XVII. Διὰ τί αἱ ἠ θικαὶ ἀρεταὶ με σότητες. Ἤ ὅτι πᾶσα ἀρετή, οὖ ἂν ἢ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδίδωσιν. τε γὰρ τοῦ ὀφθαλμοῦ ἀρετὴ τόν τε ὀφθαλμὸν 1 ὧν B2aSp. supra: V 3 pr. τὸ Sp.: τε libri 4 ἄμα] alt. α in lit. V 6 αἱ om. a Sp. 8 αἱρετάς s. v. (ἐρέτας in lit.) V 9 αἱρετῶν] αρετὸν a Sp. συντελεῖν a 10 μὲν] μ in lit. V 12 ἀλλ’ ἀπιθάνως SFaSρ.: ἀλλὰ πιθανῶς VD 18 τερπνόν a Sp. 19 οὔσας BS¹a Sp.: οὔσης VB²F 20 ἐνεργείαις] ις in lit. ς s. v. V 23 αἰτία a Sp. 27 αἰτίαι V 29 ἐνεργειασ (σ in lit.) V 33 ἐνέργειαι a Sp. 35 αὐτό τε] τότε a 36 αὑτοῦ Sp. σπουδαῖον ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων μορίων τοῦ σώματος. ἀλλὰ καὶ ἡ τοῦ ἵππου ἀρετὴ ἵππον τε σπουδαῖον ποιεῖ καὶ ἀγαθὸν δραμεῖν καὶ ἐνεγκεῖν ἐπιβάτην καὶ μεῖναι τοὺς πολεμίους· ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ζύων ἑκάστου. ἀλλὰ καὶ ἐπὶ τῶν τεχνῶν τε καὶ ἐπιστημῶν οὕτως ἔχει· τῇ γὰρ τῆς γυμναστικῆς ἀρετῇ τό τε σῶμα τῶν ἀνθρώπων εὖ ἔχον γίνεται καὶ τὰς οἰκείας ἐνεργείας εὖ ἀποδίδωσιν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ ἰατρικῆς· τῇ γὰρ ταύτης ἀρετῇ ὑγιαίνομέν τε τὰ σώματα καὶ τὰς ὑγιεινὰς ἐνεργείας ἐνεργοῦμεν. ὁμοίως ὁ λόγος καὶ ἐπὶ οἰκοδομικῆς καὶ ἐπὶ πλαστικῆς καὶ ἐπὶ τεκτονικῆς καὶ ἐπὶ πασῶν τῶν τεχνῶν. ὄντος δὲ ἀληθοῦς τοῦ πᾶσαν ἀρετήν, οὖ ἂν ἢ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖν καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδιδόναι, δῆλον ὡς καὶ τοῦ ἀνθρώπου ἡ ἀρετὴ εἴη ἄν, ἀφ’ ἦς αὐτός τε ὁ ἄνθρωπος εὖ ζξει καὶ τὸ ἔργον τὸ οἰκεῖον ὡς ὅτι ἄριστον ἀποδίδωσιν. τί ποτ’ οὖν ἐστι τοιοῦτον, ἐφεξῆς ἰδεῖν· τὸ γὰρ εὑρεθὲν εἴη ἂν ἡ ἀρετή. ἐπεὶ τοίνυν ὁρῶμεν ἐν παντὶ ποσῷ καὶ πρόσθεσιν καὶ ἀφαίρεσιν δεχομένῳ τὸ μὲν ὑπερβάλλον καὶ τὸ ἐλλεῖπον ἐν αὐτοῖς φευκτέα ὄντα, τὸ δ’ ἴσον καὶ τὸ σύμμετρον καὶ μέσον αἱρετά τε καὶ ἐν αὐτῷ τὴν οἰκείαν ἀρετὴν ἔχοντα (ἐπί τε γὰρ τῆς τῶν σωμάτων εὐεξίας τε καὶ ἀρετῆς τοῦ σώματος τὰ μὲν ὑπερβάλλοντα καὶ ἐνδέοντα γυμνάσια καὶ γενέσθαι κωλύει τὴν εὐεξίαν καὶ φθείρει γενομένην, τὰ δὲ σύμμετρά τε καὶ μέσα καὶ σώζει καὶ ποιεῖ· ἀλλὰ καὶ τὴν ὑγείαν τὰ μὲν ὑπερβάλλοντά τε καὶ ἐνδέοντα σιτία διαφθείρει, σώζει δὲ οὖσαν καὶ μὴ οὖσαν ποιεῖ τὰ μέσα τε καὶ σύμμετρα· ἀλλὰ καὶ ἐπὶ πλαστικῆς ἰδεῖν ἔστιν ἐν, τῇ φυλακῇ τῆς ὑπερβολῆς τε καὶ ἐλλείψεως ὂν τὸ γινόμενον κατ’ ἀρετὴν ὑπ’ αὐτῆς· ὡς δὲ ἐπὶ τούτων, οὕτως δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων ἔχει, ἔστιν δὲ καὶ ἡ ήθικὴ ἀρετὴ περὶ πάθη τε καὶ πράξεις, ἃ καὶ πρόσθεσιν καὶ ἀφαίρεσιν δέχεται), δῆλον οὖν ὡς εἴη ἂν κατὰ τὰ αὐτὰ καὶ ἡ περὶ αὐτὰ ἀρετὴ ἐν μεσότητι τούτων. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων τὸ μέσον ὡρίζετο ὑπὸ τοῦ κατὰ τὴν τέχνην λόγου, οὕτως καὶ ἐπὶ τῶν παθῶν τε καὶ τῶν πράξεων εἴη ἂν ὁριζόμενον τὸ μέσον τε καὶ σύμμετρον ὑπὸ φρονήθεσιν τε καὶ τοῦ ὀρθοῦ λόγου, καθ’ ὃν ὁρισθέντα τε καὶ πραττόμενα τὸ ἐν τῷ εὖ ἄκρον ἔχοι. διὸ καί φαμεν εἶναι λόγον τῆς ἠθικῆς ἀρετῆς ἕξιν προαιρετικὴν τῆς μεσότητος τῆς πρὸς ἡμᾶς. τῆς περὶ τὰ πάθη 1 αὑτοῦ Sp. 4 ἐπιβάτην] supr η lit. V καὶ ἐπὶ-5 ἀλλὰ om. a (Vict. suppl., sed falso post λόγος (8), quod perspesit Sp.) 5 ζῴων ἄλλων Vict. Sp. 9 ὁμοίως] ὅμοιος Sp.: ὁμοίοις a: ὁμοῖος Vict.v 9.10 οἰκοδομικῆς] κ in lit. V 10 pr. ἐπὶ om. aSp. 11 τε om. aSp. 13 ἀφ’ ὧν B1 14 ἀποδίδωσιν V¹SFa Sp.: ἀποδώσει B : ἀποδώσειν V² 16 δεχομένων V¹ (cor. V² 17 ἐν] ὃν Sp. φευκταῖα V1 (corr. V²) τὸ μέσον a Sp. 18 αὑτῷ Sp.: αὐτ] V²: τῷ V¹Sa: ἴσως εὖ aut potius ἐν αὐτῷ’’ Vict. 20 τὴν] τ in lit. V γενομένην Sp.: γινομένην libri 25 alt. δὲ om. a Sp. 26 pr. καὶ om. a ἠθικὴ] ή s. v. V Vict.?: ὃ libri 27. 28 κατὰ ταῦτα καὶ περὶ ταῦτα coni. Sp. 28 τὰ αὐτὰ SFa Sp. 31 τὸ post εὖ coll. Sp. falso, cf. 15522 et Arist. Nic. Eth. II, 6. 1107a8 33 προαιρετικὴν Vict.?: διαιρετικὴν διὰ libri cf. l. c. 1106b  36 τε καὶ τὰς πράξεις, τῆς ὡρισμένης τῷ ὀρθῷ λόγῳ, τοῦ ἐν τοῖς ἄκροις εὖ τε καὶ καλοῦ τυγχάνουσαν. ὅτι δὲ οὕτως ἔχει, δῆλον ἑκάστην τῶν ἠθικῶν ἀρετῶν προχειριζομένοις. ἥ τε γὰρ ἀνδρεία τὰς ὑπερβολὰς τοῦ τε θάρρους καὶ τῶν φόβων, ὁμοίως δὲ καὶ τὰς ἐλλείψεις φυλασσομένη τοῦ ἐν τούτοις εὖ τυγχάνει· τῶν δὲ περὶ τὰς ὑπερβολάς τε τούτων καὶ τὰς ἐνδείας ἕξεων ἡ μέν ἐστι θρασύτης, ἡ δὲ δειλία, κακία οὖσα αὐτῶν ἑκατέρα. ἀλλὰ καὶ ἡ σωφροσύνη τοῦ αὐτοῦ περὶ τὰς σωματικάς τε καὶ δι’ ἁφῆς γινομένας ἡδονάς τε καὶ λύπας τυγχάνει. φυλαττομένη μὲν τὰς κατὰ ταῦτα ὑπερβολάς τε καὶ ἐνδείας, αἱρουμένη δέ τι κατὰ τὸν ὀρθὸν λόγον μέσον ἐν αὐταῖς, τῶν δὲ ἐν ταῖς ὑπερβολαῖς τούτων καὶ ἐνδείαις  ἕξεων ἡ μὲν κατὰ τὴν ὑπερβολὴν ἀσωτία, ἡ δὲ κατὰ τὴν ἔνδειαν ἀναισθησία. ὁμοίως δὲ καὶ ταῖς ἕξεσιν ταύταις ἔχουσιν καὶ περὶ τὰς ἄλλας πράξεις καὶ τὰ ἐν αὐταῖς πάθη αἴ τε ἀρεταὶ μεσότητες οὖσαι καὶ αἱ κατὰ τὰς ὑπερβολάς τε καὶ τὰς ἐνδείας κακίαι. Τὧν δὲ οὐ φασκόντων τὰς ἀρετὰς εἶναι μεσότητας ἢ δι’ ἄγνοιαν τῶν εἰρημένων ἢ διὰ φιλοτιμίαν τοῦ καὶ πρὸς τοῦτο δοκεῖν τι λέγειν οἱ μὲν οὐ φάσκοντες δύνασθαι μεσότητα τὴν ἀρετὴν εἶναι διὰ τὸ δεῖν μὲν τὸ μέσον ὁρίζεσθαι τοῖς ἄκροις καὶ ἀπὸ τούτων ἴσον ἀφεστάναι, μὴ εἶναι δὲ μήτε ἐν τοῖς πάθεσιν μήτε ἐν ταῖς πράξεσιν μήτε τὰς ὑπερβολὰς μήτε τὰς ἐνδείας ὡρισμένας, οὔτε γὰρ ἡ τοῦ θαρρεῖν ἀμετρία μέχρι τίνος πρόεισιν, ἐστὶν ὡρισμένον, οὔτε ἡ τοῦ φοβεῖσθαι· πρὸς δὴ τούτους λέγοιτο ἂν, ὅτι μὴ ἐνόησαν τὸ ἐν τῷ ὁρισμῷ προσκείμενον τῇ μεσότητι, ἔστι δὲ τοῦτο τὸ πρὸς ἡμᾶς’, καίτοι σαφῶς αὐτὸ διορίσαντος Ἀριστοτέλους καὶ δείξαντος, ὅτι τὸ μὲν πρὸς τὸ πρᾶγμα μέσον δεῖται τοῦ τῶν ἄκρων ὅρου, εἴ γε τὸ οὕτως μέσον ἴσον ἀπέχει τῶν ἄκρων, τὸ δὲ πρὸς ἡμᾶς μέσον οὔτε ἂν ἦν καὶ τὸ αὐτὸ πᾶσιν οὔτε εὑρίσκεται ἐν τῇ ἴσῃ τῶν ἄκρων ἀποστάσει. τοὐναντίον γὰρ ἡ εὕρεσις τοῦ οὕτω μέσου γνωρίμους ἐποίει καὶ τὰς ἐφ’ ἑκάτερα ἐκβάσεις τοῦ μέσου. ὡς γὰρ ἐπὶ τῶν τεχνῶν ὁρισθὲν τὸ καθ’ ἕκαστον τῶν εἰρημένων μέσον τε καὶ σύμμετρον τῷ τῆς τέχνης λόγῳ τὰς ἐκτροπὰς καὶ παραβάσεις δείκνυσιν τὰς ἐφ’ ἑκάτερα τοῦ μέσου, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν παθῶν τε καὶ πράξεων. ὁρισθὲν γὰρ τὸ κατ’ αὐτὴν 1 τοῖς] αὐτοῖς V¹ (corr. V²) 2 ἔχοι a προχειριζομένοις FSa Sp.: προχεριομένη (supr η lit.) V: προχειριομένης sic B1 4. 5 φυλασσομένη V² Vict.? Sp.: φυλασσομένης V¹SL (ex corr) Fa 5 ἐν VBI Vict.?: ἐκ S2: εὖ GF MS1 a Sp. εὖ τυγχάνει V: ἐντυγχάνει G¹FLMS¹a Sp.: εὐτυγχάνει G²S²: τυγχάνει Vict. 6 ἕξεων Vict. Sp.: ἐξ ὧν libri δειλία in lit. V 8 φυλάττομεν ἡ a 9 κατ’ αὐτὰ a ἐνδείας] ἀνδρείας B1 αροῦμεν ἡ a 11 ἕξέων] ἐξ ὧν a 12 pr. καὶ om. Sp. 16 τοῦ Vict. Sp.: τῷ VS¹ B¹ FG: τούτῳ SB²a τι corr. ex τε V2 21 τούτοις a 25 ἒν ἦν V²BFΜ Vict.?: ἐνῆν V¹: ἐνην G: ἔνην b: εὗ ἦν Sa: ἦν Vict.: ἓν Sp., qui confert Arist. Eth. Nic. 1106a30 26 ἴσῃ] ισ in lit. V 26. 27 τοὺ ναντίον (ante ν pr. lit. 1 litt. V 27 γνωρίμους S2: γνωρίμου VFLΜS2: γνω- ρίμου γεγονότος man. rec. VBS¹a Sp. 28 ὁρισθὲν τὸ V²S²Ba Sp.: ὁρισθέντος V¹FGS¹M1 31 πράξεων] ων in lit. V σύμμετρον ἑκάστῳ ὑπὸ τῆς φρονήσεως καὶ τοῦ κατ’ αὐτὴν λόγου πάσας τὰς τούτου παραβάσεις ποιεῖ γνωρίμους, οὐδὲν δεομένη τῆς προσόδου τῆς ἐπὶ τὰ πέρατα αὐτῶν, ἀλλ’ αὐτόθεν κωλύουσα αὐτὰς τῷ ταῖς πρώταις αὐτῶν ἐκτροπαῖς ἐνίστασθαι ταῖς γινομέναις παρὰ τὸ μέσον τε καὶ σύμμετρον. Ἀλλὰ καὶ ὁ λέγων μὴ εἶναι τὴν ἀρετὴν μέσην δύο κακιῶν τῶν ἑκατέρωθεν αὐτῆς, μὴ γὰρ ἕπεσθαι αὐτῇ κακίαν ἐναντίαν τῷ τὸ μὲν μέσον μηδετέρου τῶν ἐφ’ ἑκάτερα τῶν ἄκρων πλεῖστον ἀφεστάναι, ἐναντία δὲ εἶναι τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διεστῶτα, οὐδὲ οὗτος εἴη ἂν κινῶν τι τῶν κειμένων. εἰ μὲν γὰρ ἦν ἡ ἀρετὴ αὐτὰ τὰ μέσα πάθη καὶ αὐταὶ αἱ μέσαι πράξεις, ἔλεγον ἄν τι. νῦν δ’ οὐ ταῦτα ἡ ἀρετή, ἀλλὰ περὶ ταῦτα. τὸ δὲ εἶναι αὐτῇ ἀρετῇ ἐν τῷ ὡρίσθαι τῷ ὀρθῷ λόγῳ καὶ συμμετρίᾳ τὸ εἶναι ἔχειν, ταῖς δὲ ὑπερβολαῖς καὶ ἐνδείαις τὸ κακίαις εἶναι παρά τε τοῦ ἡμαρτημένου λόγου καὶ τῆς ἀσυμμετρίας, καθ’ ὅσον ἡ μὲν κατὰ τὸν ὀρθὸν λόγον ἃ πράττει πράττει, καὶ ἔστιν ἐν συμμετρίᾳ, ἡ δὲ κατὰ τὸν ἡμαρτημένον λόγον, καὶ ἐν ἀσυμμετρίᾳ ἡ ἐναντίωσις αὐταῖς, ἐπεὶ κατά γε αὐτὰ τὰ πάθη καὶ τὰς πράξεις καὶ τὸ ἐν τούτοις ποσὸν αἱ ἔνδειαι ταῖς ὑπερβολαῖς εἴρηνται ὑπ’ αὐτοῦ εἶναι ἐναντίαι. Καὶ ὁ λέγων δὲ μὴ εἶναι τὴν ἀρετὴν μεσότητα, δεήσειν γὰρ τὸν τὴν ἀρετὴν ἔχοντα τὸ μέσως εὖ μετιέναι, ἀλλ’ οὐ τὸ ἄκρως, οὐδ’ οὗτος δὴ νοήσας τὰ εἰρημένα λέγει. εἴρηται γάρ, ὅτι ἐστὶν ἡ περὶ τὰ πάθη καὶ τὰς πράξεις μεσότης κατὰ τὸν προειρημένον τρόπον ἐν τῷ εὖ ἀκρότης. ἄκρως γὰρ εὖ ἔχει τὸ γινόμενον ἐν ἐκείνοις μέσως τε καὶ συμμέτρως. οὐδὲν γὰρ κωλύει τὸ ἄκρων τινῶν ἐν μεσότητι ἄκρον τινῶν εἶναι. διὸ ἄτοπος καὶ ὁ λέγων, εἰ ἡ ἀρετὴ ἀκρότης ἐστὶ ψυχῆς λογικῆς, μὴ δύνασθαι αὐτὴν εἶναι μεσότητα τῷ μὴ οἷόν τε εἶναι ταὐτὸν ἅμα ἄκρον τε εἶναι καὶ μέσον. εἰ μὲν γὰρ τοῦ αὐτοῦ τις ἠξίου, ἔλεγον ἄν τι, ἐπεὶ δὲ οὐ τοῦτο λέγεται, εἶεν ἂν αἰτιώμενοι τὰ ἀναίτια. Aλλ’ οδδὲ ὁ λέγων, εἰ ἡ ἀρετὴ μέση δύο κακιῶν, εἴη ἂν καὶ συγκειμένη ἐκ τούτων τῷ τὰ μέσα τῶν ἐναντίων ἐκ τῆς μίξεως τῶν ἐναντίων ἔχειν τὴν σύστασιν, ὡς ἐπὶ χρωμάτων καὶ ὀσμῶν καὶ χυμῶν αὐτὸς ἐν τῷ Περὶ αἰσθήσεως εἴρηκεν, οὐδ’ οῦτος δὴ ἅπτεταί τινος τῶν κειμένων. οὐ γὰρ εἰ τὰ προειρημένα τοιαῦτα, ἤδη καὶ πάντα μέσα ἐναντίων τινῶν ἐκ τῆς ἐκείνων μίξεως τὸ εἶναι ἔχει. οὐδὲ γὰρ τὸ κατὰ ποσότητά τινα μέσον ἐκ τῶν ἐναντίων ἔχει τὴν σύστασιν, ἀλλὰ πᾶν τοὐναντίον ἐν τῇ πρὸς τὰ 1 ἕκαστον coni. Sp. 2 προόδου V 8 alt. τῶν del. V2 11 αὐταὶ B2Sa Sp.: αὗταί VFB ἔλεγεν coni. Sp. νῦν B²MS²a Sp.: εἰ VB¹ S¹FL 12 αὕτη ἀρετή a 13 συμμετρία V 15 ἐν om. a 18 ἐναντίαι a: ἐναντία V 19 δεήσει a Sp. 20 τὸ μέσως Schwartz: τῷ μέσῳ libri (⟨οὐ⟩ τῶ μέσῳ ⟨τὸ⟩ εὑ μ., ἀλλὰ τῷ ἄκρῳ coni. Sp.) τῷ ἄκρως B2 Vict.? M1 οὐδ’] ἀλλ’ a μὴ δὴ a: μὲν δὴ Sp. 22 τὰς s. v. V 23 ἃ μέσως a: ἀμέσως FL 24 ἄκρων] ἄκρον a Sp. ἄκρον] ἄκρων V¹ (corr. V2) a 26 ταὐτὸν εἷναι a Sp. alt. ἕναι om. a Sp. 31 αὐτὸς] τοῖς S¹F: οἶς S²a 31. 32 ἐν τῷ lIερὶ αἰσθήσεως] De,sensu c. 4. 441 b 14 34 οὐδὲ V2B: οὐδὲν V¹F a Sp. ἄκρα ἀποστάσει τὸ εἶναι αὐτοῖς μέσοις. ἐπί τε γὰρ τῶν κατὰ τὰς τέχνας γινομένων τὸ μέσον τε καὶ σύμμετρον οὐκ ἐκ τῆς συνθέσεως τοῦ τε ὑπερβάλλοντος καὶ τοῦ ἐνδέοντος, ἀλλ’ ἐν τῇ φυγῇ τούτων. οὐ γὰρ ἐκ μίξεως τῶν ὑπερβαλλόντων καὶ ἐνδεόντων γυμνασίων εὐεξία, καίτοι οὔσα ἐν μεσότητι αὐτῶν· ἀλλ’ οὐδὲ ἡ ὑγεία τοῦτον γίνεται τὸν τρόπον· ἀλλ’ οὐδὲ ἡ πλαστικὴ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας συντίθησιν. οὐδὲ τὸ κέντρον δὲ τοῦ κύκλου ἐκ μίξεως τούτων ἐστὶν ὧν ἀφέστηκε πλεῖστον, ἀλλ’ οὐδὲ τὰ μεταξὺ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν ἐξ ἐκείνων μέμικται. ἀλλ’ οὐδὲ γτὸ.πχφκόπτοντα συγκεῖσθαι ἐκ κακίας τε καὶ ἀρετῆς φήσαι τις ἄν. 0ὑδὲ ἐκεῖνο ὑγιὲς τὸ λέγειν, εἰ μεσότης ἡ ἀρετή, δεήσει ἀπὸ τῆς ἐνδείας εἰς τὴν ὑπερβολὴν προιόντα πρῶτον ἐν ἀρετῇ γενέσθαι. εἰ μὲν γὰρ ἦν τὰ μέσα πάθη καὶ αἱ μέσαι πράξεις αἱ ἀρεταί, ἴσως ἄν τι ἦν λεγόμενον, εἰ δ’ ἐστὶν ἡ ἀρετὴ ἐν τῷ ὡρίσθαι ταῦτα τῷ ὀρθῷ λόγῳ, οὐ πάντως ὁ ἐν μέσῳ πάθει τινὶ γενόμενος ἤδη γίνεται ἐν αὐτῷ ὡς κατὰ τὸν ὀρθὸν λόγον αὐτὸ πάσχειν ἢ τὴν μέσην πρᾶξιν πράττειν ὁμοίως. οὐδὲ ἄλλως δὲ τοῦτο τοῦτον ἐπὶ πάντων συμβαίνει τὸν τρόπον. οὐ γὰρ ἐκ τοῦ δι’ ὑπερβολήν τινος τῶν μερῶν αἴσχους εἰς τὸ κατ’ ἔνδειάν τε καὶ ἔλλειψιν μεταβάλλον πρῶτον γίνεται κάλλος. Ἄτοπον δὲ καὶ τὸ λέγειν, καθ’ ὓς μεσότητες αἱ ἀρεταί, κατὰ τούτους γίνεσθαι καὶ κακίας μέρος ἀρετήν· τῆς γὰρ θρασύτητος εἰ τὸ ὑπερβάλλον ἀφαιρεθείη, τὸ καταλειπόμενον αὐτῆς μέρος ἀνδρεία ἂν εἴη· ἀλλὰ καὶ τῆς ἀνδρείας εἰ ἀφαιρεθείη μέρος τι, καθ’ ὃ τῆς δειλίας ὑπερέχει, γίνεσθαι τὸ καταλειπόμενον αὐτῆς μέρος δειλίαν. ἱκανῶς γὰρ περὶ τούτων καὶ αὐτὸς εἶπεν, δεικνὺς ὅτι πᾶν τὸ τῆς κακίας μέρος κακία, καὶ πᾶν ἀρετὴ τὸ τῆς ἀρετῆς. ἢ γὰρ οὐ ταῦτα ἦν τὰ λυόμενα διὰ τῆς λέξεως τῆς· οὐ πᾶ κα δὲ ἐπιδέχεται πρᾶξις οὐδὲ πᾶν πάθος τὴν μεσότητα· ἔνια γὰρ εὑ θὺς ὑνόμα σται συνειλημμένα με τὰ τῆς φαυλότητος, οἰον ἐπι χαιρεκακία ἀναισχυντία φθόνος, καὶ ἐπὶ τῶν πράξε ων μοιχεία κλοπὴ ἀνδροφονία. πάντα γὰρ ταῦτα καὶ τὰ τοι οῦτα ψέγεται τῷ φαῦ ῦλα εἶναι, ἀλλ’ οὐχ αἱ ὑ περβολαὶ αὐτῶν οὐδὲ ἐλλείψεις. οὐκ ἔστιν οὖ ν οὐ δέ ποτε πε ρὶ αὐτὰ κατορθοῦν, ἀλλ’ ἀεὶ ἁμαρτάνειν, οὐδέ ἐστι τὸ εὖ ἢ μὴ εὖ περὶ τε τὰ τοιαῦτα ἐν τῷ ἣν δεῖ καὶ ὅτε καὶ ὡς μοιχεύειν, ἀλλ’ πλῶς ποιεῖν ὁτιοῦν τούτων ἁμαρτάνειν ἐστίν. ὅμοιον καὶ τὸ ἀξιοῦν περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν καὶ ἀκολα σταίνειν με σότητα εἶναι καὶ ὑ περβολὴν 9 φήσει V1 (corr. V²) 10 δεήσειν Schwartz 13 ἡ om. Sp. ὡρίσθαι] αι in lit. V 14 γινόμενος a Sp. 17 ἔνδειαν] α in lit. V 19 αἱ ἀρεταί] αρεταί a 20 εἰς τὸ a 21 ἀφαιρεθείη] εί in lit. V καταλιπόμενον V (corr. V) item v. 23 25 τὰ del. Sp. λυόμενα] λεγόμενα Vict.? M λέξεως] Eth. Nic. , 6. 1107a8 28 ἐπιχαιρεκακίαι V 29 πάντα ἀ in lit.) V 30 ψέγεται scripsi cum Arist. vulg.: λέγεται libri τῷ αὐτὰ φαῦλα Vict. ex Arist. vulg. οὐχ αἱ Vict. ex, Arist.: οὐ καὶ libri: οὐ καὶ Schwartz οὐδὲ VM: ἀλλ’ οὐδὲ LSa: οὐδὲ αἱ Vict. ex Arist. 32 ἁμαρτάνει a ἢ μὴ V² Vict.? Sp.: εἰ μὴ Sa: μὴ VS¹L51 τε del. V²: om.B Arist. 33 ἣν B2 in lit. Vict.? ἦν libri ἀπλῶς τὸ ποιεῖν Vict. ex, Arist. 34 ὅμοιον οὖν Vict. Sp. ex Arist. καὶ περὶ Arist. εἶναι μεσ. Arist. καὶ ἔλλειψιν· ἔσται γὰρ οὕτως γε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης καὶ ὑπερβολῆς ὑπερβολὴ καὶ ἔλλειψις ἐλλείψεως. ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρείας οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις διὰ τὸ τὸ μέσον εἶναί πως ἄκρον, οὕτως οὐδὲ ἐκείνων μεσότης οὐδὲ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ᾿ ὡς ἂν πράττηται ἁμαρτάνεται. ὅλως γὰρ οὔτε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἐστίν, οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις. διὰ γὰρ τούτων οὐ μόνον τὴν προειρημένην λέλυκεν ἀπορίαν, ἀλλὰ καὶ πάντα τὰ πρὸς τὴν δόξαν ἀπορεῖσθαι δυνάμενα.