XXIII. Πῶς εἰ ἡ ἡδονή ἐστι κατὰ Ἀριστοτέλη ἐνέργεια τῆς κατὰ φύσιν ἕξε ως ἀνεμπόδιστος, οὐκ ἔσται καὶ ἡ εὐδαιμονία κατ’ αὐτὸν ἡδονή. Eῖ οὖν ἐστιν ἡ κατὰ φύσιν ἑκάστῳ ἐνέργεια ἀνεμπόδιστος ἡδονή, ταύτης δὲ πάντα ἐφίεται, ⟨οὐ⟩ διὰ τοῦτο ἤδη καὶ τέλος ἡ ἡδονὴ καὶ τὸ ζῆν οὕτως. παρ’ οὗ γὰρ καὶ τὸ ἀνεμποδίστως, ἐκεῖνο αἴτιον τοῦ ζῆν οὕτως. εἰ μὲν οὖν ἡδονὴ τοῦ κατ’ ἀρετὴν ἀνεμποδίστως ἐνεργεῖν αἰτία, ἐν ἐκείνῃ ἂν ἦν τὸ κυριώτατον ἀγαθόν, εἰ δὲ μὴ ἡδονή, ἄλλο δέ τι, ἐκεῖνο ἂν ἦν τοῦ τοιούτου βίου, ὥστ’ εἰ τοῦ οὕτως ἐνεργεῖν τοῖς ἀνθρώποις αἰτία μάλιστα ἡ ἀρετή (συντελεῖν γάρ τι δόξει πρὸς τὸ ἀνεμποδίστως καὶ τὰ ἀπὸ τῆς τύχης), ἐκείνη ἂν τὴν αἰτίαν ἔχοι μάλιστα ἐν τοῖς ἀνθρώποις τοῦ βίου. διὸ εἰ καὶ τὸ εὐδαιμονεῖν τῷ ἀνθρώπῳ τεθείη ἐν ταῖς κατὰ φύσιν αὐτῷ, καθ’ ἣν εἰ ἄνθρωπός ἐστι, κεῖσθαι ἐνεργείαις, εἰ ἀνεμποδίστως γίγνοιντο, ἡ ἀρετὴ ἂν καὶ μάλιστα γίνοιτο τῆς εὐδαιμονίας αἰτία, καὶ τοῦ τὰς οἰκείας ἐνεργεῖν ἐνεργείας τοῦ ἀνθρώπου οὖσα αἰτία καὶ τοῦ ἀνεμω ἔτι ἡ ἡδονὴ ἐνέργεια ὡς ἑπομένη τῇ τοῦτον γινομένῃ τὸν τρόπον ἐνεργείᾳ, ὡς ἔδειξεν ἐν τῷ τελευταίῳ τῶν Ἠθικῶν, ἑπομένη δὲ ἡ ἡδονὴ τῇ τοῦτον γινομένῃ τὸν τρόπον ἐνεργείᾳ, σημεῖον ἂν μᾶλλον εἴη τοῦ παρεῖναι τὸ εὐδαιμονεῖν τοῖς οὕτως ἐνεργοῦσιν, ἀλλ’ οὐκ εὐδαιμονία. ἐνέργεια γὰρ ἡ ἡδονὴ λέγεται ὑπ’ Ἀριστοτέλους, οὐχ ὡς αὐτὴ κατὰ τὸν οἰκεῖον λόγον οὖσα ἐνέργεια, ἀλλ’ ὡς ἐπ’ ἐνεργείᾳ τὸ εἶναι ἔχουσα καὶ μὴ δυναμένη χωρὶς ταύτης γίνεσθαι. διὸ ὡς τὸ ἐνέργεια εἶναι ἀνεμπόδιστος ἔχει, οὕτως ἂν ἔχοι καὶ τὸ εἶναι εὐδαιμονία. ἐνέργεια δέ ἐστιν τῷ τοιαύτῃ παρακολουθεῖν ἐνεργείᾳ, καὶ εὐδαιμονία ἐστὶ τῷ παραἡντινοῦν] 1 pr. ν in lit. V ἡ om. a Sp. 5 αὕτη M: αὑτὴ (erat αὕτη) V: αυτη L: αὐτὴ a Sp. 8 δοκεῖ μοι ἐλλιπὲς εῖναι in mg. 9 εἰ ἡ Vict.? Sp.: εἰ V: ἡ Sa ἐνεργεία a 12 εἰ οὖν ἐστιν a Sp.: ἢ οὐκ ἔτι VB: ἢ οὐκ ἔστιν FS φύσιν V 14 ἐφίεται V οὐ add. Sch wart 15 σιτιον V 16 ⟨ἤν⟩, ἐν coni. Sp. 18 fortasse ⟨αἴτιον⟩ τοῦ 21 καὶ om. a Sp. 22 fortasse ⟨καὶ⟩ κα θὸ ἄνθρωπός ἐστι, οἰκείαις ἐν. εἰ om. aSp. 23 γίνοιτο a 25 ἔτι ἡ Vict. Sp.: ἔτι ἡ VBFB²a: ἔτι εἰ B1 ἐνέργεια] α s. v. V 26 τρόπον] ν in lit. V ἐν τῷ τελευταίῳ] Eth. Nic. X, 4. 5. 1174b14 sq. ἡ om. a Sp. 27 εἴη] εἴ in lit. V ἐνεργείᾳ B2a Sp.: ἐνεργείας VB1 29 ἡδονή V αὐτή V 31 ἐνεργείᾳ a κολουθεῖν τῇ εὐδαιμονίᾳ καὶ εἶναι σημεῖον τῆς παρουσίας αὐτῆς. ὅσον δὲ πρὸς δεῖ τὸ ἀνεμποδίστως ἐνεργεῖν δεόμεθα πρὸς τὰς ἀρετάς, καθ’ ἂς τὰς τοιαύτας ἐνεργεῖν ἐνεργείας, τοσοῦτον ἀπολείπεται καὶ ἡ κατ’ ἀρετὴν ἐνέργεια τοῦ τὸ πλέον ἔχειν ἐν αὐτῇ. ὅτι μὲν ἀνδραποδῶδες τὸ τὴν εὐδαιμονίαν τίθεσθαι ἐν ταῖς σωματικαῖς ἡδοναῖς καὶ τῷ ἀπολαυστικῷ βίῳ, ἑκανῶς αὐτὸς ἐνεδείξατο διὰ τοῦ τά τε ἀνδράποδα καὶ τὰ βοσκήματα τὸν τοιοῦτον βίον κρίνειν, καὶ ἔτι διὰ τοῦ ἕαρδαναπάλου· ὅτι δὲ μηδὲ ἐν ταῖς κατὰ ψυχὴν ἐνεργείαις αἱ ἐνέργειαι τῆς ἡδονῆς χάριν, ἀλλὰ ἡ ἡδονὴ τῶν ἐνεργειῶν, δῆλον. εἰ γὰρ καὶ ὅτι μάλιστα ἡδεῖαι αἱ κατ’ ἀρετὴν ἐνέργειαι, ἀλλ’ οὐ τῆς γε ἡδονῆς ἕνεκα σπουδάζονται, ἀλλ’ ἔμπαλιν. τὰς μὲν γὰρ κατ’ ἀρετὴν ἐνεργείας αἱρούμεθα, κἂν λύπης καὶ πόνων αἰτίαι γίνωνταί ποτε, ὡς ἐπὶ τῶν κατὰ τὴν ἀνδρείαν ἐνεργειῶν γίνεται, ἡδονὰς δὲ αἰσχρὰς οὐδέποτε αἱρεῖσθαι εὔλογον, ὥστε εἰ αἱ μὲν κατ’ ἀρετὴν ἐνέργειαι αἱρεταί, κἂν μετὰ λύπης ὥσιν, ὃ ἐναντίον ἐστὶ τῇ ἡδονῇ, αἱ δὲ ἡδοναὶ οὐδέποτε αἱρεταὶ μετὰ τοῦ ἐναντίου τῇ ἀρετῇ τε καὶ τῷ καλῷ, δῆλον ὡς τὰς ἡδονὰς διὰ τὰς ἐπὶ ταῖς κατ’ ἀρετὴν γινομένας ἐνεργείαις αἱρούμεθα, καὶ διὰ τὰς τοιαύτας ἐνεργείας. μάλιστα δ’ ἂν διακριθείη τοῦτο, εἰ τῇ φύσει κατανοήσαιμέν τε καὶ λάβοιμεν, πότερον ποτέρου χάριν ἡ φύσις ἡμῖν εὐθὺς γινομένοις ἔδωκεν τὴν ἐνέργειαν διὰ τὴν ἡδονήν, ἢ τὴν ἡδονὴν διὰ τὰς ἐνεργείας. ἀλλὰ μὴν γνώριμον τὸ τὴν ἡδονὴν τοῖς ζῴοις διὰ τὰς ἐνεργείας ὑπὸ τῆς φύσεως δεδόσθαι, εἰ μέλλοι σώζεσθαι· ἀδύνατον γὰρ αὐτοῖς μὴ τρεφομένοις. τούτῳ τὴν ἐπὶ ταῖς τροφαῖς ἡδονὴν ἔχομεν παρ’ αὐτῆς, δι’ ἣν ἡδονὴν ζητοῦμέν τε τὴν τροφὴν μὴ παροῦσαν καὶ παρούσῃ χρώμεθα. τὴν ἀπὸ τῶν βελτιόνων ἀσχολίαν γινομένην ποτὲ διὰ ταύτης παραμυθούμενοι. παντάπασιν γὰρ ἄτοπον τὸ λέγειν τρέφεσθαι ἡμς μὴ ὡς σωθησο μένους διὰ τούτου, ἀλλ’ ὑπὲρ τῆς ἡδονῆς τῆς ἐπ’ αὐτῷ. ἀλλὰ καὶ τὴν ἐπιγινομένην τοῖς ἀφροδισίοις ἡδονήν, εἴ τις φυσικῶς ἐξετάζοι, οὐκ ἄλλου χάριν εὑρήσει παρεσπαρμένην ἡ τῆς τεκνοποιίας, ὅπως ὑπὸ τῆς ἡδονῆς παραπεμπόμενα τὰ ζῷα μὴ ὀκνῇ πρὸς τὸν συνδυασμόν, ὃς αἴτιος τῆς κατ’ εἶδος τοῖς ζῴοις ἀιδιότητος, δι’ ἣν καὶ αὐτὸν συμβαίνει τὸν κόσμον ὅμοιον ἀεὶ μένειν ἑαυτῷ. εἰ δὲ φανερῶς ἐπὶ τούτων αἱ ἡδοναὶ τοῖς ζῴοις γίνονται τῶν ἐνεργειῶν χάριν, καὶ ἐπὶ τῶν ἄλλων ἐνεργειῶν τῶν κατὰ φύσιν οὕτως ἔχειν εὔλογον. ὅτι δὲ ἐφ’ ὧν συνυπάρχει τό τε καλὸν καὶ ἡ ἡδονή, οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αἱρετόν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ, δῆλον (ὡς ἐμνήσθημεν ἤδη) ἐκ τοῦ, εἰ ἦν τῆς ἡδονῆς χάριν 2 ταῖς ἀρεταῖς Schwartz 3 δεῖ add. S²B²a Sp. 4 τοῦ τὸ B²a Sp.: τοῦτο VFB πλεῖον a Sp.: τέλεον Sclwartz αὐτῇ V μὲν οὖν V²B: Vict. Sp. 6 ἐνεδείξατο] Eth. Nic. , 3.1095b 14 sqq. 7 αρδανάπαλου V 8 χάριν coll. ante τῆς FSa 9 ἡδειαι V¹ 10 γε Diels: τε libri: om. aSp. 16 διὰ τὰς om. a ἐπὶ] ἐν aSp. γινομένας (ας in lit. B) Ba Sp.: γινομέναις VF 22 τούτῳ VB¹: τούτων S¹F: ζῆν. διὸ SB²aSp.: fortasse τοῦ τό τοι cf. de an. 8,25. 97,1 25 παραμυθούμενος V (corr. V² 30 αὐτὴν V¹ (corr. V² συμβαίνει] μβ in lit. V 33 συνυπάρχει] υ pr. in lit. 4—5 litt. V 34 τὸ ζήτημα τοῦτο γέγραπται αὐτολεξὶ δι’ ὅλου τοῦ ᾶς κεφαλαίου V mg. cf. infra 151,17 sq. αἱρετὸν τὸ καλόν, ὡς ἐκείνης μὲν οὔσης τέλους τε καὶ δι’ αὐτὴν αἱρετοῦ, ὡς ποιητικοῦ δὲ τῆς ἡδονῆς τοῦ καλοῦ τὸ αἱρετὸν ἔχοντος, ὁμοίως τῷ καλῷ τὸ αἰσχρὸν αἱρετὸν γίνεσθαι, ἐπεὶ καὶ τοῦτο ποιητικὸν ἡδονῆς. οἷς γὰρ τὸ αἱρετὸν ὡς ποιητικοῖς, τούτοις τὸ γινόμενον ὑπ’ αὐτῶν τῆς αἱρέσεως μέτρον. ἢ γὰρ οὐ χρὴ λέγειν γίνεσθαί τινας καὶ ἐπ’ αἰσχραῖς πράξεσιν ἡδονάς, ἀλλ’ ἐπὶ μόναις ταῖς καλαῖς, ἢ εἰ μὴ τοῦτο, ἀληθῶς αἱρετὸν ἔσται καὶ τὸ αἰσχρὸν ὁμοίως τῷ καλῷ, εἰ ἡ γινομένη ὑπ’ αὐτῶν ἡδονὴ τῆς αἱρέσεως αὐτῶν αἰτία. εἰ δὲ τοῦτο ἄτοπον, προξενοῦν ἡμῖν πᾶσαν πρᾶξιν αἰσχρὰν ὡς οὐδὲν ἔλαττον τῆς καλῆς αἱρετὴν ⟨ἢ καὶ μᾶλλονῶ, εἰ καὶ μᾶλλον αὕτη καὶ πλείοσι παρασκευάζει τὰς ἡδονάς, οὐδ’ ἂν τὸ καλὸν εἴη διὰ τὴν ἡδονὴν αἱρετὸν ὡς ἐκείνης ποιητικόν. εἰ δὲ δεῖ μὲν εἶναι ἢ διὰ τὴν ἡδονὴν τὸ καλὸν αἱρετόν, ἢ διὰ τὸ καλὸν τὴν ἡδονήν, μὴ ἔστι δὲ τὸ καλὸν διὰ τὴν ἡδονήν, εἴη ἂν ἡ ἡδονὴ τὸ αἱρετὸν παρὰ τοῦ καλοῦ λαμβάνουσα. οὐ γὰρ δὴ ταὐτὸν οἶόν τε λέγειν εἶναι τὸ καλόν τε καὶ τὴν ἡδονήν, ἐφ’ ὧν συνυπάρχει τε καὶ ἅμα ἐστὶν ἀλλήλοις. εἰ γὰρ εἴη ταὐτὸν αὐτοῖς τὸ εἶναι, καὶ ἀντιστρέφειν αὐτὰ ἀλλήλοις ἀνάγκη, ὡς πᾶν τὸ καλὸν ἐν τῷ καλὸν εἶναι καὶ τὸ ἡδὺ εἶναι ἔχειν καὶ πᾶν τὸ ἡδὺ ἅμα τε ἡδὺ εἶναι καὶ καλόν. εἰ δὲ ψεῦδος τὸ λέγειν πᾶσαν ἡδονὴν εἶναι καλὸν τῷ μηδὲν ἔλαττον ὁρᾶν τὰς ἡδονὰς γινομένας ἐπ’ αἰσχραῖς ἐνεργείαις, οὐδ’ ἂν ⟨αἱ⟩ ἐπὶ ταῖς καλαῖς ἐνεργείαις ἡδοναὶ γινόμεναι αἱ αὐταὶ εἶεν ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις. τὸ γὰρ ὁμοῦ μὲν λέγειν τὰς ἡδονὰς μόνας εἶναι δι’ αὐτὰς αἱρετάς, τῶν δ’ ἄλλων αἱρετῶν ἕκαστον ἐφ’ ὅσον εἰς ἡδονήν τι συντελεῖ, ἐπὶ τοσοῦτον καὶ τὸ αἱρετὸν ἔχειν, ὁμοῦ δὲ τὸ μὲν καλὸν αἱρετὸν εἶναι λέγειν ὡς ποιητικὸν ἡδονῆς, μηκέτι δὲ καὶ τὸ αἰσχρὸν φάσκειν αἱρετὸν γίνεσθαι διὰ τὴν γινομένην ἡδονὴν ὑπ’ αὐτοῦ, οὐχ ὁμολογούμενα λεγόντων, ἀλλ’ ἀπιθάνως ἀρνουμένων οἷς συγχωροῦσι διὰ τῶν αἱρέσεων οὕτως ἔχειν. οὐδεὶς γὰρ μὴ τοῦτον παρεσκευασμένος τὸν τρόπον οὕτως ἀτόπου προῖσταται δόξης. τὸ γὰρ λέγειν τὰς μὲν ἐπὶ ταῖς καλαῖς ἐνεργείαις γινομένας ἡδονὰς εἰλικρινεῖς τε εἶναι καὶ ἀμίκτους ταῖς ἐναντίαις λύπαις, καὶ διὰ τοῦτο καὶ τὰς ποιητικὰς αὐτῶν ἐνεργείας ἔχειν τὸ αἱρετόν, τὰς δ’ ἐπὶ ταῖς αἰσχραῖς ὀλίγον ἐχούσας τὸ τέρπον πολλὰ ἔχειν καὶ πλείω τὰ λυποῦντα, διὸ μηδὲ τὰς ἐνεργείας εἶναι τὰς τοιαύτας αἱρετὰς οὔσας ποιητικὰς λύπης μᾶλλον ἢ ἡδονῆς, πῶς οὐ συνδιαιρούντων ἐστὶ ταῖς ἐνεργείαις ἐφ’ αἷς γίνονται τὰς ἡδονὰς καὶ οὐχ’ ὁμοειδεῖς φυλασσόντων; εἰ 1 τὸ καλὸν V μενούσης a δ’αὑτὴν a Sp.: δι’ αὐτῆς S¹: διὰ αὐτὴν V 2 ἔχοντες a 3 αλρετὸν om. a Sp. 4 ὑπ’ in lit. V 6 ἡ εἰ μὴ V2SBVa Sp.: εἴη μὴ V1 ἀληθὲς aSp. 9 ἢ καὶ μᾶλλον add. B2, recte cf. 151,29 9.10 εἰ καὶ] ἤ καὶ a: εἰ infra 10 αὕτη V2B: αυτη V¹: αἰτὴ Sa Sp.: αὐτή F παρασκευάζει (παρασκευάζοι V2B2 infra) τὰς S2VB²a infra: παρασκευάζοντας V¹B¹F 11 καὶ ἢ a Sp. 12 ἠ V 13 ἡ om. a Sp. ἡδονὴ] ὴ s. v. V 16 alt. τὸ Fa Sp.: τε VΒ infra 20 αἱ ante ἐπὶ add. V2B infra ἡδοναὶ] αι in lit. V αἱ αὐταὶ V2BFBa Sp. infra: αὗται V εἶεν] ἶε in lit. V 22 αὐτὰσ V 26 ἐστιν, ἀλλ’ Vict. ἀλλ’ ἀπιθάνως Sp.: ἀλλὰ πιθανῶς V(et infra) FB: ἀλλ’ ἀπιθάνως Sa 31 τερπνὸν a Sp. 33 πῶς οὐ συνδιαιρούντων in lit. B² Vict. Sp. infra: ὁπωσοῦν διαιρούντων libri ἐστι] ἐπὶ Sp. Suppl. Arist. II 2 Alex. sc cripta minora. γὰρ αἱ μὲν ἐπὶ τοῖς καλοῖς τοιαῦται, αἱ δ’ ἐπὶ τοῖς αἰσχροῖς τοιαῦται, εἴη ἂν τὰ καλὰ καὶ τὰ αἰσχρὰ αἴτια τῆς τῶν ἡδονῶν διαφορᾶς. οὐ γὰρ ἀπὸ τῶν ἡδονῶν ταῖς ἐνεργείαις ἐστὶ τὸ αἱρετόν, ἀλλὰ ἀπὸ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, καὶ εἶεν ἂν ἄλλαι μὲν τῷ εἴδει αἱ ἀπὸ τῶν καλῶν, ἄλλαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν, εἴ γε πᾶσαι μὲν αἱ ἀπὸ τῶν καλῶν καθαραί τε καὶ ἄμικτοι καὶ μηδεμιᾶς μετανοίας ἢ λύπης αἴτιαι εἰδοποιούμεναι ταῖς τοιαύταις ἐνεργείαις, πᾶσαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν μικταί τε καὶ ἐν μεταμελείᾳ. οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πρὸς τὰς ἐνεργείας πρόδηλον, ὅτι μὴ παρὰ τῶν ἡδονῶν ταῖς ἐνεργείαις τὸ αἱρετόν, ἀλλὰ παρὰ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, ταῖς μὲν τὸ αἱρετόν, ταῖς δὲ τὸ φευκτόν, εἴ γε φευκταὶ αἱ πλέον τοῦ ἤδοντος τὸ λυποῦν ἔχουσαι, τοιαῦται δὲ πᾶσαι αἱ ἐπὶ ταῖς αἰσχραῖς ἐνεργείαις.