XXVIII. Πότερον ὡς γένος ἢ ὡς ὅλον τῶν ἀρετῶν ἡ ἀρετή. Ἐπεὶ τοῖς μὲν ὡς γένος τῶν ἀρετῶν τὴν ἀρετὴν κατηγορεῖσθαι λέγουσιν εἵπετο ἄτοπον τὸ μιᾶς ἀναιρουμένης ἀναιρεῖσθαι πάσας (τῆς γὰρ φρονήσεως ἀναιρεθείσης οὐδ᾿ ἄλλην οἷόν τε ἔχειν ἀρετήν, οὐχ οὕτως ὀὲ τὸ γένος ἔχει πρὸς τὰ εἴδη, ὡς ἑνὸς εἴδους ἀναιρέσει συναναιρεῖσθαι αὐτό τε καὶ τἆλλα εἴδη), τοῖς δὲ ὡς ὅλον μερῶν εἴπετο τὸ μὲν ὅλον τῶν μὴ ὁμοιομερῶν αὐτῷ μερῶν μὴ κατηγορεῖσθαι συνωνύμως (οὐ γὰρ κατὰ τῆς κεφαλῆς τοῦ ἀνδριάντος ὁ ἀνδριὰς καὶ ὁ λόγος αὐτοῦ· οὐσῶν δέ γε τῶν ἀρετῶν διαφερουσῶν ἀλλήλων ἡ ἀρετὴ κατὰ πασῶν συνωνύμως κατηγορεῖται) ἢ εἰ τὸ ὅλον τὸ ὁμοιομερὲς τῶν μερῶν συνωνύμως κατηγορεῖται, πᾶσαι δὲ αἱ ἀρεταὶ ὅμοιαι ἀλλήλαις, εἴ γε ἣν ἂν λάβης ὡς τελείαν, ὁμοίως ἐκ πασῶν μέμικται, εἴη ἂν ὡς ὁμοιομερὴς ὅλη κατηγορουμένη ἑκάστης συνωνύμως. ὁ γὰρ ἔχων τὴν τελείαν ἀρετὴν ὁμοίως πάσας ἔχει, ἔχων δὲ ὁμοίως πάσας λέγεταί ποτε μὲν κατ᾿ ἀνδρείαν, ποτὲ δὲ κατὰ σωφροσύνην ἐνεργεῖν τῷ περὶ ἃ ἰδίως ἐστὶν ἡ σωφροσύνη, περὶ ταῦτα ἁπάσαις ὁμοίως ἐνεργεῖν. ὡς γὰρ ἐν τοῖς σώμασιν τοῖς ἐκ διαφερόντων μιγνυμένοις τινῶν τὸ μιχθὲν ὁμοιομερὲς πάντῃ γίνεται, οὕτως καὶ ἐπὶ τῶν ἕξεών τε καὶ τῶν ἀρετῶν γίνεται. αἱ γὰρ διαφέρουσαι ἀλλήλων ἀρεταὶ τῷ τήνδε μὲν αὐτῶν περὶ τάδε τινὰ εἶναι, τήνδε δὲ περὶ τάδε (ὡς ἔχον ἐπὶ τῶν φυσικῶν ἀρετῶν ὁρῶμεν· αὗται γὰρ ἐν τῇ τελειώσει, ἣ γίνεται ἐν τῇ ἑκάστης αὐτῶν πρὸς τὰς ἄλλας μίξει), τὸ πᾶν ὁμοιομερὲς ποιοῦσιν, ὡς γίνεσθαι μὲν δοκεῖν καθ᾿ ἑκάστην αὐτῶν ἐνέργειαν, ὅταν περὶ ταῦτα γίνηται, περὶ ἃ ἦν τῇ ἀτελεῖ τε καὶ φυσικῇ ἀνδρείᾳ φέῤ εἰπεῖν τὸ εἶναι· οὐ μὴν κατ᾿ ἐκείνην μόνην ἐνεργεῖ περὶ αὐτά, ὧν διὰ τὴν τοιαύτην μῖξιν 1 ἐλλείψειν V 4 τὸ τὸ] τὸ a Sp. 5 καὶ] οὐδὲ a Sp. 6 ἐλλείψεως καὶ ὑπερβολῆς a Sp. 7 οὐ] ὑ in lit. V 10 ⟨ἢ⟩ ὡς γένος Sp. 11 ante ἐπεὶ titulum iterat B, cui B2 verb praemittit εἰκότως ζητεῖται 14 ἔχει πρὸς] ἔχειν πρὸς a Sp. 15 ὡς ὅλον VBS (scil. τὴν ἀρετὴν): τὸ ὡς ὅλον F: τὸ ὡς ὅλων a Sp. εἵπετο τῶν μὲν a 19 fortasse ⟨μήτε ὡς γένος μήτε ὡς ὅλον δεῖ κατηγορεῖσθαι⟩. ἢ εἰ 20 τελείαν B2: τελείων VFB¹: τελειῶν a: τελεία coni. Sp. 21 μέμικται (μέμεικται?) Schwartz: δέδεικται VFB1S1 Vict.: σύγκειται S2B2a Sp. 22 ἔγει SBFa Sp.: ἔχειν V 24 πάσαις a Sp. 26 παντὶ a Sp. 27 τήνδε (τῆν δὲ V)] τὴν a Sp. 28 τάδε V2F Vict. Sp.: τῆν δὲ V¹Sa τήνδε δὲ] τὴν δὲ δὴ Vict. Sp. 29. 30 ἑκάστης] ἑκάστῃ a Sp. 30 μίξει scripsi: μίξεις libri ὁμοίων οὐσῶν ἀλλήλαις εἰκότως ἡ ἀρετὴ συνωνύμως κατηγορεῖται· ταύτας γὰρ καὶ κυρίως ἀρετάς φαμεν.