XXV. Ἐπιδρομή, πό θε εν ἡ τῶν ἀρετῶν εὕρεσίς τε καὶ σύ στάσις. Ἐπεὶ ἡ εὐδαιμονία τοῖς ἀνθρώποις σκοπός, καὶ δεῖ πάντα πράττειν, ὅπως ταύτην κτησαίμεθα ὡς τέλος τε καὶ μέγιστον τῶν ἡμετέρων ἀγαθῶν, ἀδύνατον δὲ τὸ πράττειν τινὰ ὡς εἴς τι συντελοῦντα ἢ ὅλως γνωρίζειν τὰ δι’ ὧν οἷόν τε τυχεῖν τινος σκοποῦ ἀγνοουμένου τοῦ σκοποῦ (ἀρχὴ γὰρ τῆς εὑρέσεως τῶν εἰς τὸν σκοπὸν συντελούντων καὶ τῶν ἐκείνου χάριν γινομένων πράξεων γνῶσις ἡ τοῦ σκοποῦ, διὸ καὶ τῆς θικῆς φιλοσοφίας ἀρχὴ τὸ γνῶναι, τί ποτ’ ἐστὶν εὐδαιμονία, ἧς χάριν ἡμᾶς δεῖ πάντα πράττειν), ἐζητήσαμεν, τί ποτέ ἐστιν εὐδαιμονία, καὶ εὑρόντες ἑκάστου τῶν ὄντων τὸ ἀγαθὸν ὂν ἐν τῇ οἰκείᾳ ἐνεργείᾳ τῇ καθ’ ὅ ἐστιν αὐτῷ τὸ εἶναι τούτῳ ὅ ἐστιν, εἰ εὖ γίνοιτο· ἐπί τε γὰρ τῶν φύσει συνεστώτων τοῦτον ἔχει τὸν τρόπον, ἀλλὰ καὶ ἐπὶ τῶν κατὰ τέχνην, μιμεῖται τὴν φύσιν· τοῦ τε γὰρ ἵππου τὸ ἀγαθὸν τοιοῦτον, εἴ γέ ἐστιν μὲν οἰκεῖον ἔργον αὐτῷ καθὸ ἵππος ἐστὶ τὸ τρέχειν, ἀγαθὸν δὲ αὐτῷ τὸ εὖ τρέχειν, ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ κυνός· εἴτε γὰρ τὸ φυλάττειν, εἴτε τὸ θηρᾶν ἔργον κυνός, εἴτε τῶν μὲν τοῦτο, τῶν δὲ ἐκεῖνο, καὶ τὸ ἀγαθὸν αὐτοῖς ἐν τῷ εὖ ταῦτα ποιεῖν· ἀλλὰ καὶ τῷ οἰκοδόμῳ τὸ ἀγαθὸν καὶ τὸ τέλος ἐν τῷ εὖ οἰκοδομεῖν, ἐπεὶ καὶ ἔργον τὸ οἰκοδομεῖν αὐτῷ, καὶ ἐπεὶ ἐφ’ ἑκάστῳ τὸ τέλος τῇ ἐνεργείᾳ καὶ τῷ ἔργῳ παρὰ τῆς οἰκείας ἀρετῆς περιγίνεται, ἑκάστου τὸ τέλος ἐν τῷ τὸ οἰκεῖον ἔργον ποιεῖν κατ’ ἀρετήν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τὸ τοῦ ἀνθρώπου ἀγαθόν τε καὶ τέλος ἐν τῷ κατ’ ἀρετὴν καὶ οἰκείαν τὰς καθὸ ἄνθρωπός ἐστιν ἐνεργείας ἐνεργεῖν. ἀλλὰ μὴν οἰκεῖαι ἐνέργειαι ἀνθρώπου αἱ γινόμεναι κατὰ ψυχὴν λογικήν· τὸ γὰρ ἀνθρώπῳ εἶναί ἐστιν ἐν τῷ ζῆν τε καὶ κατὰ λογικὴν ψυχὴν ἐνεργεῖν. εἰ δὲ τοῦτο, εἴη ἂν καὶ τὸ τέλος αὐτῷ ἐν τῷ κατ’ ἀρετὴν ψυχῆς λογικῆς ἐνεργεῖν, ὥστε εἴη ἂν ἡ εὐδαιμονία, ἐπειδὴ αὐτὴ τὸ τοῦ ἀνθρώπου ἀγαθόν τε καὶ τέλος, ἐνέργεια κατ’ ἀρετὴν ψυχῆς λογικῆς, προσκει μένου τοῦ γε ἐν βίῳ τελείῳ (οὐδὲν γὰρ τέλειον ἐν ἀτελεῖ) καὶ ἔτι τοῦ ἐν προηγουμένοις διὰ τὸ δεῖσθαι ὀργάνων τὰς προηγουμένας τε καὶ βουλευτὰς ἐνεργείας. ὄντος δὲ τούτου σκοποῦ, δῆλον ἐκ τῆς εὑρέσεως αὐτοῦ καὶ 3 εἴη ἂν om. a αὑτὸ (αυτὸ V1)] αὐτὸν a 8 δὲ τὸ FSaaSp.: δέ τι VB 10 ἡ add. V2M 13 αὐτῷ a Sp. 14 τούτῳ] τοῦτο B² 15 εἴ γε ἡ τέχνη ante μιμεῖται add. S2B² a Sρ. fortasse recte 21 τέλος add. VBS²aSp. 22 παραγίνεται Vict. Sp. 23 ἔσται ἐν a Sp. 24 καὶ del. V2 τὰς οἰκείας [τὰς] Diels 24. 25 οἰκεῖον a Sp. 25 ἐνεργεῖν] γ in lit. 2 litt. V 26 τῷ γὰρ coni. Sp. ἀνθρώπῳ VB coni. Sp.: ἄνθρωπον FL: ἀνθρώπου Sa 29 ἂν καὶ ἡ Vict. Sp. αὕτη Diels 31 γε] τε a Sp. τελείῳ SFa Sp.: τελείου VB 32 βουλευτὰς Sp.: βουλητὰς libri γνώσεως τὸ δεῖσθαι πρὸς τὴν κτῆσιν τῆς εὐδαιμονίας τῶν τῆς λογικῆς ψυχῆς ἀρετῶν, ζητοῦντες τίνες εἰσίν, εὐλόγως πρῶτον ἤλθομεν ἐπὶ τὸ ἰδεῖν, τίς ποτ’ ἐστὶν ἡ λογικὴ ψυχή, ἐπεὶ τὴν ταύτης ζητοῦμεν ἀρετήν. διττὴ δὴ ἡ λογικὴ δύναμις εὑρέθη, ἡ μέν τις ἄλογος μὲν καθ’ αὐτήν, λογικὴ δὲ τῷ πείθεσθαί τε δύνασθαι λόγῳ καὶ ὑπὸ λόγου ὡυθμίζεσθαι (τοιαύτη γάρ ἐστιν ἡ ἐν ἡμῖν ὀρεκτικὴ ψυχή), ἡ δέ τίς ἐστι λογικὴ τῷ αὐτὴν λόγον ἔχειν ἐν αὑτῇ, καὶ ἔστιν ἑκατέρας τῶν προειρημένων δυνάμεων οἰκεία τις ἐνέργεια καὶ ἀρετή, καθ’ ἣν τὸ εὖ ἐν τῇ οἰκείᾳ ἐνεργείᾳ γίγνεται, τῆς μὲν ὀρεκτικῆς αἴ τε πράξεις καὶ αἱ κατὰ πάθη κινήσεις, ἀρεταὶ δὲ ἂς ἠθικὰς καλοῦμεν ἀπὸ τοῦ διὰ ἐθῶν τινων ἐγγίγνεσθαι, τῆς δὲ διανοητικῆς ἐνέργειαι μὲν αἱ γνώσεις τῆς φύσεως τῶν γενητῶν καὶ ὅλως τῶν ἐνδεχομένων ἄλλως ἔχειν, ἀρετὴ δὲ καθ’ ἣν ἡ γνῶσις τῆς ἐν τούτοις ἀληθείας, τῆς δὲ νοητικῆς ἐνέργεια μὲν ἡ γνῶσις τῶν ἀιδίων οὐσιῶν, ἀρετὴ δὲ καθ’ ἣν ἡ τούτων ἀληθὴς γίνεται γνῶσις. οὕτως δὲ τῶν ἀρετῶν διῃρημένων, τίς ἐστιν ἑκάστη καὶ τί ἔργον αὐτῆς καὶ τίς ἡ εἰς εὐδαιμονίαν συντέλεια, ἀπὸ τῶν ἔργων τε καὶ ἐνεργειῶν τῶν ἑκατέρας τῆς λογικῆς δυνάμεως εὑρίσκεται. ἔργον τοίνυν τῆς μὲν ὀρεκτικῆς δυνάμεως αἱ πράξεις αἱ περὶ ἡδονάς τε καὶ λύπας, τὰς μὲν ἀρουμένης τε καὶ διωκούσης, τὰς δὲ ἀποστρεφομένης, καὶ ἐπεὶ πέφυκεν ἐν τοῖς τοιούτοις πᾶσιν, ἐν οἷς ἐστιν ὑπερβολή τε καὶ ἔλλειψις. ἡ μὲν ἀμετρία φθαρτικὴ εἶναι τοῦ ἐν ἑκάστοις αὐτῶν εὖ, τοιοῦτον δὲ ἢ τε ὑπερβολὴ καὶ ἡ ἔλλειψις, ἡ δὲ συμμετρία σωστικόν τε τοῦ εὖ καὶ ποιητικόν (ὡς δῆλον ἐπί τε τῶν γυμνασίων καὶ τῶν τροφῶν· καὶ γὰρ αἱ τῶν γυμνασίων ὑπερβολαί τε καὶ ἔνδειαι τῆς εὐεξίας, ἢ τίς ἐστιν ἀρετὴ τοῦ σώματος, φθαρτικά, ἡ δὲ συμμετρία αὐτῶν καὶ ἡ μεσότης καὶ ποιητικὰ αὐτῆς καὶ τηρητικά, ὅ ἐστι τὸ ἐν τούτοις εὖ· ἀλλὰ καὶ τῶν σιτίων πάλιν αἱ μὲν ὑπερβολαὶ καὶ ἔνδειαι τῆς ὑγείας εἰσὶ φθαρτικαί, αἱ δὲ συμμετρίαι ποιητικαί τε καὶ τηρητικαί· οὕτως δὲ καὶ ἐπὶ τῶν παθῶν ἔχει καὶ τῶν περὶ ταῦτα πράξεων), αἱ μὲν ὑπερβολαὶ αὐτῶν καὶ αἱ ἔνδειαι τοῦ εὖ τοῦ ἐν τούτοις εἰσὶ φθαρτικαί, αἱ δὲ συμμετρίαι ποιητικαί τε καὶ τηρητικαί, καὶ ἐπεί ἐστι τὸ εὖ ἐν πᾶσιν ἡ οἰκεία ἀρετὴ καὶ πᾶν τὸ γινόμενον κατ’ ἀρετήν, συμβαίνει τὰς περὶ ταῦτα ἀρετὰς συνίστασθαι συμ μετρίᾳ πράξεων τε καὶ παθῶν. ἥ τε γὰρ σωφροσύνη φθείρεται μὲν ὑπό τε τῆς τῶν ἡδονῶν ὑπερβολῆς τε καὶ ἐνδείας τούτων, περὶ ἃς πέφυκεν ἀρετὴ μὲν γίνεσθαι σωφροσύνη, κακία 2 δὲ add. S2B2a Sp. 4 διττὴ] ὴ in lit. V δὴ (in lit. V: δὲ GSa Sp. 5 πείθεσθαι] ἐπιδέχεσθαι Sp. λόγῳ] λόγον a Sp. λόγου] λόγον Vict.? Sp. 6 ὀρεκτικὴ] κτ in lit. V 7 αὐτῇ V 9 ἐνεργείᾳ] εί add. V2 post ὀρεκτικῆς add. ἐνέργειαι μὲν V2 10. 11 ἐγγίγνεσθαι] ἐγγί in lit. V 12 ἀρετὴ M: Vict ? Sp.: ἀρετὴν Va 13 ἐνέργεια : ἐνέργειαι Sp.: ἐνεργείαι Vict. ?: ἐνέργειασ (σ corr. fortasse in ι) V: ἐνεργείας LFa 14 γίνεται] νεται in lit. V 15 ἀρετῶν V ἑκάστη Ba Sp.: ἑκάστου (ά s. v.) VF τί ⟨τὸ⟩ coni. Sp. 18 δυναμεωσ V αἱρουμένης] η in lit. V 21 τε καὶ a Sp. 22 τε τοῦ] μὲν τοῦ a Sp. 29 alt. αἱ s. v. VB: om. SFa Sp. 32 ταύτας a ἀρετὰς] ὰς in lit. V συνίστασθαι] συν in lit. V 33 pr. τε del. Schwartz : alt. Sp. δὲ ἀκολασία τε καὶ ἀναισθησία, σώζεται δὲ καὶ συνίσταται ὑπὸ τῆς τῶν αὐτῶν τούτων μεσότητός τε καὶ συμμετρίας, ἀλλὰ καὶ ἡ ἀνδρία συνίσταται μὲν ἐκ τῆς περὶ φόβους τε καὶ θάρρη μεσότητός τε καὶ συμμετρίας, ὑπὸ δὲ τῆς ὑπερβολῆς τε καὶ ἐνδείας τῶν αὐτῶν τούτων φθείρεται. ὡς δὲ ἐπὶ τούτων, οὕτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει, ὥστε εἰ τὸ ἐν τούτοις εὖ ἐν μεσότητί ἐστι παθῶν τε καὶ πράξεων. τὸ δὲ εὖ ἐν ἑκάστῳ κατὰ τὴν οἰκείαν ἀρετήν, εἶεν ἂν καὶ αἱ περὶ ταῦτα ἀρεταὶ ἐν μεσότητι τῶν προειρημένων, οὐχ πλῶς οὐδ’ ὡς ἔτυχεν τοῦ ἐν τούτοις μέσου λαμβανομένου, ἀλλ’ ὡς δέδεικται ὡρισμένου κατὰ τὸν ἐκ φρονήσεως τε καὶ ὀρθὸν λόγον, καὶ εἴη ἂν τὸ κατὰ τὴν ὀρεκτικὴν ψυχὴν εὐδαιμονίας μέρος κείμενον ἐν ταῖς ἀπὸ τῶν ἀρετῶν περὶ τὰ πάθη τε καὶ τὰς πράξεις εὖ γινομέναις ἐνεργείαις. ἔτι δέ, εἰ ἡ τοῦ ἀνθρώπου ἀρετή ἐστιν, ἀφ’ ἧς ἀγαθὸς ἄνθρωπος γίνεται (καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἀπάντων ἕκαστον ἀγαθόν ἐστί τε καὶ γίνεται κατὰ τὴν ἀρετὴν ἑαυτοῦ), ἀγαθὸς δὲ ἄνθρωπος γίνεταί τε καὶ ἔστιν ὁ μήτε ἐν τοῖς πάθεσιν ἄμετρος μήτε ἐν ταῖς περὶ ταῦτα πράξεσιν, εἴη ἂν καὶ ἐκ τούτου δεικνύμενον τὸ τὴν ἀρετὴν τὴν ἠθικὴν ἐν μεσότητι εἶναι τῶν προειρημένων. αἱ γὰρ ἐνέργειαι αἱ περὶ πάθη τε καὶ τὰς πράξεις, ὅταν διὰ τῶν ἐθῶν παιδαγωγηθῶσιν οὕτως, ὡς τοὺς ἐθιζομένους ἥδεσθαι μὲν ἐπὶ ταῖς ἐνεργείαις ταῖς καλαῖς, ἄχθεσθαι δὲ ἐπὶ ταῖς ἐναντίαις, ὃ γίνεται ἐν τῇ αἱρέσει τε καὶ εὑρέσει τοῦ ἐν αὐτοῖς μέσου, τῆς ἀρετῆς εἰσιν ποιητικαί. διὸ καὶ λέγομεν τὰς ἠθικὰς ἀρετὰς ἕξεις ἐν μεσότητι οὔσας παθῶν τε καὶ πράξεων ὡρισμένας τῷ ὀρθῷ λόγῳ. Καὶ τοιαύτη μὲν περὶ ταῦτα ἡ σύστασις τῶν ἠθικῶν ἀρετῶν. τῆς δὲ διανοητικῆς τε καὶ οὕτως λογικῆς ψυχῆς, ἐπεὶ ἡ μέν ἐστι περὶ τὴν γνῶσιν τῶν ἀιδίων τε καὶ ἀεὶ ὁμοίως ἐχόντων, ἡ δὲ περὶ τὴν τῶν ἐνδεχομένων καὶ ἄλλως ἔχειν, ὧν τὸ μὲν πρῶτον ἐπιστημονικόν, τὸ δὲ δεύτερον λογιστικόν τε καλοῦμεν καὶ βουλευτικόν, ἔσται καὶ περὶ ἑκατέραν ἐνέργειαν τῶν εἰρημένων τό τε εὖ καὶ τὸ κατ’ ἀρετήν. ἔστι δὲ ἀρετὴ γνώσεως ἀλήθεια, ἡ δὲ καθ’ ἑκατέραν δύναμιν τῆς λογικῆς ψυχῆς ἀρετὴ περὶ τὴν τῆς ἀληθείας γνῶσιν ἔσται τῶν θεωρουμένων ὑπ’ αὐτῆς, ἡ μὲν περὶ τὰ βουλευτά τε καὶ ἐνδεχόμενα ἄλλως ἔχειν ἑπομένη τῇ ὀρθῇ ὀρέξει (ὴ γὰρ εὕρεσίς τε καὶ γνῶσις τῶν συντελούντων πρὸς τὰ ὀρεκτὰ τῇ ὀρθῇ ὀρέξει αἱρετή· τὴν τοιαύτην ἕξιν τε καὶ ἀρετὴν καλοῦμεν φρονῇσιν· ἡ γὰρ φρόνησις εὑρετικὴ τῶν πρὸς τὸν ὀρθὸν σκοπὸν συντελουσῶν πράξεων, διὸ καὶ τὴν φρόνησιν πρακτικὴν ἀρετήν φαμεν, ἐπεὶ ἡ γνῶσις αὐτῇ περὶ τῶν εἰς ὀρθότητα πράξεων συντελούντων), ἡ δὲ περὶ τὴν γνῶσιν τῶν ἀιδίων ἐνεργοῦσα ἔχει μὲν τὸ εὖ ἐν τῇ τῶν ἐν τούτοις ἀλητούτων 2 s. v. V 5 alt. δὲ om. a Sp. 8 μέσου sic V 9 δέδεικται VB Vict. Sp.: ἔτυχεν MLSFa 10 εἴη] εἴ V1 (corr. V² 11 τῶν in lit. V 12 ἡ om. a Sp. 17 αἱ περὶ V Vict. Sp.: περὶ V¹ SFa 26 μὲν om. a Sp. 29 ἡ δὲ B Vict. Sp.: ἡ δὲ V²: ἡ οὐ V¹F: ἢ σὺ S¹Μ: ἢ δὲ S2a: ἢ οὖ L 30 περὶ scripsi: ἐπὶ libri 33 τὴν δὲ τοιαύτην V² 36 αὐτῇ Schπart: αὐτη V¹: αὔτη V¹: αὐτὴ a Sp. 37 ante pr. τῶν 2—3 litt. erasae V θῶν εὑρέσει τε καὶ γνώσει οὖσα θεωρητική, ἀλλ’ οὐ πρακτική. οὐδὲν γὰρ τῶν ἐν τούτοις ἀληθῶν εἰς πρᾶξίν τινα τὴν ἀναφορὰν ἔχει, διό ἐστιν αὐτοῖς τέλος ἡ γνῶσις τῶν ἐν τοῖς ἀιδίοις ἀληθῶν, καὶ ἔστιν ἐν τούτοις τὸ μὲν εὖ τε καὶ ἀγαθὸν καὶ ἀληθές, ψεῦδος δὲ τὸ ἐν αὐτοῖς κακόν, ἣν ἀρετὴν ἐπιστήμην καλοῦμεν οὖσαν ἕξιν ἀποδεικτικήν. καὶ ἐπεὶ ἡ ἀπόδειξις διά τινων πρώτων τοῦ δεικνυμένου καὶ οἰκείων καὶ ἀληθῶν καὶ οὐκ ἐπ’ ἄπειρον ἐν αὐτοῖς τὸ πρῶτον, ἀλλ’ ἔστιν τι καὶ κυρίως ἐν αὐτοῖς πρῶτον, ἡ τοῦ οὕτως πρώτου γνῶσίς τε καὶ εὕρεσις νοῦς καλεῖται, σοφία δὲ ἡ ἄμφω ἔχουσα τήν τε τῶν ἀρχῶν εὕρεσιν καὶ τὴν διὰ τῶν ἀρχῶν τῶν μετ’ αὐτὰς εὕρεσίν τε καὶ δεῖξιν (ὥστ’ εἶεν ἂν πάλιν αἱ διανοητικαὶ ἀρεταί, οὖσαι τοῦ εὖ τοῦ ἐν ταῖς προειρημέναις ἐνεργείαις εὑρετικαί τε καὶ ζητητικαί, τὸ κυριώτατον τῆς εἰς εὐδαιμονίαν συντελείας ἔχουσαι τῷ τῶν κυριωτάτων δυνάμεων τῆς λογικῆς ψυχῆς τὰς ἐνεργείας τὸ εὖ παρὰ τούτων ἔχειν), τὴν μὲν ἀρχὴν λαμβάνουσα ἀπὸ τῆς εἰς εὐδαιμονίαν συντελείας, τὸ δὲ εἶναι ἔχουσα ἐν ταῖς καθ’ ἑκα τέραν λογικὴν δύναμιν ψυχῆς ἐνεργείαις, τοῦ εὖ τοῦ ἐν ταύταις ούσα εὑρετική τε καὶ ἀποδεικτική. XXVI Ὅτι οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αἱρετόν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ. Ὁτι οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αρετόν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ, δῆλον ἐκ τοῦ, εἰ ἦν τῆς ἡδονῆς χάριν αἱρετὸν τὸ καλόν, ὡς ἐκείνης μὲν οὔσης τέλους τε καὶ δι’ αὐτὴν αἱρετοῦ, ὡς ποιητικοῦ δὲ τῆς ἡδονῆς τοῦ καλοῦ τὸ αἱρετὸν ἔχοντος, ὁμοίως τῷ καλῷ τὸ αἰσχρὸν αἱρετὸν γίνεσθαι, ἐπεὶ καὶ τοῦτο ποιητικὸν ἡδονῆς. οἷς γὰρ τὸ αἱρετὸν ὡς ποιητικοῖς, τούτοις τὸ γινόμενον ὑπ’ αὐτῶν τῆς αἱρέσεως μέτρον. ἢ γὰρ οὐ χρὴ λέγειν γίνεσθαί τινας καὶ ἐπ’ αἰσχραῖς πράξεσιν ἡδονάς, ἀλλ’ ἐπὶ μόναις ταῖς καλαῖς, ἢ εἰ μὴ τοῦτο ἀληθές, αἱρετὸν ἔσται καὶ τὸ αἰσχρὸν ὁμοίως τῷ καλῷ, εἰ ἡ γινομένη ὑπ’ αὐτῶν ἡδονὴ τῆς αἱρέσεως αὐτῶν αἰτία. εἰ δὲ τοῦτο ἄτοπον, προξενοῦν ἡμῖν πᾶσαν πρᾶξιν αἰσχρὰν ὡς οὐδὲν ἔλαττον τῆς καλῆς αἱρετὸν ἢ καὶ μᾶλλον, εἰ μᾶλλον αὕτη καὶ πλείοσι παρασκευ- 3o ἄζει τὰς ἡδονάς, οὐδ’ ἂν τὸ καλὸν εἴη διὰ τὴν ἡδονὴν αἱρετὸν ὡς ἐκείνης ποιητικόν. εἰ δὲ δεῖ μὲν εἶναι ἢ διὰ τὴν ἡδονὴν τὸ καλὸν αἱρετὸν ἢ διὰ τὸ καλὸν τὴν ἡδονήν, μὴ ἔστι δὲ τὸ καλὸν διὰ τὴν ἡδονήν, εἴη ἂν ἡ ἡδονὴ τὸ αἱρετὸν παρὰ τοῦ καλοῦ λαμβάνουσα. οὐ γὰρ δὴ ταὐτὸν 4 ἀληθές VB¹L: καὶ ἀληθὲς τὸ Ma: ἀληθές, τὸ Vict.? Sp.: τὸ ἀληθὲς τὸ B² 6 δια V 7 τι] τις V1 (corr. V2) 14 εἴη ἂν οὖν ἡ ἀρετὴ add. ante τὴν S2B2a cf. 144,34 sqq. 19 ὅτι add. ante οὐ B Vict. Sp. ἡ add. SFa Sp. supra τοῦ] τούτου Vict. 20 χάριν] χάρ in lit. V 22 καλοῦ το sic V 24 μέτρον ⟨ον in lit.) BS² Vict?1 Sp. supra: μέτριον VS¹ Fa χρὴ add. VBaSp. supra: om. V¹ 27 ἢ εἰ a αὶρεσεωσ V 29 ἢ καὶ μᾶλλον om. Vict. Sp. εῖ] εἰ καὶ Vict. Sp. αὕτη scripsi: αυτη V: αὐτὴ Sp. cf.145,10 29. 30 παρασκευάζει Sp.: παρασκευάζοι libri cf. supra 30 οὐδ’ ἂν] οὐδὲν a ἡδονὴν] ονη in lit. V 31 εἶναι καὶ ἢ Vict. οἷόν τε λέγειν εἶναι τὸ καλόν τε καὶ τὴν ἡδονήν, ἐφ’ ὧν συνυπάρχει τε καὶ ἄμα ἐστὶν ἀλλήλοις. εἰ γὰρ εἴη ταὐτὸν αὐτοῖς τὸ εἶναι, ἀντιστρέφειν αὐτὰ ἀλλήλοις ἀνάγκη, ὡς πᾶν τὸ καλὸν ἐν τῷ καλὸν εἶναι καὶ τὸ ἡδὸ εἶναι ἔχειν, καὶ πᾶν τὸ ἡδὺ ἅμα τε ἡδὺ εἶναι καὶ καλόν. εἰ δὲ ψεῦδος τὸ λέγειν πᾶσαν ἡδονὴν εἶναι καλὸν τῷ μηδὲν ἔλαττον ὁρᾶν τὰς ἡδονὰς γινομένας ἐπ’ αἰσχραῖς ἐνεργείαις, οὐδ’ ἂν αἱ ἐπὶ ταῖς καλαῖς ἐνεργείαις ἡδοναὶ γινόμεναι αἱ αὐταὶ εἶεν ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις. τὸ γὰρ ὁμοῦ μὲν λέγειν τὰς ἡδονὰς εἶναι μόνας δι’ αὐτὰς αἱρετάς, τῶν δ’ ἄλλων αἱρετῶν ἕκαστον ἐφ’ ὅσον εἰς ἡδονήν τι συντελεῖ, ἐπὶ τοσοῦτον καὶ τὸ αἱρετὸν ἔχειν, ὁμοῦ δὲ τὸ μὲν καλὸν αἱρετὸν εἶναι λέγειν ὡς ποιη- τικὸν ἡδονῆς, μηκέτι δὲ καὶ τὸ αἰσχρὸν φάσκειν αἱρετὸν γίνεσθαι διὰ τὴν γινομένην ἡδονὴν ὑπ’ αὐτοῦ, οὐχ ὁμολογούμενα λεγόντων, ἀλλ’ ἀπιθάνως ἀρνουμένων, οἷς συγχωροῦσιν διὰ τῶν αἱρέσεων οὕτως ἔχειν. οὐδεὶς γὰρ μὴ τοῦτον παρεσκευασμένος τὸν τρόπον οὕτως ἀτόπου προίσταται δόξης· τὸ γὰρ λέγειν τὰς μὲν ἐπὶ ταῖς καλαῖς ἐνεργείαις γινομένας ἡδονὰς εἰλικρινεῖς τε εἶναι καὶ ἀμίκτους ταῖς ἐναντίαις λύπαις, καὶ διὰ τοῦτο καὶ τὰς ποιητικὰς αὐτῶν ἐνεργείας ἔχειν τὸ αἱρετόν, τὰς δὲ ἐπὶ ταῖς αἰσχραῖς ὀλίγον ἐχούσας τὸ τέρπον πολλὰ ἔχειν καὶ πλείω τὰ λυποῦντα, διὸ μηδὲ τὰς ἐνεργείας εἶναι τὰς τοιαύτας αἱρετὰς οὔσας ποιητικὰς λύπης μᾶλλον ἢ ἡδονῆς, πῶς οὐ συνδιαιρούντων ἐπὶ ταῖς ἐνεργείαις ἐφ’ αἷς γίνονται τὰς ἡδονὰς καὶ οὐχ ὁμοειδεῖς φυλασσόντων; εἰ γὰρ αἱ μὲν ἐπὶ τοῖς καλοῖς τοιαῦται, αἱ δὲ ἐπὶ τοῖς αἰσχροῖς τοιαῦται, εἴη ἂν τὰ καλὰ καὶ τὰ αἰσχρὰ τῆς τῶν ἡδονῶν διαφορᾶς αἴτια· οὐ γὰρ ἀπὸ τῶν ἡδονῶν ταῖς ἐνεργείαις ἐστὶ τὸ αἱρετόν, ἀλλὰ ἀπὸ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, αἷς γε διὰ ταύτας καὶ τὸ εἶναι τοιαύταις, καὶ εἶεν ἂν ἄλλαι μὲν τῷ εἴδει αἱ ἀπὸ τῶν καλῶν, ἄλλαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν, εἴ γε πᾶσαι μὲν αἱ ἀπὸ τῶν καλῶν καθαραί τε καὶ ἄμικτοι καὶ μηδεμιᾶς μετανοίας ἢ λύπης αἴτιαι εἰδοποιούμεναι ταῖς τοιαύταις ἐνεργείαις, πᾶσαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν μικταί τε καὶ ἐν μεταμελείᾳ. οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πρὸς τὰς ἐνεργείας πρόδηλον, ὅτι μὴ παρὰ τῶν ἡδονῶν ταῖς ἐνεργείαις τὸ αἱρετόν, ἀλλὰ παρὰ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς ταῖς μὲν τὸ αἱρετόν, ταῖς δὲ τὸ φευκτόν, εἴ γε φευκταὶ αἱ πλέον τοῦ ἥόοντος τὸ λυποῦν ἔχουσαι, τοιαῦται δὲ πᾶσαι αἱ ἐπὶ ταῖς αἰσχραῖς ἐνεργείαις. XVII. Διὰ τί αἱ ἠ θικαὶ ἀρεταὶ με σότητες. Ἤ ὅτι πᾶσα ἀρετή, οὖ ἂν ἢ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδίδωσιν. τε γὰρ τοῦ ὀφθαλμοῦ ἀρετὴ τόν τε ὀφθαλμὸν 1 ὧν B2aSp. supra: V 3 pr. τὸ Sp.: τε libri 4 ἄμα] alt. α in lit. V 6 αἱ om. a Sp. 8 αἱρετάς s. v. (ἐρέτας in lit.) V 9 αἱρετῶν] αρετὸν a Sp. συντελεῖν a 10 μὲν] μ in lit. V 12 ἀλλ’ ἀπιθάνως SFaSρ.: ἀλλὰ πιθανῶς VD 18 τερπνόν a Sp. 19 οὔσας BS¹a Sp.: οὔσης VB²F 20 ἐνεργείαις] ις in lit. ς s. v. V 23 αἰτία a Sp. 27 αἰτίαι V 29 ἐνεργειασ (σ in lit.) V 33 ἐνέργειαι a Sp. 35 αὐτό τε] τότε a 36 αὑτοῦ Sp. σπουδαῖον ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων μορίων τοῦ σώματος. ἀλλὰ καὶ ἡ τοῦ ἵππου ἀρετὴ ἵππον τε σπουδαῖον ποιεῖ καὶ ἀγαθὸν δραμεῖν καὶ ἐνεγκεῖν ἐπιβάτην καὶ μεῖναι τοὺς πολεμίους· ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ζύων ἑκάστου. ἀλλὰ καὶ ἐπὶ τῶν τεχνῶν τε καὶ ἐπιστημῶν οὕτως ἔχει· τῇ γὰρ τῆς γυμναστικῆς ἀρετῇ τό τε σῶμα τῶν ἀνθρώπων εὖ ἔχον γίνεται καὶ τὰς οἰκείας ἐνεργείας εὖ ἀποδίδωσιν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ ἰατρικῆς· τῇ γὰρ ταύτης ἀρετῇ ὑγιαίνομέν τε τὰ σώματα καὶ τὰς ὑγιεινὰς ἐνεργείας ἐνεργοῦμεν. ὁμοίως ὁ λόγος καὶ ἐπὶ οἰκοδομικῆς καὶ ἐπὶ πλαστικῆς καὶ ἐπὶ τεκτονικῆς καὶ ἐπὶ πασῶν τῶν τεχνῶν. ὄντος δὲ ἀληθοῦς τοῦ πᾶσαν ἀρετήν, οὖ ἂν ἢ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖν καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδιδόναι, δῆλον ὡς καὶ τοῦ ἀνθρώπου ἡ ἀρετὴ εἴη ἄν, ἀφ’ ἦς αὐτός τε ὁ ἄνθρωπος εὖ ζξει καὶ τὸ ἔργον τὸ οἰκεῖον ὡς ὅτι ἄριστον ἀποδίδωσιν. τί ποτ’ οὖν ἐστι τοιοῦτον, ἐφεξῆς ἰδεῖν· τὸ γὰρ εὑρεθὲν εἴη ἂν ἡ ἀρετή. ἐπεὶ τοίνυν ὁρῶμεν ἐν παντὶ ποσῷ καὶ πρόσθεσιν καὶ ἀφαίρεσιν δεχομένῳ τὸ μὲν ὑπερβάλλον καὶ τὸ ἐλλεῖπον ἐν αὐτοῖς φευκτέα ὄντα, τὸ δ’ ἴσον καὶ τὸ σύμμετρον καὶ μέσον αἱρετά τε καὶ ἐν αὐτῷ τὴν οἰκείαν ἀρετὴν ἔχοντα (ἐπί τε γὰρ τῆς τῶν σωμάτων εὐεξίας τε καὶ ἀρετῆς τοῦ σώματος τὰ μὲν ὑπερβάλλοντα καὶ ἐνδέοντα γυμνάσια καὶ γενέσθαι κωλύει τὴν εὐεξίαν καὶ φθείρει γενομένην, τὰ δὲ σύμμετρά τε καὶ μέσα καὶ σώζει καὶ ποιεῖ· ἀλλὰ καὶ τὴν ὑγείαν τὰ μὲν ὑπερβάλλοντά τε καὶ ἐνδέοντα σιτία διαφθείρει, σώζει δὲ οὖσαν καὶ μὴ οὖσαν ποιεῖ τὰ μέσα τε καὶ σύμμετρα· ἀλλὰ καὶ ἐπὶ πλαστικῆς ἰδεῖν ἔστιν ἐν, τῇ φυλακῇ τῆς ὑπερβολῆς τε καὶ ἐλλείψεως ὂν τὸ γινόμενον κατ’ ἀρετὴν ὑπ’ αὐτῆς· ὡς δὲ ἐπὶ τούτων, οὕτως δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων ἔχει, ἔστιν δὲ καὶ ἡ ήθικὴ ἀρετὴ περὶ πάθη τε καὶ πράξεις, ἃ καὶ πρόσθεσιν καὶ ἀφαίρεσιν δέχεται), δῆλον οὖν ὡς εἴη ἂν κατὰ τὰ αὐτὰ καὶ ἡ περὶ αὐτὰ ἀρετὴ ἐν μεσότητι τούτων. ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων τὸ μέσον ὡρίζετο ὑπὸ τοῦ κατὰ τὴν τέχνην λόγου, οὕτως καὶ ἐπὶ τῶν παθῶν τε καὶ τῶν πράξεων εἴη ἂν ὁριζόμενον τὸ μέσον τε καὶ σύμμετρον ὑπὸ φρονήθεσιν τε καὶ τοῦ ὀρθοῦ λόγου, καθ’ ὃν ὁρισθέντα τε καὶ πραττόμενα τὸ ἐν τῷ εὖ ἄκρον ἔχοι. διὸ καί φαμεν εἶναι λόγον τῆς ἠθικῆς ἀρετῆς ἕξιν προαιρετικὴν τῆς μεσότητος τῆς πρὸς ἡμᾶς. τῆς περὶ τὰ πάθη 1 αὑτοῦ Sp. 4 ἐπιβάτην] supr η lit. V καὶ ἐπὶ-5 ἀλλὰ om. a (Vict. suppl., sed falso post λόγος (8), quod perspesit Sp.) 5 ζῴων ἄλλων Vict. Sp. 9 ὁμοίως] ὅμοιος Sp.: ὁμοίοις a: ὁμοῖος Vict.v 9.10 οἰκοδομικῆς] κ in lit. V 10 pr. ἐπὶ om. aSp. 11 τε om. aSp. 13 ἀφ’ ὧν B1 14 ἀποδίδωσιν V¹SFa Sp.: ἀποδώσει B : ἀποδώσειν V² 16 δεχομένων V¹ (cor. V² 17 ἐν] ὃν Sp. φευκταῖα V1 (corr. V²) τὸ μέσον a Sp. 18 αὑτῷ Sp.: αὐτ] V²: τῷ V¹Sa: ἴσως εὖ aut potius ἐν αὐτῷ’’ Vict. 20 τὴν] τ in lit. V γενομένην Sp.: γινομένην libri 25 alt. δὲ om. a Sp. 26 pr. καὶ om. a ἠθικὴ] ή s. v. V Vict.?: ὃ libri 27. 28 κατὰ ταῦτα καὶ περὶ ταῦτα coni. Sp. 28 τὰ αὐτὰ SFa Sp. 31 τὸ post εὖ coll. Sp. falso, cf. 15522 et Arist. Nic. Eth. II, 6. 1107a8 33 προαιρετικὴν Vict.?: διαιρετικὴν διὰ libri cf. l. c. 1106b  36 τε καὶ τὰς πράξεις, τῆς ὡρισμένης τῷ ὀρθῷ λόγῳ, τοῦ ἐν τοῖς ἄκροις εὖ τε καὶ καλοῦ τυγχάνουσαν. ὅτι δὲ οὕτως ἔχει, δῆλον ἑκάστην τῶν ἠθικῶν ἀρετῶν προχειριζομένοις. ἥ τε γὰρ ἀνδρεία τὰς ὑπερβολὰς τοῦ τε θάρρους καὶ τῶν φόβων, ὁμοίως δὲ καὶ τὰς ἐλλείψεις φυλασσομένη τοῦ ἐν τούτοις εὖ τυγχάνει· τῶν δὲ περὶ τὰς ὑπερβολάς τε τούτων καὶ τὰς ἐνδείας ἕξεων ἡ μέν ἐστι θρασύτης, ἡ δὲ δειλία, κακία οὖσα αὐτῶν ἑκατέρα. ἀλλὰ καὶ ἡ σωφροσύνη τοῦ αὐτοῦ περὶ τὰς σωματικάς τε καὶ δι’ ἁφῆς γινομένας ἡδονάς τε καὶ λύπας τυγχάνει. φυλαττομένη μὲν τὰς κατὰ ταῦτα ὑπερβολάς τε καὶ ἐνδείας, αἱρουμένη δέ τι κατὰ τὸν ὀρθὸν λόγον μέσον ἐν αὐταῖς, τῶν δὲ ἐν ταῖς ὑπερβολαῖς τούτων καὶ ἐνδείαις  ἕξεων ἡ μὲν κατὰ τὴν ὑπερβολὴν ἀσωτία, ἡ δὲ κατὰ τὴν ἔνδειαν ἀναισθησία. ὁμοίως δὲ καὶ ταῖς ἕξεσιν ταύταις ἔχουσιν καὶ περὶ τὰς ἄλλας πράξεις καὶ τὰ ἐν αὐταῖς πάθη αἴ τε ἀρεταὶ μεσότητες οὖσαι καὶ αἱ κατὰ τὰς ὑπερβολάς τε καὶ τὰς ἐνδείας κακίαι. Τὧν δὲ οὐ φασκόντων τὰς ἀρετὰς εἶναι μεσότητας ἢ δι’ ἄγνοιαν τῶν εἰρημένων ἢ διὰ φιλοτιμίαν τοῦ καὶ πρὸς τοῦτο δοκεῖν τι λέγειν οἱ μὲν οὐ φάσκοντες δύνασθαι μεσότητα τὴν ἀρετὴν εἶναι διὰ τὸ δεῖν μὲν τὸ μέσον ὁρίζεσθαι τοῖς ἄκροις καὶ ἀπὸ τούτων ἴσον ἀφεστάναι, μὴ εἶναι δὲ μήτε ἐν τοῖς πάθεσιν μήτε ἐν ταῖς πράξεσιν μήτε τὰς ὑπερβολὰς μήτε τὰς ἐνδείας ὡρισμένας, οὔτε γὰρ ἡ τοῦ θαρρεῖν ἀμετρία μέχρι τίνος πρόεισιν, ἐστὶν ὡρισμένον, οὔτε ἡ τοῦ φοβεῖσθαι· πρὸς δὴ τούτους λέγοιτο ἂν, ὅτι μὴ ἐνόησαν τὸ ἐν τῷ ὁρισμῷ προσκείμενον τῇ μεσότητι, ἔστι δὲ τοῦτο τὸ πρὸς ἡμᾶς’, καίτοι σαφῶς αὐτὸ διορίσαντος Ἀριστοτέλους καὶ δείξαντος, ὅτι τὸ μὲν πρὸς τὸ πρᾶγμα μέσον δεῖται τοῦ τῶν ἄκρων ὅρου, εἴ γε τὸ οὕτως μέσον ἴσον ἀπέχει τῶν ἄκρων, τὸ δὲ πρὸς ἡμᾶς μέσον οὔτε ἂν ἦν καὶ τὸ αὐτὸ πᾶσιν οὔτε εὑρίσκεται ἐν τῇ ἴσῃ τῶν ἄκρων ἀποστάσει. τοὐναντίον γὰρ ἡ εὕρεσις τοῦ οὕτω μέσου γνωρίμους ἐποίει καὶ τὰς ἐφ’ ἑκάτερα ἐκβάσεις τοῦ μέσου. ὡς γὰρ ἐπὶ τῶν τεχνῶν ὁρισθὲν τὸ καθ’ ἕκαστον τῶν εἰρημένων μέσον τε καὶ σύμμετρον τῷ τῆς τέχνης λόγῳ τὰς ἐκτροπὰς καὶ παραβάσεις δείκνυσιν τὰς ἐφ’ ἑκάτερα τοῦ μέσου, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν παθῶν τε καὶ πράξεων. ὁρισθὲν γὰρ τὸ κατ’ αὐτὴν 1 τοῖς] αὐτοῖς V¹ (corr. V²) 2 ἔχοι a προχειριζομένοις FSa Sp.: προχεριομένη (supr η lit.) V: προχειριομένης sic B1 4. 5 φυλασσομένη V² Vict.? Sp.: φυλασσομένης V¹SL (ex corr) Fa 5 ἐν VBI Vict.?: ἐκ S2: εὖ GF MS1 a Sp. εὖ τυγχάνει V: ἐντυγχάνει G¹FLMS¹a Sp.: εὐτυγχάνει G²S²: τυγχάνει Vict. 6 ἕξεων Vict. Sp.: ἐξ ὧν libri δειλία in lit. V 8 φυλάττομεν ἡ a 9 κατ’ αὐτὰ a ἐνδείας] ἀνδρείας B1 αροῦμεν ἡ a 11 ἕξέων] ἐξ ὧν a 12 pr. καὶ om. Sp. 16 τοῦ Vict. Sp.: τῷ VS¹ B¹ FG: τούτῳ SB²a τι corr. ex τε V2 21 τούτοις a 25 ἒν ἦν V²BFΜ Vict.?: ἐνῆν V¹: ἐνην G: ἔνην b: εὗ ἦν Sa: ἦν Vict.: ἓν Sp., qui confert Arist. Eth. Nic. 1106a30 26 ἴσῃ] ισ in lit. V 26. 27 τοὺ ναντίον (ante ν pr. lit. 1 litt. V 27 γνωρίμους S2: γνωρίμου VFLΜS2: γνω- ρίμου γεγονότος man. rec. VBS¹a Sp. 28 ὁρισθὲν τὸ V²S²Ba Sp.: ὁρισθέντος V¹FGS¹M1 31 πράξεων] ων in lit. V σύμμετρον ἑκάστῳ ὑπὸ τῆς φρονήσεως καὶ τοῦ κατ’ αὐτὴν λόγου πάσας τὰς τούτου παραβάσεις ποιεῖ γνωρίμους, οὐδὲν δεομένη τῆς προσόδου τῆς ἐπὶ τὰ πέρατα αὐτῶν, ἀλλ’ αὐτόθεν κωλύουσα αὐτὰς τῷ ταῖς πρώταις αὐτῶν ἐκτροπαῖς ἐνίστασθαι ταῖς γινομέναις παρὰ τὸ μέσον τε καὶ σύμμετρον. Ἀλλὰ καὶ ὁ λέγων μὴ εἶναι τὴν ἀρετὴν μέσην δύο κακιῶν τῶν ἑκατέρωθεν αὐτῆς, μὴ γὰρ ἕπεσθαι αὐτῇ κακίαν ἐναντίαν τῷ τὸ μὲν μέσον μηδετέρου τῶν ἐφ’ ἑκάτερα τῶν ἄκρων πλεῖστον ἀφεστάναι, ἐναντία δὲ εἶναι τὰ ἐν τῷ αὐτῷ γένει πλεῖστον ἀλλήλων διεστῶτα, οὐδὲ οὗτος εἴη ἂν κινῶν τι τῶν κειμένων. εἰ μὲν γὰρ ἦν ἡ ἀρετὴ αὐτὰ τὰ μέσα πάθη καὶ αὐταὶ αἱ μέσαι πράξεις, ἔλεγον ἄν τι. νῦν δ’ οὐ ταῦτα ἡ ἀρετή, ἀλλὰ περὶ ταῦτα. τὸ δὲ εἶναι αὐτῇ ἀρετῇ ἐν τῷ ὡρίσθαι τῷ ὀρθῷ λόγῳ καὶ συμμετρίᾳ τὸ εἶναι ἔχειν, ταῖς δὲ ὑπερβολαῖς καὶ ἐνδείαις τὸ κακίαις εἶναι παρά τε τοῦ ἡμαρτημένου λόγου καὶ τῆς ἀσυμμετρίας, καθ’ ὅσον ἡ μὲν κατὰ τὸν ὀρθὸν λόγον ἃ πράττει πράττει, καὶ ἔστιν ἐν συμμετρίᾳ, ἡ δὲ κατὰ τὸν ἡμαρτημένον λόγον, καὶ ἐν ἀσυμμετρίᾳ ἡ ἐναντίωσις αὐταῖς, ἐπεὶ κατά γε αὐτὰ τὰ πάθη καὶ τὰς πράξεις καὶ τὸ ἐν τούτοις ποσὸν αἱ ἔνδειαι ταῖς ὑπερβολαῖς εἴρηνται ὑπ’ αὐτοῦ εἶναι ἐναντίαι. Καὶ ὁ λέγων δὲ μὴ εἶναι τὴν ἀρετὴν μεσότητα, δεήσειν γὰρ τὸν τὴν ἀρετὴν ἔχοντα τὸ μέσως εὖ μετιέναι, ἀλλ’ οὐ τὸ ἄκρως, οὐδ’ οὗτος δὴ νοήσας τὰ εἰρημένα λέγει. εἴρηται γάρ, ὅτι ἐστὶν ἡ περὶ τὰ πάθη καὶ τὰς πράξεις μεσότης κατὰ τὸν προειρημένον τρόπον ἐν τῷ εὖ ἀκρότης. ἄκρως γὰρ εὖ ἔχει τὸ γινόμενον ἐν ἐκείνοις μέσως τε καὶ συμμέτρως. οὐδὲν γὰρ κωλύει τὸ ἄκρων τινῶν ἐν μεσότητι ἄκρον τινῶν εἶναι. διὸ ἄτοπος καὶ ὁ λέγων, εἰ ἡ ἀρετὴ ἀκρότης ἐστὶ ψυχῆς λογικῆς, μὴ δύνασθαι αὐτὴν εἶναι μεσότητα τῷ μὴ οἷόν τε εἶναι ταὐτὸν ἅμα ἄκρον τε εἶναι καὶ μέσον. εἰ μὲν γὰρ τοῦ αὐτοῦ τις ἠξίου, ἔλεγον ἄν τι, ἐπεὶ δὲ οὐ τοῦτο λέγεται, εἶεν ἂν αἰτιώμενοι τὰ ἀναίτια. Aλλ’ οδδὲ ὁ λέγων, εἰ ἡ ἀρετὴ μέση δύο κακιῶν, εἴη ἂν καὶ συγκειμένη ἐκ τούτων τῷ τὰ μέσα τῶν ἐναντίων ἐκ τῆς μίξεως τῶν ἐναντίων ἔχειν τὴν σύστασιν, ὡς ἐπὶ χρωμάτων καὶ ὀσμῶν καὶ χυμῶν αὐτὸς ἐν τῷ Περὶ αἰσθήσεως εἴρηκεν, οὐδ’ οῦτος δὴ ἅπτεταί τινος τῶν κειμένων. οὐ γὰρ εἰ τὰ προειρημένα τοιαῦτα, ἤδη καὶ πάντα μέσα ἐναντίων τινῶν ἐκ τῆς ἐκείνων μίξεως τὸ εἶναι ἔχει. οὐδὲ γὰρ τὸ κατὰ ποσότητά τινα μέσον ἐκ τῶν ἐναντίων ἔχει τὴν σύστασιν, ἀλλὰ πᾶν τοὐναντίον ἐν τῇ πρὸς τὰ 1 ἕκαστον coni. Sp. 2 προόδου V 8 alt. τῶν del. V2 11 αὐταὶ B2Sa Sp.: αὗταί VFB ἔλεγεν coni. Sp. νῦν B²MS²a Sp.: εἰ VB¹ S¹FL 12 αὕτη ἀρετή a 13 συμμετρία V 15 ἐν om. a 18 ἐναντίαι a: ἐναντία V 19 δεήσει a Sp. 20 τὸ μέσως Schwartz: τῷ μέσῳ libri (⟨οὐ⟩ τῶ μέσῳ ⟨τὸ⟩ εὑ μ., ἀλλὰ τῷ ἄκρῳ coni. Sp.) τῷ ἄκρως B2 Vict.? M1 οὐδ’] ἀλλ’ a μὴ δὴ a: μὲν δὴ Sp. 22 τὰς s. v. V 23 ἃ μέσως a: ἀμέσως FL 24 ἄκρων] ἄκρον a Sp. ἄκρον] ἄκρων V¹ (corr. V2) a 26 ταὐτὸν εἷναι a Sp. alt. ἕναι om. a Sp. 31 αὐτὸς] τοῖς S¹F: οἶς S²a 31. 32 ἐν τῷ lIερὶ αἰσθήσεως] De,sensu c. 4. 441 b 14 34 οὐδὲ V2B: οὐδὲν V¹F a Sp. ἄκρα ἀποστάσει τὸ εἶναι αὐτοῖς μέσοις. ἐπί τε γὰρ τῶν κατὰ τὰς τέχνας γινομένων τὸ μέσον τε καὶ σύμμετρον οὐκ ἐκ τῆς συνθέσεως τοῦ τε ὑπερβάλλοντος καὶ τοῦ ἐνδέοντος, ἀλλ’ ἐν τῇ φυγῇ τούτων. οὐ γὰρ ἐκ μίξεως τῶν ὑπερβαλλόντων καὶ ἐνδεόντων γυμνασίων εὐεξία, καίτοι οὔσα ἐν μεσότητι αὐτῶν· ἀλλ’ οὐδὲ ἡ ὑγεία τοῦτον γίνεται τὸν τρόπον· ἀλλ’ οὐδὲ ἡ πλαστικὴ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας συντίθησιν. οὐδὲ τὸ κέντρον δὲ τοῦ κύκλου ἐκ μίξεως τούτων ἐστὶν ὧν ἀφέστηκε πλεῖστον, ἀλλ’ οὐδὲ τὰ μεταξὺ τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν ἐξ ἐκείνων μέμικται. ἀλλ’ οὐδὲ γτὸ.πχφκόπτοντα συγκεῖσθαι ἐκ κακίας τε καὶ ἀρετῆς φήσαι τις ἄν. 0ὑδὲ ἐκεῖνο ὑγιὲς τὸ λέγειν, εἰ μεσότης ἡ ἀρετή, δεήσει ἀπὸ τῆς ἐνδείας εἰς τὴν ὑπερβολὴν προιόντα πρῶτον ἐν ἀρετῇ γενέσθαι. εἰ μὲν γὰρ ἦν τὰ μέσα πάθη καὶ αἱ μέσαι πράξεις αἱ ἀρεταί, ἴσως ἄν τι ἦν λεγόμενον, εἰ δ’ ἐστὶν ἡ ἀρετὴ ἐν τῷ ὡρίσθαι ταῦτα τῷ ὀρθῷ λόγῳ, οὐ πάντως ὁ ἐν μέσῳ πάθει τινὶ γενόμενος ἤδη γίνεται ἐν αὐτῷ ὡς κατὰ τὸν ὀρθὸν λόγον αὐτὸ πάσχειν ἢ τὴν μέσην πρᾶξιν πράττειν ὁμοίως. οὐδὲ ἄλλως δὲ τοῦτο τοῦτον ἐπὶ πάντων συμβαίνει τὸν τρόπον. οὐ γὰρ ἐκ τοῦ δι’ ὑπερβολήν τινος τῶν μερῶν αἴσχους εἰς τὸ κατ’ ἔνδειάν τε καὶ ἔλλειψιν μεταβάλλον πρῶτον γίνεται κάλλος. Ἄτοπον δὲ καὶ τὸ λέγειν, καθ’ ὓς μεσότητες αἱ ἀρεταί, κατὰ τούτους γίνεσθαι καὶ κακίας μέρος ἀρετήν· τῆς γὰρ θρασύτητος εἰ τὸ ὑπερβάλλον ἀφαιρεθείη, τὸ καταλειπόμενον αὐτῆς μέρος ἀνδρεία ἂν εἴη· ἀλλὰ καὶ τῆς ἀνδρείας εἰ ἀφαιρεθείη μέρος τι, καθ’ ὃ τῆς δειλίας ὑπερέχει, γίνεσθαι τὸ καταλειπόμενον αὐτῆς μέρος δειλίαν. ἱκανῶς γὰρ περὶ τούτων καὶ αὐτὸς εἶπεν, δεικνὺς ὅτι πᾶν τὸ τῆς κακίας μέρος κακία, καὶ πᾶν ἀρετὴ τὸ τῆς ἀρετῆς. ἢ γὰρ οὐ ταῦτα ἦν τὰ λυόμενα διὰ τῆς λέξεως τῆς· οὐ πᾶ κα δὲ ἐπιδέχεται πρᾶξις οὐδὲ πᾶν πάθος τὴν μεσότητα· ἔνια γὰρ εὑ θὺς ὑνόμα σται συνειλημμένα με τὰ τῆς φαυλότητος, οἰον ἐπι χαιρεκακία ἀναισχυντία φθόνος, καὶ ἐπὶ τῶν πράξε ων μοιχεία κλοπὴ ἀνδροφονία. πάντα γὰρ ταῦτα καὶ τὰ τοι οῦτα ψέγεται τῷ φαῦ ῦλα εἶναι, ἀλλ’ οὐχ αἱ ὑ περβολαὶ αὐτῶν οὐδὲ ἐλλείψεις. οὐκ ἔστιν οὖ ν οὐ δέ ποτε πε ρὶ αὐτὰ κατορθοῦν, ἀλλ’ ἀεὶ ἁμαρτάνειν, οὐδέ ἐστι τὸ εὖ ἢ μὴ εὖ περὶ τε τὰ τοιαῦτα ἐν τῷ ἣν δεῖ καὶ ὅτε καὶ ὡς μοιχεύειν, ἀλλ’ πλῶς ποιεῖν ὁτιοῦν τούτων ἁμαρτάνειν ἐστίν. ὅμοιον καὶ τὸ ἀξιοῦν περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν καὶ ἀκολα σταίνειν με σότητα εἶναι καὶ ὑ περβολὴν 9 φήσει V1 (corr. V²) 10 δεήσειν Schwartz 13 ἡ om. Sp. ὡρίσθαι] αι in lit. V 14 γινόμενος a Sp. 17 ἔνδειαν] α in lit. V 19 αἱ ἀρεταί] αρεταί a 20 εἰς τὸ a 21 ἀφαιρεθείη] εί in lit. V καταλιπόμενον V (corr. V) item v. 23 25 τὰ del. Sp. λυόμενα] λεγόμενα Vict.? M λέξεως] Eth. Nic. , 6. 1107a8 28 ἐπιχαιρεκακίαι V 29 πάντα ἀ in lit.) V 30 ψέγεται scripsi cum Arist. vulg.: λέγεται libri τῷ αὐτὰ φαῦλα Vict. ex Arist. vulg. οὐχ αἱ Vict. ex, Arist.: οὐ καὶ libri: οὐ καὶ Schwartz οὐδὲ VM: ἀλλ’ οὐδὲ LSa: οὐδὲ αἱ Vict. ex Arist. 32 ἁμαρτάνει a ἢ μὴ V² Vict.? Sp.: εἰ μὴ Sa: μὴ VS¹L51 τε del. V²: om.B Arist. 33 ἣν B2 in lit. Vict.? ἦν libri ἀπλῶς τὸ ποιεῖν Vict. ex, Arist. 34 ὅμοιον οὖν Vict. Sp. ex Arist. καὶ περὶ Arist. εἶναι μεσ. Arist. καὶ ἔλλειψιν· ἔσται γὰρ οὕτως γε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης καὶ ὑπερβολῆς ὑπερβολὴ καὶ ἔλλειψις ἐλλείψεως. ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρείας οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις διὰ τὸ τὸ μέσον εἶναί πως ἄκρον, οὕτως οὐδὲ ἐκείνων μεσότης οὐδὲ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ᾿ ὡς ἂν πράττηται ἁμαρτάνεται. ὅλως γὰρ οὔτε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἐστίν, οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις. διὰ γὰρ τούτων οὐ μόνον τὴν προειρημένην λέλυκεν ἀπορίαν, ἀλλὰ καὶ πάντα τὰ πρὸς τὴν δόξαν ἀπορεῖσθαι δυνάμενα. XXVIII. Πότερον ὡς γένος ἢ ὡς ὅλον τῶν ἀρετῶν ἡ ἀρετή. Ἐπεὶ τοῖς μὲν ὡς γένος τῶν ἀρετῶν τὴν ἀρετὴν κατηγορεῖσθαι λέγουσιν εἵπετο ἄτοπον τὸ μιᾶς ἀναιρουμένης ἀναιρεῖσθαι πάσας (τῆς γὰρ φρονήσεως ἀναιρεθείσης οὐδ᾿ ἄλλην οἷόν τε ἔχειν ἀρετήν, οὐχ οὕτως ὀὲ τὸ γένος ἔχει πρὸς τὰ εἴδη, ὡς ἑνὸς εἴδους ἀναιρέσει συναναιρεῖσθαι αὐτό τε καὶ τἆλλα εἴδη), τοῖς δὲ ὡς ὅλον μερῶν εἴπετο τὸ μὲν ὅλον τῶν μὴ ὁμοιομερῶν αὐτῷ μερῶν μὴ κατηγορεῖσθαι συνωνύμως (οὐ γὰρ κατὰ τῆς κεφαλῆς τοῦ ἀνδριάντος ὁ ἀνδριὰς καὶ ὁ λόγος αὐτοῦ· οὐσῶν δέ γε τῶν ἀρετῶν διαφερουσῶν ἀλλήλων ἡ ἀρετὴ κατὰ πασῶν συνωνύμως κατηγορεῖται) ἢ εἰ τὸ ὅλον τὸ ὁμοιομερὲς τῶν μερῶν συνωνύμως κατηγορεῖται, πᾶσαι δὲ αἱ ἀρεταὶ ὅμοιαι ἀλλήλαις, εἴ γε ἣν ἂν λάβης ὡς τελείαν, ὁμοίως ἐκ πασῶν μέμικται, εἴη ἂν ὡς ὁμοιομερὴς ὅλη κατηγορουμένη ἑκάστης συνωνύμως. ὁ γὰρ ἔχων τὴν τελείαν ἀρετὴν ὁμοίως πάσας ἔχει, ἔχων δὲ ὁμοίως πάσας λέγεταί ποτε μὲν κατ᾿ ἀνδρείαν, ποτὲ δὲ κατὰ σωφροσύνην ἐνεργεῖν τῷ περὶ ἃ ἰδίως ἐστὶν ἡ σωφροσύνη, περὶ ταῦτα ἁπάσαις ὁμοίως ἐνεργεῖν. ὡς γὰρ ἐν τοῖς σώμασιν τοῖς ἐκ διαφερόντων μιγνυμένοις τινῶν τὸ μιχθὲν ὁμοιομερὲς πάντῃ γίνεται, οὕτως καὶ ἐπὶ τῶν ἕξεών τε καὶ τῶν ἀρετῶν γίνεται. αἱ γὰρ διαφέρουσαι ἀλλήλων ἀρεταὶ τῷ τήνδε μὲν αὐτῶν περὶ τάδε τινὰ εἶναι, τήνδε δὲ περὶ τάδε (ὡς ἔχον ἐπὶ τῶν φυσικῶν ἀρετῶν ὁρῶμεν· αὗται γὰρ ἐν τῇ τελειώσει, ἣ γίνεται ἐν τῇ ἑκάστης αὐτῶν πρὸς τὰς ἄλλας μίξει), τὸ πᾶν ὁμοιομερὲς ποιοῦσιν, ὡς γίνεσθαι μὲν δοκεῖν καθ᾿ ἑκάστην αὐτῶν ἐνέργειαν, ὅταν περὶ ταῦτα γίνηται, περὶ ἃ ἦν τῇ ἀτελεῖ τε καὶ φυσικῇ ἀνδρείᾳ φέῤ εἰπεῖν τὸ εἶναι· οὐ μὴν κατ᾿ ἐκείνην μόνην ἐνεργεῖ περὶ αὐτά, ὧν διὰ τὴν τοιαύτην μῖξιν 1 ἐλλείψειν V 4 τὸ τὸ] τὸ a Sp. 5 καὶ] οὐδὲ a Sp. 6 ἐλλείψεως καὶ ὑπερβολῆς a Sp. 7 οὐ] ὑ in lit. V 10 ⟨ἢ⟩ ὡς γένος Sp. 11 ante ἐπεὶ titulum iterat B, cui B2 verb praemittit εἰκότως ζητεῖται 14 ἔχει πρὸς] ἔχειν πρὸς a Sp. 15 ὡς ὅλον VBS (scil. τὴν ἀρετὴν): τὸ ὡς ὅλον F: τὸ ὡς ὅλων a Sp. εἵπετο τῶν μὲν a 19 fortasse ⟨μήτε ὡς γένος μήτε ὡς ὅλον δεῖ κατηγορεῖσθαι⟩. ἢ εἰ 20 τελείαν B2: τελείων VFB¹: τελειῶν a: τελεία coni. Sp. 21 μέμικται (μέμεικται?) Schwartz: δέδεικται VFB1S1 Vict.: σύγκειται S2B2a Sp. 22 ἔγει SBFa Sp.: ἔχειν V 24 πάσαις a Sp. 26 παντὶ a Sp. 27 τήνδε (τῆν δὲ V)] τὴν a Sp. 28 τάδε V2F Vict. Sp.: τῆν δὲ V¹Sa τήνδε δὲ] τὴν δὲ δὴ Vict. Sp. 29. 30 ἑκάστης] ἑκάστῃ a Sp. 30 μίξει scripsi: μίξεις libri ὁμοίων οὐσῶν ἀλλήλαις εἰκότως ἡ ἀρετὴ συνωνύμως κατηγορεῖται· ταύτας γὰρ καὶ κυρίως ἀρετάς φαμεν. XXIX Ἄλλης λέξεως ἐξήγησις ἐκ τοῦ τρίτου τῶν ικομαχείων Ἠθικῶν Ἀριστοτέλους, δι’ ἧς δείκνυται, ὅτι καὶ αἱ κακίαι ταῖς ἀρεταῖς ὁμοίως ἐφ’ ἡμῖν. Ἓἰ δέ τις λέγοι ὅτι πάντες ἐφίενται τοῦ φαινομένου ἀγα θοῦ, τῆς δὲ φαντα σίας οὐ κύριοι, ἀλλ’ οἷός ποθ’ ἕκαστός ἐστι, τοιοῦτον καὶ τὸ τέλος φαίνεται αὐτῷ· εἰ μὲν οὖν ἕκαστος τῆς ἕξεως αὐτῷ ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος, εἰ δὲ μηδεὶς αὑτῷ αἴτιος τοῦ κακὰ ποιῖν , ἀλλ’ ἢ δι’ ἄγνοιαν τοῦ τέλους ταῦ τα πράττει, διὰ τούτων οἰόμενος αὑτῷ τὸ ἄριστον ἔσεσθ αι. ἡ δὲ τοῦ τέλους ἔφεσις οὐ κ αὐθαίρετος, ἀλλὰ φῦναι δεῖ ὥσπερ ὄψιν ἔχοντα, ἢ κρινεῖ καλῶς καὶ τὸ κατ’ ἀλήθειαν ἀγα θὸν αἱρή σεται, κ αὶ ἔστιν εὐ φυὴς ᾧ τοῦτο καλῶς πέφυκεν· τὸ γὰρ μέγιστον καὶ κάλλιστον, καὶ ὃ παρ’ ἑτέρων μὴ σἷόν τε λαβεῖν μη δὲ μαθεῖν, ἀλλ’ οἷον ἔφυ τοιοῦτον ἕξει, καὶ εὖ καὶ καλῶς τοῦτο πε φυκέναι ἡ τελεία καὶ ἀλη θινὴ εἴη ἂν εὐ φυΐα.’’ Ἤ τὸ μὲν πάντας ἐφίεσθαι τοῦ φαινομένου αὐτοῖς ἀγαθοῦ ἀληθές, οὐκ ἀληθὲς δὲ τὸ τῆς φαντασίας μὴ κυρίους ἡμᾶς πως εἶναι. οἷος μὲν γάρ ποτε ἕκαστός ἐστι, τοιοῦτον αὐτῷ καὶ τὸ τέλος φαίνεται, τῆς δὲ ἕξεως, καθ’ ἣν ἕκαστος ἡμῶν ἐστι τοιοῦτος, αὑτοῖς ἐσμεν συναίτιοι, εἴ γε ἐκ μὲν τῶν ἐνεργειῶν αἱ ἕξεις, ἐφ’ ἡμῖν δὲ αἱ ἐνέργειαι. εἰ γὰρ ἀκούσιον μὲν τό τε βίᾳ καὶ τὸ διὰ τὴν τῶν καθ’ ἕκαστα ἄγνοιαν γινόμενον (δέδεικται γὰρ ὅτι ἃ ἀγνοοῦντες πράττουσίν τε καὶ ἁμαρτάνουσιν ὡς ἀγνοίας αὐτοὶ αἴτιοι, ταῦτα οὔτε ἀκούσια οὔτε τὴν ἀρχὴν δι’ ἄγνοιαν γίνεται· διὰ ταύτην γοῦν τὴν αἰτίαν οὐδὲ τὰ παρὰ τὰς μέθας ἁμαρτανόμενα ἀκούσια, καίτοι ὑπὸ ἀγνοούντων γίνεται, ἀλλ’ ἐπεὶ αὑτοῖς οἱ μεθύοντες αἴτιοι τῆς ἀγνοίας τῆς παρὰ τὴν μέθην, οὐκ ἐν τοῖς ἀκουσίοις ἁμαρτανομένοις ταῦτα τίθεται· Πιττακὸς γοῦν ὁ Μιτυληναῖος διπλᾶ ἐπιτίμια ὥρισεν τῶν παρὰ τὴν 3 ἐκ τοῦ τρίτου] Εth. Νic. ΙΙΙ, 7.1114a31 6 post φαινομένου add. αὐτοῖς V 2 in mg. 7 post κύριοι add. ὑπάρχουσιν Vict. ὁποῖος Arist. 7. 8 τοιοῦτο a Sp. 8. 9 αὑτῷ τῆς ἕ. Arist. τῆς s. v. V 10 μηδεὶς] μή. οὐθεὶς Arist. vulg. αὑτῷ Vict. Sp.: αὐτῷ V: αὐτοῦ SFMLa ἀλλὰ δι᾿  Arist. 11 τέλους] supra   ς lit. V 12 ἔσεσθαι] εσ s. v. V 13 ᾗ κρινεῖ Β2 Arist.: η κρινει ὁ V¹: ἢ κρινεῖ V²Β2: ἢ εἰ (ἠει G εἰ Vict. ἡ εἰ L): κρίνει GMLSF Vict. a: ἢ κρίνει Sp. 14 ᾡ] ὡς a τοῦτο] τοῦ s. v. V 15 ἑτέρου Arist. καὶ τὸ Arist. 17 καὶ (pr.) VΒ: καὶ τὸ Vict. Sp. ex Arist.: καὶ τὸ om. SFMLa 19 πάντα a  Sp. 22 αὐτοῖσ V 23 ἐφ’ ἡμῖν coll. post ἐνέργειαι a Sp. αἱ δὲ a  Sp. μὲν] om. a Sp.: fortasse μόνον, nisi exciderunt nonnulla post γινόμενον (24) 24 βία V τὸ διὰ V2 B: διὰ τὸ V¹: διὰ Fa  Sp. S2B² in mg.: ἴσως οὕτως ὀφείλει λέγειν: τὸ γὰρ δι’ ἑκούσιον ἄγνοιαν οὐ βίᾳ οὐδὲ ἀκούσιον 25 ⟨ἃ⟩ ἀγνοοῦντες scripsi: ἀγνοοῦντες ⟨ἃ⟩ Vict. 27 περὶ Sp. 28 ἐπεὶ corr. ex ἐπὶ V1 αὐτοῖσ V1 29 παρὰ] περὶ coni. Sp. μέθην ἁμαρτανομένων), ἃ γὰρ αἰτίαν ἔχει τῶν ἁμαρτανομένων ἑκούσιόν τε καὶ ἐφ’ ἡμῖν , εἴη ἂν ταῦτα καὶ αὐτὰ ἑκούσιά τε καὶ ἐφ’ ἡμῖν. ὡς δὲ τῶν παρὰ τὴν μέθην ἀγνοουμένων οἱ μεθύοντες αἴτιοι, οὕτως καὶ τῶν δι’ ἄγνοιαν τῶν καλῶν τε καὶ αἰσχρῶν ἁμαρτανομένων οἱ ἀγνοοῦντες αἴτιοι, εἴ γε ἐφ’ ἡμῖν ἡ γνῶσις τῶν βελτιόνων τε καὶ χειρόνων. οἱ γὰρ δι’ ἀμέλειαν ἀγνοοῦντες τά τε ὑπὸ τῶν νόμων ὡρισμένα καὶ τὰ ὑπὸ τῶν ἐπαινουμένων ἀνδρῶν γινόμενα τῆς ἀγνοίας αὑτοῖς αἴτιοι, εἴ γε τὸ ἀμελεῖν ἐφ’ ἡμῖν. ἡ γὰρ τῶν καλῶν τε καὶ συμφερόντων ἄγνοια καθόλου οὐ τοῦ ἀκουσίου, ἀλλὰ τῆς μοχθηρίας αἰτία. ἐφ’ οἶς γὰρ οἱ ψόγοι τε καὶ αἱ κολάσεις, ταῦτα ἑκούσια, ἐπὶ δὲ τῇ τῶν τοιούτων ἀγνοίᾳ ἀφίενταί τε καὶ ζημιοῦνται. οὔτ’ οὖν ταῦτα τῶν ἀγνοουμένων ἀκούσια οὔτε τῶν βίᾳ γίνεσθαι λεγομένων, ὧν ἐν ἡμῖν ἡ ἀρχή. ὁ γὰρ ὑφ’ ἡδονῆς βιαζόμενός τε καὶ ἡττώμενος, ἐν αὑτῷ τὴν ἀρχὴν ἔχων τοῦ ἐπὶ ταῦτα κινεῖσθαι, ἃ διὰ τὴν ἡδονὴν ποιεῖ, οὐκ ἔξωθεν ποιεῖ τῆς τοιαύτης βίας τὴν αἰτίαν ζήσας ἀνειμένως καὶ διὰ τῆς τῶν καθ’ ἕκαστα ἐνεργείας ἐθίσας αὑτὸν ἡττᾶσθαι τῆς ἡδονῆς, εἴ γε βίᾳ γίνεται ὧν ἡ ἀρχὴ καὶ ἡ αἰτία ἔξω |θεν, μηδὲν ἡμῶν πρὸς τὰ δι’ αὐτὴν γινόμενα συντελούντων, ὁ δὲ ἐν αὐτῷ γε τὴν ἀρχὴν τοῦ πράττειν ἔχων ἃ πράττει καὶ τοῦ βουλεύεσθαι περὶ αὐτῶν ἐξουσίαν ἔχων, οὗτος οὐκ ἔχει τῶν οὕτως ἁμαρτανομένων βίαιον αἰτίαν. ὄντος δὴ ὡς ἐρρέθη ἀκουσίου τοῦ προειρημένου τὸ ἑκούσιον γίνεται, οὗ ἡ ἀρχὴ ἐν ἡμῖν εἰδόσιν τὰ καθ’ ἕκαστα, περὶ ἃ ἡ πρᾶξις. οὔτε γὰρ ὁ τὴν ἀρχήν τε καὶ αἰτίαν τῶν πραττομένων ἔχων ἐν αὑτῷ βίᾳ ταῦτα πράττει, οὔτε ὁ εἰδὼς τὰ καθ’ ἕκαστα, περὶ ἃ καὶ δι’ ὧν ἡ πρᾶξις, δι’ ἄγνοιαν αὐτὰ ποιεῖ, ὥστε εἰ ἀκούσια τὰ βίᾳ ἢ δι’ ἄγνοιαν, ὧν δὲ πραττομένων ἡ ἀρχή τε ἐν ἡμῖν καὶ γνωρίζεται τὰ καθ’ ἕκαστα, ταῦτα οὔτε βίᾳ οὔτε δι’ ἄγνοιαν, οὐδ’ ἂν ἀκούσια εἴη, εἰ δὲ μὴ τοῦτο, ἑκούσια. διὸ καὶ τὰ διὰ θυμόν τε καὶ ἐπιθυμίαν πραττόμενα ἑκούσια. ἐν ἡμῖν γὰρ ἡ ἀρχὴ τῶν τοῦτον γινομένων τὸν τρόπον. προσέτι τε εἰ τὰ διὰ ταῦτα γινόμενα ἀκούσια, οὐδὲν ἂν οὔτε τῶν ἀλόγων ζῴων οὔτε τῶν παιδίων ἑκουσίως τι ποιοῖ· διὰ γάρ τι τούτων τὰ γινόμενα ὑπ’ αὐτῶν γίνεται πάντα. ἔτι τε πολλὰ καὶ τῶν καλῶν διὰ ταῦτα γίνεται. ἔτι δ’ εἰ ἄτοπον ἀκούσια λέγειν τὰ γινόμενα κατὰ λόγον τε καὶ εὐλόγως, κατὰ λόγον δὲ ὀρεγόμεθά τινων καὶ ὀργιζόμεθά τισιν, οὐκ ἂν εἴη ἀκούσια τὰ γινόμενα διὰ ταῦτα. ὄντων δὴ πάντων τῶν οὕτως γινομένων ἑκουσίων, τῶν ἑκουσίων ταῦτα τὸ 1 ἃ γὰρ] fortasse ἅπερ ἑκούσιον L2BS2a Sp.: ἀκούσιον VS¹FML1, 1. 2 ἑκούσιον—ἡμῖν del. Sp. 2 pr. καὶ V²S2Ba  Sp.: ἠ V¹: ἢ S1 ἀκούσια a alt. ἡμῖν] ἡ in lit. V 12 λεγομένων] ω in lit. V ὧν add. Β² 13 αὐτῷ V ⟨ἃ⟩ διὰ scripsi 14 ποιεῖ ante τῆς om. Sp. fortasse αἰτίαν ⟨ἔχων⟩, 14. 15 ζήσας ἀνειμένως FML: ζήσασαν εἰ μὲν ὡσ V: ζησας ἀνειμέν ὡς S¹B¹: ζητήσας ὡς S²B²a Sp. 16 βία V 16. 17 μηδὲν μὲν ἡμῶν Vict. 17 αὐτῷ V 18 τε καὶ a  Sp. 21 εἰδόσιν V οὔτε γὰρ] ε γὰρ in lit. V 22 αὐτῷ V ταῦτα] τι ΜL 23 οὔτε V1 in mg. τὰ] τὰς a 24 τὰ scripsi: η τε sic V¹: οἴ τε, V²: ἥ τε FS¹ΜL: ἢ τὰ S2: τὰ ἢ Β in lit. a  Sp. βία V 28 ταυτὰ a 30 ὑπ’ αὐτῶν Sp.: ὑφ’ αὑτῶν libri 31 ακούσια V 34 τὸ B2S2a Sp.: τὰ VB1: om. S¹FΜL ἐφ’ ἡμῖν ἔχει, ὅσα ἐστὶ προαιρετά τε καὶ κατὰ προαίρεσιν γινόμενα, πᾶν τε τὸ κατὰ προαίρεσιν γινόμενον μετὰ λόγου τε καὶ προαιρέσεως γίνεται, διὸ καὶ δοκεῖ ἡ προαίρεσις εἶναι ἑκούσιον προβεβουλευμένον. περὶ γὰρ τὰ βουλευτὰ ἡ προαίρεσις, βουλευτὰ δέ ἐστιν περὶ ὧν ἐστι βουλή τε καὶ τὸ βουλεύεσθαι, βουλεύεται δὲ οὐδὲν ζῷον ἄλλο παρὰ τὸν ἄνθρωπον, βουλευόμεθα δὲ οὔτε περὶ τῶν ἀιδίων καὶ ἀεὶ ὁμοίως ἐχόντων, οὔτε περὶ τῶν γινομένων μέν, ἀεὶ δὲ γινομένων ὁμοίως τε καὶ κατὰ τάξιν ὡρισμένην, ὧν εἰσιν ἀνατολαί τε καὶ δύσεις καὶ τροπαί, ἀλλ’ οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων καὶ γινομένων, οἷον αὐχμῶν τε καὶ ὄμβρων, ἀλλ’ οὐδὲ περὶ τῶν γινομένων ἀπὸ τύχης, ἀλλ’ οὐδὲ περὶ τῶν ὑπ’ ἀνθρώπων γινομένων ἁπάντων· οὐδεὶς γὰρ τῶν Ἀθήνῃσιν ὄντων βουλεύεται, πῶς ἂν Σκύθαι ἄριστα πολιτεύοιντο. περὶ γὰρ τούτων βουλευόμεθα, ἃ οἷά τέ ἐστιν δι’ ἡμῶν γίνεσθαι· ἔστι γὰρ ἡ βουλὴ περὶ τῶν ἡμῖν τοῖς βουλευομένοις πρακτῶν. οἱ γὰρ βουλευόμενοι βουλεύονται περὶ τῶν δ’ αὑτούς πρακτῶν, ἔστι δὲ τοιαῦτα, ἃ ἄλλοτε ἄλλως οἷοί τε ποιεῖν ἐσμεν τῷ μὴ ἔχειν ὡρισμένα τὰ ἐφ’ οἷς γίνεται, τοιαῦτα δὲ περὶ ὧν δοξάζομεν. ἔτι γίνεται ἡ βουλὴ οὐ περὶ τῶν τελῶν, ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλη. ὧν γὰρ τὰ τέλη βουλητά ἐστιν, ὄντων πρακτῶν τούτων, ἐστὶ βουλευτὰ τὰ ἄγοντα ἐπ’ αὐτά· βουλευόμεθα γάρ, δι’ ὧν δυνησόμεθα αὐτῶν τυχεῖν. ὄντων δὴ τῶν βουλευτῶν τοιούτων τὸ προαιρετόν ἐστι τὸ ἐκ τῶν βουλευτῶν προκριθὲν ὡς μᾶλλον τῶν ἄλλων συντελοῦν τε καὶ ἄγον πρὸς τὸ προκείμενον τέλος, αἵ εἰσιν αἱ κατὰ τὰ προκριθέντα ἐκ τῶν βουλευτῶν γινόμεναι πράξεις προαιρεταί, αἳ γίνονται μετὰ ὀρέξεως τοῦ προκριθέντος. οὐ γὰρ αὐτάρκης ἡ κρίσις πρὸς τὴν πρᾶξιν τῶν κριθέντων, ἀλλὰ δεῖ καὶ ὀρέξεως, διὸ καὶ ἡ προαίρεσις εἶναι λέγεται ὄρεξις βουλευτική. ὄντων δὲ τῶν κατὰ προαίρεσιν γινομένων ἑκουσίων τε καὶ ἐφ᾿  ἡμῖν, κειμένου δὲ καὶ τοῦ τὰς ἕξεις τὰς περὶ τὰ πρακτὰ ἐκ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αὐτὰ γίνεσθαι κατὰ προαίρεσιν ἐνεργουμένων, εἴη ἂν διὰ τούτων κείμενον καὶ τὸ τὰς ἕξεις τὰς περὶ τὰ πρακτὰ ἑκουσίους τε εἶναι καὶ ἐφ᾿  ἡμῖν· ὡς γὰρ τὰς κατὰ τὰς τέχνας ἕξεις ἐκ τῶν κατ᾿  αὐτὰς ἐνεργειῶν κτώμεθα, οὕτως δὲ καὶ τὰς κατὰ τὰς ἀρετὰς ἕξεις κτώμεθα· ἐθιζόμενοι γὰρ τὰ καλὰ πράττειν ἐν ἕξει γινόμεθα τοῦ πράττειν αὐτά, ὡς καὶ τὰ τεκτονικὰ οἱ σπουδάζοντες γενέσθαι τέκτονες. ὥσπερ ἐπὶ τῶν τεχνῶν ἄλλος μὲν ἄλλου ἀμείνων πέφυκεν πρὸς τὸ τὴν ἕξιν κτήσασθαι τῆς προκειμένης τέχνης, οὐ μὴν τῶν κατὰ φύσιν ἐχόντων πεπήρωταί τις πρὸς τὴν ἀνάληψίν τε καὶ κτῆσιν αὐτῆς, οὔτως ἕχει πολὺ μᾶλλον ἐπὶ τῶν ἀρετῶν, ὅσῳ καὶ κατὰ φύσιν τοῖς ἀνθρώποις μᾶλλον ἡ τῶν ἀρετῶν κτῆσις τῆς τῶν τεχνῶν. εἰ δὲ ἡ τῶν ἀρετῶν, δῆλον ὡς καὶ ἡ τῶν 2 μετὰ λόγου] μεγάλοι οὐτέ V (corr. V²ῶ 15 οῖῦν V (corr. Vῶ 17 βουλευτὰ a Sp. 18 βουλευτὰ alc V 21 αἴ] fortasse κ αἰ αἱ s. v. V 23 ὀρέξεως] infra ἐξ lit. V 25 ἡ ὄρεξις aSp. τῶν s. v. V 27 τὰ om. a Sp. 29 κατὰ τέχνας aSp. 31 ἐκτώμεθα a γὰρ σm. a τὰ in lit. V 32 ὥσπερ γῶ V²3FsaSp.: ὡς γὰρ S¹ Fν1 35 ἀνάληψίν] ante ψψ una littera erasa V 36 ὅσω V 37 εἷ add. V²aa Sp. κακιῶν, εἴ γε διὰ μὲν τῶν ἀντικειμένων ἐθῶν αἱ κακίαι ταῖς ἀρεταῖς συνι- στανται, οἷς δὲ τὰ ἀντικείμενα τί δεῖν ἐφ᾿  αὑτοῖς, ἐπ’ ἐκείνοις καὶ τὰ οἷς ἐκεῖνα ἀντίκειται, ὥστε ἀληθὲς συνημμένον τὸ λέγον· εἰ ἕκαστος τῆς ἕξεως ἑαυτῷ ἐστί πως αἴτιος, καὶ τῆς φαντασίας ἔσται πως αὐτὸς αἴτιος, ⟨εἰ⟩ ἀληθὲς δὲ καὶ τὸ αἴτιον τῆς ἕξεως αἴτιον εἶναί πως ἑαυτῷ, ἀληθὲς ἔσται καὶ τὸ τῆς φαντασίας τῆς γινομένης περί τε τῶν ἀγαθῶν καὶ τῶν κακῶν ἕκαστον εἶναί πως αἴτιον ἑαυτῷ. τούτου δὲ τοῦτον ἔχοντος τὸν τρόπον καὶ τοῖς κακοῖς, τῆς τοιαύτης ἕξεως ἑαυτοῖς πως οὖσιν αἰτίοις, ἕπεται τὸ ἐπ’ αὐτοῖς εἶναί πως καὶ τὰ ἀγαθὰ αὐτοῖς κακὰ φαίνεσθαι. οὐ γὰρ εἰ ἀγνοοῦντες τὸ τέλος οἱ κακοὶ τὰ κακὰ πράττουσιν, ἤδη καὶ δι’ ἄγνοιαν αὐτὰ πράττουσιν. ἐδείχθη γὰρ ἡ τούτων ἄγνοια ἑκούσιος οὖσα, οἳ καὶ τοῦ ἀγνοεῖν αὐτοῖς αἴτιοι. τὸ γὰρ οἴεσθαι τεύξεσθαι τε καὶ διὰ τοῦ τὰ φαῦλα πράττειν τοῦ τέλους παρ᾿  αὐτοῖς, εἴ γε ἐπ᾿  αὐτοῖς τὸ γνῶναι τὰ ἀγαθὰ καὶ τὸ πράττειν, δι’ ὧν ταῦτα περιγίνεται. φῦναι μὲν γὰρ δεῖ πως τὸν μέλλοντα ἀρετὴν ἢ κακίαν δέχεσθαι, εἴ γε μὴ πᾶν ζῷόν ἐστι τούτων δεκτικόν, ἀλλ’ ἄνθρωπος μόνον· οὐ μὴν εἰ ποιᾶς φύσεως τῷ ταῦτα ἕξοντι ζῴῳ, ἤδη δεῖ καὶ ἔχειν αὐτὸν φύσει τὸ ὄμμα τοῦτο, ᾧ κρινεῖ τὰ κρινόμενα καλῶς καὶ τὸ κατ’ ἀλήθειαν ἀγαθὸν αἱρήσεται, ὅπερ ἐστὶν ἀρετή. οὐ γὰρ ὁμοίως αἵ τε αἰσθήσεις καὶ ἀρεταὶ φύσει, ἀλλ’ αἱ μὲν αἰσθήσεις αὐταὶ φύσει, ἡ δὲ ἀρετὴ οὐκ αὐτὴ φύσει, ἀλλ’ ἡ μὲν τοῦ δέξασθαι δύναμις αὐτὴν φύσει, αὐτὴ δὲ οὐ φύσει. διὸ μᾶλλον ἡ ἀρετὴ ὁμοίως φύσει ταῖς τέχναις, οὐ ταῖς αἰσθήσεσιν. ὡς γὰρ τῶν τεχνῶν τὸ μὲν εἶναι δεκτικοῖς ἡμῖν αὐτῶν ὑπάρχει φύσει, οὐδεὶς δὲ γίνεται τεχνίτης φύσει, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει. διὸ καὶ τὴν μὲν αἰσθητικὴν ὄψιν, εἰ μὴ φύσει τις ἔχοι, οὐδ’ ἂν κτήσαιτο αὐτήν ποτε, ἐπὶ δὲ τῆς κατὰ τὴν ἀρετὴν ὄψεως οὐ φῦναι ἔχοντα δεῖ τήνδε τὴν ὄψιν, ἀλλὰ φῦναι δεῖ δέξασθαι δύνασθαι αὐτήν, τὸ δὲ ἔχειν αὐτοὺς παρ’ αὐτῶν πειρᾶσθαι λαμβάνειν, καὶ ἔστιν εὐφυὴς οὐχ ὁ ἤδη τὴν ἀρετὴν ἔχων καὶ τὸ ὄμμα τοῦτο, ἀλλ’ ὁ ῥᾷον ἄλλου λαβεῖν αὐτὴν δυνάμενος, ὃν τρόπον καὶ ἐπὶ τῶν τεχνῶν ἔχον ἐδείχθη.