακῷ ἐναντία, ἡ δὲ ὡς ἀγαθὸν κακῷ, ὅτι δεῖται λόγου. ἢ οὐδὲ λύπη πᾶσα κακόν, εἴ γε καὶ ἐν τούτοις ἡ ἀρετὴ τοῦ μέσου στοχαστική, καί εἰσιν οἰκεῖαι τῷ σπουδαίῳ καὶ λύπαι τινὲς καὶ πόνοι. εἴη δ᾿ ἂν κοινότερον ὁ πόνος τῆς λύπης. τὶς γὰρ πόνος ἡ λύπη. καὶ γὰρ ὥσπερ ἡ ἡδονὴ ταῖς ἐνεργείαις ἑπομένη καὶ μέρος πως ἢ τέλος οὖσα αὐτῶν παῤ ἐκείνων ἔχει τὸ αἱρετόν τε καὶ φευκτόν (αἱρεταὶ μὲν γὰρ αἱ ἐπὶ ταῖς αἱρεταῖς ἐνεργείαις, φευκταὶ δ᾿ αἱ ἐπὶ ταῖς μὴ τοιαύταις), οὕτως εὔλογον καὶ τὰς λύπας ὑπολαμβάνειν ἐπὶ ἐνεργείαις τισὶ γινομένας παῤ ἐκείνων καὶ αὐτὰς ἔχειν τὸ αἱρετόν τε καὶ φευκτὸν ἔμπαλιν τῶν ἡδονῶν. τὰς μὲν γὰρ ἐπὶ ταῖς καλαῖς γινομένας ἐνεργείαις φευκτὰς εἶναι, τὰς δ᾿ ἐπὶ ταῖς αἰσχραῖς αἱρετάς. εἰ δέ εἰσιν λῦπαί τινες αἱρεταὶ καὶ πόνοι, εἶεν ἂν καὶ ἡδοναὶ φευκταὶ αἱ ταῖς λύπαις ταύταις ἐναντίαι. ἐναντίαι δὲ ἡδοναὶ λύπαις αἱ γινόμεναι ἐπὶ ταῖς τοιαύταις ἐνεργείαις. καὶ διὰ τοῦτο οὐ πᾶσα ἀγαθὸν ἡδονή, ὅτι μηδὲ πᾶσα λύπη κακόν. ἐλέγετο δέ τι καὶ τοιοῦτον, ὅτι οὐδὲ τοῖς ὑποθεμένοις πᾶσαν εἶναι λύπην κακὸν ἀκολουθεῖν ἀνάγκη τὸ ἢ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι ἢ πᾶσαν κακόν, κειμένου τοῦ τὴν λύπην ἐναντίαν εἶναι τῇ ἡδονῇ. ἐφ᾿ ὧν γὰρ ἡδονῶν ὑπερβολαί τινές εἰσιν, ἐν τούτοις εἰσὶ καὶ αἱρεταί τινες ἡδοναὶ καὶ φευκταί. αἱ μὲν γὰρ μέσαι αἱρεταί, αἱ δὲ κατὰ τὰς ὑπερβολὰς φαῦλαι, εἰσὶ δὲ τοῦτο ἔχουσαι αἱ σωματικαὶ τῶν ἡόνων. ἐφ᾿ ὧν δὲ μή εἰσιν ὑπερβολαὶ τῷ καὶ τὰς ἐπὶ πλέον αὐτῶν γινομένας ἐν ἐν τῷ αἱρετῷ μένειν, αὗται πᾶσαι αἱρεταί, οἷαί εἰσιν αἱ ἐπὶ ταῖς κατὰ θεωρίαν ἐνεργείαις. εἰσὶ δέ τινες καὶ παρὰ φύσιν ἡδοναί, ὁποῖαί εἰσιν αἱ θηριώδεις τε καὶ νοσηματώδεις, περὶ ὧν εἴρηται ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν, αἳ οὔτε κυρίως ἀνθρώπου λέγοιντο ἂν ἡδοναί, ὅτι μὴ κατὰ φύσιν, οὔτε αἱρεταί οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πάσαις μὲν αὐταῖς ἔσται λύπη ἐναντίον ὡς κακὸν τῷ κεῖσθαι πᾶσαν εἶναι λύπην κακόν, τῶν δὲ ἡδονῶν ὅσαι μέν εἰσι παρὰ φύσιν, αὗται ὡς κακὸν κακῷ τῇ λύπῃ ἔσονται ἐναντίαι, εἴ τις καὶ ταύτας ἐν ταῖς ἡδοναῖς καταλέγοι, ὅσαι δὲ ἔχουσιν ὑπερβολήν, ἐπὶ τούτων αἱ μὲν ὡς ἀγαθὸν ἔσονται τῇ λύπῃ ἐναντίαι, αἱ ἐν μεσότητι καὶ ὡρισμέναι τῷ ὀρθῷ λόγῳ, αἱ δὲ καθ᾿ ὑπερβολήν, ἐν αἷς καὶ 2 ἐστι Ba Sp. 3 ante ἢ titulum iterat Ba  Sp. 5 πᾶσαν B2a Sp.: πῶσ ἂν VB 6 πασῶν. ⟨ἢ⟩ ἡ Vict. Sp. 7 ὅτι—λόγου punctis notat B2 (in mg.: λύσις οὐ μέντοι ἀκριβής): om. a 8 οὐδὲ Sp.: οὔτε libri 14 λύπας] υ in lit. V 29 ὧν] ν s. v. V 29. 30 ἑβδόμῳ τῶν Ἠθικῶνν] Eth. Nic. VII, 1. 1145 a 15s sqq. 31. 32 ἐναντίον ἔσται λύπη Sp. 36 αἷς Sp.: οἷς] libri αἱ τῶν ἀκολάστων, αὖται δὲ ὡς κακὸν κακῷ, ὧν δὲ οὐκ ἔστιν ὑπερβολή, αὗται ἂν εἶεν πᾶσαι ὡς ἀγαθὸν κακῷ τῇ λύπῃ ἐναντίαι. VIII. Ὅτι ἡ ἀρετὴ οὔτε γένος οὔτε ὅλον. θὔτε γένος μέν, ὅτι τὸ γένος οὐ συναναιρεῖται ἑνὶ τῶν εἰδῶν ἀναιρουμένῳ, ἡ δὲ ἀρετὴ συναναιρεῖται μιᾷ (εἴτε γὰρ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἀλλήλαις, ἡστινοσοῦν ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ ἀρετή, ἔσται γε οὕτως καὶ ἕν τι τῶν εἰδῶν τἄλλα εἴδη συναναιροῦν, ὃ οὐδὲ αὐτὸ ὑγιὲς εἶναι δοκεῖ, εἴτε μὴ ἀντακολουθοῦσι, φρονήσεως ἀναιρουμένης ἀναιροῖτο ἂν ἡ ἀρετὴ τῷ κατὰ τὸν ὀρθὸν λόγον ἐν πάσαις αὐταῖς τὸ εἶναι, ὁ δ’ δρθὸς λόγος ἀπὸ φρονήσεως), ὅλον δὲ οὐκ ἂν εἴη ἡ ἀρετή, ὅτι τὸ μέρος οὐκ ἐπιδέχεται τὸν τοῦ ὅλου λόγον ἐν τοῖς ἀνομοιομερέσιν, διαφέρουσι δὲ ἀλλήλων αἱ ἀρεταὶ καὶ τὸν τῆς ἀρετῆς ἐπιδέχονται λόγον. ἢ ἐν οἷς τὸ μὲν πρῶτόν ἐστι, τὸ δὲ δεύτερον, ὡς ἀναιρουμένου τοῦ πρώτου ἀναιρεῖσθαι τό τε κοινὸν καὶ τὰ ἄλλα τὰ μετ’ αὐτό, ταῦτα τῶν πολλαχῶς λεγομένων ἐστὶ τῶν ἀφ’ ἑνὸς ἢ πρὸς ἂν λεγομένων, ὥστ’ εἰ καὶ ἡ ἀρετὴ μιᾶς τινος ἀναιρουμένης ἀναιροῖτο, εἴη ἂν καὶ αὕτη τῶν οὕτως λεγομένων. ἢ μᾶλλον ῥητέον τὸν δοκοῦντα συνωνύμως τῶν ἀρετῶν ὅρον τῆς ἀρετῆς κατηγορεῖσθαι κοινότερον εἶναι καὶ οὐκ ἴδιον τῆς ὅλης ἀρετῆς ἧς αὗται μέρη. εἴη δ’ ἂν ἐκείνῃ λόγος ἡ πάσης λογικῆς ψυχῆς ἕξις ἀρίστη, ὅς λόγος οὐ καθεκάστῃ τῶν ἀρετῶν ἐφαρμόζει. δοκεῖ δὲ καὶ Ἀριστοτέλης ὅλον τι λέγειν τὴν τέλειον ἀρετὴν ἀλλ’ οὐ γένος. Περὶ τῆς ἀπορίας ταύτης καὶ ἐν τοῖς ὑστέροις εἴρηταί τι· IX. θτι μὴ πάντες οἱ ἁμαρτάνοντες ἀγνοίᾳ τοῦ κακὰ εἶναι καὶ βλαβερὰ ἃ πράτου σιν, ἀμμαρτάνουσιν. Ὀτι μὴ πάντες ὰγνοίᾳ τοῦ κακὰ εἰναι καὶ βλαβεπά, ἃ πράττουσιν, ἁμαρτάνουσι, δῆλον ἐκ τῶν πεπεισμένων ὅτι μαρτάνουσι, καὶ μὴ ἀντεχόντων αὑτοῖς διὰ μαλακίαν καὶ ἀνασκησίαν. ὧν εἰσι καὶ οἱ νοσοῦντες καὶ τὰ βλάπτοντα αὐτοὺς πράττοντες, οὐκ ἀγνοοῦν τες ὁποῖά ἐστιν· ὅτι γὰρ οὐκ ἀγνοοῦσιν, αὐτοῖς ἐπικαλοῦσι, τοὺς μὴ τὰ ὅμοια ἁμαρτάνοντας ἐπικαλοῦνται, εὔχονται τοῖς θεοῖς ὑπὲρ τοῦ κάλλιον φρονῆσαι. ἐν 1 alt. δὲ V1 in mg. 3 οὕτε γένος Ba Sp.: οὐ γένος V 4 ante οὔτε titulum iterat Ba Sp. οὔτε] οὐ B²a Sp. 6. 7 γε οὕτωσ V: τε sa Sp.: fortasse δὲ οὕτως 7 εἰδῶν οὕτως τἆλλα θa Sp. 8 ἀναιρουμένης] ης s. v. in lit. V 9 ἐν] εῖναι coni. Sp. bene 10 ἀποφρονήσεωσ V οὐκ ἂν] υκ ἂν in lit. V εἴη] η add. v. c. V 17 τῆς ἀρετῆς coll. post κατηγορεῖσθαι Ba Sp. 19 εἴη] η add. v. c. V ἐκείνη a 20 οὐ punctis notat B: om. a 21 τελείαν Sp. 22 τι a Sp.: τισ (ι in lit.) V 25, 26 δτι-πράττουσιν add. Ba Sp. 27 ἀνασκησίαν] ἀναισθησίαν Vict. Sp. 28 αὐτοὺς Sp. 30 ἐπικαλοῦνται B2a Sp.: ἐπικαλοῦσιν V ἔχονται a οἷς εἰσι καὶ οἱ ἐρῶντες, οἳ εἰ τὸ ἐρασθῆναι ἐπ’ αὐτοῖς ὡς τὸ ἐρῶσιν παύσασθαι, ἑκόντες ἂν εἶεν τὰ κατὰ τὸν ἔρωτα πράττοντες. ἀλλὰ καὶ ἐκ τῶν ἀρχομένων ἁμαρτάνειν δῆλον. οὐδεὶς γὰρ αὐτῶν ἀγνοῶν τὰ κακὰ ὅτι κακά ἐστιν ἐπ’ αὐτὰ τὴν ἀρχὴν ἔρχεται. πάντες γοῦν ἀρχόμενοι αἰδοῦνται καὶ λανθάνειν σπεύδουσιν, καὶ ὡς μὴ καὶ δεύτερον πράξοντες τὰ ὅμοια εἶσιν ἐπ’ αὐτά, πεπεισμένοι βλαβήσεσθαί τι ἀπ’ αὐτῶν, εἴκοντες τῇ ἡδονῇ, οὐ πίστει τοῦ αἱρετωτέραν αὐτοῖς εἶναι, ἀλλὰ τῷ μὴ βούλεσθαι πονήσαντες ὀλίγον ἀντισχεῖν πρὸς αὐτήν. τοῦ δὲ ταύτην περὶ τῶν κακῶν ἔχειν τὴν πρόληψιν ὡς ἔννοιαν αὐτῶν ἔχειν ὁποῖά ἐστιν αἰτίαν πρώτην μὲν τὴν φύσιν ἔχουσιν (οὐ γὰρ ἀνεννόητοι τῶν βελτιόνων οἱ μηδέπω παντάπασιν διεστραμμένοι, ἀλλὰ τὰς κοινάς τε καὶ φυσικὰς σώζοντες ἐννοίας· ὅτι γὰρ πρὸς τὰ βελτίω νένευκεν ἡ φύσις ἑκάστου, δῆλόν ἐστιν ἐκ τοῦ καὶ τοὺς ἐν ἁμαρτήμασιν ὄντας ἤδη ἐπαινεῖν ἔτι τοὺς οὐχ ἁμαρτάνοντας, καὶ τοὺς ἁμαρτάνοντας τοὺς αὐτῶν παῖδας μὴ ἐπὶ τὰ αὐτὰ ἄγειν), κανὴ δὲ καὶ ἡ κοινὴ φήμη τε καὶ πρόληψις τῶν ἀνθρώπων τὴν τῶν κακῶν ἀτοπίαν ὁποία τίς ἐστι διδάξαι. ἀλλὰ καὶ οἱ νόμοι ταῦτα κηρύττοντες ἱκανοὶ τὰ βελτίω διδάσκειν. πρὸς δὲ τούτοις διδάσκαλοί τε καὶ παιδαγωγοὶ πάντες κοινῶς τὰ κακὰ φεύγειν παραινοῦντες οὐκ ἀνεννοήτους τῶν βελτιόνων τοὺς νέους ἐῶσιν εἶναι. καὶ ὅτι μὲν οὐκ ἀγνοίᾳ τῶν κακῶν τὰ ἁμαρτήματα, δῆλον ἐκ τούτων τε καὶ τῶν τοιούτων. ὅτι δὲ μὴ βίᾳ πράττουσιν τὰ φαῦλα, δῆλον ἐκ τοῦ αὐτοὺς εἶναι τοὺς πράττοντας αὐτά, καὶ κατὰ τὴν ἐξ αὐτῶν ὁρμὴν κινεῖν ἐπὶ τὰς τοιαύτας πράξεις τὰ ὀργανικὰ μέρη καὶ βουλευομένους περὶ αὐτῶν καὶ προαιρουμένους αὐτά. εἰ γὰρ οἱ προαιρούμενοι βιάζονται, τίνες ἂν εἶεν οἱ μὴ βιαζόμενοι; εἰ δὲ ἐν ἕξει τῶν ἁμαρτανομένων γενόμενοι μήτε αἰδοῦνται αὐτοὺς τῶν κακῶν φρονοῦσιν, οὐδὲν τοῦτο πρὸς τὸ εἶναι αὐτὰ ἀκούσια. τοῦ γὰρ ἐν ταύτῃ τῇ ἕξει γενέσθαι, ὡς τὰ κακὰ μὴ ὑπολαμβάνειν καὶ αὐτοῖς εἶναι κακά. αὐτοὶ αἴτιοι, ὅτε γ’ ἦν ἐπ’ αὐτοῖς μὴ πράττειν ταῦτα δι’ ἃ γεγόνασιν τοιοῦτοι μὴ φυλαξάμενοι. εἰ δὲ ἀρχομένοις μὲν αὐτοῖς τῶν μαρτημάτων οὐκ ἐφαίνετο τὰ κακὰ ώφέλιμά τε καὶ αἱρετά, προελθοῦσιν δὲ ἐν αὐτοῖς καὶ δι’ ἀμέλειαν αὐτῶν ἐν ἕξει γενομένοις μοχθηρ τὰ τοιαῦτα φαίνεται, ἑαυτοῖς ἂν εἶεν τῆς ἀπ’ αὐἐρῶντες 1 ἐρωτῶντες sic V: ἐρωτῶντες B1 ὡς addidi: ἐστὶ καὶ add. B2a Sp. 6 εἰσιν (εἰσιν V)] ἴασιν coni. Sp. fortasse recte πεπεισμένοι μὲν βλαβήσεσθαι B2a Sp. εἴκοντες δὲ τῇ aSp. 8 αὐτήν] ην in lit. V 9 ἔννοιαν] εὖνοιαν a Sp. 10 ἀ| νεννόητοι (νεν in lit. V οἱ μηδέπω B Sp.: οἱ μὴ δέπω (μὴ s. v.) V: ὅρμη δέπω a 15 κοινὴ] ὴ in lit. V 17 τούτοις Sp.: τούτους libri 19 ὰμαρτήματα] tert. α in lit. V 20 ὅτι] ο in lit. V δὲ μὴ corr.e μὴ δὲ V: δὲ μὴ δὲ Ba Sp. βίη] β in lit. V 21 αὐτοὺς αἰτίους⟩ Θiels 22 ὀργ ἴκὰ (κὰ in lit.) sic V 23 προαιρουμένους] pr. υ in lit. V 24 εῖεν] νin lit. V εὶ] οἱ Vict. 25 αὑτοὺς Sp.: αὐτοὺς V: om. a τῶν κακῶν φρονοῦσιν VFB1 s1: Sp.) νόμων καταφρονοῦσιν, τὰ κακὰ οὐχ ἡγούμενοι εἶναι κακά B²S²a Sp. 27 αὐτοῖσ V αὐτοὶ Ba Sp.: αὑτοὶσ V: αὐτοις FS ὅτε γ’ ἦν Schwartz: ὅτε μὴν VBFS¹: εἴ γε B2a Sp. 28 τὸ μὴ πράττειν B2a Sp. δι’ ἃ γεγόνασιν scripsi: διαγεγόνασιν VB¹B¹F: ἂν διαγεγόνασιν B²S²a Sp. 31 μοχθηρᾷ Schsartz: μοχθηρὰ VFB¹S¹: αλρετὰ B²S2a Sp. τὰ delevi τῶν τοιαύτης φαντασίας αἴτιοι, ὄντες αὐτοῖς τῆς τοιαύτης ἕξεως αἴτιοι, δι’ ἣν φαντασίας περὶ τῶν κακῶν τοιαύτας ἔχουσιν. τούτοις δὲ μαρτυρεῖ καὶ τὸ μισεῖσθαι καὶ κολάζεσθαι τοὺς οὕ| τως ἁμαρτάνοντας, ὡς ἑκουσίως καὶ αὐτοῖς αἰτίους ὄντας τῶν τοιούτων πράξεων, τῶν ἀκουσίως τοιοῦτόν τι πραττόντων συγγνώμης τυγχανόντων. διὰ τί γάρ, εἰ πάντα ἀκούσια, τὰ μὲν αὐτῶν συγγινώσκεται, τὰ δ’ οὔ; εἰ γάρ, ὅτε ἐπ’ αὐτοῖς ἦν τὸ μαθοῦσιν ὁποῖά ἐστιν ἀπέχεσθαι αὐτῶν, εἰ μὲν εἰδότες τοῦτο ἠμέλουν αὐτοῦ, αὐτοὶ αἴτιοι πάλιν καὶ ἑκόντες τοιοῦτοι, εἰ δὲ κἀκεῖνο ἠγνόουν, πῶς οὐ καὶ αὐτοὶ συγγνώμης ἄξιοι; ἱκανὴ δὲ πίστις τοῦ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν τῶν βελτιόνων τινὰς ἁμαρτάνειν τῶν ἁμαρτανόντων καὶ τὸ μήτε λυπεῖσθαι μήτε μεταγινώσκειν ἐπὶ τοῖς ἁμαρτήμασιν· τὰ γὰρ ἀκουσίως πραττόμενα ἐπίλυπά τέ ἐστι καὶ ἐν μεταμελείᾳ. ὅτι δὲ εἰ ἀκούσια τὰ ἁμαρτήματα, οὐδὲ ἐφ’ ἡμῖν ἂν εἴη, δῆλον ἐκ τοῦ ἀκούσια μὲν εἶναι τὰ βίᾳ ἢ δι’ ἄγνοιαν γινόμενα, οὔτε δὲ ἃ βιαζόμενοι ποιοῦμεν ἐφ’ ἡμῖν μὴ ποιεῖν (ἃ γὰρ μὴ ἐφ’ ἡμῖν καὶ ποιῆσαι καὶ μὴ ποιῆσαι, ταῦτα οὐ βίᾳ), τὰ δὲ διὰ θυμὸν ἢ ἐπιθυμίαν μαρτανόμενα βίᾳ φασὶν ποιεῖν τοὺς ποιοῦντας, ὥστε ⟨τὰ> διὰ θυμὸν ἢ ἐπιθυμίαν ἁμαρτανόμενα οὐκ ἐφ’ ἡμῖν. εἰ δὴ αἱ κολάσεις ἐπὶ τοῖς ἐφ’ ἡμῖν, οἱ διὰ θυμὸν ἢ δι’ ἐπιθυμίαν ἁμαρτάνοντες οὐκ ἂν εὐλόγως κολάζοιντο. ὅσα δὲ δι’ ἄγνοιαν ἁμαρτάνεται, ταῦτα εἰ μὲν τῆς ἀγνοίας αὐτοῖς οἱ ἁμαρτάνοντες αἴτιοι, εἶεν ἂν ἐπ’ αὐτοῖς· εἶεν δ’ ἂν αὐτοῖς αἴτιοι τῆς ἀγνοίας, εἰ ἐνὸν αὐτοῖς ἐπὶ τὰ βελτίω τραπομένοις μὴ γενέσθαι ἐν ἕξει τοιαύτῃ, δι’ ἣν ἀγνοήσουσι τὰ ἀγαθά, οἱ δὲ ἠμέλησαν τοῦ τοιούτου. ἀλλὰ μὴν οὐκ ἄλλως ἐνῆν αὐτοῖς ἐπὶ τὰ βελτίω τραπέσθαι, εἰ μὴ εἶχόν ποτε ὑπολήψεις τινὰς περὶ τῶν ἀγαθῶν ὡς ὄντων τοιούτων. εἰ γὰρ ἀεὶ τὰ κακὰ αὐτοῖς ἀγαθῶν φαντασίαν ἐπέστελλεν, οὐκ ἦν ἐπ’ αὐτοῖς τὸ μὴ αἱρεῖσθαι αὐτά. ἀλλὰ μὴν οἱ ἔχοντες ὑπολήψεις περὶ τῶν ἀγαθῶν ὡς ἀγαθῶν ἔπειτα μὴ αρούμενοι αὐτὰ ἑκόντες ἡμάρτανον. οὔτε γὰρ διὰ βίαν οὔτε δι’ ἄγνοιαν παρεώρων τὴν τῶν βελτιόνων αἵρεσιν, ὥστε ὡς ἐπ’ αὐτοῖς τὸ ἁμαρτάνειν, οὕτως καὶ ἑκούσιον. εἰ δὲ μὴ αὐτοῖς τῆς ἀγνοίας αἴτιοι, οὐδ’ ἂν ἐπ’ αὐτοῖς εἴη τὸ δι’ ἄγνοιαν ἁμαρτάνειν, οὕτως δὲ οὐδεὶς ἂν εὐλόγως κολάζοιτο τῶν ἁμαρτανόντων, εἴ γε αἱ κολάσεις μὲν ἐπὶ τοῖς ἐφ’ ἡμῖν, οὐδὲν δὲ τῶν ἁμαρτανομένων ἐφ’ ἡμῖν, εἴ γε ἀκούσιον, πᾶν δὲ ἀκούσιον ἡ δι ἄγνοιαν ἢ βίᾳ.