XXVI Ὅτι οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αἱρετόν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ. Ὁτι οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αρετόν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ, δῆλον ἐκ τοῦ, εἰ ἦν τῆς ἡδονῆς χάριν αἱρετὸν τὸ καλόν, ὡς ἐκείνης μὲν οὔσης τέλους τε καὶ δι’ αὐτὴν αἱρετοῦ, ὡς ποιητικοῦ δὲ τῆς ἡδονῆς τοῦ καλοῦ τὸ αἱρετὸν ἔχοντος, ὁμοίως τῷ καλῷ τὸ αἰσχρὸν αἱρετὸν γίνεσθαι, ἐπεὶ καὶ τοῦτο ποιητικὸν ἡδονῆς. οἷς γὰρ τὸ αἱρετὸν ὡς ποιητικοῖς, τούτοις τὸ γινόμενον ὑπ’ αὐτῶν τῆς αἱρέσεως μέτρον. ἢ γὰρ οὐ χρὴ λέγειν γίνεσθαί τινας καὶ ἐπ’ αἰσχραῖς πράξεσιν ἡδονάς, ἀλλ’ ἐπὶ μόναις ταῖς καλαῖς, ἢ εἰ μὴ τοῦτο ἀληθές, αἱρετὸν ἔσται καὶ τὸ αἰσχρὸν ὁμοίως τῷ καλῷ, εἰ ἡ γινομένη ὑπ’ αὐτῶν ἡδονὴ τῆς αἱρέσεως αὐτῶν αἰτία. εἰ δὲ τοῦτο ἄτοπον, προξενοῦν ἡμῖν πᾶσαν πρᾶξιν αἰσχρὰν ὡς οὐδὲν ἔλαττον τῆς καλῆς αἱρετὸν ἢ καὶ μᾶλλον, εἰ μᾶλλον αὕτη καὶ πλείοσι παρασκευ- 3o ἄζει τὰς ἡδονάς, οὐδ’ ἂν τὸ καλὸν εἴη διὰ τὴν ἡδονὴν αἱρετὸν ὡς ἐκείνης ποιητικόν. εἰ δὲ δεῖ μὲν εἶναι ἢ διὰ τὴν ἡδονὴν τὸ καλὸν αἱρετὸν ἢ διὰ τὸ καλὸν τὴν ἡδονήν, μὴ ἔστι δὲ τὸ καλὸν διὰ τὴν ἡδονήν, εἴη ἂν ἡ ἡδονὴ τὸ αἱρετὸν παρὰ τοῦ καλοῦ λαμβάνουσα. οὐ γὰρ δὴ ταὐτὸν 4 ἀληθές VB¹L: καὶ ἀληθὲς τὸ Ma: ἀληθές, τὸ Vict.? Sp.: τὸ ἀληθὲς τὸ B² 6 δια V 7 τι] τις V1 (corr. V2) 14 εἴη ἂν οὖν ἡ ἀρετὴ add. ante τὴν S2B2a cf. 144,34 sqq. 19 ὅτι add. ante οὐ B Vict. Sp. ἡ add. SFa Sp. supra τοῦ] τούτου Vict. 20 χάριν] χάρ in lit. V 22 καλοῦ το sic V 24 μέτρον ⟨ον in lit.) BS² Vict?1 Sp. supra: μέτριον VS¹ Fa χρὴ add. VBaSp. supra: om. V¹ 27 ἢ εἰ a αὶρεσεωσ V 29 ἢ καὶ μᾶλλον om. Vict. Sp. εῖ] εἰ καὶ Vict. Sp. αὕτη scripsi: αυτη V: αὐτὴ Sp. cf.145,10 29. 30 παρασκευάζει Sp.: παρασκευάζοι libri cf. supra 30 οὐδ’ ἂν] οὐδὲν a ἡδονὴν] ονη in lit. V 31 εἶναι καὶ ἢ Vict. οἷόν τε λέγειν εἶναι τὸ καλόν τε καὶ τὴν ἡδονήν, ἐφ’ ὧν συνυπάρχει τε καὶ ἄμα ἐστὶν ἀλλήλοις. εἰ γὰρ εἴη ταὐτὸν αὐτοῖς τὸ εἶναι, ἀντιστρέφειν αὐτὰ ἀλλήλοις ἀνάγκη, ὡς πᾶν τὸ καλὸν ἐν τῷ καλὸν εἶναι καὶ τὸ ἡδὸ εἶναι ἔχειν, καὶ πᾶν τὸ ἡδὺ ἅμα τε ἡδὺ εἶναι καὶ καλόν. εἰ δὲ ψεῦδος τὸ λέγειν πᾶσαν ἡδονὴν εἶναι καλὸν τῷ μηδὲν ἔλαττον ὁρᾶν τὰς ἡδονὰς γινομένας ἐπ’ αἰσχραῖς ἐνεργείαις, οὐδ’ ἂν αἱ ἐπὶ ταῖς καλαῖς ἐνεργείαις ἡδοναὶ γινόμεναι αἱ αὐταὶ εἶεν ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις. τὸ γὰρ ὁμοῦ μὲν λέγειν τὰς ἡδονὰς εἶναι μόνας δι’ αὐτὰς αἱρετάς, τῶν δ’ ἄλλων αἱρετῶν ἕκαστον ἐφ’ ὅσον εἰς ἡδονήν τι συντελεῖ, ἐπὶ τοσοῦτον καὶ τὸ αἱρετὸν ἔχειν, ὁμοῦ δὲ τὸ μὲν καλὸν αἱρετὸν εἶναι λέγειν ὡς ποιη- τικὸν ἡδονῆς, μηκέτι δὲ καὶ τὸ αἰσχρὸν φάσκειν αἱρετὸν γίνεσθαι διὰ τὴν γινομένην ἡδονὴν ὑπ’ αὐτοῦ, οὐχ ὁμολογούμενα λεγόντων, ἀλλ’ ἀπιθάνως ἀρνουμένων, οἷς συγχωροῦσιν διὰ τῶν αἱρέσεων οὕτως ἔχειν. οὐδεὶς γὰρ μὴ τοῦτον παρεσκευασμένος τὸν τρόπον οὕτως ἀτόπου προίσταται δόξης· τὸ γὰρ λέγειν τὰς μὲν ἐπὶ ταῖς καλαῖς ἐνεργείαις γινομένας ἡδονὰς εἰλικρινεῖς τε εἶναι καὶ ἀμίκτους ταῖς ἐναντίαις λύπαις, καὶ διὰ τοῦτο καὶ τὰς ποιητικὰς αὐτῶν ἐνεργείας ἔχειν τὸ αἱρετόν, τὰς δὲ ἐπὶ ταῖς αἰσχραῖς ὀλίγον ἐχούσας τὸ τέρπον πολλὰ ἔχειν καὶ πλείω τὰ λυποῦντα, διὸ μηδὲ τὰς ἐνεργείας εἶναι τὰς τοιαύτας αἱρετὰς οὔσας ποιητικὰς λύπης μᾶλλον ἢ ἡδονῆς, πῶς οὐ συνδιαιρούντων ἐπὶ ταῖς ἐνεργείαις ἐφ’ αἷς γίνονται τὰς ἡδονὰς καὶ οὐχ ὁμοειδεῖς φυλασσόντων; εἰ γὰρ αἱ μὲν ἐπὶ τοῖς καλοῖς τοιαῦται, αἱ δὲ ἐπὶ τοῖς αἰσχροῖς τοιαῦται, εἴη ἂν τὰ καλὰ καὶ τὰ αἰσχρὰ τῆς τῶν ἡδονῶν διαφορᾶς αἴτια· οὐ γὰρ ἀπὸ τῶν ἡδονῶν ταῖς ἐνεργείαις ἐστὶ τὸ αἱρετόν, ἀλλὰ ἀπὸ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, αἷς γε διὰ ταύτας καὶ τὸ εἶναι τοιαύταις, καὶ εἶεν ἂν ἄλλαι μὲν τῷ εἴδει αἱ ἀπὸ τῶν καλῶν, ἄλλαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν, εἴ γε πᾶσαι μὲν αἱ ἀπὸ τῶν καλῶν καθαραί τε καὶ ἄμικτοι καὶ μηδεμιᾶς μετανοίας ἢ λύπης αἴτιαι εἰδοποιούμεναι ταῖς τοιαύταις ἐνεργείαις, πᾶσαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν μικταί τε καὶ ἐν μεταμελείᾳ. οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πρὸς τὰς ἐνεργείας πρόδηλον, ὅτι μὴ παρὰ τῶν ἡδονῶν ταῖς ἐνεργείαις τὸ αἱρετόν, ἀλλὰ παρὰ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς ταῖς μὲν τὸ αἱρετόν, ταῖς δὲ τὸ φευκτόν, εἴ γε φευκταὶ αἱ πλέον τοῦ ἥόοντος τὸ λυποῦν ἔχουσαι, τοιαῦται δὲ πᾶσαι αἱ ἐπὶ ταῖς αἰσχραῖς ἐνεργείαις.