XXV. Ἐπιδρομή, πό θε εν ἡ τῶν ἀρετῶν εὕρεσίς τε καὶ σύ στάσις. Ἐπεὶ ἡ εὐδαιμονία τοῖς ἀνθρώποις σκοπός, καὶ δεῖ πάντα πράττειν, ὅπως ταύτην κτησαίμεθα ὡς τέλος τε καὶ μέγιστον τῶν ἡμετέρων ἀγαθῶν, ἀδύνατον δὲ τὸ πράττειν τινὰ ὡς εἴς τι συντελοῦντα ἢ ὅλως γνωρίζειν τὰ δι’ ὧν οἷόν τε τυχεῖν τινος σκοποῦ ἀγνοουμένου τοῦ σκοποῦ (ἀρχὴ γὰρ τῆς εὑρέσεως τῶν εἰς τὸν σκοπὸν συντελούντων καὶ τῶν ἐκείνου χάριν γινομένων πράξεων γνῶσις ἡ τοῦ σκοποῦ, διὸ καὶ τῆς θικῆς φιλοσοφίας ἀρχὴ τὸ γνῶναι, τί ποτ’ ἐστὶν εὐδαιμονία, ἧς χάριν ἡμᾶς δεῖ πάντα πράττειν), ἐζητήσαμεν, τί ποτέ ἐστιν εὐδαιμονία, καὶ εὑρόντες ἑκάστου τῶν ὄντων τὸ ἀγαθὸν ὂν ἐν τῇ οἰκείᾳ ἐνεργείᾳ τῇ καθ’ ὅ ἐστιν αὐτῷ τὸ εἶναι τούτῳ ὅ ἐστιν, εἰ εὖ γίνοιτο· ἐπί τε γὰρ τῶν φύσει συνεστώτων τοῦτον ἔχει τὸν τρόπον, ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ τέχνην, μιμεῖται τὴν φύσιν· τοῦ τε γὰρ ἵππου τὸ ἀγαθὸν τοιοῦτον, εἴ γέ ἐστιν μὲν οἰκεῖον ἔργον αὐτῷ καθὸ ἵππος ἐστὶ τὸ τρέχειν, ἀγαθὸν δὲ αὐτῷ τὸ εὖ τρέχειν, ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ κυνός· εἴτε γὰρ τὸ φυλάττειν, εἴτε τὸ θηρᾶν ἔργον κυνός, εἴτε τῶν μὲν τοῦτο, τῶν δὲ ἐκεῖνο, καὶ τὸ ἀγαθὸν αὐτοῖς ἐν τῷ εὖ ταῦτα ποιεῖν· ἀλλὰ καὶ τῷ οἰκοδόμῳ τὸ ἀγαθὸν καὶ τὸ τέλος ἐν τῷ εὖ οἰκοδομεῖν, ἐπεὶ καὶ ἔργον τὸ οἰκοδομεῖν αὐτῷ, καὶ ἐπεὶ ἐφ’ ἑκάστῳ τὸ τέλος τῇ ἐνεργείᾳ καὶ τῷ ἔργῳ παρὰ τῆς οἰκείας ἀρετῆς περιγίνεται, ἑκάστου τὸ τέλος ἐν τῷ τὸ οἰκεῖον ἔργον ποιεῖν κατ’ ἀρετήν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τὸ τοῦ ἀνθρώπου ἀγαθόν τε καὶ τέλος ἐν τῷ κατ’ ἀρετὴν καὶ οἰκείαν τὰς καθὸ ἄνθρωπός ἐστιν ἐνεργείας ἐνεργεῖν. ἀλλὰ μὴν οἰκεῖαι ἐνέργειαι ἀνθρώπου αἱ γινόμεναι κατὰ ψυχὴν λογικήν· τὸ γὰρ ἀνθρώπῳ εἶναί ἐστιν ἐν τῷ ζῆν τε καὶ κατὰ λογικὴν ψυχὴν ἐνεργεῖν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τὸ τέλος αὐτῷ ἐν τῷ κατ’ ἀρετὴν ψυχῆς λογικῆς ἐνεργεῖν, ὥστε εἴη ἂν ἡ εὐδαιμονία, ἐπειδὴ αὐτὴ τὸ τοῦ ἀνθρώπου ἀγαθόν τε καὶ τέλος, ἐνέργεια κατ’ ἀρετὴν ψυχῆς λογικῆς, προσκει μένου τοῦ γε ἐν βίῳ τελείῳ (οὐδὲν γὰρ τέλειον ἐν ἀτελεῖ) καὶ ἔτι τοῦ ἐν προηγουμένοις διὰ τὸ δεῖσθαι ὀργάνων τὰς προηγουμένας τε καὶ βουλευτὰς ἐνεργείας. ὄντος δὲ τούτου σκοποῦ, δῆλον ἐκ τῆς εὑρέσεως αὐτοῦ καὶ 3 εἴη ἂν om. a αὑτὸ (αυτὸ V1)] αὐτὸν a 8 δὲ τὸ FSaaSp.: δέ τι VB 10 ἡ add. V2M 13 αὐτῷ a Sp. 14 τούτῳ] τοῦτο B² 15 εἴ γε ἡ τέχνη ante μιμεῖται add. S2B² a Sρ. fortasse recte 21 τέλος add. VBS²aSp. 22 παραγίνεται Vict. Sp. 23 ἔσται ἐν a Sp. 24 καὶ del. V2 τὰς οἰκείας [τὰς] Diels 24. 25 οἰκεῖον a Sp. 25 ἐνεργεῖν] γ in lit. 2 litt. V 26 τῷ γὰρ coni. Sp. ἀνθρώπῳ VB coni. Sp.: ἄνθρωπον FL: ἀνθρώπου Sa 29 ἂν καὶ ἡ Vict. Sp. αὕτη Diels 31 γε] τε a Sp. τελείῳ SFa Sp.: τελείου VB 32 βουλευτὰς Sp.: βουλητὰς libri γνώσεως τὸ δεῖσθαι πρὸς τὴν κτῆσιν τῆς εὐδαιμονίας τῶν τῆς λογικῆς ψυχῆς ἀρετῶν, ζητοῦντες τίνες εἰσίν, εὐλόγως πρῶτον ἤλθομεν ἐπὶ τὸ ἰδεῖν, τίς ποτ’ ἐστὶν ἡ λογικὴ ψυχή, ἐπεὶ τὴν ταύτης ζητοῦμεν ἀρετήν. διττὴ δὴ ἡ λογικὴ δύναμις εὑρέθη, ἡ μέν τις ἄλογος μὲν καθ’ αὐτήν, λογικὴ δὲ τῷ πείθεσθαί τε δύνασθαι λόγῳ καὶ ὑπὸ λόγου ὡυθμίζεσθαι (τοιαύτη γάρ ἐστιν ἡ ἐν ἡμῖν ὀρεκτικὴ ψυχή), ἡ δέ τίς ἐστι λογικὴ τῷ αὐτὴν λόγον ἔχειν ἐν αὑτῇ, καὶ ἔστιν ἑκατέρας τῶν προειρημένων δυνάμεων οἰκεία τις ἐνέργεια καὶ ἀρετή, καθ’ ἣν τὸ εὖ ἐν τῇ οἰκείᾳ ἐνεργείᾳ γίγνεται, τῆς μὲν ὀρεκτικῆς αἴ τε πράξεις καὶ αἱ κατὰ πάθη κινήσεις, ἀρεταὶ δὲ ἂς ἠθικὰς καλοῦμεν ἀπὸ τοῦ διὰ ἐθῶν τινων ἐγγίγνεσθαι, τῆς δὲ διανοητικῆς ἐνέργειαι μὲν αἱ γνώσεις τῆς φύσεως τῶν γενητῶν καὶ ὅλως τῶν ἐνδεχομένων ἄλλως ἔχειν, ἀρετὴ δὲ καθ’ ἣν ἡ γνῶσις τῆς ἐν τούτοις ἀληθείας, τῆς δὲ νοητικῆς ἐνέργεια μὲν ἡ γνῶσις τῶν ἀιδίων οὐσιῶν, ἀρετὴ δὲ καθ’ ἣν ἡ τούτων ἀληθὴς γίνεται γνῶσις. οὕτως δὲ τῶν ἀρετῶν διῃρημένων, τίς ἐστιν ἑκάστη καὶ τί ἔργον αὐτῆς καὶ τίς ἡ εἰς εὐδαιμονίαν συντέλεια, ἀπὸ τῶν ἔργων τε καὶ ἐνεργειῶν τῶν ἑκατέρας τῆς λογικῆς δυνάμεως εὑρίσκεται. ἔργον τοίνυν τῆς μὲν ὀρεκτικῆς δυνάμεως αἱ πράξεις αἱ περὶ ἡδονάς τε καὶ λύπας, τὰς μὲν ἀρουμένης τε καὶ διωκούσης, τὰς δὲ ἀποστρεφομένης, καὶ ἐπεὶ πέφυκεν ἐν τοῖς τοιούτοις πᾶσιν, ἐν οἷς ἐστιν ὑπερβολή τε καὶ ἔλλειψις. ἡ μὲν ἀμετρία φθαρτικὴ εἶναι τοῦ ἐν ἑκάστοις αὐτῶν εὖ, τοιοῦτον δὲ ἢ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ἡ δὲ συμμετρία σωστικόν τε τοῦ εὖ καὶ ποιητικόν (ὡς δῆλον ἐπί τε τῶν γυμνασίων καὶ τῶν τροφῶν· καὶ γὰρ αἱ τῶν γυμνασίων ὑπερβολαί τε καὶ ἔνδειαι τῆς εὐεξίας, ἢ τίς ἐστιν ἀρετὴ τοῦ σώματος, φθαρτικά, ἡ δὲ συμμετρία αὐτῶν καὶ ἡ μεσότης καὶ ποιητικὰ αὐτῆς καὶ τηρητικά, ὅ ἐστι τὸ ἐν τούτοις εὖ· ἀλλὰ καὶ τῶν σιτίων πάλιν αἱ μὲν ὑπερβολαὶ καὶ ἔνδειαι τῆς ὑγείας εἰσὶ φθαρτικαί, αἱ δὲ συμμετρίαι ποιητικαί τε καὶ τηρητικαί· οὕτως δὲ καὶ ἐπὶ τῶν παθῶν ἔχει καὶ τῶν περὶ ταῦτα πράξεων), αἱ μὲν ὑπερβολαὶ αὐτῶν καὶ αἱ ἔνδειαι τοῦ εὖ τοῦ ἐν τούτοις εἰσὶ φθαρτικαί, αἱ δὲ συμμετρίαι ποιητικαί τε καὶ τηρητικαί, καὶ ἐπεί ἐστι τὸ εὖ ἐν πᾶσιν ἡ οἰκεία ἀρετὴ καὶ πᾶν τὸ γινόμενον κατ’ ἀρετήν, συμβαίνει τὰς περὶ ταῦτα ἀρετὰς συνίστασθαι συμ μετρίᾳ πράξεων τε καὶ παθῶν. ἥ τε γὰρ σωφροσύνη φθείρεται μὲν ὑπό τε τῆς τῶν ἡδονῶν ὑπερβολῆς τε καὶ ἐνδείας τούτων, περὶ ἃς πέφυκεν ἀρετὴ μὲν γίνεσθαι σωφροσύνη, κακία 2 δὲ add. S2B2a Sp. 4 διττὴ] ὴ in lit. V δὴ (in lit. V: δὲ GSa Sp. 5 πείθεσθαι] ἐπιδέχεσθαι Sp. λόγῳ] λόγον a Sp. λόγου] λόγον Vict.? Sp. 6 ὀρεκτικὴ] κτ in lit. V 7 αὐτῇ V 9 ἐνεργείᾳ] εί add. V2 post ὀρεκτικῆς add. ἐνέργειαι μὲν V2 10. 11 ἐγγίγνεσθαι] ἐγγί in lit. V 12 ἀρετὴ M: Vict ? Sp.: ἀρετὴν Va 13 ἐνέργεια : ἐνέργειαι Sp.: ἐνεργείαι Vict. ?: ἐνέργειασ (σ corr. fortasse in ι) V: ἐνεργείας LFa 14 γίνεται] νεται in lit. V 15 ἀρετῶν V ἑκάστη Ba Sp.: ἑκάστου (ά s. v.) VF τί ⟨τὸ⟩ coni. Sp. 18 δυναμεωσ V αἱρουμένης] η in lit. V 21 τε καὶ a Sp. 22 τε τοῦ] μὲν τοῦ a Sp. 29 alt. αἱ s. v. VB: om. SFa Sp. 32 ταύτας a ἀρετὰς] ὰς in lit. V συνίστασθαι] συν in lit. V 33 pr. τε del. Schwartz : alt. Sp. δὲ ἀκολασία τε καὶ ἀναισθησία, σώζεται δὲ καὶ συνίσταται ὑπὸ τῆς τῶν αὐτῶν τούτων μεσότητός τε καὶ συμμετρίας, ἀλλὰ καὶ ἡ ἀνδρία συνίσταται μὲν ἐκ τῆς περὶ φόβους τε καὶ θάρρη μεσότητός τε καὶ συμμετρίας, ὑπὸ δὲ τῆς ὑπερβολῆς τε καὶ ἐνδείας τῶν αὐτῶν τούτων φθείρεται. ὡς δὲ ἐπὶ τούτων, οὕτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει, ὥστε εἰ τὸ ἐν τούτοις εὖ ἐν μεσότητί ἐστι παθῶν τε καὶ πράξεων. τὸ δὲ εὖ ἐν ἑκάστῳ κατὰ τὴν οἰκείαν ἀρετήν, εἶεν ἂν καὶ αἱ περὶ ταῦτα ἀρεταὶ ἐν μεσότητι τῶν προειρημένων, οὐχ πλῶς οὐδ’ ὡς ἔτυχεν τοῦ ἐν τούτοις μέσου λαμβανομένου, ἀλλ’ ὡς δέδεικται ὡρισμένου κατὰ τὸν ἐκ φρονήσεως τε καὶ ὀρθὸν λόγον, καὶ εἴη ἂν τὸ κατὰ τὴν ὀρεκτικὴν ψυχὴν εὐδαιμονίας μέρος κείμενον ἐν ταῖς ἀπὸ τῶν ἀρετῶν περὶ τὰ πάθη τε καὶ τὰς πράξεις εὖ γινομέναις ἐνεργείαις. ἔτι δέ, εἰ ἡ τοῦ ἀνθρώπου ἀρετή ἐστιν, ἀφ’ ἧς ἀγαθὸς ἄνθρωπος γίνεται (καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἀπάντων ἕκαστον ἀγαθόν ἐστί τε καὶ γίνεται κατὰ τὴν ἀρετὴν ἑαυτοῦ), ἀγαθὸς δὲ ἄνθρωπος γίνεταί τε καὶ ἔστιν ὁ μήτε ἐν τοῖς πάθεσιν ἄμετρος μήτε ἐν ταῖς περὶ ταῦτα πράξεσιν, εἴη ἂν καὶ ἐκ τούτου δεικνύμενον τὸ τὴν ἀρετὴν τὴν ἠθικὴν ἐν μεσότητι εἶναι τῶν προειρημένων. αἱ γὰρ ἐνέργειαι αἱ περὶ πάθη τε καὶ τὰς πράξεις, ὅταν διὰ τῶν ἐθῶν παιδαγωγηθῶσιν οὕτως, ὡς τοὺς ἐθιζομένους ἥδεσθαι μὲν ἐπὶ ταῖς ἐνεργείαις ταῖς καλαῖς, ἄχθεσθαι δὲ ἐπὶ ταῖς ἐναντίαις, ὃ γίνεται ἐν τῇ αἱρέσει τε καὶ εὑρέσει τοῦ ἐν αὐτοῖς μέσου, τῆς ἀρετῆς εἰσιν ποιητικαί. διὸ καὶ λέγομεν τὰς ἠθικὰς ἀρετὰς ἕξεις ἐν μεσότητι οὔσας παθῶν τε καὶ πράξεων ὡρισμένας τῷ ὀρθῷ λόγῳ. Καὶ τοιαύτη μὲν περὶ ταῦτα ἡ σύστασις τῶν ἠθικῶν ἀρετῶν. τῆς δὲ διανοητικῆς τε καὶ οὕτως λογικῆς ψυχῆς, ἐπεὶ ἡ μέν ἐστι περὶ τὴν γνῶσιν τῶν ἀιδίων τε καὶ ἀεὶ ὁμοίως ἐχόντων, ἡ δὲ περὶ τὴν τῶν ἐνδεχομένων καὶ ἄλλως ἔχειν, ὧν τὸ μὲν πρῶτον ἐπιστημονικόν, τὸ δὲ δεύτερον λογιστικόν τε καλοῦμεν καὶ βουλευτικόν, ἔσται καὶ περὶ ἑκατέραν ἐνέργειαν τῶν εἰρημένων τό τε εὖ καὶ τὸ κατ’ ἀρετήν. ἔστι δὲ ἀρετὴ γνώσεως ἀλήθεια, ἡ δὲ καθ’ ἑκατέραν δύναμιν τῆς λογικῆς ψυχῆς ἀρετὴ περὶ τὴν τῆς ἀληθείας γνῶσιν ἔσται τῶν θεωρουμένων ὑπ’ αὐτῆς, ἡ μὲν περὶ τὰ βουλευτά τε καὶ ἐνδεχόμενα ἄλλως ἔχειν ἑπομένη τῇ ὀρθῇ ὀρέξει (ὴ γὰρ εὕρεσίς τε καὶ γνῶσις τῶν συντελούντων πρὸς τὰ ὀρεκτὰ τῇ ὀρθῇ ὀρέξει αἱρετή· τὴν τοιαύτην ἕξιν τε καὶ ἀρετὴν καλοῦμεν φρονῇσιν· ἡ γὰρ φρόνησις εὑρετικὴ τῶν πρὸς τὸν ὀρθὸν σκοπὸν συντελουσῶν πράξεων, διὸ καὶ τὴν φρόνησιν πρακτικὴν ἀρετήν φαμεν, ἐπεὶ ἡ γνῶσις αὐτῇ περὶ τῶν εἰς ὀρθότητα πράξεων συντελούντων), ἡ δὲ περὶ τὴν γνῶσιν τῶν ἀιδίων ἐνεργοῦσα ἔχει μὲν τὸ εὖ ἐν τῇ τῶν ἐν τούτοις ἀλητούτων 2 s. v. V 5 alt. δὲ om. a Sp. 8 μέσου sic V 9 δέδεικται VB Vict. Sp.: ἔτυχεν MLSFa 10 εἴη] εἴ V1 (corr. V² 11 τῶν in lit. V 12 ἡ om. a Sp. 17 αἱ περὶ V Vict. Sp.: περὶ V¹ SFa 26 μὲν om. a Sp. 29 ἡ δὲ B Vict. Sp.: ἡ δὲ V²: ἡ οὐ V¹F: ἢ σὺ S¹Μ: ἢ δὲ S2a: ἢ οὖ L 30 περὶ scripsi: ἐπὶ libri 33 τὴν δὲ τοιαύτην V² 36 αὐτῇ Schπart: αὐτη V¹: αὔτη V¹: αὐτὴ a Sp. 37 ante pr. τῶν 2—3 litt. erasae V θῶν εὑρέσει τε καὶ γνώσει οὖσα θεωρητική, ἀλλ’ οὐ πρακτική. οὐδὲν γὰρ τῶν ἐν τούτοις ἀληθῶν εἰς πρᾶξίν τινα τὴν ἀναφορὰν ἔχει, διό ἐστιν αὐτοῖς τέλος ἡ γνῶσις τῶν ἐν τοῖς ἀιδίοις ἀληθῶν, καὶ ἔστιν ἐν τούτοις τὸ μὲν εὖ τε καὶ ἀγαθὸν καὶ ἀληθές, ψεῦδος δὲ τὸ ἐν αὐτοῖς κακόν, ἣν ἀρετὴν ἐπιστήμην καλοῦμεν οὖσαν ἕξιν ἀποδεικτικήν. καὶ ἐπεὶ ἡ ἀπόδειξις διά τινων πρώτων τοῦ δεικνυμένου καὶ οἰκείων καὶ ἀληθῶν καὶ οὐκ ἐπ’ ἄπειρον ἐν αὐτοῖς τὸ πρῶτον, ἀλλ’ ἔστιν τι καὶ κυρίως ἐν αὐτοῖς πρῶτον, ἡ τοῦ οὕτως πρώτου γνῶσίς τε καὶ εὕρεσις νοῦς καλεῖται, σοφία δὲ ἡ ἄμφω ἔχουσα τήν τε τῶν ἀρχῶν εὕρεσιν καὶ τὴν διὰ τῶν ἀρχῶν τῶν μετ’ αὐτὰς εὕρεσίν τε καὶ δεῖξιν (ὥστ’ εἶεν ἂν πάλιν αἱ διανοητικαὶ ἀρεταί, οὖσαι τοῦ εὖ τοῦ ἐν ταῖς προειρημέναις ἐνεργείαις εὑρετικαί τε καὶ ζητητικαί, τὸ κυριώτατον τῆς εἰς εὐδαιμονίαν συντελείας ἔχουσαι τῷ τῶν κυριωτάτων δυνάμεων τῆς λογικῆς ψυχῆς τὰς ἐνεργείας τὸ εὖ παρὰ τούτων ἔχειν), τὴν μὲν ἀρχὴν λαμβάνουσα ἀπὸ τῆς εἰς εὐδαιμονίαν συντελείας, τὸ δὲ εἶναι ἔχουσα ἐν ταῖς καθ’ ἑκα τέραν λογικὴν δύναμιν ψυχῆς ἐνεργείαις, τοῦ εὖ τοῦ ἐν ταύταις ούσα εὑρετική τε καὶ ἀποδεικτική.